Κυριακή 14 Ιουνίου 2020

ΙΟΥΛΙΟΣ 26!! ΑΓΙΑ ΜΑΡΤΥΣ ΩΡΑΙΟΖΗΛΗ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΙΟΥΛΙΟΣ ΚΣΤ΄.!!

ΩΡΑΙΟΖΗΛΗ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(ἀρχιμ. Νικοδήμου Ἀεράκη)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων

Ὡραιοζήλην ἐν ὕμνοις ἐπευφημήσωμεν, τῆς παρθενίας τύπον, τῶν Μαρτύρων τὸ κλέος, τέκνον τοῦ Ἀνδρέου πνευματικόν, ἰσαπόστολον κήρυκα, Εὐαγγελίου Κυρίου πρὸς ἀσεβεῖς, οὓς ἐκ σκότους ἠλευθέρωσεν. (Δίς)

 

Ὡραιοζήλης μαρτύριον ἀνυμνήσωμεν· τοῦ Λόγου ἐρασθεῖσα, τὰ τοῦ κόσμου ἠρνήθη, πᾶσι δὲ ἐκήρυξε τὸν Χριστόν, ὡς Θεάνθρωπον Κύριον, ᾯ θαυμαστῶς ἡ πανένδοξος τὴν ζωήν, ὥσπερ σφάγιον κατέθυσεν.

 

Ὡραιοζήλης τὸν βίον ἐγκωμιάσωμεν, τῶν ἀρετῶν τὸν πλοῦτον, τῆς ἀσκήσεως ζῆλον, στήλην τῆς θυσίας καὶ προσευχῆς, ἐγκρατείας ὑπόδειγμα, ὁμολογίας ἁγίας δὲ τοῦ Χριστοῦ, θεοδώρητον κειμήλιον.

 

Δόξα. Ἦχος β΄.

Δεῦτε τῶν πιστῶν ὁ σύλλογος, τὴν Ὁσιοπαρθενομάρτυρα Ὡραιοζήλην, ἐν ἐγκωμίων ὕμνοις, ἐνθεαστικῶς ἐπευφημήσωμεν. Αὕτη γὰρ τοῦ Ἀποστόλου Ἀνδρέου ἀκουτισθεῖσα, τὸν Χριστὸν σφοδρῶς ἠγάπησε, καὶ παρθενίας ἑρασθεῖσα, τὰ ἐπίκηρα κατέλιπε, καὶ ἐν παρθενῶνι κατώκησεν. Ἀποστολικῶς δὲ λειτουργήσασα, ὡς Μάρτυς Χριστοῦ ἐτελειώθη, καὶ ὑπ’ Αὐτοῦ στεφθεῖσα, νῦν αἰωνίως ἀγάλλεται.

 

Καὶ νῦν. Θεοτοκίον,

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε θεοπρεπῶς, κλεινὴν Ὡραιοζήλην, τιμήσωμεν ἐν ὕμνοις· καὶ γὰρ ὑπὲρ τοῦ Λόγου, ἐτύθη ὥσπερ σφάγιον.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Χάριτι τοῦ Χριστοῦ, σεπτὴ Ὡραιοζήλη, κηρύττει τοῖς ἐν σκότει, Χριστοῦ τὴν Βασιλείαν, ἐν ᾗ ἀναπαύεται,

 

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Μάρτυς τοῦ Ἰησοῦ, σεμνὴ Ὡραιοζήλη, τῆς παρθενίας ἄνθος, καὶ τῶν Μαρτύρων εὖχος, χαρίτωσον τοὺς δούλους Σου.

 

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, τοὺς ὑμνητάς Σου σῷζε, ἐκ πλάνης καὶ κινδύνων, παγίδων τε τοῦ δράκοντος.

 

Καὶ νῦν. Θεοτοκίον.

Θύγατερ τοῦ Θεοῦ, τῆς Ναζαρὲτ ἡ κόρη, τῆς Ἐκκλησίας πλοῦτος, ἱκέτευε Σὸν Τόκον, ὑπὲρ ἀχρείων δούλων Σου.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Μέγα κλέϊσμα, ὁμολογίας, τέκνον ἔνθεον, τοῦ Πρωτοκλήτου, τῆς ἀσκήσεως ἄριστον πρότυπον, καὶ τῶν Μαρτύρων κλεινὸν ἀκροθίνιον, Ὡραιοζήλην ἐν ὕμνοις τιμήσωμεν. Μῆτερ πάνσεμνε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ὡραιοζήλην ἐν ᾄσμασιν, ἐπαξίως τιμήσωμεν, καὶ ἐν λόγοις ἅπαντες μεγαλύνωμεν, τῆς παρθενίας τὸ κλέϊσμα, ἀσκήσεως πρότυπον, ἀρετῆς ὑπογραμμόν, καὶ θυσίας τὸ ἔνθεον, ἀκροθίνιον, τῶν Μαρτύρων τὸ κλέος καὶ τῆς ἄνω, Βασιλείας τὴν πολῖτιν, λαμπροφοροῦσαν ἐν Μάρτυσιν.

 

Ὡραιοζήλην ὑμνήσωμεν, τοῦ Ἀνδρέου ἁλίευμα, τοῦ Χριστοῦ τὴν νύμφην τὴν πανσεβάσμιον, ὁμολογίας ὑπόδειγμα, Μαρτύρων τὸ ἄγαλμα, βιαστῶν τὴν καλλονήν, Ἀθλητῶν τὸ ἀγλάϊσμα, καὶ ἀσκήσεως, Πρωτοτόκων Μαρτύρων συμπολῖτιν, σαββατίζουσαν ἐνδόξως, ὑπερκοσμίοις σκηνώμασιν.

Ὡραιοζήλην τὴν ἔνδοξον, εὐσεβῶς μεγαλύνωμεν, τοῦ Ἀνδρέου ἔνθεον τέκνον πνεύματος, τῆς παρθενίας ἀγλάϊσμα, Χριστοῦ ἀφομοίωμα, Ἀποστόλων τοῦ Χριστοῦ, μιμηθεῖσα τὸ ἔνθερμον, τοῦ κηρύγματος, Ἐκκλησίας τὴν δόξαν καὶ προστάτιν, τῶν ἐν πίστει εὐφημούντων, τὴν ἱερὰν αὐτῆς ἄθλησιν.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ἐν ᾠδαῖς πνευματικαῖς, τὴν τῆς ἰσαποστόλου καὶ Ὁσιοπαρθενομάρτυρος Ὡραιοζήλης μνήμην, χαρμονικῶς ἐπιτελοῦντες, αὐτῇ βοήσωμεν· χαίροις, τοῦ Πρωτοκλήτου Ἀνδρέου θαυμαστὸν ἁλίευμα, καὶ τῆς ἀποστολικῆς διακονίας αὐτοῦ, θεοδώρητον ἀντίγραφον· χαίροις, τῆς παρθενίας ἔκπαγλον πρότυπον, καὶ τῆς ἀσκήσεως ἐξαίσιον ἄγαλμα· χαίροις, ὁμολογίας θεόσδοτον δώρημα, καὶ τοῦ μαρτυρίου θεοπρόβλητον ὑπόδειγμα. Ὡς ἐστεμμένη ἐν οὐρανοῖς, Ὁσιοπαρθενομάρτυς Ὡραιοζήλη, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον Ἦχος πλ. β'

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνή, παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα΄ 10 – 26)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ

τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ

αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ,

καὶ ἐργάταις θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ

καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς

τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο,

ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ

λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ

πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι,

καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

 

 

 

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 9 – 14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν

καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ

ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ

πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο

ἄλλος Θεός, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι

πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν

ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι

ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.

Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ

λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (γ΄ 1 – 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.

Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ

ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾽ ἡμῶν πορεία, σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ.

Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας

πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ

Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν

χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς

σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι

λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾽

αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν

αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς

ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν λιτήν. Ἦχος α΄.

Η τοῦ Χριστοῦ Ἐκκλησία, φαιδρῶς καὶ εὐλαβῶς, τὴν τῆς Ὁσιοπαρθενομάρτυρος Ὡραιοζήλης, πανσεβάσμιον μνήμην τιμῶσα, καὶ τὴν πρὸς τὸν Χριστὸν αὐτῆς λατρείαν, ἐμμελετῶσα, βοᾶ πρὸς αὐτήν· Χαίροις, ἡ ἀγαπήσασα τὸ ἐσφαγμένο Ἀρνίον, καὶ Αὐτῷ ἐκ καρδίας λέγουσα Σὺ εἶ τὸ Ἄλφα καὶ τὸ Ὠμέγα, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος παντοκράτωρ. Σὺ εἶ ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Αὐτῷ πρέσβευε ἀδιαλείπτως, Μάρτυς ἀληθής, τοῦ σῶσαι τὰς ψυχάς, τῶν τιμώντων τὴν μνήμην σου.

 

 

 

 

 

Ἦχος β΄.

Δεῦτε, οἱ τὴν πανσεβάσμιον μνήμην, τῆς Ἀθληφόρου καὶ καλλινίκου Μάρτυρος Ὡραιοζήλης, λαμπρῶς ἑορτάζοντες, τὴν δόξαν αὐτῆς τῆς πέρασιν ἐξαγγείλωμεν. Αὕτη γάρ, δι’ ὁμολογίας καὶ μαρτυρίου εἰσῆλθεν εἰς οὐράνια δώματα, καθορῶσα τὸν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον υἱῷ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸ τοῖς μαστοῖς ζώνην χρυσῆν, τὸν ἔχοντα τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ ἀκούουσα τὴν φωνὴν αὐτοῦ ὡ φωνὴ ὑδάτων πολλῶν. Αὐτῆς πρεσβείαις παράσχου ἡμῖν Κύριε, τὸ μέγα Σου ἔλεος.

 

Ἦχος γ΄.

Ἐν τῆ ἄνω Σιὼν αὐλιζομένη, ὡς τροπαιοφόρος Μάρτυς Χριστοῦ, ἡ Ὁσιοπαρθενομάρτυς Ὡραιοζήλη, ἀενάως καὶ μεθυστικῶς εὐφραίνεται, καθ’ ἅ φησιν ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης· Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ Παραδείσῳ τοῦ Θεοῦ μου, καὶ ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. Εὐφραινομένη οὖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, καὶ τῆς ἀτελευτήτου ζωῆς τοῦ Παραδείσου, πρέσβευε Μάρτυς, ὅπως καὶ ἡμεῖς αὐτῶν ἀξιωθῶμεν.

 

Ἦχος δ΄.

Ἅπασα ἡ τοῦ Χριστοῦ Ἐκκλησία, πανευφροσύνως ἑορτάζει, καὶ εὐλαβῶς ἐπὶ τῇ μνήμῃ ταῆς πανενδόξου Μάρτυρος Ὡραιοζήλης πανηγυρίζει. Αὕτη γὰρ τὸν Βελίαρ, καὶ τοὺς δυσσεβεῖς ἀθέους κατανικήσασα, ἐν οὐρανίοις ἐνοικεῖ δώμασιν, μεταλαμβάνουσα τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ λαβοῦσα ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων. Λιταῖς αὐτῆς ἀγωνοθέτα Κύριε, καὶ ἡμᾶς καταξίωσον λαβεῖν, ἃ ἡτοίμασας τοῖς ἀγαπῶσί σε.

 

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε φιλομαρτύρων ὁ σύλλογος, θαῦμα ἐξαίσιον κατίδωμεν, ἐν οὐρανοῖς τελούμενον. Ἡ Ὁσιοπαρθενομάρτυς Ὡραιοζήλη, τὰ τοῦ Σατᾶν ἔνεδρα, χάριτι θείᾳ φυγοῦσα, καὶ σπονδὴν τὸ αἷμα αὐτῆς τῷ Χριστῷ προσενεγκοῦσα, ἀπολαύει τὰ νῦν τῶν ὑπὸ τοῦ Πνεύματος ὑπεσχημένων· Ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν Ἀγγέλων Αὐτοῦ. Πρεσβείαις Κύριε τῆς Μάρτυρος, καὶ ἡμᾶς καταξίωσον καθ’ ἡμέραν, νικᾶν τὸν ἀντικείμενον.

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν

Χαίροις, Ὡραιοζήλη σεμνή, τῶν πλανωμένων ὁ λαμπτὴρ ὁ ἀείφωτος, τῆς πλάνης ἡ καθαιρέτις, καὶ ὁδηγὸς τῶν τυφλῶν, τῶν ἐν σκότει ζώντων τὸ διάσωσμα, παρθένων ἀγλάϊσμα, ἀσκητῶν τὸ ἐντρύφημα, ἐνασκουμένων, θεοδώρητον ἄγαλμα, καὶ ὑπόδειγμα, τῶν Μαρτύρων ἐξαίσιον. Πάντες κατασπαζόμενοι, εἰκόνα σου πάντιμον, θερμῶς λιταῖς σου πρὸς Λόγον, δεόμεθά σου πανένδοξε, τυχεῖν σωτηρίας, καὶ ἐν δώμασι Κυρίου, μακαριότητος.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Χαίροις, Ὡραιοζήλη σεπτή, τῆς παρθενίας τὸ εὐῶδες κειμήλιον, ἀσκήσεως θεῖος τύπος, τῆς ἀρετῆς ὁ κανών, μαρτυρίας κλέος καὶ ἀγλάϊσμα, πιστῶν τὸ ἐντρύφημα, ἀσεβείας ὁ ἐλεγχος, ὁμολογούντων, χαριτόβρυτον πρότυπον, Ἐκκλησίας τε, κόσμος ὄντως ἐξαίσιος. Πάντες τὴν σὴν πανίερον, τελοῦντες πανήγυριν, χάριν τὴν σὴν ἐκζητοῦμεν, καὶ σαῖς πρεσβείαις πρὸς Κύριον, τυχεῖν τοῦ ἐλέους, τῆς Ἀυτοῦ φιλανθρωπίας, καὶ θείας χάριτος.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, Ὡραιοζήλη κλεινή, τὸ θεοδώρητον Ἀνδρέου ἁλίευμα· παρθένων τε καὶ Μαρτύρων, θεοειδὴς ὁδηγός, ἀρετῆς ὁ πλοῦτος καὶ τὸ πρότυπον, κηρύκων τὸ ἔρεισμα, τῶν ἐν πλάνῃ ἡ σώτειρα, ὁμολογίας, θαυμαστὸν ἀκροθίνιον, ἀληθείας τε, τοῦ Χριστοῦ ἡ διδάσκαλος. Πάντες ἐνθέοις ᾄσμασι, καὶ λόγοις πανένδοξε, βίον τὸν σὸν ἐπαινοῦμεν, καὶ τὰς λιτάς σου πρὸς Κύριον, αἰτούμεθα Μῆτερ, ἵνα λάβωμεν πλουσίως, τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὴν τῆς Ὁσιοπαρθενομάρτυρος Ὡραιοζήλης μνήμην τιμῶσα, ταύτην μετὰ τῶν πρωτοτόκων, ἐν Πνεύματος ἐν οὐρανοῖς καθορᾷ· μεθ’ ὧν τὰ ὑπὸ τοῦ Κυρίου ὑπεσχημένα εἴληφεν· ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῶ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθη ἔτι, καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, τῆς καινῆς Ἱερουσαλήμ, ἣ καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. Καὶ ἡμᾶς Κύριε, κατὰ τὸ μέγα Σου ἔλεος, τούτων καταξίωσον.

 

 

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῆς Ἀθληφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Μέγα κλέϊσμα, ὁμολογίας, τέκνον ἔνθεον, τοῦ Πρωτοκλήτου, τῆς ἀσκήσεως ἄριστον πρότυπον, καὶ τῶν Μαρτύρων κλεινὸν ἀκροθίνιον, Ὡραιοζήλην ἐν ὕμνοις τιμήσωμεν. Μῆτερ πάνσεμνε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.

Ὁμολογίας σου, τὸ ὑπερθαύμαστον, καὶ μαρτυρίου σου, τὸ ἀξιάκουστον, ἠ Ἐκκλησία ἐν ᾠδαῖς γεραίρει Ὡραιοζήλη· ὅθεν ὁ Θεάνθρωπος, μαρτυρίου τὸν στέφανον, καὶ ζωῆς τῆς κρείττονος, τὴν χαράν σοι δεδώρηται· διὸ ἐν οὐρανοῖς νῦν εὐφραίνῃ, Μῆτερ ὡς Μάρτυς τρισολβία.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Τὸν ἀκατάληπτον, καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Τὴν Μάρτυρα Χριστοῦ, τοῦ Ἀνδρέου τὸ τέκνον, ἐν λόγοις καὶ ᾠδαῖς, εὐφημήσωμεν πάντες, κηρύττοντες τοῖς πέρασι, τὴν σεπτὴν αὐτῆς ἄθλησιν, καὶ μαρτύριον, ὑπὲρ τοῦ θείου Νυμφίου, ὃ ὑπέμεινεν, Ὡραιοζήλη ἡ θεία, Χριστοῦ τὸ ἐκτύπωμα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Καταπλήττεις ἀσεβεῖς, τῇ θαυμαστῇ ὑπομονῇ, καὶ κηρύττεις τοῖς πιστοῖς, Ὡραιοζήλη τοῦ Χριστοῦ, τὴν παντοδύναμον χάριν ἐν μαρτυρίῳ· ὅθεν ὡς Θεός σε ἐδόξασε, πύλην οὐρανοῦ σοι ἠνέῳξε· καὶ ἐν τιμῇ ἐδέξατό σε Μάρτυς, ἐν οὐρανίοις σκηνώμασιν. Χριστὲ πρεσβείαις, τῆς καλλινίκου, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Ἀθληφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ἡ τῆς Ὁσιοπαρθενομάρτυρος Ὡραιοζήλης μνήμη, ἑορτὴ πανευφρόσυνος, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ ἐδωρήθη. Αὕτη γὰρ τὴν τῆς ψυχῆς θύραν, τῷ θείῳ Νυμφίῳ ἀνοίξασα, κατοικητήριον καὶ ναὸς τῆς Αὐτοῦ χάριτος ἔμψυχος ἀνεδείχθη. Μαρτυρικῶς δὲ τοῦ κόσμου ἐξελθοῦσα, σὺν πᾶσι τοῖς Ἁγίοις συγκάθεδρος τῷ Κυρίῳ γέγονεν, κατὰ τὴν τοῦ Κυρίου ὑπόσχεσιν· ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. Αὐτῆς ταῖς ἱκεσίαις, σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

 

Ὁ Κανὼν τῆς Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Ὡραιοζήλης ἄθλησιν, ὕμνοις τιμῶ. Νικοδήμου.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ὡραίαν ὑπάρχουσαν τῇ ψυχῇ, τὴν Ὡραιοζήλην, ἀνυμνῆσαι πανευλαβῶς, ἀξίωσον Κύριε σὸν δοῦλον, ἐν ταπεινώσει αἰτοῦντα τὴν χάριν σου.

Ῥευστὰ ἀρνηθεῖσα Μάρτυς σεπτή, Χριστῷ ἠκολούθεις, ὡς Νυμφίῳ τῆς σῆς ψυχῆς, Αὐτὸν καθικέτευε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν τιμώντων τὴν μνήμην σου.

Ἀξίωσον πάντας σοὺς ὑμνητάς, ὦ Ὡραιοζήλη, μελετῆσαι σὴν βιοτήν, καὶ ἄθλησιν θείαν ὑπὲρ Λόγου, ἵνα ἐν ἔργοις Αὐτὸν ἀγαπήσωμεν.

Θεοτοκίον.

Ἰσχύεις πρεσβείαις Σου πρὸς Χριστόν, ἁγνὴ Θεοτόκε, ὡς κυήσασα ἐν γαστρί, Θεὸν τῶν ἁπάντων Ὃν δυσώπει, ὑπὲρ τῶν πίστει τιμώντων Σε ἄχραντε.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.

Οὐρανοῦ κτίστην Λόγον τοῖς ἀδελφοῖς ἔδειξας, ὦ Ὡραιοζήλη ἐν λόγοις, καὶ ἐν ἀθλήμασι· τοὺς σὲ τιμῶντας σεπτή, ἐν ἀληθείᾳ καὶ ἔργοις, ἀνυμνεῖν ἀξίωσον, τὸν μόνον Κύριον.

Ζωὴν θείαν ποθοῦσα τῷ Ἰησοῦ δέδωκας, ψυχήν τε καὶ σῶμα Ἁγία, λιποῦσα πρόσκαιρα· διὸ ποθεῖν καὶ ἡμᾶς, τὴν Βασιλείαν τὴν ἄνω, καὶ ζωὴν τὴν κρείττονα, λιταῖς σου δώρησαι.

Ἠξιώθης Ἁγία τῆς τοῦ Χριστοῦ χάριτος, καὶ τοῦ μαρτυρίου τῆς δόξης, καὶ ἁγιότητος· ὅθεν λιταῖς σου ἁγνή, ἡμᾶς ἀξίωσον ἔχειν, ἐν καρδίᾳ Κύριον, καὶ ζῆλον ἔνθεον.

Θεοτοκίον.

Λυτρωτὴν τοῖς ἀνθρώποις πᾶσι Χριστὸν τέξασα, πρέσβευε Αὐτῷ Θεοτόκε, ὑπὲρ τῶν δούλων Σου, ὅπως ῥυσθῶμεν ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Παρθένον καὶ Μάρτυρα ἐν θεοδέκτοις ᾠδαῖς, καὶ λόγοις κηρύττομεν Ὡραιοζήλην πιστοί, ἐν πᾶσι τοῖς ἔθνεσι· Μάρτυς γὰρ ἀληθείας, τοῦ Χριστοῦ ἀνεδείχθη, χάριτι ὑπομένει, αἰκισμοὺς μαρτυρίου· διὸ σὺν τοῖς Πρωτοτόκοις, πᾶσιν εὐφραίνεται.

Δόξα. Κανν... Θεοτοκίον

μόνη κυήσασα τν ποιητν τοπαντός, ἡ μόνη κοσμήσασα τν νθρωπότητα, ττόκσου χραντε, ῥῦσαί με τν παγίδων, τοδολίου Βελίαρ, στσόν με ππέτραν, τν Χριστοθελημάτων, ατν κδυσωποσα κτενς, ὃν σωμάτωσας.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἠνεώχθησαν Μάρτυρι, αἱ τῆς Βασιλείας πύλαι οὐράνιαι, καὶ ὁ Λόγος ὑπεδέξατο, τὴν Ἁγίαν Μάρτυρα ὡς πρέσβειραν.

Σαῖς λιταῖς πρὸς τὸν Κύριον, ὦ Ὡραιοζήλη ἡμᾶς περίσκεπε, καὶ παγίδας τοῦ ἀλάστορος, τῇ σῇ χάριτι ταχὺ διάλυσον.

Ἀπὸ ζάλης καὶ θλίψεως, ὦ Ὡραιοζήλη πιστοὺς διάσωσον, καὶ ἐκ πάσης περιστάσεως, καὶ ἐχθρῶν ψυχῆς ὁμοῦ καὶ σώματος.

Θεοτοκίον.

Θεοδόξαστε πάναγνε, Σοῦ Υἱοῦ τὴν χάριν ἡμῖν κατάπεμψον, ἵνα πάντες ἀποφύγωμεν, τοῦ δολίου δράκοντος τὰ ἕνεδρα.

 

 

 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.

Λύτρωσιν ψυχῆς, σαῖς πρεσβείαις ἡμῖν δώρησαι, Ὡραιοζήλη Μάρτυς τοῦ Ἰησοῦ, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Ἥδιστον ἡμῖν, ἀνυμνεῖν τὰ σὰ ἀθλήματα, καὶ ἐκζητεῖν λιτάς σου πρὸς τὸν Χριστόν, ἵνα ῥυσθῶμεν, Ἁγία τῆς κατακρίσεως.

Σύνεσιν ψυχῆς, καὶ διάκρισιν παράσχου μοι, καὶ τὴν χαρὰν τὴν θείαν τοῦ οὐρανοῦ, Ὡραιοζήλη, λιταῖς σου πρὸς τὸν Φιλάνθρωπον.

Θεοτοκίον.

Ἴασίν μοι δός, Θεοτόκε καὶ κραταίωσιν, καὶ ἐν ἀγῶσι νίκας κατ’ ἐχθρῶν, ἵνα εἰσέλθω, εἰς χώραν τῆς καταπαύσεως.

 

ᾨδὴ στ’. Τὴν δέησιν.

Νενίκηκας, τοῦ ἐχθροῦ φρυάγματα, καὶ συνέτριψας αὐτοῦ τὰς παγίδας· ὅτι Χριστός, ἐν ψυχῇ σου κατώκει, καὶ δι’ Αὐτοῦ κατενίκας τὸν δράκοντα· σοῦ δέομαι Μάρτυς Χριστοῦ, ἐκ βελῶν ἀντιδίκου διάσωσον.

Ὑψώσασα, πρὸς Θεὸν τὸ φρόνημα, ἀπηρνήθης τὰ ἐπίκηρα κόσμου· καὶ τελευτήν, τῶν Μαρτύρων ποθοῦσα, καθωμολόγεις Χριστὸν ὡς Θεάνθρωπον· διὸ ἐτύθης θαυμαστῶς, ὡς ἀρνίον Χριστοῦ καλλιπάρθενε.

Μυρίπνοον, τοῦ Χριστοῦ ὀσφράδιον, ἀληθῶς Ὡραιοζήλη ἐδείχθης· ὅτι δεινῶς, ἀσεβούντων τὴν πλάνην, ἐν μαρτυρίῳ καὶ λόγοις κατήσχυνας· καὶ θαύμασι τὸν Ἰησοῦν, λυτρωτὴν τῶν ἀνθρώπων ἐκήρυξας.

Θεοτοκίον.

Νεᾶνις, τὸν Ἰησοῦν ἐγέννησας, ὑπὲρ φύσιν τε καὶ λόγον ὡς βρέφος, καὶ ἐν χερσί, τὸν Θεὸν ἠγκαλίσω, καὶ ἐκ μαζῶν Σου Αὐτὸν ἐγαλούχησας· διὸ ὡς Μήτηρ τοῦ Θεοῦ, ὑπὲρ πάντων Αὐτὸν καθικέτευε.

 

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Χριστὸν τὸν Θεόν, ἠγάπησας Χριστόνυμφε, Ἀνδρέου κλεινοῦ, πεισθεῖσα τὸ κηρύγματι· ἐν χαρᾷ ἐκήρυξας, θεοδώρητον πίστιν τοῖς ἔθνεσιν, τῇ ὁμολογίᾳ δὲ Χριστοῦ, ἐστέφθης ὡς Μάρτυς, ἐν τῇ ἄνω Σιών.

Ὁ Οἶκος.

Ἡ τῶν Πρωτοτόκων χορεία, ἐν οὐρανοῖς ἑορταστικῶς τῇ καλλινίκῳ Μάρτυρι Ὡραιοζήλῃ συναγάλλεται. Αὕτη γὰρ τοῦ Πρωτοκλήτου Ἀνδρέου ἐνωτισθεῖσα τοὺς λόγους, καὶ ὑπ’ αὐτοῦ βαπτισθεῖσα, τῷ Νυμφίῳ Χριστῷ, καὶ τῇ Αὐτοῦ Ἐκκλησίᾳ ὁλοψύχως ἀφιερώθη· διὰ προσευχῆς, ἀγρυπνίας, καὶ νηστείας, πνευματικῶς ἐνασκηθεῖσα, ὡς ἰσαπόστολος τὸν Χριστὸν τοῖς ἔθνεσιν, ὡς μόνον ἀληθῆ Θεὸν ἐκήρυξεν. Ἐν παῤῥησίᾳ δὲ τὴν πρὸς τὸν Λόγον πίστιν ὁμολογήσασα, καὶ πολλὰς βασάνους καὶ μαρτύρια ὑπομείνασα, δι’ ἀποκεφαλισμοῦ ἐτελειώθη, στεφθεῖσα ὡς Μάρτυς, ἐν τῇ ἄνω Σιών.

 

 

Συναξάριον.

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμῃ τῆς ἁγίας μάρτυρος Ὡραιοζήλης.

Εἰς πῦρ βληθεῖσα Ὡραιοζήλη, Λόγε,

ἅπασι βρύει τοὺς κρουνοὺς τῶν θαυμάτων.

Ἕκτῃ εἰκοστῇ φλογὶ Ὡραιοζήλη ἐβλήθη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς

Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον,

Σαυτὴν ἄγουσα, σεμνή, εἰς κατοικίαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους

Ἕρμιππος, Ἑρμόλαος ἠδ' Ἑρμοκράτης

Ἑρμῆν σέβοντας ᾔσχυναν παῤῥησίᾳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Στειρωνίτου.

Πρὶν γῆς ἀπελθεῖν ἀρετῶν καρποὺς φύσας,

τὸ στεῖρον ἐκπέφευγεν ὁ Στειρωνίτης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀππίων, ξίφει τελειοῦται.

Τὸν σὸν ξίφει τράχηλον ἀτρέπτως κλίνας,

τὸ τῆς τελευτῆς Ἀππίων πίνεις πόμα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἱερουσαλήμ, ξίφει τελειοῦται.

Τομὴν κεφαλῆς Ἱερουσαλὴμ φέρει,

καὶ τὴν ἄνω νῦν Ἱερουσαλὴμ βλέπει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γεροντίου τοῦ Ἁγιορείτου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεὼν τοῦ ἀρχιμανδρίτου, τοῦ στυλίτου, τοῦ ἐπέκεινα τοῦ Ἀνάπλου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ ἐν Ἀλάσκᾳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Οἱ πόθῳ ἐκτελοῦντες σεβασμίαν σου μνήμην Ὡραιοζήλη σεμνή, κηρύττομεν ἐν κόσμῳ, τὰ θαύματά σου Μάρτυς, καὶ βοῶμεν πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰσχύεις ἐν Κυρίῳ κατὰ πλάνης ἀθέων Ὡραιοζήλη ἁγνή, στηρίζεις δὲ ἐν πίστει, Ὀρθοδόξων τὰ πλήθη, τῶν βοώντων πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Στεφθεῖσα ἐπαξίως ὑπὸ τοῦ Θεανθρώπου Ὡραιοζήλη σεπτή, συμψάλλεις μετ’ Ἀγγέλων, καὶ πάντων τῶν Ἁγίων, τῶν βοώντων πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Τεκοῦσα Θεὸν Λόγον ἀνεδείχθης Παρθένε ἡ θεοδόχος σκηνή· ἱκέτευε Σὸν Τόκον, ὑπὲρ τῶν Σὲ ὑμνούντων, καὶ φαιδρῶς συμψαλλόντων σοι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η’. Τὸν Βασιλέα.

Ἰσχὺν λαβοῦσα, Ὡραιοζήλη Κυρίου, μαρτυρεῖ ὑπὲρ Τούτου καὶ ψάλλει· τὸν Χριστὸν δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Μιμησαμένη, τῶν Πρωτοτόκων τοὺς ἄθλους, ἡ Ἁγία ὑμνεῖ Θεὸν Λόγον, σὺν Ἁγίοις πᾶσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ὡραιοζήλη, ὁμολογοῦσα Τριάδα, σὺν Ἁγίοις ἀεὶ σαββατίζει, ἀνυμνολογοῦσα, Αὐτὴν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ναὸν τοῦ Λόγου, καὶ οὐρανῶν πλατυτέρα, Σὲ Παρθένε κηρύττομεν ὕμνοις, καὶ δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.

Ἱκέτευε τὸν Λόγον, Ὃν καθωμολόγεις, Ὡραιοζήλη θεόφρον ὡς μόνον Θεόν, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς ἀνυμνοῦντάς σε.

Κραταίωσον τοὺς πόθῳ, σὲ ἐπευφημοῦντας, Ὡραιοζήλη ἐν πίστει καὶ βίῳ σεμνῷ, καὶ ἐν παλαίσμασι θείοις, καὶ ἀγωνίσμασιν.

Ὁμότροπον Μαρτύρων, Σὲ ὁμολογοῦμεν, Ὡραιοζήλη Ἁγία Χριστοῦ Ἀθλητῶν, καὶ βιαστῶν πρωτοτόκων, πιστὸν ἀντίτυπον.

Θεοτοκίον.

Δεσπότου τὴν Μητέρα, τιμήσωμεν ἐν ὕμνοις, τὴν τῶν πιστῶν προστασίαν καὶ σκέπην σεπτήν, τῶν Ἀσωμάτων τε δόξαν, καὶ τὸ ἐντρύφημα.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Τὴν θείαν καλλιμάρτυρα, ἐν ὕμνοις εὐφημήσωμεν· ζῆλον γὰρ ἔχουσα θεῖον, Μαρτύρων εἴληφε χάριν· Κύριον τὸν Θεάνθρωπον, ἐν αἰκισμοῖς ἐκήρυξε· εἴδωλα ἀθεότητος, δυνάμει Πνεύματος θείου, ψευδῆ ἀπέδειξε πᾶσιν.

Θεοτοκίον.

Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ. Τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.

 

 

Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δεῦτε ευφημήσωμεν, Ὡραιοζήλην ἐν ὕμνοις, καὶ αὐτῆς σαλπίσωμεν, ἀρετὰς μαρτύριον καὶ τελείωσιν· μαθητοῦ γέγονε, τοῦ Ἀνδρέου τέκνον, καὶ Χριστοῦ πιστὸν ἀντίτυπον, λιποῦσα ἅπασαν, τὴν ἐπὶ τῆς γῆς ματαιότητα, δυνάμει τε ἐκήρυξε, πίστιν εἰς Χριστὸν καὶ ἀλήθειαν· καὶ κατηξιώθη, τυθῆναι ὥσπερ σφάγιον Αὐτῷ, καὶ εἰσελθεῖν εἰς οὐράνιον, παστάδα ἡ ἔνδοξος. (Δίς)

 

Ὕμνοις ἑορτάσωμεν, Ὡραιοζήλης τὴν μνήμην, τῶν πιστῶν ὁ σύλλογος, καὶ ἐν ἐγκωμίοις ἐπευφημήσωμεν· τῶν πιστῶν γέγονε, μαρτυρίας τύπος, ἀγρυπνίας τὸ ὑπόδειγμα, νηστείας πρότυπον, καὶ ὁμολογίας ἀγλάϊσμα, Μαρτύρων ἐγκαλλώπισμα, καὶ τῆς καρτερίας διδάσκαλος· ὅθεν ὁ Δεσπότης, εἰσήγαγεν αὐτὴν εἰς οὐρανούς, σαββατισμὸν δωρησάμενος, καὶ ζωὴν αἰώνιον.

 

Πνεύματι ὑπέμεινεν, Ὡραιοζήλη ἡ θεία, αἰκισμοὺς τοῦ σώματος, καὶ πικρὸν μαρτύριον ἡ πανεύφημος· τοῖς πιστοῖς ἔδειξε, Τρισαγίου δόξαν, καὶ ἀθλήσεως τὸ εὔτονον, θυσίαν ἔνθεον, καὶ ἐν μαρτυρίῳ τελείωσιν τρανῶς δὲ διεκήρυξε, τὴν εἰδωλικὴν ματαιότητα· ὅθεν ἐπαξίως, εἰσῆλθεν εἰς νυμφῶνα φωτεινόν, καὶ αἰωνίως ἀγάλλεται, σὺν πᾶσιν τοῖς Μάρτυσιν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῆς ἀσκήσεως τὸ σεπτὸν ἐγκαλλώπισμα, καὶ τῆς ὁσιότητος τὸ μέγα κειμήλιον, Ὡραιοζήλην τὴν Ὁσιοπαρθενομάρτυρα, ἐν ᾠδαῖς πνευματικαῖς μεγαλύνωμεν. Αὕτη γάρ, τὴν Βασιλείαν τοῦ Θεοῦ ποθοῦσα, καὶ τὸν τῆς ψυχῆς Νυμφίον Χριστὸν μανικῶς ἀγαπήσασα, τὰς τῆς σαρκὸς ἀπολαύσεις, καὶ τὰ τοῦ κόσμου τερπνά, εἰς οὐδὲν ἐλογίσατο· ὅθεν ἀγγελικῶς βιώσασα ὡς ὁσιοπάρθενος, καὶ τοῖς ἐν σκότει καθεύδουσιν, ὡς Ἀπόστολος τὸν Χριστὸν κηρύξασα, ἐνδόξως καὶ μαρτυρικῶς ἐτελειώθη. Αὐτῆς πρεσβείαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Δεῦτε καταστέψωμεν ἐν ᾠδαῖς, τὴν Ὡραιοζήλην, τοῦ Ἀνδρέου τέκνον λαμπρόν, τὴν ὑπὲρ τοῦ Λόγου, ὡς σφάγιον τυθεῖσαν, ἐν δόξῃ δὲ στεφθεῖσαν, θείοις ἐν δώμασιν.

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡραιοζήλην ἐν ᾠδαῖς εὐφημοῦμεν, καὶ μεγαλύνομεν ὡς Μάρτυρα Λόγου, καὶ ἀληθείας κήρυκα Χριστοῦ τοῦ Θεοῦ· Κύριον γὰρ τὸν Θεάνθρωπον, τοῖς ἐν σκότει ἐκήρυξε, καὶ καθωμολόγησεν ἐναντίον ἀθέων, ἀναδειχθεῖσα Μάρτυς ἀληθής, πιστῶν δὲ πάντων, ὑπόδειγμα τέλειον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Ὁ Κανὼν τῆς Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Ὡραιοζήλης ἄθλησιν, ὕμνοις τιμῶ. Νικοδήμου.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ὡραίαν ὑπάρχουσαν τῇ ψυχῇ, τὴν Ὡραιοζήλην, ἀνυμνῆσαι πανευλαβῶς, ἀξίωσον Κύριε σὸν δοῦλον, ἐν ταπεινώσει αἰτοῦντα τὴν χάριν σου.

Ῥευστὰ ἀρνηθεῖσα Μάρτυς σεπτή, Χριστῷ ἠκολούθεις, ὡς Νυμφίῳ τῆς σῆς ψυχῆς, Αὐτὸν καθικέτευε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν τιμώντων τὴν μνήμην σου.

Ἀξίωσον πάντας σοὺς ὑμνητάς, ὦ Ὡραιοζήλη, μελετῆσαι σὴν βιοτήν, καὶ ἄθλησιν θείαν ὑπὲρ Λόγου, ἵνα ἐν ἔργοις Αὐτὸν ἀγαπήσωμεν.

Θεοτοκίον.

Ἰσχύεις πρεσβείαις Σου πρὸς Χριστόν, ἁγνὴ Θεοτόκε, ὡς κυήσασα ἐν γαστρί, Θεὸν τῶν ἁπάντων Ὃν δυσώπει, ὑπὲρ τῶν πίστει τιμώντων Σε ἄχραντε.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.

Οὐρανοῦ κτίστην Λόγον τοῖς ἀδελφοῖς ἔδειξας, ὦ Ὡραιοζήλη ἐν λόγοις, καὶ ἐν ἀθλήμασι· τοὺς σὲ τιμῶντας σεπτή, ἐν ἀληθείᾳ καὶ ἔργοις, ἀνυμνεῖν ἀξίωσον, τὸν μόνον Κύριον.

Ζωὴν θείαν ποθοῦσα τῷ Ἰησοῦ δέδωκας, ψυχήν τε καὶ σῶμα Ἁγία, λιποῦσα πρόσκαιρα· διὸ ποθεῖν καὶ ἡμᾶς, τὴν Βασιλείαν τὴν ἄνω, καὶ ζωὴν τὴν κρείττονα, λιταῖς σου δώρησαι.

Ἠξιώθης Ἁγία τῆς τοῦ Χριστοῦ χάριτος, καὶ τοῦ μαρτυρίου τῆς δόξης, καὶ ἁγιότητος· ὅθεν λιταῖς σου ἁγνή, ἡμᾶς ἀξίωσον ἔχειν, ἐν καρδίᾳ Κύριον, καὶ ζῆλον ἔνθεον.

Θεοτοκίον.

Λυτρωτὴν τοῖς ἀνθρώποις πᾶσι Χριστὸν τέξασα, πρέσβευε Αὐτῷ Θεοτόκε, ὑπὲρ τῶν δούλων Σου, ὅπως ῥυσθῶμεν ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου.

Κραταίωσον, ἐν πίστει πάντας λιταῖς σου Ὡραιοζήλη, ὅτι πέλεις πρὸς τὸν Θεὸν ἡμῶν θεία πρέσβειρα, ὡς ἔχουσα πρὸς Χριστὸν παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Χριστὸν τὸν Θεὸν ἠγάπησας Χριστόνυμφε, Ἀνδρέου κλεινοῦ πεισθεῖσα τῷ κηρύγματι· ἐν χαρᾷ ἐκήρυξας, θεοδώρητον πίστιν τοῖς ἔθνεσιν, τῇ ὁμολογίᾳ δὲ Χριστοῦ, ἐστέφθης ὡς Μάρτυς, ἐν τῇ ἄνω Σιών.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἠνεώχθησαν Μάρτυρι, αἱ τῆς Βασιλείας πύλαι οὐράνιαι, καὶ ὁ Λόγος ὑπεδέξατο, τὴν Ἁγίαν Μάρτυρα ὡς πρέσβειραν.

Σαῖς λιταῖς πρὸς τὸν Κύριον, ὦ Ὡραιοζήλη ἡμᾶς περίσκεπε, καὶ παγίδας τοῦ ἀλάστορος, τῇ σῇ χάριτι ταχὺ διάλυσον.

Ἀπὸ ζάλης καὶ θλίψεως, ὦ Ὡραιοζήλη πιστοὺς διάσωσον, καὶ ἐκ πάσης περιστάσεως, καὶ ἐχθρῶν ψυχῆς ὁμοῦ καὶ σώματος.

Θεοτοκίον.

Θεοδόξαστε πάναγνε, Σοῦ Υἱοῦ τὴν χάριν ἡμῖν κατάπεμψον, ἵνα πάντες ἀποφύγωμεν, τοῦ δολίου δράκοντος τὰ ἕνεδρα.

 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.

Λύτρωσιν ψυχῆς, σαῖς πρεσβείαις ἡμῖν δώρησαι, Ὡραιοζήλη Μάρτυς τοῦ Ἰησοῦ, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Ἥδιστον ἡμῖν, ἀνυμνεῖν τὰ σὰ ἀθλήματα, καὶ ἐκζητεῖν λιτάς σου πρὸς τὸν Χριστόν, ἵνα ῥυσθῶμεν, Ἁγία τῆς κατακρίσεως.

Σύνεσιν ψυχῆς, καὶ διάκρισιν παράσχου μοι, καὶ τὴν χαρὰν τὴν θείαν τοῦ οὐρανοῦ, Ὡραιοζήλη, λιταῖς σου πρὸς τὸν Φιλάνθρωπον.

Θεοτοκίον.

Ἴασίν μοι δός, Θεοτόκε καὶ κραταίωσιν, καὶ ἐν ἀγῶσι νίκας κατ’ ἐχθρῶν, ἵνα εἰσέλθω, εἰς χώραν τῆς καταπαύσεως.

 

ᾨδὴ στ’. Τὴν δέησιν.

Νενίκηκας, τοῦ ἐχθροῦ φρυάγματα, καὶ συνέτριψας αὐτοῦ τὰς παγίδας· ὅτι Χριστός, ἐν ψυχῇ σου κατώκει, καὶ δι’ Αὐτοῦ κατενίκας τὸν δράκοντα· σοῦ δέομαι Μάρτυς Χριστοῦ, ἐκ βελῶν ἀντιδίκου διάσωσον.

Ὑψώσασα, πρὸς Θεὸν τὸ φρόνημα, ἀπηρνήθης τὰ ἐπίκηρα κόσμου· καὶ τελευτήν, τῶν Μαρτύρων ποθοῦσα, καθωμολόγεις Χριστὸν ὡς Θεάνθρωπον· διὸ ἐτύθης θαυμαστῶς, ὡς ἀρνίον Χριστοῦ καλλιπάρθενε.

Μυρίπνοον, τοῦ Χριστοῦ ὀσφράδιον, ἀληθῶς Ὡραιοζήλη ἐδείχθης· ὅτι δεινῶς, ἀσεβούντων τὴν πλάνην, ἐν μαρτυρίῳ καὶ λόγοις κατήσχυνας· καὶ θαύμασι τὸν Ἰησοῦν, λυτρωτὴν τῶν ἀνθρώπων ἐκήρυξας.

Θεοτοκίον.

Νεᾶνις, τὸν Ἰησοῦν ἐγέννησας, ὑπὲρ φύσιν τε καὶ λόγον ὡς βρέφος, καὶ ἐν χερσί, τὸν Θεὸν ἠγκαλίσω, καὶ ἐκ μαζῶν Σου Αὐτὸν ἐγαλούχησας· διὸ ὡς Μήτηρ τοῦ Θεοῦ, ὑπὲρ πάντων Αὐτὸν καθικέτευε.

Κραταίωσον, ἐν πίστει πάντας λιταῖς σου Ὡραιοζήλη, ὅτι πέλεις πρὸς τὸν Θεὸν ἡμῶν θεία πρέσβειρα, ὡς ἔχουσα πρὸς Χριστὸν παῤῥησίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀθλήσεως πέλεις θεόσδοτον πρότυπον, καὶ Μαρτύρων Χριστοῦ ὑπερθαύμαστον κλέϊσμα, τῇ ἐκχύσει ὑπὲρ Αὑτοῦ σοῦ αἵματος σεμνή· διὸ ἔλαβες παρὰ Θεοῦ, Ὡραιοζήλη τὴν τιμήν, καὶ τῆς δόξης τὸν στέφανον. Τάχυνον εἰς πρεσβείαν, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, πρὸς τὸν Νυμφίον Σου Χριστόν, ὅπως λάβωμεν συγχώρησιν.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα: Ταῖς τῆς Ἀθληφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Δεῦτε εὐφημήσωμεν, Ὡραιοζήλην ἐν ὕμνοις, καὶ αὐτῆς σαλπίσωμεν, ἀρετὰς μαρτύριον καὶ τελείωσιν· μαθητοῦ γέγονε, τοῦ Ἀνδρέου τέκνον, καὶ Χριστοῦ πιστὸν ἀντίτυπον, λιποῦσα ἅπασαν, τὴν ἐπὶ τῆς γῆς ματαιότητα, ἀνθρώποις τε ἐκήρυξε, πίστιν εἰς Χριστὸν καὶ ἀλήθειαν· καῖ κατηξιώθη, τυθῆναι ὥσπερ σφάγιον Αὐτῷ, καὶ εἰσελθεῖν εἰς οὐράνιον, παστάδα ἡ ἔνδοξος.

 

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Οἱ πόθῳ ἐκτελοῦντες σεβασμίαν σου μνήμην Ὡραιοζήλη σεμνή, κηρύττομεν ἐν κόσμῳ, τὰ θαύματά σου Μάρτυς, καὶ βοῶμεν πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰσχύεις ἐν Κυρίῳ κατὰ πλάνης ἀθέων Ὡραιοζήλη ἁγνή, στηρίζεις δὲ ἐν πίστει, Ὀρθοδόξων τὰ πλήθη, τῶν βοώντων πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Στεφθεῖσα ἐπαξίως ὑπὸ τοῦ Θεανθρώπου Ὡραιοζήλη σεπτή, συμψάλλεις μετ’ Ἀγγέλων, καὶ πάντων τῶν Ἁγίων, τῶν βοώντων πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Τεκοῦσα Θεὸν Λόγον ἀνεδείχθης Παρθένε ἡ θεοδόχος σκηνή· ἱκέτευε Σὸν Τόκον, ὑπὲρ τῶν Σὲ ὑμνούντων, καὶ φαιδρῶς συμψαλλόντων σοι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η’. Τὸν Βασιλέα.

Ἰσχὺν λαβοῦσα, Ὡραιοζήλη Κυρίου, μαρτυρεῖ ὑπὲρ Τούτου καὶ ψάλλει· τὸν Χριστὸν δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Μιμησαμένη, τῶν Πρωτοτόκων τοὺς ἄθλους, ἡ Ἁγία ὑμνεῖ Θεὸν Λόγον, σὺν Ἁγίοις πᾶσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ὡραιοζήλη, ὁμολογοῦσα Τριάδα, σὺν Ἁγίοις ἀεὶ σαββατίζει, ἀνυμνολογοῦσα, Αὐτὴν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ναὸν τοῦ Λόγου, καὶ οὐρανῶν πλατυτέρα, Σὲ Παρθένε κηρύττομεν ὕμνοις, καὶ δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.

Ἱκέτευε τὸν Λόγον, Ὃν καθωμολόγεις, Ὡραιοζήλη θεόφρον ὡς μόνον Θεόν, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς ἀνυμνοῦντάς σε.

Κραταίωσον τοὺς πόθῳ, σὲ ἐπευφημοῦντας, Ὡραιοζήλη ἐν πίστει καὶ βίῳ σεμνῷ, καὶ ἐν παλαίσμασι θείοις, καὶ ἀγωνίσμασιν.

Ὁμότροπον Μαρτύρων, Σὲ ὁμολογοῦμεν, Ὡραιοζήλη Ἁγία Χριστοῦ Ἀθλητῶν, καὶ βιαστῶν πρωτοτόκων, πιστὸν ἀντίτυπον.

Θεοτοκίον.

Δεσπότου τὴν Μητέρα, τιμήσωμεν ἐν ὕμνοις, τὴν τῶν πιστῶν προστασίαν καὶ σκέπην σεπτήν, τῶν Ἀσωμάτων τε δόξαν, καὶ τὸ ἐντρύφημα.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Δεῦτε καταστέψωμεν ἐν ᾠδαῖς, τὴν Ὡραιοζήλην, τοῦ Ἀνδρέου τέκνον λαμπρόν, τὴν ὑπὲρ τοῦ Λόγου, ὡς σφάγιον τυθεῖσαν, ἐν δόξῃ δὲ στεφθεῖσαν, θείοις ἐν δώμασιν.

Τῆς Ὡραιοζήλης τὰς ἀρετάς, πίστιν εἰς Τριάδα, ἀγρυπνίαν καὶ προσευχήν, νηστείαν καὶ βίαν, θυσίαν ὑπὲρ Λόγου, τιμήσωμεν ἐνθέως, καὶ μεγαλύνωμεν.

Λόγοις καταστέψωμεν καὶ ᾠδαῖς, τὴν Ὡραιοζήλην, ἀρετῆς τὸ ὑπογραμμόν, τῆς ὀρθοπραξίας, ὑπόδειγμα τὸ θεῖον, σεμνότητος τὸ κλέος, πιστῶν μεσίτριαν.

Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, δόξα Ἀποστόλων, καὶ ἀσκήσεως ὁ κανών· χαίροις τῶν παρθένων, διδάσκαλος ἁγνείας, σεμνὴ Ὡραιοζήλη, πιστῶν ἀντίληψις.

Χαίροις τῶν θαυμάτων μέγας κρουνός, καὶ ὁμολογίας, θεοδώρητος προβολεύς, νήψεως νηστείας, καὶ προσευχῆς ὁ τύπος, Ὡραιοζήλη δόξα, πιστῶν καὶ καύχημα.

Στήριξον ἐν πίστει πάντας ἡμᾶς, καὶ ὀρθοπραξίᾳ, ἵνα λάβωμεν ἐκ Θεοῦ, τῆς ὁμολογίας, τὴν χάριν ἐν τῷ βίῳ, Ὡραιοζήλη εὖχος, ἡμῶν καὶ πρότυπον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, ἐν ᾠδαῖς πνευματικαῖς, ἄθλησιν ἁγίαν τιμῶντες, Ὡραιοζήλης σεμνῆς, πέρασι κηρύξωμεν αὐτῆς μαρτύριον· Ἰησοῦν ὡμολόγησεν, ἐν μέσῳ ἀθέων, ὡς σωτῆρα ἅπαντα, τὸν κόσμον σώζοντα· ὅθεν, ὡς ἀρνίον τυθεῖσα, χαίρει ἐν σκηναῖς τῶν Ἁγίων, καθορῶσα Κύριον Τρισάγιον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Διεὐχῶν.

 

L’  eloge de sainte Horeozele

 

S’  il fallait en croise sa Passion, sainte Horeozele aurait ete une disciple de l’  apotre S. Andre. Elle aurait converti beausoup de pa:iens dans la ville de Byzance, qui deviendrait plus tard la capital de l’ empire. Elle aurait soufferle martyre sous le regne de Dece, vers 250: remarquez l’ anachronism! Elle etait veneree, le 26 Juillet, dans un sanctuaire proche de Sainte- Anastasie. Mgr Sauget lui a consacre une notise dans la Bibliotheca Sanctorum

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου