ΜΑΪΟΣ ΚΗ!!
ΕΛΙΚΩΝΙΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(μητροπολίτου Ῥόδου Κυρίλλου)
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχ. δ ΄ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος δ ΄. Ἔδωκας σημείωσιν.
Σήμερον συνέλθωμεν, ἀγαλλιώμενοι πνεύματι, φιλεόρτων οἱ σύλλογοι, καὶ ὕμνοις τιμήσωμεν, ἁγιοπρεπέσι, τὴν καταβαλοῦσαν, ἐν μαρτυρίου συμπλοκαῖς, τὰς παρατάξεις τῆς ματαιότητος, καὶ ταύτῃ ἐκβοήσωμεν· Ἑλικωνὶς παμμακάριστε, τὸν Δεσπότην ἱλέωσαι, τοῖς τελοῦσι τὴν μνήμην σου.
Δύναμιν τὴν ἄμαχον, ἐνδεδυμένη τῆς πίστεως, τῶν τυράννων οὐκ ἔπτηξας, τὸ ἄθεον φρύαγμα, Μάρτυς Ἀθληφόρε, καὶ τούτων καθεῖλες, τὴν δυναστείαν ἀνδρικῶς, ἐν τῷ σταδίῳ ἀνδραγαθήσασα· διὸ τοὺς ἐκτελοῦντάς σου, Ἑλικωνὶς τὸ μνημόσυνον, ἐν τῷ βίῳ προστάτευε, ταῖς ἁγίαις πρεσβείαις σου.
Νόμιμον διήθλησας, τὸ τῶν Μαρτύρων ἀγώνισμα, καὶ τὴν πίστιν ἐτήρησας, τὸν δρόμον ἐτέλεσας, καὶ δικαιοσύνης, τὸ ἄφθαρτον στέφος, Ἑλικωνὶς Μάρτυς σεμνή, τῇ ζωηφόρῳ παλάμῃ ἔλαβες· διό σε ἱκετεύομεν, ἀπὸ κινδύνων καὶ θλίψεων, ταῖς εὐχαῖς σου διάσωσον, τοὺς τελοῦντας τὴν μνήμην σου.
Ἔμψυχον ἀνάθημα, καὶ λογικὸν καλλιέρημα, τῷ Θεῷ προσανέθηκας, σαυτὴν προθυμότατα, ταῖς σφοδραῖς βασάνοις, καὶ τῇ ἀποτμήσει, τῆς ἱερᾶς σου κεφαλῆς· διὸ τὴν δόξαν ἐκληρονόμησας, Χριστὸς ὥσπερ ὑπέσχετο, Ἑλικωνὶς ὁ δωρούμενος, διὰ σοῦ τοῖς ὑμνοῦσί σε, τῶν πταισμάτων τὴν ἄφεσιν.
Δόξα. Ἦχος α΄.
Σοφίας Θεοῦ πεπληρωμένη, εἰδωλικὴν ἀπάτην διήλεγξας, καὶ ἔμψυχος θυσία ἐτελειώθης, ὡς ἀμνὰς λογική, τῷ ξίφει σφαγιασθεῖσα, Ἑλικωνὶς παμμακάριστε· ὅθεν ἐν τῷ νυμφῶνι τῆς ζωῆς, εὐκλεῶς χοροβατοῦσα, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τελούντων τὴν μνήμην σου.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις Ἑλικωνίς, ἡ Μάρτυς ἐν Παρθένοις· ἡμῶν μὴ ἐπιλάθῃ, Ναῷ σου ἐν ἁγίῳ, συναθροισμένων σήμερον.
Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Πόθον Ἑλικωνίς, θεοσεβείας σχοῦσα, τυράννων μισοθέων, ἐπάτησας τὸ θράσος, καὶ δόξῃ ἐστεφάνωσαι.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Μάρτυς Ἑλικωνίς, δυσώπει παῤῥησίᾳ, τὸν θεῖόν σου Νυμφίον, τοῖς μακαρίζουσί σε, δωρήσασθαι συγχώρησιν.
Δόξα. Ἦχος δ΄.
Ἐν Μαρτύρων στάσει, ὑπὲρ φύσιν διαπρέψασα, νικητικὰ ἐδέξω τὰ βραβεῖα, Ἑλικωνὶς πανεύφημε. Ὅθεν πρέσβευε Χριστῷ, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ προσενήνεξαι, ὡς προσφορὰ ἐκλεκτή, τυράννου τῷ δόγματι, Ἑλικωνὶς θαυμαστή, τμηθεῖσα τὴν κάραν σου· σὺ γὰρ ἀῤῥενωθεῖσα, Παρακλήτου τῇ ῥώμῃ, ἤθλησας ὑπὲρ φύσιν, καὶ τὴν πλάνην καθεῖλες· διὸ ἀεὶ δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. στ΄ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος αʹ. Πανεύφημοι Μάρτυρες.
Τὴν μνήμην σου ἄγοντες πιστῶς, σήμερον συνήλθομεν, Ἑλικωνὶς παμμακάριστε, καὶ ἀνακράζομεν· Ἀθληφόρε Μάρτυς, τῶν Μαρτύρων καύχημα, Χριστῷ τῷ ἀθανάτῳ Νυμφίῳ σου, θερμῶς ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Μισήσασα πρόσκαιρον τρυφήν, ὡς Χριστὸν ποθήσασα, Ἑλικωνὶς Μάρτυς πάνσεμνε, αὐτῷ συνήρμοσαι, ἀπειλὰς τυράννων, δυσμενῶν πατήσασα, καὶ δρόμον μαρτυρίου τελέσασα· Αὐτὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Τὸν ἔρωτα ἔχουσα Χριστοῦ, ἐν ψυχῇ θερμότατον, Ἑλικωνὶς διὰ πίστεως, βασάνων ἤνεγκας, τὰς πολλὰς αἰκίας, καὶ τῷ ξίφει ἤθλησας, καὶ δόξης ἀθανάτου ἠξίωσαι. Ὅθεν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἦχος β΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς παρθένον ἀκήρατον, καὶ ἀήττητον Μάρτυρα, συνελθόντες σήμερον εὐφημοῦμέν σε· σὺ γὰρ ποθοῦσα τὸν Κύριον, τὴν πίστιν ἐτήρησας, καὶ ὁδὸν Ἑλικωνίς, μαρτυρίου διήνυσας, καὶ κατέπαυσας, ἐν αὐλαῖς τοῦ Θεοῦ ἐκδυσωποῦσα, ὑπὲρ πάντων τῶν τελούντων, τὴν ἀξιέπαινον μνήμην σου.
Τῶν ἀθέων τὸ φρύαγμα, ῥωμαλέως ὑπήνεγκας, καὶ εἰδώλων ᾔσχυνας τὴν παράταξιν, θεοῖς ματαίοις μὴ θύσασα, καὶ καθυπομείνασα, τὰς βασάνους τῆς σαρκός, καὶ τῷ ξίφει ἀθλήσασα. Ὅθεν πάντοτε, παῤῥησίᾳ δυσώπει τὸν Σωτῆρα, τὰς ψυχὰς ἡμῶν σωθῆναι, Ἑλικωνὶς τῶν τιμώντων σε.
Εὐωδίαν μυρίπνοον, δωρημάτων τῆς χάριτος, ἀποπνέει μνήμη σου ἡ σεβάσμιος, ἐν ᾗ κροτοῦντες τοῖς ᾄσμασι, ναῷ ἐν ἁγίῳ σου, οἱ ἐν Σύμῃ εὐσεβεῖς, συνελθόντες βοῶμέν σοι· Ἐξ Εἰκόνος σου, τῆς τιμίας θαυμάτων σου τὴν χάριν, ἡμῖν ἄφθονον χορήγει, Ἑλικωνὶς παναοίδιμε.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἑορτάζει, ἡ τῶν πιστῶν Ἐκκλησία, τελοῦσα τὴν μνήμην σου, Ἑλικωνὶς πανεύφημε, Θεσσαλονίκης βλάστημα· ἀκλινεῖ γὰρ λογισμῷ, ἐν παρθενικῇ ὡραιότητι, τοῦ μαρτυρίου τὴν ὁδόν, μετὰ βασάνους πολυτρόπους, ἐν Κορίνθῳ τελέσασα, πρὸς ἀειζώους ἤρθης μονάς, καὶ κατεσκήνωσας Ἁγίων, ἐν ἀνεσπέροις λαμπρότησιν· ἔνθα εὐφραινομένη, τῷ ἀκτίστῳ φωτί, τὸν φωτισμὸν ἐξαίτει, ταῖς ψυχαῖς τῶν τιμώντων σε.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα΄, 10,13-20,25)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἦχος αʹ.
Εὐφραίνεται σήμερον, ὁ ἐν Σύμῃ φιλόχριστος λαός, πανηγυρίζων τὴν μνήμην σου, Ἑλικωνὶς καλλιπάρθενε· λιμένα γὰρ γαληνότατον, καὶ ὅρμον ἀκλυδώνιστον, τὸν ἱερόν σου ἐκτήσατο Ναόν, καὶ θησαυρὸν ἀτίμητον, κατέχει τὴν Εἰκόνα σου, θαυμάτων ῥεῖθρα ἀναβλύζουσαν· ἐν ἀμφοτέροις δὲ καυχώμενος, καὶ τῆς προστασίας σου, μετὰ πίστεως ἐπιδεόμενος, τὸν ἐν Τριάδι δοξάζει Θεόν, τὸν θαυμαστὸν ἐν σοὶ ὡς γέγραπται.
Σήμερον μυστικὴν θυμηδίαν ἀκήρατον, καὶ πνευματικὴν πανδαισίαν, φιλομαρτύρων ταῖς τάξεσιν, ἡ καλλιμάρτυς Ἑλικωνὶς ἡτοίμασε. Δεῦτε οὖν πιστοὶ συνευφρανθῶμεν, καὶ πανηγυρίζοντες, ὁμοφώνως βοήσωμεν· Ἀθληφόρε πανεύφημε, Θεσσαλονίκης τὸ βλάστημα, καὶ Κορίνθου τὸ καύχημα, ἡ μαρτυρίου ἀγωγαῖς, τὴν πίστιν τηρήσασα, καὶ τὸν δρόμον τελέσασα, ἐν οὐρανοῖς δοξαζομένη, πρέσβευε ὑπὲρ ἡμῶν, τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Ἀθληφόρε ἔνδοξε, Ἑλικωνὶς πανεύφημε, Παρθενομάρτυς δεδοξασμένη, τεθωρακισμένη τῷ Σταυρῷ, τοῦ γλυκυτάτου Νυμφίου σου, δυνάμει τοῦ Πνεύματος, βουλὰς τυράννων ἠκύρωσας, καὶ μαρτυρίου ἐν στάσει, ῥωμαλέως διέπρεψας. Ὅθεν τῆς ἄνω χαρᾶς, ἐν νυμφῶνι τῷ θείῳ κοινωνήσασα, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐν Ναῷ σου συναθροισθέντων, καὶ τελούντων τὴν μνήμην σου.
Δόξα. Ἦχος πλ. α΄.
Σήμερον ἐν τῇ τοῦ ἔαρος ὧρᾳ, ἔαρ ἄλλο πνευματικόν, τῆς Ἀθληφόρου ἡ μνήμη, τῇ οἰκουμένῃ ἐπεδήμησε, καὶ εὐφροσύνης μυστικῆς, πρόξενος γίνεται, τοῖς εὐσεβῶς ἀναβοῶσι· Χαίροις ἡ θωπείας ἀπατηλάς, καὶ ἀπειλὰς τυραννικάς, διαφευξαμένη τῷ πόθῳ τοῦ Νυμφίου σου, καὶ αὐτῷ ἁρμοσθεῖσα μυστικῶς, δι᾿ ἐπωδύνων βασάνων, καὶ σφαγῆς καλλιπάρθενε. Ὅθεν αὐτὸν δυσώπει, Ἑλικωνὶς παμμακάριστε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Προσόμοια. Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε φιλομάρτυρες πιστοί, τὴν Ἑλικωνίδα τὴν θείαν, ἐν κατανύξει ψυχῆς, σήμερον ὑμνήσωμεν, φαιδρῶς τοῖς ᾄσμασιν, ὅτι πόνοις ἀθλήσεως, Χριστῷ ἁρμοσθεῖσα, τὸν νυμφῶνα ᾤκησε, τὸν ἐπουράνιον, δόξης ἀθανάτου τρυγῶσα, καὶ ὑπὲρ ἡμῶν δεομένη, ἵνα χάριν εὕρωμεν καὶ ἔλεος.
Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ὅλη τοῦ Νυμφίου σου Χριστοῦ, νοητῆς χαρᾶς πληρουμένη, ἐν ἀπαρνήσει σαυτῆς, τῆς σαρκὸς ὑπέμεινας, τὰ κολαστήρια, καὶ θυσία ὑπέρτιμος, Κυρίῳ προσήχθης, τὴν σφαγὴν ὡς ἄσαρκος, καθυπομείνασα. Ὅθεν ἐν Ἐδὲμ δοξασθεῖσα, ὦ Ἑλικωνὶς μακαρία, τῶν μακαριζόντων σε μνημόνευε.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Σύμης ὁ φιλόχριστος λαός, σήμερον τιμᾷ σου τὴν μνήμην, Ἑλικωνὶς θαυμαστή· θεῖον γὰρ ἐκτήσατο, λιμένα πάνσεμνε, τὸν ναόν σου τὸν ἅγιον, καὶ πλοῦτον κατέχει, τὴν σεπτὴν Εἰκόνα σου, ἰάσεις βλύζουσαν. Ὅθεν τῇ σεπτῇ σου πρεσβείᾳ, φύλαττε αὐτὸν ἐκ κινδύνων, καὶ ἐπιδρομῆς ἐχθρῶν πανεύφημε.
Δόξα. Ἦχος β΄.
Ἀθληφόρε Κυρίου, Ἑλικωνὶς πανένδοξε, ἐν καμίνῳ βασάνων ἐδοκιμάσθης, τῷ πόθῳ τοῦ γλυκυτάτου ἐραστοῦ, καὶ χρυσὸς πολύτιμος ἀποστίλβων, εὑρέθης αὐτῷ τῷ σὲ δοξάσαντι. Ὅθεν πρέσβευε αὐτῷ, ὑπὲρ ἡμῶν τῶν εὐσεβῶς, ἐν Ναῷ σου συναθροισθέντων, καὶ ὑμνούντων τὴν θείαν σου ἄθλησιν.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ προσενήνεξαι, ὡς προσφορὰ ἐκλεκτή, τυράννου τῷ δόγματι, Ἑλικωνὶς θαυμαστή, τμηθεῖσα τὴν κάραν σου· σὺ γὰρ ἀῤῥενωθεῖσα, Παρακλήτου τῇ ῥώμῃ, ἤθλησας ὑπὲρ φύσιν, καὶ τὴν πλάνην καθεῖλες· διὸ ἀεὶ δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν αʹ Στιχολογίαν, Κάθισμα. Ἦχος αʹ. Τὸν τάφον σου.
Γεραίρομεν πιστοί, τὴν στεῤῥὰν ἄθλησίν σου· τυράννων γὰρ σαφῶς, τὸν ὑψαύχενα τῦφον, εἰς γῆν καταβέβληκας, καὶ τὴν πίστιν ἐτράνωσας, καλλιπάρθενε, Ἑλικωνὶς μακαρία. Ὅθεν πρέσβευε, ἐλεηθῆναι καὶ σῶσαι, ἡμᾶς τὸν Φιλάνθρωπον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Μετὰ τὴν βʹ Στιχολογίαν, Κάθισμα. Ἦχος γʹ. Θείας πίστεως.
Θείῳ ἔρωτι κραταιουμένη, ζήλῳ ἔδραμες, πρὸς μαρτυρίου, τοὺς μεγίστους ἀγῶνας πανεύφημε, καὶ διὰ ξίφους τὸν δρόμον τελέσασα, Ἑλικωνὶς ἐν ὑψίστοις δεδόξασαι. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεῷ προσενήνεξαι, θυσία ζῶσα σεμνή, βασάνοις τὸ σῶμά σου, ἀναλωθεῖσα πολλαῖς, καὶ ξίφει ἀθλήσασα· ἔπαυσας τῶν εἰδώλων, τὰς ἀλόγους θυσίας· ἔφανας σωτηρίου, τὴν ἀνέσπερον αἴγλην· διὸ Ἑλικωνὶς τῷ Θεῷ, ὑπὲρ ἡμῶν πρέσβευε.
Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ αʹ Ἀντίφωνον τοῦ δʹ ἤχου.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ζήτει τῇ κε΄ Νοεμβρίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με, ὁ Θεός...
Δεῦτε πιστοί, Ἑλικωνίδα τὴν Μάρτυρα, ᾀσματικῶς τιμήσωμεν, ὅτι ἰσχὺν μαρτυρικήν, τυράννῳ ἀντιταξαμένη, καὶ λογικὴ ὡς ἀμνάς, τὴν σφαγὴν ὑπομείνασα, θεώσεως τῆς δρόσου, ἐν μετοχῇ γεγένηται, Τριάδος τῆς Ἁγίας, τῷ θρόνῳ παρισταμένη, καὶ πρεσβεύουσα ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Εἶτα οἱ Κανόνες, ὁ τῆς Ἑορτῆς μετὰ τῶν Εἱρμῶν εἰς στ΄, καὶ
τῆς Ἁγίας εἰς στ΄, φέρων Ἀκροστιχίδα κατ᾿ Ἀλφάβητον, ἐν δὲ τοῖς Θεοτοκίοις· Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀνευφημήσωμεν πιστοὶ χορεύοντες, τὴν Ἀθληφόρον Χριστοῦ, νῦν Ἑλικωνίδα, καὶ συμφώνως κράξωμεν· Παρθενομάρτυς πρέσβευε, τῇ Ἁγίᾳ Τριάδι, ἵνα εἰρήνην δωρήσηται, ταῖς ψυχαῖς ἡμῶν τῶν τιμώντων σε.
Βεβαιωθεῖσα τοῦ Χριστοῦ τοῖς ῥήμασιν, ὁμολογίᾳ τῇ σῇ, εἰδωλικῆς πλάνης, τὴν λατρείαν ᾔσχυνας, καὶ τῇ σφαγῇ σου ἔκτεινας, τῶν δαιμόνων τὸ θράσος· Ἑλικωνὶς διὸ ἔτυχες, τῆς τῶν ἐκλεκτῶν ἀπολαύσεως.
Γνώμῃ τελείᾳ τὸν Χριστὸν κηρύξασα, ἐπὶ τυράννων στεῤῥῶς, καὶ ἀποτμηθεῖσα, κεφαλὴν τὴν πάντιμον, εἰς βασιλείας ἔδραμες, οὐρανῶν τὸν νυμφῶνα· Ἑλικωνὶς διὸ πρέσβευε, ὑπὲρ τῶν πιστῶς εὐφημούντων σε.
Θεοτοκίον.
Καταιγιζόμενος σφοδρῶς ὁ ἄθλιος, ταῖς προσβολαῖς τῶν παθῶν, καὶ εἰς ἁμαρτίας, κινδυνεύων βάραθρα, τῇ μητρικῇ σου χάριτι, καταφεύγω κραυγάζων· Ἀντιλαβοῦ μου καὶ σῶσόν με, Μῆτερ τοῦ Θεοῦ ὡς φιλεύσπλαγχνος.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Δυνάμει τῆς πίστεως, Ἑλικωνὶς ἐταπείνωσας, φθοροποιοῦ πλάνης τῶν εἰδώλων, τὸ ληρῶδες γαυρίαμα.
Ἐνδόξως ἐνήθλησας, Ἑλικωνὶς θεοδόξαστε, τῷ τοῦ Χριστοῦ πόθῳ μὴ φεισθεῖσα, τῆς σαρκός σου ὡς πάνσοφος.
Ζητοῦσα ἀπόλαυσιν, Ἑλικωνὶς ἀτελεύτητον, τοὺς τῆς σαρκὸς πόνους καθυπέστης, καὶ τῷ ξίφει ἐνήθλησας.
Θεοτοκίον.
Ὑπέραγνε Δέσποινα, ἡ φῶς τεκοῦσα τὸ ἄχρονον, τὰς τῆς ψυχῆς φώτισον αἰσθήσεις, τῶν ὑμνούντων τὴν δόξαν σου.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐναντίον τυράννων, Χριστὸν κηρύξασα, πολυειδέσι βασάνοις, ἐδοκιμάσθης σφοδρῶς, καὶ ὑπέκλινας στεῤῥῶς, ξίφει τὴν κάραν σου, Ἑλικωνὶς Μάρτυς σεμνή· ἀλλ᾿ ἐκδυσώπει τὸν Θεόν, ὡς παῤῥησίαν πλουτοῦσα, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν φωτοφόρον σου πανήγυριν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἠγωνίσω ὡς ἄσαρκος, ἀπαλῷ ἐν σώματι καὶ κατίσχυσας, Ἀθληφόρε τοῦ ἀλάστορος, ἐν μαρτυρικῷ σου παραστήματι.
Θεολόγῳ ἐν στόματι, τὸν Χριστὸν ἐκήρυξας μόνον Κύριον, Ἀθληφόρε καὶ κατῄσχυνας, τῆς θεοεχθρίας τὴν παράταξιν.
Ἱερεῖον εὐπρόσδεκτον, τῷ Κυρίῳ πάνσεμνε προσενήνεξαι, τὰς βασάνους ὑπομείνασα, καὶ σφαγιασθεῖσα διὰ πίστεως.
Θεοτοκίον.
Ῥυπωθέντα τοῖς πταίσμασιν, ῥείθροις με ἀπόπλυνον τῆς σῆς χάριτος, ἵνα τόκον σου τὸν ἄχραντον, μακαρίζω Κόρη Ἀειπάρθενε.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Κοσμουμένη ἐνθέως, παρθενίας κάλλεσι καὶ διαλάμπουσα, πίστεως τῇ αἴγλῃ, τῷ τυράννῳ παρέστης ἀήττητος, Μάρτυς Ἀθληφόρε, Ἑλικωνίς· διὸ τὸ στέφος, ὑπεδέξω τῆς νίκης ἀμάραντον.
Λαμπρυνθεῖσα ἀγώνων, τῶν μαρτυρικῶν σου τερπνῇ ὡραιότητι, μυστικοῦ νυμφῶνος, τῆς ἀλλήκτου μετέσχες τερπνότητος, ἐν τοῖς οὐρανίοις, Ἑλικωνὶς ἔνθα χορεύεις, τοῦ Νυμφίου ὁρῶσα τὴν ἔλλαμψιν.
Μαρτυρίου τὸν δρόμον, τοῦ Χριστοῦ τῷ ἔρωτι ἐπιτελέσασα, τάξεσι συνήφθης, ἐν ὑψίστοις τῶν ἄνω Δυνάμεων· ὅθεν μὴ ἐλλίπῃς, Ἑλικωνὶς ἐκδυσωποῦσα, τοῦ σωθῆναι τοὺς πίστει ὑμνοῦντάς σε.
Θεοτοκίον.
Ἱλασμὸς τοῖς ἀνθρώποις, γέγονεν ὁ τόκος σου ὁ ὑπερύμνητος, τὴν ἀδαμιαίαν, καταλύσας ἀρχαίαν παράβασιν. Ὅθεν ἐκ καρδίας, εὐχαριστίας Θεοτόκε, ἀναμέλπομεν ὕμνον τῇ δόξῃ σου.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Νικηφορίαις φαιδραῖς, τοῦ μαρτυρίου ἐκλάμπουσα, Ἑλικωνὶς τῷ Χριστῷ, ἐν δόξῃ παρίστασαι· αὐτῷ οὖν ἱκέτευε, ὑπὲρ σωτηρίας, τῶν ψυχῶν ἡμῶν δεόμεθα.
Ξενήκουστος ἀληθῶς, ἡ ἐν σταδίῳ ἀνδρεία σου· ὡς γλυκασμὸν γὰρ σαρκός, βασάνων τὴν ἔφοδον, ὦ Μάρτυς ὑπέμεινας, ἀγαλλιωμένη, τῇ ἐλπίδι τοῦ Νυμφίου σου.
Ὅπλον Χριστοῦ τὸν Σταυρόν, Ἑλικωνὶς περιφέρουσα, συνασπισμὸν μυσαρόν, δαιμόνων διέλυσας, καὶ ἦρας πανεύφημε, κατ᾿ αὐτῶν τὸ κράτος, δυναστείᾳ τῶν ἀγώνων σου.
Θεοτοκίον.
Λαμπάδι τῇ νοητῇ, τῆς μητρικῆς εὐσπλαγχνίας σου, παθῶν μου τὸν σκοτασμόν, τελείως διάλυσον, καὶ σῶσόν με Ἄχραντε, ἀνυμνολογοῦντα, τὸ μυστήριον τοῦ τόκου σου.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἀρρενωθεῖσα τῇ ψυχῇ ῥώμῃ τῆς πίστεως, ξίφους ἀκμῇ Ἑλικωνὶς θυσία ἔμψυχος, τῷ ὡραίῳ σου Νυμφίῳ ἐτελειώθης, τῷ τῆς νίκης σοι τὸ στέφος ἀποδώσαντι, καὶ πρεσβείαις σου εἰρήνην πρυτανεύοντι, τοῖς βοῶσί σοι· Χαίροις, Μάρτυς πανεύφημε.
Ὁ Οἶκος.
Ἐν φωτὶ τοῦ Κυρίου, ὡς καταλαμπομένη, ἠμαύρωσας εἰδώλων τὸ σκότος, ἐνστάσει σου τῇ μαρτυρικῇ, Ἑλικωνὶς Ἀθληφόρε πανεύφημε, καὶ δόξῃ ἐστεφάνωσαι· διὸ ἀκούεις παρὰ πάντων·
Χαῖρε, τὸ ξίφος τῆς παῤῥησίας·
χαῖρε, ὁ ἄκμων τῆς εὐσθενείας.
Χαῖρε, εὐσεβείας τερπνότατον βλάστημα·
χαῖρε, Ἐκκλησίας ὑπέρλαμπρον καύχημα.
Χαῖρε, λόγοις ἡ αἰσχύνασα τῶν τυράννων τὴν ὀφρύν·
χαῖρε, ἄθλοις ἡ συντρίψασα τῶν δαιμόνων τὴν ἰσχύν.
Χαῖρε, ὅτι ἐκλάμπεις ὡς φωστὴρ ἐν Ἁγίοις·
χαῖρε, ὅτι αὐγάζεις ὡς ἀστὴρ ἐν παρθένοις.
Χαῖρε, πιστῶς τὸν δρόμον τελέσασα·
χαῖρε, καλῶς τὴν πίστιν τηρήσασα.
Χαῖρε, πιστῶν μυστικὴ δᾳδουχία·
χαῖρε, ἡμῶν κραταιὰ προστασία.
Χαίροις, Μάρτυς πανεύφημε.
Συναξάριον.
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἑλικωνίδος, τῆς ἐν Κορίνθῳ διὰ ξίφους ἀθλησάσης.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Πᾶσα πνοή σε μακαρίζει, παμμακάριστε Κυρίου Ἀθληφόρε· μὴ οὖν παύσῃ Θεῷ, πρεσβεύουσα ῥυσθῆναι, Ἑλικωνὶς ἐκ θλίψεων, τὴν ζωὴν τῶν ὑμνητῶν σου.
Ῥώμην τὴν ἄνω δεδεγμένη, διὰ πίστεως Ἑλικωνὶς θεόφρον, τῶν ἐν γῇ δυνατῶν, συνέτριψας τὰ τόξα, καὶ πᾶσαν ἐξενεύρισας, τοῦ ἐχθροῦ τὴν πανουργίαν.
Σῶμα ἐκδοῦσα τοῖς βασάνοις, πόνους σπείρασα τῶν ἄθλων ἐν σαρκί σου, τῆς ἐλπίδος καρπούς, τοὺς θείους συνελέξω, Ἑλικωνὶς καὶ ἔλαβες, τῆς ζωῆς τὰς ἀντιδόσεις.
Θεοτοκίον.
Λάμπρυνον Μῆτερ τὴν ψυχήν μου, ἐν τοῖς πάθεσιν ἀθλίως σκοτισθεῖσαν, καὶ φωτός με ἀεί, ἐνίσχυσον τὰ ἔργα, ἐργάζεσθαι Θεόνυμφε, ἵνα τύχω σωτηρίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸν Σταυρωθέντα, ἐκ δεξιῶν σου προβλέπων, οὐκ ἐνάρκησας, οὐκ ἔπτηξας παρθένε, λεόντων τὸν λάκκον, καὶ φλόγα τῆς καμίνου.
Ὕμνοις ἐκ πόθου, Ἑλικωνὶς σὲ τιμῶμεν, τὴν τῷ Πνεύματι τῷ Θείῳ νευρωθεῖσαν, καὶ ἁγιασθεῖσαν, ἐν ἄθλοις μαρτυρίου.
Φιλοθεΐας, Ἑλικωνὶς ἐπιδείξει, ἐταπείνωσας εἰδώλων ἀθεΐας, ὑψώσεις βλασφήμους, εἰς δόξαν τοῦ Κυρίου.
Θεοτοκίον.
Ὅλον με πλῆσον, τῆς θεαυγοῦς χάριτός σου, ἀπελαύνουσα τὸ σκότος τῶν παθῶν μου, ἵνα σε γεραίρω, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Χορεύει Ἀθληφόρε Ἑλικωνίς, Ἐκκλησίας Κυρίου τὸ πλήρωμα, ἐπὶ τῇ σῇ, σήμερον πανεύφημε ἑορτῇ· ὡς φωταυγὴς γὰρ ἥλιος, λάμπει καὶ φωτίζει ταῖς ἀστραπαῖς, τῆς θείας χάριτός σου, ψυχάς τε καὶ καρδίας, τῶν εὐσεβάστως εὐφημούντων σε.
Ψαλμοῖς σε εὐφημοῦμεν Ἑλικωνίς, τῇ σεπτῇ σου Εἰκόνι προσπίπτοντες· σὺ γὰρ Χριστοῦ, πόθῳ τετρωμένη τῷ μυστικῷ, τῶν θεομάχων ἔπαρσιν, ἔθραυσας ἐνστάσει μαρτυρικῇ, καὶ γέγονας τῷ ξίφει, τμηθεῖσα τὸν αὐχένα, τερπνὴ θυσία τῷ Παντάνακτι.
Ὦ Μάρτυς Ἀθληφόρε Ἑλικωνίς, παρθενίας ὡραῖον ἀπάνθισμα, ἐν ταῖς αὐλαῖς, ἡ χοροβατοῦσα τῶν οὐρανῶν, καὶ Τρισηλίου λάμψεως, καταυγαζομένη τῷ φωτισμῷ, ὑπὲρ τῶν συνελθόντων, Ναῷ σου ἐν ἁγίῳ, Θεὸν δυσώπει τὸν φιλάνθρωπον.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία τὸν Λυτρωτήν, δι᾿ ἡμᾶς ἀπειράνδρως ἐκύησας, δίχα τροπῆς, καὶ φυρμοῦ ὡς πάλαι οἱ θαυμαστοί, Προφῆται προεκήρυξαν· ὅθεν σοι βοῶμεν χαρμονικῶς· Παρθένε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, χαῖρε τὸ μέγα ἐγκαλλώπισμα.
Ἐξαποστειλάρια. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀρνησαμένη κόσμον, καὶ τὰ ἐν κόσμῳ εὐσεβῶς, τῷ μαρτυρίῳ ὑψώθης, Ἑλικωνὶς πρὸς τὸν Θεόν· διὸ προστάτευε πάντων, τῶν εὐφημούντων σε πόθῳ.
Τοὺς εὐλαβῶς ἑστῶτας, ἐν τῷ Ναῷ σου τῷ σεπτῷ, ἀπὸ κινδύνων καὶ νόσων, καὶ τῶν ἐν βίῳ πειρασμῶν, διάσωζε ταῖς εὐχαῖς σου, Ἑλικωνὶς Ἀθληφόρε.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος αʹ. Τῶν οὐρανίων ταγμάτων.
Τὸν δι᾿ ἀνθρώπων τῷ γένει, ἐνανθρωπήσαντα, Ἑλικωνὶς θεόφρον, μανικῶς ἐρασθεῖσα, τυράννων ἐναντίον κῆρυξ αὐτοῦ, τῆς Θεότητος γέγονας, καὶ ἐξεφαύλισας πλάνην εἰδωλικήν· διὰ τοῦτό σε γεραίρομεν.
Ἐν ἀνυστάκτῳ καρδίας, ὄμματι πάνσεμνε, προβλέπουσα τὸν θεῖον, τῆς ψυχῆς σου Νυμφίον, ἐχώρησας πρὸς τοῦτον μαρτυρικῶς, μή φεισθεῖσα τοῦ σώματος· διὸ αὐτῷ παρεστῶσα Ἑλικωνίς, τῶν τιμώντων σε μνημόνευε.
Ἀῤῥενωθεῖσα ἁγνείας, ῥώμῃ τὰς φρένας σου, Ἑλικωνὶς ἐδείχθης, κραταιὰ ἐν βασάνοις, καὶ θῦμα ἀνηνέχθης ξίφους ἀκμῇ, τῷ Κυρίῳ εὐπρόσδεκτον· διὸ αὐτὸν ἐκδυσώπει ὑπὲρ ἡμῶν, τῶν ἐν ὕμνοις εὐφημούντων σε.
Ἐν τῷ ἁγίῳ Ναῷ σου, ὑμνολογοῦμέν σε, Ἑλικωνὶς τιμῶντες, τὴν σεπτήν σου Εἰκόνα· σκέπε οὖν παρθένε Μάρτυς ἡμᾶς, ἐν κινδύνοις καὶ θλίψεσι, καὶ ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, ταῖς εὐχαῖς σου διαφύλαττε.
Δόξα. Ἦχος πλ. δ΄.
Πᾶσα γλῶσσα κινείσθω πρὸς ὑμνῳδίαν, τῆς μακαρίας Ἀθληφόρου· φιλεόρτων δῆμοι, γηθόμενοι σήμερον, τὴν Παρθενομάρτυρα Χριστοῦ, Ἑλικωνίδα τὴν πάνσεμνον, μελῳδικῶς ἐπαινέσωμεν· σῶμα γὰρ τὸ θνητόν, βασάνοις παραδοῦσα, καὶ διὰ ξίφους τῷ Θεῷ, θυσία τελεσθεῖσα, νικητικὰ τῇ κορυφῇ, τῶν χαρίτων τὰ στέφη ἐδέξατο, καὶ εἰς τὸν ἄδυτον γνόφον, τῆς ἀθανάτου εἰσέδυ ζωῆς· ἔνθα εὐφραινομένη, τῷ Νυμφίῳ πρεσβεύει Χριστῷ, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ἡ ἐπάρσεις τυραννικάς, ἄθλοις μαρτυρίου, καθελοῦσα Ἑλικωνίς· χαίροις ἡ θυσία, Θεῷ προσενεχθεῖσα, σφαγιασθεῖσα ξίφει, ἀμνὰς ὡς ἄμωμος.
.jpg)