Τρίτη 19 Νοεμβρίου 2024

ΤΡΙΤΗ ΠΑΣΧΑ. ΑΝΑΜΝΗΣΗ ΘΑΥΜΑΤΟΣ ΑΓΙΟΥ ΜΗΝΑ ΕΙΣ ΗΡΑΚΛΕΙΟΝ ΚΡΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

 

Τῌ ΤΡΙΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

ΜΗΝΑ ΜΑΡΤΥΡΟΣ

ΑΝΑΜΝΗΣΙΣ ΘΑΥΜΑΤΟΣ ΕΝ ἩΡΑΚΛΕΊῼ ΚΡΗΤΗΣ


 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε... Ἀμήν

Ἦχος πλ. α'

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ Ἱερέως, καὶ τρὶς ὑπὸ τῶν Χορῶν ἄνευ στίχων. Εῖθ' οὕτω λέγει τοὺς ἑπομένους Στίχους ὁ Ἱερεὺς ἢ ὁ Διάκονος καθ' ἕκαστον δὲ Στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.

Στίχ. α' Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Στίχ. β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Στίχ. γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Στίχ. δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Δόξα... Χριστὸς ἀνέστη...

Καὶ νῦν... τὸ αὐτὸ

Εἶτα ὁ Ἱερεύς, γεγονωτέρᾳ φωνῇ: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας...

Ὁ Χορὸς: Καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ γ’ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος γ΄

Τῷ σῷ Σταυρῷ, Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Πεφώτισται τὰ σύμπαντα, τῇ Ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται· πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα Ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Καὶ γ’ Προσόμοια τοῦ Ἁγίου. Ἦχος πλ. α΄ . Χαίροις ἀσκητικῶν.

Χαίροις, ἀσκητικῶν ἀληθῶς, καὶ μαρτυρίου τὸν διπλοῦν Μάρτυς στέφανον, λαβὼν παρὰ τοῦ Κυρίου, καὶ τῆς ἀφθάρτου ζωῆς, καὶ ἀγήρω δόξης ἐμφορούμενος, ἡμᾶς τοὺς γεραίροντας, τὴν Χριστοῦ θείαν ἔγερσιν, σὺν τῇ σεπτῇ σου, πανηγύρει πολύαθλε, καὶ τιμῶντάς σε, ὡς προστάτην καὶ φύλακα, ῥύου ἐκ πάσης θλίψεως, ὡς πάλαι διέσωσας, ἐκ τῆς σφαγῆς τῶν βαρβάρων, τοὺς εὐσεβεῖς ἐν τῷ οἴκῳ σου, Χριστὸν ἱκετεύων, τὸν ἐκ τάφου ἀναστάντα, ἐπὶ τῷ σῶσαι ἡμᾶς. (Δίς)

 

Δεῦτε, πνευματικῶς ἀδελφοί, ἐν τῷ ναῷ τοῦ πολιούχου χορεύσωμεν, ἐντὸς αὐτοῦ λυτρωθέντες, τῆς παρανόμου σφαγῆς, κατὰ τὴν ἡμέραν τῆς ἐγέρσεως, Χριστοῦ τοῦ παντάνακτος, ἱκεσίαις τοῦ Μάρτυρος, καὶ σὺν ἐπαίνοις, καὶ ᾠδαῖς εὐφημήσωμεν, τὸν ἡμέτερον, ἀρωγόν τε καὶ φύλακα, πάντες ἀνακραυγάζοντες, αὐτῷ μετὰ πίστεως· Μάρτυς Μηνᾶ Ἀθλοφόρε, τῶν σὲ τιμώντων μνημόνευε, Θεὸν ἱκετεύων, δωρηθῆναι ἡμῖν πᾶσι, τὸ μέγα ἔλεος

 

Δόξα. Τοῦ Ἁγίου. Ἦχος γ'.

Σήμερον τῶν Κρητῶν ἡ μητρόπολις, συνεορτάζει φαιδρῶς, τῇ λαμπροφόρῳ τοῦ Χριστοῦ Ἀναστάσει, τὴν πάνσεπτόν σου ἑορτήν, Μηνᾶ πανσεβάσμιε· διὸ μὴ παύσῃ ἀδιαλείπτως περισώζων ἡμᾶς, τοὺς ἐτησίως λιτανεύοντας τὴν σὴν θαυματουργίαν, μεγάλην κεκτημένος παῤῥησίαν πρὸς Χριστόν, τὸν διὰ μεγίστων θαυμασίων σε δοξάσαντα.

 

Καὶ νῦν... Ἦχος γ'

Πῶς μὴ θαυμάσωμεν τὸν θεανδρικόν σου τόκον πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη πανάμωμε ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν· ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σῷαν φυλάξαντα. Διό, Μητροπάρθενε Δέσποινα, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

 

Προκείμενον Ἦχος βαρὺς: Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν.

Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

Στίχ. Τί σοι ἐστί θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστρἀφης εἰς τὰ ὀπίσω;

 

 

 

Μετὰ δὲ τὴν ἐκφώνησιν, ψάλλομεν τῆς ὀκτωήχου τὸ Στιχηρὸν Ἀναστάσιμον τῶν Ἀποστίχων. Ἦχος γ'

Ὁ τῷ πάθει σου Χριστὲ ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν τὸν ἑσπερινὸν ὕμνον, φιλάνθρωπε.

 

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν. Ἦχος πλ. α'

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

 

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

 

Στ.: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

 

 

 

 

 

Δόξα. Ἦχος πλ. δ'.

Σήμερον συγκαλεῖται ἡμᾶς, Μηνᾶς ὁ Ἀθλοφόρος, πανηγυρίσαι λαμπρῶς, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, τὴν ζωηφόρον Ἀνάστασιν· δεῦτε λοιπὸν ἀδελφοί, ὡς ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς δοξολογήσωμεν τὸν Κύριον, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ ἐνδοξαζόμενον ἐν ταῖς μνείαις τῶν Ἁγίων Αὐτοῦ.

 

Καὶ νῦν... Ἦχος πλ. α'

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

Ἀπολυτίκιον τοῦ Πάσχα. Ἦχος πλ. α'

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον

Ἀσκητῶν ταῖς χορείαις συναυλιζόμενος, καὶ μαρτύρων τοῖς δήμοις συναγαλλόμενος, στρατιῶτα τοῦ Χριστοῦ, Μηνᾶ καρτερικώτατε, διασώζεις ἀληθῶς, τοὺς ἐκτελοῦντάς σου πιστῶς, τὴν μνήμην τὴν φωτοφόρον, ἣν εὐγνωμόνως τελοῦμεν, ἐνιαυσίως διὰ τὸ θαῦμά σου.

Ἀπολυτίκιον τοῦ Πάσχα. Ἦχος πλ. α'

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ἦχος πλ. α'

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ Ἱερέως, καὶ τρὶς ὑπὸ τῶν Χορῶν ἄνευ στίχων. Εῖθ' οὕτω λέγει τοὺς ἑπομένους Στίχους ὁ Ἱερεὺς ἢ ὁ Διάκονος καθ' ἕκαστον δὲ Στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.

Στίχ. α' Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Στίχ. β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Στίχ. γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Στίχ. δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Δόξα... Χριστὸς ἀνέστη...

Καὶ νῦν... τὸ αὐτὸ

Εἶτα ὁ Ἱερεύς, γεγονωτέρᾳ φωνῇ: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας...

Ὁ Χορὸς: Καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

 

Ὁ Κανὼν τῆς Ἑορτῆς, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α' Ἦχος α' εἱρμὸς

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

 

 

 

 

 

 

 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τιμῶ σε, Μάρτυς Μηνᾶ, πίστεως λόγοις. Θεοφάνους. (Ὁ Κανὼν τῆς ἑορτῆς του στὶς 11/11)

ᾨδὴ α'. Ἦχος δ'.  Ἀνοίξω τὸ στόμα μου

Τιμῶντι τὴν μνήμην σου, καὶ τοὺς γενναίους ἀγῶνάς σου, Μηνᾶ παναοίδιμε, αἴγλην ἐξ ὕψους μοι, φωτοδότιδα, πεμφθῆναι ἐκδυσώπει, τὸ νέφος διώκουσαν τῆς ἀγνωσίας μου. 

δεῖν ἐφιέμενος, ἀθανασίαν τὴν μέλλουσαν, θανεῖν τιμωρούμενος, Μάρτυς ἠγάπησας, τοῦ τὸν θάνατον, θανάτῳ καθελόντος, τὸ πάθος μιμούμενος, Μηνᾶ μακάριε. 

Μὴ φέρων ἀοίδιμε, Θεὸν ὁρᾶν ὑβριζόμενον, ἐμάκρυνας ὄρεσιν, ἐνδιαιτώμενος, καὶ πρὸς ἄθλησιν, σαυτὸν καὶ πρὸς ἀγῶνας, γυμνάζων οὓς ἤνυσας, γνώμης στεῤῥότητι. 

Θεοτοκίον

ς ἔμψυχος τράπεζα, ἄρτον χωρεῖς τῆς ζωῆς ἡμῶν, ὡς βάτος βαστάσασα, οὐ κατεφλέχθης τὸ πῦρ, καὶ ὦς ἄμπελος, ἀπότιστος βλαστάνεις, τὸν βότρυν πανάμωμε, τὸν ἀγεώργητον. 

.

Καταβασία

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Χριστὸς ἀνέστη... γ'

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Ὅτι σὸν τὸ κράτος...

 

ᾨδὴ γ' Ὁ εἱρμὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς, αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

 

Τοῦ Ἁγίου. Οὐκ ἐν σοφίᾳ

Σεσοβημένος, τοῖς πανσόφοις σου λόγοις ὁ τύραννος, σὲ μαστίζει ἀφειδῶς, ὠμοῖς βουνεύροις οἰόμενος, τούτοις κατακάμπτειν σε, Μηνᾶ μακάριε. 

νατενίζων, νοεροῖς ὀφθαλμοῖς πρὸς τὸν Κύριον, τῆς σαρκὸς τὰ δυσαχθῆ, βασάνων βάρη ὑπέφερες, γνώμης γενναιότητι, Μηνᾶ θαυμάσιε. 

Μὴ δειλιάσας, τῶν βασάνων τὸ λίαν ἐπίπονον, πνέων ζήλου θεϊκοῦ, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, κράζων· Μὴ ζητούμενος, ἦλθον αὐτόκλητος. 

Θεοτοκίον

δου πυλῶν με, ὁ ἐκ σοῦ σαρκωθεὶς ἀνηγάγετο, ξύλου βρώσει πονηρᾷ, θανατωθέντα πανάμωμε, θάνατον ἑκούσιον, καταδεξάμενος. 

Καταβασία

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Χριστὸς ἀνέστη... γ'

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...

 

Ἡ Ὑπακοὴ Ἦχος δ'

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.

 

ᾨδὴ δ' Ὁ εἱρμὸς

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

 

 

 

 

 

 

Τοῦ Ἁγίου. Ὁ καθήμενος ἐν δόξῃ

αντισμῷ σου τῶν αἱμάτων, κατεσβέσθησαν ἄνθρακες, τῆς πολυθεΐας, φάλαγξ τῶν δαιμόνων βεβύθισται, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, κατηρδεύθη δέ, Ἀθλοφόρε παμμάκαρ, Μηνᾶ ἀξιάγαστε. 

Τῇ ἐν ξύλῳ ἀναρτήσει, εἰκονίζεις τὸ πάθημα, τοῦ Σταυροῦ τὸν ὄφιν, Μάρτυς τὸν πικρὸν θανατώσαντος, τοὺς δὲ ξεσμοὺς ὑπομένεις, προξενοῦντάς σοι, ἀπολαύσεις, τὰς ἐν οὐρανοῖς γενναιότατε. 

πὲρ φύσιν ἀλγηδόνων, Ἀθλητὰ πεῖραν ἔλαβες· ὁ γὰρ θεῖος ἔρως, σοῦ κατακρατήσας τῆς φύσεως, λήθην Μηνᾶ ἐνεποίει, ἐρεθίζων σε, ἐπεκτείνεσθαι, πρὸς αἰκισμούς ἀγαλλόμενον. 

Θεοτοκίον

Σαρκωθέντα ἀποῤῥήτως, τὸν Θεὸν ἀπεκύησας, ἐκ τῶν σῶν αἱμάτων, οἶκον ἑαυτῷ δομησάμενον, τὸν ἐν δυσὶ ταῖς οὐσίαις καὶ θελήσεσι, γνωριζόμενον, θεοπρεπῶς ἀπειρόγαμε. 

Καταβασία

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Χριστὸς ἀνέστη... γ'

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...

 

ᾨδὴ ε' Ὁ εἱρμὸς

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

 

Τοῦ Ἁγίου. Ἀσεβεῖς οὐκ ὄψονται

Μαρτυρίου ἤστραψας, φαιδρῶς μαρμαρυγαῖς, ἀμαυρώσας τὴν ζοφεράν, ἀθεΐαν πάνσοφε, καὶ κατεφώτισας, τῶν πιστῶν πληρώματα, Ἀθλητὰ Μηνᾶ πανεύφημε. 

φανίσθη ἅπασα, ἐπίνοια ἐχθρῶν, τῇ στεῤῥᾷ σου ὑπομονῇ, οὐ λιμὸς οὐ μάστιγες, οὐδὲ κατάφλεξις, οὐ τριβόλων κάκωσις, σοῦ τὸ πρόθυμον ἠμαύρωσε. 

Θεοτοκίον

Νεουργεῖ φθαρέντα με, τικτόμενος ἐκ σοῦ, ὑπὲρ φύσιν ὁ λυτρωτής, παλαιᾶς κατάρας με, ἐκλυτρωσάμενος, Θεομῆτορ ἄχραντε, Ὃν ἱκέτευε σωθῆναι ἡμᾶς. 

Καταβασία

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Χριστὸς ἀνέστη... γ'

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Ὅτι ἡγίασται...

 

ᾨδὴ ς' Ὁ εἱρμὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

 

Τοῦ Ἁγίου. Ἐβόησε, προτυπῶν

νάλγητος, διαμένεις πυρὶ δαπανώμενος, καὶ τριχίνοις, τὰς πλευρὰς προστριβόμενος ῥάκεσιν· ἡ γὰρ θεία χάρις, συμπαροῦσα Μηνᾶ σε ἐνίσχυσε. 

Παρίστασο, πρὸ βημάτων τυράννων κρινόμενος, καὶ τὴν πλάνην, στηλιτεύων Μηνᾶ παναοίδιμε, σεαυτὸν δὲ στήλην, εὐσεβείας πιστοῖς παρεχόμενος. 

δρῶτί σου, τῶν ἀφώνων τὴν πλάνην ἐξήρανας, τῶν εἰδώλων, σεαυτὸν δὲ ναὸν ᾠκοδόμησας, τῆς σεπτῆς Τριάδος, Ἀθλοφόρε Μηνᾶ ἀξιάγαστε. 

Θεοτοκίον

άτρευσον, τὰ ἀνίατα πάθη πανάμωμε, τῆς ψυχῆς μου, τῇ μοτώσει τῆς σῆς ἀγαθότητος, ἀγαθὸν Σωτῆρα, τὸν Χριστὸν τοῖς ἐν κόσμῳ κυήσασα. 

Καταβασία

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Χριστὸς ἀνέστη... γ'

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Σὺ γὰρ εἶ ὁ βασιλεύς...

 

Κοντάκιον τοῦ Μάρτυρος. Ἦχος δ'. Ἐπεφάνης σήμερον

Τῆς στρατείας ἥρπασε, τῆς ἐπικήρου, καὶ ἀφθάρτου ἔδειξε, σὲ Ἀθλοφόρε κοινωνόν, Μηνᾶ Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ τῶν Μαρτύρων, ἀκήρατος στέφανος. 

Κοντάκιον. Τοῦ Πάσχα. Ἦχος δ'.  Ἦχος πλ. δ'

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος. Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Ὁ Οἶκος

Τὸν πρὸ ἡλίου Ἥλιον, δύναντα ποτὲ ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων· Ὦ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τῷ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τῷ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένῳ, καὶ κλαύσωμεν, καὶ κράξωμεν· Ὦ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

 

Συναξάριον

Τῇ αὐτῇ ἡμέρᾳ, Τρίτῃ τῆς Διακαινησίμου, Ἀνάμνησις τοῦ Θαύματος τοῦ Ἁγίου Μεγαλομάρτυρος Μηνᾶ, ἐν τῷ ναῷ αὐτοῦ ἐν Ἡρακλείῳ Κρήτης, ἐν ἔτει 1826ῳ, κατὰ τὴν ἡμέραν τῆς Ἀναστάσεως, ὅτε διέσωσεν τοὺς Χριστιανοὺς ἐκ τῆς μανίας τῶν Ἀγαρηνῶν

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. γ'

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. γ'.

ᾨδὴ ζ' Ὁ εἱρμὸς

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

 

Τοῦ Ἁγίου. Ὁ διασώσας ἐν πυρί

Συναπεβάλου ταῖς πληγαῖς, σὺ τοὺς δερματίνους χιτῶνας, τῆς ἁμαρτίας, καὶ στολὴν ἐνεδύσω μηκέτι παλαίωσιν δεχομένην μακάριε, ἣν ἐξύφανεν ἡ χάρις ἐπιφανεῖσα. 

Τῇ πυρπολήσει τῶν πολλῶν, Μάρτυς καὶ σεπτῶν σου ἀγώνων, ἡ ἀκανθώδης πονηρά, ἀθεΐα τεφροῦται αἱμάτων τε, ταῖς ῥοαῖς ἀποσβέννυται, ἀγνωσίας ἐπηρμένη πυρὰ παμμάκαρ. 

χων ἀφθόνους δωρεάς, καὶ θαυματουργίας πηγάζεις, τοῖς τὴν σεπτήν σου ἑορτήν, ἐκτελοῦσι Μηνᾶ ἀξιάγαστε, καὶ συμπράττεις τοῖς ψάλλουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ. 

Θεοτοκίον

Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός σου, ὃν εὐλογοῦσιν οὐρανῶν, αἱ Δυνάμεις βροτῶν τε συστήματα, ὁ ἡμᾶς λυτρωσάμενος, τῆς κατάρας τῆς ἀρχαίας εὐλογημένη. 

Καταβασία

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Χριστὸς ἀνέστη... γ'

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Εἴη τὸ κράτος...

 

 

 

 

ᾨδὴ η' Ὁ εἱρμὸς

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 

Τοῦ Ἁγίου. Παῖδας εὐαγεῖς

ράθης ὡς ἄρτος ἐν τῷ μέσῳ, πυρᾶς ἁπτομένης ἐξοπτώμενος, θῦμα ὡς ἀμώμητον, τέλειον ὡς σφάγιον, ὡς ἱερεῖον ἔμψυχον, ὁλοκαυτούμενος, καὶ θείαν εὐωδίαν ἐκπέμπων, ἣν Θεὸς ὠσφράνθη, Μηνᾶ Θεοῦ θεράπον. 

Συρόμενος Μάρτυς καὶ τριβόλοις, ὀξέσι κεντούμενος συνέτριψας, κέντρα τοῦ ἀλάστορος, ξίφει δὲ τεμνόμενος, ὡς ἐν ἐκτάσει πίστεως, ὅπλοις διέκοψας, ἀνόμων κεφαλὰς Ἀθλοφόρε, μέλπων εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας. 

Λυθεὶς τῆς σαρκὸς πληγὴ τοῦ ξίφους, στοργῇ συνεδέθης τελειότερον, Μάρτυς τοῦ Δεσπότου σου, πρόσωπον πρὸς πρόσωπον, νῦν δὲ ὁρᾷς θεούμενος, Μηνᾶ καὶ μέλπεις αὐτῷ· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 

Θεοτοκίον

Οἰκεῖ ἐν γαστρί σου ὑπὲρ λόγον, ὁ λόγῳ δημιουργήσας κτίσιν ἅπασαν, βρέφος καθορᾶται δέ, σοῦ ἀποτικτόμενος, ὁ πρὸ αἰώνων ἄχραντε, ἐκ τοῦ Πατρὸς γεννηθείς, ὃν πᾶσα εὐλογεῖ καὶ δοξάζει, κτίσις Θεοτόκε, εἰς πάντας τοὺς αἰῶνας. 

Καταβασία

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Χριστὸς ἀνέστη... γ'

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Ὅτι ηὐλόγηται...

 

ᾨδὴ θ' Ὁ εἱρμὸς

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς· μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ Ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.

 

Τοῦ Ἁγίου. Εἱρμος ὁ αὐτός

Ἡ πόλις Ἡρακλείου, ἀγάλλεται καὶ χαίρει, σὲ πολιοῦχον σχοῦσα, Μηνᾶ θαυματοβρῦτα.

Μηνᾶ Ἀθλοφόρε, τοὺς τῷ ναῷ σου εὐλαβῶς συνελθόντας πρὸς μνείαν τοῦ μεγίστου θαύματος, ὃ ἀψευδῶς ἐποιήσω ποτέ, ῥύου ἡμᾶς τῆς τῶν ἐναντίων ἐπιδρομῆς ἀξιΰμνητε.

Ἐν τῷ σεπτῷ ναῷ σου, σὺν τῷ Χριστὸς ἀνέστῃ, τιμῶμεν χαρμοσύνως, τὴν σὴν θαυματουργίαν.

Ὢ δόξης ἐνθέου, ἧς ἀπολαύεις Ἀθλητά, ἀνθ’ ὧν ἔφερες πόνων, ὑπὲρ τοῦ Κυρίου σου, χορεύων νῦν μετ’ Ἀγγέλων Μηνᾶ, ἅπανταις δὲ τοὺς σὲ ἀνυμνοῦντας ἐκλυτρούμενος.

Μεγάλυνον ψυχή μου, τῆς Τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.

Τὸ Πάσχα τὸ μέγα, μνήμην ἐπάγει εἰς ἡμᾶς, τῆς ἐκ σοῦ σωτηρίας, ἣν πάντες ἐλάβομεν, ἐκ τῆς πικρᾶς λυτρωθέντες σφαγῆς· ὅθεν ἐτησίως, χρεωστικῶς σε γεραίρομεν.

Θεοτοκίον.

Παρθένε Παναγία, μετὰ τοῦ Ἀθλοφόρου, δυσώπει τὸν Υἱόν Σου, ὑπὲρ ἡμῶν Σῶν δούλων.

Συμφῶνως Παρθένε, Σὲ μακαρίζομεν πιστοί· χαῖρε πύλη Κυρίου, χαῖρε πόλις ἔμψυχε, χαῖρε δι’ ἧς ἡμῖν ἔλαμψεν σήμερον φῶς, τοῦ ἐκ Σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν Ἀναστάσεως.

Καταβασία

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Χριστὸς ἀνέστη... γ'

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Εἶτα, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις: Ὅτι σὲ αἰνοῦσι...

 

Ἐξαποστειλάριον αὐτόμελον. Ἦχος β'

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Τοῦ Ἁγίου, ὅμοιον.

Σωτὴρ ἐφάνης ἀληθῶς, Κρῆτας πολλοὺς ῥυσάμενος, ἐκ τοῦ βιαίου θανάτου, ἐντὸς τοῦ θείου ναοῦ σου, Μηνᾶ Μαρτύρων καύχημα· διό σε πίστει τιμῶμεν, οἱ διὰ σοῦ λυτρωθέντες.

Καὶ πάλιν τὸ τοῦ Πάσχα· Σαρκὶ ὑπνώσας ὡς θνητός...

 

Εἰς τοὺς Αἵνους . Ἱστῶμεν Στὶχ η', καὶ ψάλλομεν Στιχηρά, Ἀναστάσιμα τῆς Ὀκτωήχου γ'.

Τῆς Ὀκτωήχου, Ἦχος γ'

Δεῦτε πάντα τὰ ἔθνη γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα, αὐτὸν προσκυνήσωμεν.

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει, ἐλέησον ἡμᾶς.

Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα, καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.

 

Εἶτα, τοῦ Ἁγίου γ΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸ πανσεβάσμιον Πάσχα, ὁ τοῦ Κυρίου λαός, φαιδρῶς πανηγυρίζει, τῇ παρούσῃ ἡμέρᾳ· ἡμεῖς δὲ τῇ παγκοίνῳ αὐτῇ ἑορτῇ, τὴν ἔνδοξόν σου πανήγυριν, συνεορτάζομεν πόθῳ, Μάρτυς Μηνᾶ, ὡς ῥυσθέντες διὰ σοῦ τῆς σφαγῆς.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Τοὺς τῷ πανσέπτῳ ναῷ σου, συναθροισθέντα πιστῶς, διάσωζε πολύτλα, ἐκ παντοίων κινδύνων· καὶ γὰρ τοῦ Ἡρακλείου ἡ πόλις ἀεί, ἐπὶ σοὶ ἐναβρύνεται, ὡς πολιοῦχόν σε σχοῦσα καὶ πρὸς Θεόν, πρεσβευτὴν Μηνᾶ ἀκοίμητον.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Ἐνιαυσίως τελοῦμεν χρεωστικὴν ἑορτήν, τῆς σῆς θαυματουργίας, Μηνᾶ Μάρτυς Κυρίου· καὶ γὰρ τοῖς ἐχθροῖς ὤφθης ἐφ’ ἵππου λευκοῦ, ἐκφοβῶν καὶ διώκων αὐτούς, καὶ τοὺς πιστοὺς ἐλυτρώσω τῆς κατ’ αὐτῶν, χαλκευθείσης παρανόμου σφαγῆς.

 

Καὶ τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.  Ἦχος πλ. α'

Στίχ. Ἀναστήτω Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

 

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

 

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

 

Στίχ. Αὕτη ἡμέρα, ἣν ἐποίησεν Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

 

 

 

 

 

Δόξα. Ἦχος πλ. α'.

Αὕτη ἐστὶν ἀληθῶς, πρωτόφθεγκτος καὶ ἁγία ἡμέρα, ἣν ἐποίησεν Κύριος πρὸς εὐφροσύνην τῶν πιστῶν. Δεῦτε λοιπὸν ἀδελφοί, περιπτυχθῶμεν χαρμοσύνως, συμπανηγυρίζοντες τῇ βασιλίδι τῶν ἑορτῶν, ἑτέραν ἑορτὴν σεβασμίαν, τῆς ἐφἡμᾶς θαυματουργίας, τοῦ ἡμετέρου προστάτου καὶ πολιούχου Μηνᾶ· ἐθαυμαστώθη γὰρ Θεὸς ἐπὶ τῷ Ἀθλοφόρῳ, καὶ μεθἡμῶν ἔσεται ἕως τῆς συντελείας, ὥσπερ τοῖς πεπιστευκόσιν ἐπηγγείλατο.

 

Καὶ νῦν...

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

 Εἶτα, τὸ Χριστὸς ἀνέστη... ἐκ τρίτου

 

Διήγησις Θαύματος.

Στὸ Ἡράκλειο Κρήτης, κατὰ τὸ ἔτος 1826, τὴν ἐποχὴ ἐκείνη τοῦ τρόμου καὶ τῶν σφαγῶν, κατὰ τὴν ὁποία μὲ πολλοὺς τρόπους ἐπιβουλευόταν ἡ ζωὴ τῶν Χριστιανῶν, οἱ Τοῦρκοι, νόμισαν ὅτι, ἡ καταλληλότερη περίσταση ὥστε νὰ χορτάσουν τὴν φανατική τους μανία κατὰ τῶν Χριστιανῶν, ἦταν ἡ ἡμέρα τοῦ Πάσχα, 18 Ἀπριλίου, καθὼς θὰ τοὺς εὕρισκαν συγκεντρωμένους στὸν Μητροπολιτικὸ ναὸ τοῦ Ἁγίου Μηνᾶ, καὶ θὰ τοὺς ἔπιαναν ἀπροετοίμαστους καὶ ἀνίκανους νὰ ὑπερασπιστοῦν τὸν ἑαυτό τους. Γιὰ νὰ παραπλανήσουν μάλιστα καὶ τὴν τοπικὴ Διοίκηση, ἔβαλαν φωτιὰ σὲ διάφορα μέρη τῆς πόλεως, πολὺ μακριὰ ἀπὸ τὴν Μητρόπολη. Τὰ μανιώδη στίφη τῶν ἐχθρῶν, εἶχαν περικυκλώσει τὸν ναό, καὶ ἦσαν ἕτοιμα νὰ ὁρμήσουν καὶ νὰ ἀρχίσουν τὸ ἀποτρόπαιο ἔργο τῆς σφαγῆς, κατὰ τὴν ὥρα ποὺ διαβαζόταν τὸ Εὐαγγέλιο κατὰ τὴν Θεία Λειτουργία. Ἀλλά, ξαφνικά, ἕνας σεβάσμιος γέροντας ἐμφανίζεται ἀνάμεσά τους, πάνω σὲ ἕνα ἄλογο, περιέτρεχε τὸν ναό, καὶ μὲ τὸ γυμνό του ξίφος, τοὺς ἔδιωχνε. Ἀμέσως, οἱ βάρβαροι, ἐτράπησαν σὲ φυγή, καταληφθέντες ἀπὸ ἀκατανόητο φόβο, καὶ ἔτσι ματαιώθηκε τὸ καταχθόνιό τους σχέδιο, διὰ τῆς προστασίας τοῦ Ἁγίου Μηνᾶ, ὁ ὁποῖος ἐμφανίσθηκε μὲ τὴν μορφὴ τοῦ σεβάσμιου αὐτοῦ γέροντος. Θόρυβος ὅμως πολύ προξενήθηκε καὶ μεταξὺ τῶν ἐκκλησιαζομένων, οἱ ὁποῖοι ἔφυγαν πάντες, πλὴν τοῦ τότε Μητροπολίτου Καλλινίκου, τοῦ ἐξ Ἀγχιάλου, ὁ ὁποῖος καὶ μόνος του τελείωσε τὴν Θεία Λειτουργία. Κανεὶς δὲν ἔπαθε τίποτα, ἐκτὸς ἀπὸ μία γυναίκα, ἡ ὁποία, ἀπὸ τὸν φόβο της, ἔπεσε ἀπὸ τὸν γυναικωνίτη καὶ ξεψύχησε ἀμέσως.

Γιὰ τὴν εὐεργετικὴ αὐτὴ θαυματουργίᾳ τοῦ Ἁγίου Μηνᾶ, ὕστερα ἀπὸ σύσκεψη μεταξὺ τῶν ἐπισκόπων· Ἀρκαδίας Μαξίμου, Σητείας Μελετίου, καὶ Πέτρας Δωροθέου, θεσπίστηκε ὅπως κάθε χρόνο, νὰ τελεῖται, τὴν Τρίτη τῆς Διακαινησίμου ἑορτή, πρὸς δόξα τοῦ Ἁγίου, καὶ διαιώνιση τοῦ θαύματος.