Παρασκευή 21 Φεβρουαρίου 2025

ΦΕΒΡΟΥΑΡΙΟΣ 23. ΟΣΙΑ ΓΟΡΓΟΝΙΑ ΑΚΟΛΟΥΘΙΑ ΚΑΙ ΤΡΟΠΑΡΙΑ

 



ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΓ΄!!

ΓΟΡΓΟΝΙΑ ΟΣΙΑ

ΑΚΟΛΟΥΘΙΑ

Χ. Μπούσια.

 

ΕΝ   Τῼ   ΜΙΚΡῼ   ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Nαζιανζοῦ Γρηγορίου, τοῦ Ἀρχιποίμενος, καὶ τῆς ἐνθέου Νόννης, θυγατέρα τιμίαν, ὡς ἄνθος εὐσεβείας καὶ ἀρετῆς, Γοργονίαν τιμήσωμεν, τὴν καθηδύνασαν δήμους Χριστιανῶν, ταῖς ὀδμαῖς αὐτῆς συνέσεως.

 

Θεολογίας τοῦ ὄλβου, σεπτὴν ὁμαίμονα, Ἁγίου Γρηγορίου, εὐφημήσωμεν ὕμνοις, εὐτάκτοις Γοργονίαν τὴν εὐκλεῆ, σωφροσύνῃ σεμνότητι, κυριαρχίᾳ τῆς γλώττῃς καὶ ἀκραιφνεῖ,ταπεινότητι ἐκλάμψασαν.

 

Τοῦ ἰατροῦ Καισαρίου, σεπτὴν αὐτάδελφον, εἰς γάμου κοινωνίαν, ταπεινῶς τὴν ἐλθοῦσαν, μετὰ τοῦ Ἀλυπίου τοῦ εὐσεβοῦς, θυγατέρας ᾗ ἔδωκε, τρεῖς ὁ Παντάναξ καὶ δύο υἱοὺς λαμπρῶς, Γοργονίαν εὐφημήσωμεν.

 

Τῇ προσευχῇ καὶ μελέτῃ, Γραφῶν σχολάζουσαν, καὶ πολιτευομένην, ὡς σαφῶς περιγράφει, ἀνδρείως ἐν Σοφίᾳ ὁ Σολομῶν, Γοργονίαν ὑμνήσωμεν, καὶ τὰς αὐτῆς μιμησώμεθα ἀρετάς, πρὸς τελείωσιν καὶ θέωσιν.

 

Δόξα. Ἦχος β΄.

Τὴν ἐκ ῥίζης τιμίας βλαστήσασαν ὡς ἀρετῆς λευκάνθεμον, καὶ θείᾳ Χάριτι γενομένην, εὐγενῆ ῥίζαν πέντε εὐόσμων κρίνων, Γοργονίαν τὴν ἐνάρετον εὐφημήσωμεν οὕτω λέγοντες· Ἡ εὐωδιάζουσα εἰς τοὺς αἰῶνας τὸν κόσμον ἀρεταῖς σου, ἡμῶν τὴν δυσωδίαν τῶν παθῶν διάλυσον εὐχαῖς σου, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς τῶν ὕμνοις τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε Ναζιανζοῦ, ὁ γόνος Γοργονία, εὐλαβεστάτης Νόννης, καὶ θείου Γρηγορίου, βλαστὸς ὁ τιμιώτατος.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Χαῖρε ἡ ἀδελφή, τοῦ τῆς θεολογίας, πυξίου Γρηγορίου, ὁ φύλαξ Γοργονία, αἰσθήσεων πεντάδος σου.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Πρότυπον ἀρετῆς, ἡ φρόνημα ἀνδρεῖον, ἐν γυναικείᾳ φύσει, Κυρίου Γοργονία, ἡ συνεργείᾳ κρύπτουσα.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὁ Θεός, ὁ αἰνετὸς εἰς πάντας, αἰῶνας τῶν αἰώνων, ὁ πλαστουργήσας κτίσιν, Τριὰς ἡ ὁμοούσιος.

 

Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ Χριστιανῶν, φιλόστοργε Παρθένε, περίσκεπε καὶ φρούρει, τοὺς σοὺς οἰκέτας πίστει, ἀεί σε μεγαλύνοντας.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Γοργονίαν ὁμαίμονα εὐφημήσωμεν, τὴν θεοφόρον Ἁγίαν, τοῦ Γρηγορίου λαμπρῶς, Θεολόγου τὴν ὀξύνουν ταπεινόφρονα, κοσμιωτάτην καὶ σεμνήν, διακρίσεως φανόν, καὶ αὔγασμα εὐσεβείας, ὡς γυναικῶν θείων εὖχος, αὐτῆς πρεσβείας ἐξαιτούμενοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΝ  Τῼ  ΜΕΓΑΛῼ  ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

Ποιμένος σεπτοῦ Ναζιανζοῦ, Γρηγορίου ἔμφρονος, καὶ Νόννης θείας τιμήσωμεν, τὴν θεοτίμητον, ὄντως Γοργονίαν, ἔκτυπον σεμνότητος, τὴν ἐν τῇ συζυγίᾳ τὴν κλίμακα, ὁλοκληρώσεως, ἀναβᾶσαν καὶ θεώσεως, ὡς ταμεῖον, ἀσύλητον πίστεως.

 

μαίμονα θείου ἰατροῦ, Καισαρίου μέλψωμεν, καὶ Γρηγορίου θεόφρονος, ἱεροφάντορος, πνευματοφορήτου, Κωνσταντινουπόλεως, μεγάλου Θεολόγου ἐμπρέπουσιν, ὕμνοις καὶ ᾄσμασι, Γοργονίαν τὴν ἀοίδιμον, συζυγίαν, τιμήσασαν ἔννομον.

 

σίων ἐγγάμων γυναικῶν, εὐπρεπὲς ὡράϊσμα, τοῦ Ἀλυπίου ὁμόζυγον, ἐγκωμιάσωμεν, ὡς πεντάδος τέκνων, τῶν αὐτῆς διδάσκαλον, σεμνὴν καὶ ἀπλανῆ κατευθύντειραν, βίον πρὸς ἄμεμπτον, Γοργονίαν τὴν πανεύφημον, Ἐκκλησίας, Χριστοῦ θεῖον κλέϊσμα.

 

Κοσμίαν σεμνὴν καὶ ἱλαράν, ὕμνοις εὐφημήσωμεν, πέντε θυρίδων κυρίαρχον, καὶ ταπεινόφρονα, πάντες Γοργονίαν, τὴν ἀνωτερότητα, αὐτῆς δεικνῦσα πᾶσι τοῦ πνεύματος, δι’ ἐρυθήματος, τῆς αἰδοῦς καὶ τῆς λαμπρότητος, τῶν ἀκτίνων, τοῦ ἤθους χρηστότητος.

 

Ἀκάματον ἀγαθοποιόν, ἑαυτὴν ἀμόλυντον, τηροῦσαν κόσμου φρονήματος, καὶ ἀποφεύγουσαν, στολισμὸν σαρκίου, Γοργονίαν μέλψωμεν, Ψαλμῶν τῇ ἀναγνώσει σχολάζουσαν, καὶ ταῖς δεήσεσι, πρὸς τὸν μόνον εὐσυμπάθητον, Λόγον Κτίστου, βροτοὺς σῶσαι θέλοντα.

 

Φιλόχριστον μέλψωμεν πιστοί, Γοργονίαν φίλανδρον, ἄγαν φιλάρετον ᾄσμασι, θείοις φιλότεκνον, τῆς φιλαδελφίας, λύχνον παμφαέστατον, καὶ τῆς φιλοπονίας ἀκρώρειαν, οὕτω κραυγάζοντες· Εὐσεβείας ἐνδιαίτημα, χαῖρε μῆτερ, καθάρσεως ἄγαλμα.

 

Δόξα. Ἦχος πλ. β΄.

Τὴν ἐν ὅλῳ τῷ βίῳ ἀναβαίνουσαν τὴν κλίμακα, τῆς καθάρσεως καὶ ἐν Χριστῷ τελειώσεως, Γοργονίαν τὴν προσευχομένην ἀπαύστως,, νουθετοῦσαν αὐτῆς τὰ τέκνα, καὶ ἀγαθοποιοῦσαν εὐλαβῶς τιμήσωμεν, καὶ οὕτως εἴπωμεν· Ἡ ἐκ ῥίζης τιμίας βλαστήσασα, καὶ ῥίζα εὐγενὴς τῆς πεντάδος τῶν βλαστῶν σου ὀφθεῖσα, εὔφρανον ἡμᾶς εὐωδίᾳ εὐχῶν σου πρὸς Κύριον, τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.

 

Καὶ νῦν... Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.  Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λα΄ 10  - 31 )

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σαφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )

γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο  φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον  ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1  -  9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ  ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ Χριστωνύμων ὁ δῆμος, ἐκτελῶν τὴν πανέορτον μνήμην Γοργονίας τῆς ἐναρέτου, οἰκουρούσης εὐχομένης ξενιζούσης φίλους καὶ νουθετούσης τέκνα, ἐν φόβῳ Θεοῦ καὶ ἐν πλεονασμῷ ἀγάπης, οὕτω ἐκ ψυχῆς μυχίων λέγων· Γρηγορίου καὶ Νόννης, τῶν Ἁγίων γονέων ἐκβλάστημα, καὶ ὅμαιμε Γρηγορίου τοῦ Θεολόγου καὶ Καισαρίου, τῶν ἐπίσης Ἁγίων, ἡ παιδιόθεν ὁδοὺς ἁγιότητος βαδίζουσα, ἀξίωσον καὶ ἡμᾶς αὐτὰς ἀκολουθεῖν ἐν πίστει, τὰς ὁδηγούσας πρὸς ζωὴν τὴν αἰώνιον.

 

Ἦχος β΄.

Ὁλοθύμως Χριστὸν ἀγαπήσασα, καὶ τοῖς οἰκείοις καὶ κάμνουσι διακονήσασα,  σὸν βίον ηὐτρέπισας ἀγαθοεργίαις,προσευχαῖς παννύχοις στάσεσι καὶ ἀγρυπνίαις, Γοργονία Ναζιανζοῦ διάκοσμε πολύτιμε· ὅθεν σήμερον τὴν πανέορτον ἐπιτελοῦντες μνήμην σου, καὶ τοὺς συντόνους σου καμάτους μεγαλύνοντες, τὰς εὐχάς σου αἰτούμεθα πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

μέμπτως πολιτευσαμένη Γοργονία, Θεῷ καὶ ἀνθρώποις εὐηρέστησας, τῇ ἄκρᾳ φιλοθεΐᾳ καὶ φιλαδελφίᾳ σου· σὺν οὖν φιλοπόνως οἰκουροῦσα, τὴν πρᾶξιν εὗρες εἰς θεωρίας ἐπίβασιν, καὶ πρότυπον ἐγένου πρὸς μίμησιν, οἰκείων σου καὶ πάντων τῶν ἐν Ναζιανζῷ οἰκούντων· ὅθεν τὴν μνήμην σου σήμερον ἑορτάζοντες, εὐλαβῶς σε μεγαλύνομεν, καὶ τὰς θεοπειθεῖς εὐχάς σου ἐκδεχόμεθα πρὸς βίον κρείττονα.

 

Δόξα. Ἦχος δ΄.

Τίς μὴ μακαρίσει σε Γοργονία, ἢ τίς μὴ ἀνυμνήσει σου τὴν εὐγενῆ οἰκογένειαν, ἧς πέντε Ἁγίων πρεσβείας ἀπολαύει ἡ τοῦ Χριστοῦ Ἐκκλησία; Ἐπαινοῦντές σε οὖν ὡς βλάστημα εὐθαλέστατον, Γρηγορίου Ἱεράρχου καὶ Νόννης Ὁσίας, καὶ ὡς ὁμαίμονα Γρηγορίου τοῦ Θεολόγου, καὶ ἰατροῦ Καισαρίου, ταῖς εὐχαῖς σου οἱ πιστοὶ καταφεύγομεν, πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ θέωσιν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, Ναζιανζοῦ ἡ λαμπάς, ἡ ἀνημμένη τοῦ Χριστοῦ κατενώπιον, θεόφωτε Γοργονία, λύχνε σεμνῶν γυναικῶν, ἡ ταῖς ἀστραπαῖς σου, καταλάμπουσα, τοῦ κόσμου τὰ πέρατα, εἰς αἰῶνας συνέσεως, χρηστοηθείας, ἀρετῆς ταπεινώσεως, ἱλαρότητος, προσφορᾶς πρὸς τοὺς ἔγγιστα, κυριαρχίας ἔνθεε, τῶν πέντε αἰσθήσεων, διαγωγῆς ἐναρέτου, Γραφῶν σεπτῶν ἀναγνώσεως, εὐχῆς ἀενάου, ἀγρυπνίας καὶ γονάτων, σεπτῶν σου κλίσεως.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Χαίροις, τοῦ Γρηγορίου βλαστός, Ναζιανζοῦ τοῦ Ἱεράρχου περίβλεπτος, καὶ Νόννης τῆς τρισολβίας, ἐξ ὧν προῆλθε σὺν σοί, τῆς θεολογίας, ἡ ἀκρώρεια, Κωνσταντινουπόλεως, ποιμενάρχης Γρηγόριος, πνευματοφόρων , διδασκάλων ὁ μέγιστος, καὶ Καισάριος, ἰατρὸς ὁ ἀνάργυρος· χαίροις πεντάδος τέκνων σου, ἡ μήτηρ ἡ εὔστοργος, τοῦ Ἀλυπίου ἡ σύζυξ, ἐξ Ἰκονίου πανένδοξε, Χριστοῦ Ἐκκλησίας, τὸ ὡράϊσμα τὸ θεῖον, καὶ σεμνολόγημα.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Χαίροις, ἡ τὰς δεήσεις γοργῶς, ἡμῶν προσάγουσα Χριστῷ τῷ Παντάνακτι, περίδοξε Γοργονία, ὑψόθεν ἡ συμπαθῶς, σοὺς θερμοὺς ἱκέτας, ἐπιβλέπουσα, καὶ πάντας ἐκ θλίψεων, ῥυομένη σοὺς πρόσφυγας, μῆτερ ὁσία, ὡς κατοίκους πατρίδος σου, οὓς ἐποίμαινεν, ὁ πατήρ σου Γρηγόριος, Ναζιανζοῦ θεότιμε· διὸ νῦν τὴν μνήμην σου, τὴν ἱερὰν καὶ ὀλβίαν, καὶ φωταυγῆ ἑορτάζοντες, τὰς σὰς ἱκεσίας, ἐκδεχόμεθα πρὸς Κτίστην, τὸν πολυέλεον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Θησαυρὸν ἀσύλητον φινανδρίας φιλοτεκνίας καὶ φιλαδελφίας, τιμήσωμεν Γοργονίαν τὴν πάνσεμνον, ὑπὲρ πάντας φιλοῦσαν τὸν Κύριον, ᾯ ἑαυτὴν ἀφιέρωσε λόγοις καὶ ἔργοις κραυγάζοντες· Ἡ τὸν οἶκόν σου δείξασα Χριστοῦ Ἐκκλησίαν, νουθετοῦσα καὶ παιδεύουσα σὰ τέκνα ἐν Αὐτοῦ φόβῳ, διάθρεψον καὶ ἡμᾶς ἄρτῳ δεήσεών σου, πρὸς τὸν εὔσπλαγχνον Κύριον.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Γοργονίαν ὁμαίμονα εὐφημήσωμεν, τὴν θεοφόρον Ἁγίαν, τοῦ Γρηγορίου λαμπρῶς, Θεολόγου τὴν ὀξύνουν ταπεινόφρονα, κοσμιωτάτην καὶ σεμνήν, διακρίσεως φανόν, καὶ αὔγασμα εὐσεβείας, ὡς γυναικῶν θείων εὖχος, αὐτῆς πρεσβείας ἐξαιτούμενοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 
ΕΝ   Τῼ   ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

κτῖσιν ἀρετῆς, καταυγάσασαν κόσμον, φανὸν Ναζιανζοῦ, Γοργονίαν τὴν θείαν, φωσφόρον τιμήσωμεν, Γρηγορίου αὐτάδελφον, καὶ ἐκβλάστημα, τῆς Νόννης τῆς θεοφόρου, ὡς φρυκτώρημα, τῆς εὐσεβείας καὶ λύχνον, ἠθῶν τελειώσεως.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Αἰτία χαρμονῆς, μεροπείου τοῦ γένους, ἀχλὺν τῶν λυπηρῶν, ἀποδίωξον τάχος, τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε, καὶ σπευδόντων σοι, ἐν τρικυμίαις τοῦ βίου, περιστάσεσι, καὶ συμφοραῖς καὶ ἀνάγκαις, Θεόνυμφε Δέσποινα.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Σπαργάνοις σεμνύνεται, Ναζιανζὸς σοῖς σεπτοῖς, καὶ χαίρει καὶ γάνυται, ἡ Ἐκκλησία Χριστοῦ, σεμνῇ πολιτείᾳ σου, ἔνθεε Γοργονία, Γρηγορίου καὶ Νόννης, θύγατερ θεοφόρε, καὶ σοφοῦ Γρηγορίου, τοῦ τῆς θεολογίας πυρσοῦ, πάντιμε ὅμαιμε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Υἱοῦ σου τὸ ἔλεος, καὶ οἰκτιρμῶν τὴν πληθύν, ἡμῖν πέμψον ἅπασι, Θεογεννῆτορ σεμνή, τοῖς σὲ μακαρίζουσι, κόσμου ὡς ἐλεοῦσαν, καὶ οἰκτίρουσαν γένος, τῶν εὐσεβῶν σπευδόντων, σῇ θερμῇ προστασίᾳ, καὶ σκέπῃ καὶ φρουρᾷ, ἀγαθή, πάντων βοήθεια.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Χριστοῦ τῆς πίστεως, τερπνὸν κιννάμωμον, Νόννης θεόφρονος, καὶ Ἀρχιποίμενος, Ναζιανζοῦ σεπτὸν βλαστὸν τιμήσωμεν Γρηγορίου, Γοργονίαν ἔνθεον εὐσεβείας κειμήλιον, καὶ ταμεῖον νήψεως προσευχῆς ταπεινώσεως, καὶ ἄκρας σωφροσύνης βοῶντες· Χαῖρε κοσμῆτορ Ἐκκλησίας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν΄ Ψαλμός.

Δόξα: Ταῖς τῆς  Σῆς Ἁγίας, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τὴν γαλουχηθεῖσαν συμφώνως διδαχαῖς ταῖς Ὀρθοδόξοις, παρὰ τῆς ὁσίας Νόννης, καὶ γαλουχήσασαν τοὺς δύο αὐτῆς υἱοὺς καὶ τὰς τρεῖς θυγατέρας, ἐν φόβῳ Θεοῦ τοῦ εὐϊλάτου, Γοργονίαν τιμήσωμεν λέγοντες· Ἡ ἐμπεπλησμένη θείας ἀγάπης καὶ σοφίας, ἡ τὰ τέκνα τοὺς οἰκείους σου,  καὶ πάντας τοὺς ἐν Ναζιανζῷ οἰκοῦντας, πληρώσασα δώρων τῆς σῆς διδασκαλίας καὶ συμπαθείας, πλήρωσον ἡμῶν χαρᾶς τὰς καρδίας τῶν ἐκθύμως μακαριζόντων σε.

 

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ὁσίας οὗ ἡ Ἀκροστιχίς: Γοργονίαν σώφρονα  ἐγκωμίοις στέφω. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Γονάτων ταῖς κλίσεσι, καὶ προσευχῇ θείαν κλίμακα, σοφίας τῆς κρείττονος, νῦν Γοργονίαν σεπτήν, καὶ συνέσεως,  ἀφάτου ἀνελθοῦσαν, καὶ φθάσασαν μέλψωμεν, ὕψος εἰς ἄῤῥητον.

σίως ἀνύσασαν, παρόντος βίου τὸν δόλιχον, βλαστὸν Νόννης πάνσεπτον, καὶ Γρηγορίου σεμνοῦ, Ἀρχιποίμενος, Ναζιανζοῦ ἐν ὕμνοις, τιμήσωμεν Πνεύματος, θείου ὡς σκήνωμα.

ευστῆς ματαιότητος, τὴν ὑπερτέραν τιμήσωμεν, διάκοσμον πίστεως, ὡς τιμαλφῆ καὶ σεπτόν, ἐγκαλλώπισμα, ἀνδρείας Γοργονίαν, ἐν βρέφους ζηλώσασαν, πάντα τὰ ἄῤῥευστα.

Θεοτοκίον.

Γαυρίαμα δράκοντος, τοῦ νοητοῦ καταξίωσον, σοὺς δούλους πανύμνητε, πατῆσαι Μῆτερ Θεοῦ, τοὺς ἐν ᾄσμασι, νῦν μεγαλύνοντάς σε, ὡς σκέπην καὶ πρόμαχον, τῶν δεομένων σου.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Οἱ δῆμοι πιστῶν σε Γοργονία, τιμῶντες ὡς λύχνον ἀρετῆς, συντόνων σου πρὸς κάθαρσιν, ἀγώνων καὶ τελείωσιν, τὴν ἐν Χριστῷ στεφάνῳ σε, τῆς ἀφθαρσίας κοσμήσαντι.

Νῦν ὕμνοις τιμῶντες Γοργονία, σὴν σύνεσιν καὶ διαγωγήν, θεοφιλῆ τὴν μνήμην σου, πανδήμως ἑορτάζομεν, τοῦ Γρηγορίου ὅμαιμε, τοῦ Θεολόγου πανεύφημε.

σχὺν εἰληφυῖα Γοργονία, θεόθεν διήνυσας ὁδόν, καλῶς σεμνὴ προκόπτουσα, σὺν ἡλικίᾳ πάνσεμνε, καὶ τῇ σοφίᾳ Χάριτι, τῇ θείᾳ μῆτερ ἀοίδιμε.

Θεοτοκίον.

πείρανδρε Κεχαριτωμένη, ἁπάντων πιστῶν καταφυγή, ἐν βίου περιστάσεσι, καὶ πειρασμοῖς καὶ θλίψεσιν, ἐπάκουσον δεήσεων, τῶν εὐλαβῶς προσιόντων σοι.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Νόννης βλάστημα, εὐσεβεστάτης, καὶ θεόφρονος, Ἀρχιερέως, Γρηγορίου Γοργονία θεόληπτε, Ναζιανζοῦ οἰκουρὸς ὡς ἀκάματος, καὶ ἐλεήμων γυνὴ κατεκόσμησας, πολιτείαν σου τὴν ἄμεμπτον ταπεινότητι, παννύχοις προσευχαῖς σεμνὴ καὶ στάσεσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

πακούουσα, γοργῶς σῶν δούλων, τῶν δεήσεων, μὴ διαλείπῃς, ἀγλαὴ Γοργοεπήκοε Δέσποινα, τῶν προσφευγόντων τῇ θείᾳ σου χάριτι, καὶ ἀντιλήψει καὶ σκέπῃ Μητρόθεε, ἡ τὸν εὔσπλαγχνον κυήσασα Λόγον Κτίσαντος, τὸν πάντας ἐλεοῦντα τοὺς ὑμνοῦντάς σε.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Νέκταρ γνώσεως τῆς θείας, Γοργονία ἐτρύγησας, ἐκ τῆς θείας Νόννης, τῶν σεπτῶν χειλέων πανεύφημε, καὶ ἐκ Γραφῶν τῶν Ἁγίων ἀναγνώσεως, μῆτερ πάνσεμνε, τῆς εὐσεβείας ἐκτύπωμα.

Σκεῦος Πνεύματος Ἁγίου, Γοργονία πανένδοξε, πέφηνας ἐκ χρόνων, παιδικῶν σου γόνε φιλόθεε, τοῦ Γρηγορίου καὶ Νόννης ἐκθρεψάντων σε, σὺν ὁμαίμοσι, τοῖς σοῖς ἐν ἄκρᾳ σεμνότητι.

ς τοῦ θείου Γρηγορίου, Θεολόγου αὐτάδελφον, σὲ ὑμνολογοῦμεν καὶ τοῦ Καισαρίου τοῦ ἔμφρονος, ἐστολισμένην σαπφείροις ὁσιότητος, μῆτερ πάνσοφε, ὦ Γοργονία πανάσπιλε.

Θεοτοκίον.

Φαίνει πᾶσι Θεοτόκε, φῶς Υἱοῦ σου τὸ ἄδυτον, Κεχαριτωμένη, τοῖς ἐν σκοτομήνῃ καθεύδουσι, χαμαιζηλίας Παρθένε παντευλόγητε, ἄστρον πάμφωτον, καὶ λαμπροφόρον ἁγνότητος.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

ανίσιν ἱδρώτων σου, ἐκάθηρας πᾶν φρόνημα, χοϊκὸν θεόφρον Γοργονία, καὶ τὸ σὸν πνεῦμα, πρὸς τὸν Σωτῆρα Χριστόν, ἀνέτεινας, δόμων οὐρανῶν, τῆς χαρᾶς σὲ δείξαντα, κληρονόμον θεόφιλε.

μόζυγε πάνσεμνε, τοῦ Ἀλυπίου πρότυπον, πέφηνας ἀμέμπτου πολιτείας, ταῖς θυγατράσι, ταῖς σαῖς τρισὶ θαυμαστή, καὶ τῇ ξυνωρίδι σῶν υἱῶν, Γοργονία μάργαρον, ἀρετῆς καὶ χρηστότητος.

Νῦν πάντες ὑμνοῦμέν σε, ὡς σύμβουλον θεόσοφον, σῶν οἰκείων μῆτερ Γοργονία, πιστῶν κατοίκων, Ναζιανζοῦ ἀρωγόν, ἐν πάσαις τοῦ βίου συμφοραῖς, καὶ τῶν ἐν ταῖς θλίψεσι, παραμύθιον ἔνθερμον.

Θεοτοκίον.

νύστακτε πρόμαχε, Παρθένε τῶν ὑμνούντων σε, Κεχαριτωμένη Θεοτόκε, στήριζε δούλους, τοὺς σοὺς θερμοὺς ἀκλινῶς, λιταῖς Γοργονίας τῆς σεπτῆς, πίστει καταφεύγοντας, μητρικῇ παῤῥησίᾳ σου.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

λέους κρήνη πολύῤῥυτε, ἐσκόρπισας τοῖς πένησιν ἔδωκας, καὶ πᾶσιν ἔδειξας, ἐμπεριστάτοις τὸν πλοῦτόν σου, ὦ Γοργονία μῆτερ, τῆς ἀντιλήψεως.

Γοργῶς ἐδίδους τοῖς πένησι, πλουσίως Γοργονία τὰ πρόσφορα, ὡς εὐσυμπάθητος, καὶ ἀδυνάτους ἐνίσχυες, τῇ σῇ παρὰ Κυρίου, δοθείσῃ χάριτι.

Κεκοσμημένη σεμνότητι, καὶ πίστει Γοργονία ἐκλέϊσας, τῇ πολιτείᾳ σου, Ναζιανζὸν τὴν πατρίδα σου, ἐγκαυχωμένην μῆτερ, σεπτοῖς σπαργάνοις σου.

Θεοτοκίον.

ς εὐσεβῶν καταφύγιον, ἐν βίου συμφοραῖς Μητροπάρθενε, σὲ μεγαλύνομεν, καὶ παραμύθιον τάχιστον, ἐν λύπαις Θεοτόκε, δειναῖς καὶ θλίψεσι.

 

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Kοσμιωτάτην ἱλαρὰν σεμνὴν φιλόθεον, γλώσσης κυρίαρχον ἀνδρείαν εὐσυμπάθητον, καὶ διδακτικὴν τιμήσωμεν εὐσχημόνως, Γοργονίαν Θεολόγου τὴν ὁμαίμονα, Γρηγορίου εὐσεβείας ὡς κειμήλιον, πόθῳ κράζοντες· Χαίροις Μῆτερ πανάρετε.

Ὁ Οἶκος.

γγελοι Γοργονία, πανσεβάσμιε μῆτερ, ἐξέστησαν ἰδόντες σὸν βίον, τὸν φιλόθεον διδακτικόν, καὶ μεστὸν ἀγάπης λαὸν ἅπαντα, Ναζιανζοῦ βοῶντα σοι, ἐν ἄκρᾳ εὐλαβείᾳ ταῦτα·

Χαῖρε, ἀπαύγασμα εὐσεβείας·

χαῖρε, ὡράϊσμα Ἐκκλησίας.

Χαῖρε, Γρηγορίου πανσόφου ἡ ὅμαιμος·

χαῖρε,  θεαρέστου ἀγῶνος ὁ πρόβολος.

Χαῖρε, σκήνωμα τῆς Χάριτος Παρακλήτου τοῦ σεπτοῦ·

χαῖρε,  κλέϊσμα σεμνότητος καὶ ἀγῶνος ἱεροῦ.

Χαῖρε, Νόννης ὁσίας ὁ θειότατος γόνος·

χαῖρε, τῆς νουθεσίας τῆς ἐνθέου ὁ τύπος.

Χαῖρε, πεντάδος φύλαξ θυρίδων σου·

χαῖρε, ὁμάδος διδάσκαλος τέκνων σου·

Χαῖρε, αὐτάδελφος τοῦ Καισαρίου·

χαῖρε, ὁμόζυγος τοῦ Ἀλυπίου.

Χαίροις, Μῆτερ πανάρετε.

 

Συναξάριον.

Τῇ ΚΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Γοργονίας, ἀδέλφης Γρηγορίου τοῦ Θεολόγου.

Ταῖς αὐτῆς  ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Μῆτερ εὔσπλαγχνε, τῶν ἀσθενῶν ἐπίσκεψις, χηρῶν βοήθεια, τῶν ὀρφανῶν ἀρωγός, καμνόντων ἀντίληψις, καὶ καταφύγιον, ὤφθης ἄριστον, ἐμπεριστάτων ὅμαιμε, Γρηγορίου Γοργονία.

ερώτατον, Ναζιανζοῦ ἐκβλάστημα, οἶκον ἀνέδειξας, τὸν σὸν ἁπάντων πτωχῶν, θερμὸν καταφύγιον, καὶ τῶν οἰκείων σου, διδακτήριον, πρὸς ἀρετῆς τελείωσιν, θεοφόρε Γοργονία.

σιότητος, ἐκβλύζει μῆτερ νάματα, ἡ πολιτεία σου, τοῖς Χριστωνύμων χοροῖς, καὶ τέρπει τοὺς ᾄδοντας, σεπτοὺς καμάτους σου, ὡς πολύῤῥυτος, τῆς σωφροσύνης χείμαῤῥος, καὶ ἀγάπης Γοργονία.

Θεοτοκίον.

κεσίας σου, πρὸς Τόκον σου τὸν ἅγιον, ἀπεκδεχόμεθα, Θεογεννῆτορ σεμνή, οἱ δοῦλοί σου πάντοτε, ἐξ Οὗ λαμβάνομεν, θείαν δύναμιν καὶ σθένος βίου δόλιχον, τοῦ παρόντος διανῦσαι.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Σὲ ἀνευφημοῦμεν Γοργονία, ὡς ἄγαλμα θεοσμίλευτον συνέσεως, πίστεως ἀνάκτορον, καὶ τῆς ἀγαπήσεως, Χριστοῦ χρυσοῦν διάδημα, ἀπεκδεχόμενοι, θερμάς σου ἱκεσίας πρὸς Κτίστην, τὸν ἀγωνοθέτην, ἡμῶν καὶ στεφοδότην.

Στῦλος εὐσεβείας Γοργονία, ἀσάλευτος καὶ προπύργιον σεμνότητος, τοὺς πιστοὺς ἐστήριξας, σοῦ τῷ παραδείγματι, χρηστότητι τοῦ ἤθους σου, καὶ εὐλαβείας σου, τοῖς τρόποις ὑπερύμνητε μῆτερ, κύμινον εὐῶδες, Ναζιανζοῦ εὐάνδρου.

Τέχνας τοῦ δολίου βροτοκτόνου, γνωρίζουσα Γοργονία πίστει βέλεμνα, τούτου κατεπάτησας, προσευχαῖς ἀόκνοις σου, Γραφῶν ταῖς ἀναγνώσεσι, καὶ σῶν αἰσθήσεων, σεπτῇ κυριαρχίᾳ τῶν πέντε, Νόννης τῆς μητρός σου, συμφώνως νουθεσίαις.

Θεοτοκίον.

μπλησον ἡμᾶς Θεογεννῆτορ, Παρθένε χαρᾶς ἀφθίτου τοὺς ὑμνοῦντάς σε, χαρμονῆς ὡς πρόξενον, τοῦ βροτῶν συστήματος, καὶ ὡς θερμὴν ἀντίληψιν, ἐν περιστάσεσι, τῶν σοὶ σπευδόντων εὐλογημένη, Χριστωνύμων πάντων, καταφυγὴ καὶ σκέπη.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Φαίνεις ἀστραπαῖς, τῆς σῆς ἀγαθότητος, κτίσεως σύμπαντα, τῆς ἀνευφημούσης σε, ὡς εὐσεβείας, πυρσὸν ὀλόφωτον, καὶ σωφροσύνης πύρσευμα, ὡς παμφαέστατον, Γοργονία, Γρηγορίου ὅμαιμε, Θεολόγου κοσμήτορος πίστεως.

ς Ναζιανζοῦ, ἀτίμητον μάργαρον, σὲ μεγαλύνομεν, Γοργονία πάνσεμνε, τὴν εὐποιΐαις, καθωραΐσασαν, τὸν ἐπὶ γῆς σου σύντομον, βίον πανθαύμαστε, καὶ τιμῶμεν, μνήμην σου τὴν πάνσεπτον, μελῳδίαις εὐτάκτοις καὶ ᾄσμασι.

Χαῖρε τοῦ Χριστοῦ, ἀμνὰς παναμώμητε, μητέρων σέμνωμα, Γοργονία εὔφημε, τοῦ Θεολόγου, ὁσία ὅμαιμε, χαῖρε ὀλβία θύγατερ Νόννης τῆς σώφρονος, καὶ Ἁγίου, Γρηγορίου ἔμφρονος, πάνυ Ναζιανζοῦ Ἀρχιποίμενος.

Θεοτοκίον.

Μήτερ τοῦ Θεοῦ, πιστῶν παραμύθιον, τῶν ἐν ταῖς θλίψεσι, ῥύου περιστάσεων, τοὺς ὁλοθύμως, σὲ μεγαλύνοντας, καὶ σὸν Υἱὸν δοξάζοντας, τὸν πολυεύσπλαγχνον, ἱκεσίαις, διαθέρμοις πάναγνε, Γοργονίας προτύπου σεμνότητος.

 

 

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ναζιανζοῦ ὄλβον θεῖον, οἰκογενείας εὐγενοῦς, τοῦ Γρηγορίου καὶ Νόννης, ἴον εὐῶδες καὶ τερπνόν, θεοειδῆ Γοργονίαν, ἐγκωμιάσωμεν ὕμνοις.

Θεοτοκίον.

ἀκαταίσχυντος πάντων, ἐλπὶς πιστῶν Χριστιανῶν, Θεογεννῆτορ Παρθένε, βοήθει πᾶσιν ἐν δεινοῖς, καὶ τρικυμίας τοῦ βίου, δοξολογοῦσιν Υἱόν σου.

 

Αἶνοι. Ἦχος  δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Γρηγορίου κοσμήτορος, θεολόγων ὁμαίμονα, ὕμνοις εὐφημήσωμεν οἱ φιλέορτοι, νῦν Γοργονίαν τὴν πάνσεμνον, εὐῶδες λευκάνθεμον, καὶ τερπνὸν Ναζιανζοῦ, καθηδῦνον ὁμήγυριν, τὴν Χριστώνυμον, ταῖς ὀδμαῖς πολιτείας θεαρέστου, καὶ κενωτικῆς ἀγάπης, πρὸς τρυχομένους καὶ στένοντας.

 

ρετῆς ἐνδιαίτημα, Γοργονία σεμνότητος, ἤθους τῆς χρηστότητος κοσμιότητος, κυριαρχίας αἰσθήσεων, ἀγάπης πρὸς ἅπαντας, ἀενάου προσευχῆς, ταπεινώσεως νήψεως, μῆτερ πέφηνας, καὶ σῶν τέκνων διατροφῆς ἐν φόβῳ, τοῦ Κυρίου εὐσχημόνως, Ναζιανζοῦ ἐγκαλλώπισμα.

 

ἀθρόα τοῦ σώματος, τοῦ βροτείου σου πύρωσις, πῆξις αἵματός σου καὶ νάρκη ἔνθεε, καὶ τῶν μελῶν σου παράλυσις, ὡδήγει πρὸς θάνατον, Γοργονία σὲ πικρόν, ἐξ οὗ τάχος ἐῤῥύσατο, ὁ Θεάνθρωπος, ἐπακούων θερμῶν δεήσεών σου, ὡς αἱμοῤῥοούσης πάλαι, ὁ συμπαθὴς καὶ φιλάνθρωπος.

 

Δεῦτε πάντες φιλέορτοι, Γοργονίαν τιμήσωμεν, Γρηγορίου θείου καὶ Νόννης βλάστημα, καὶ Γρηγορίου ὁμαίμονα, σεπτὴν καὶ φιλάρετον, Θεολόγου τοῦ κλεινοῦ, ἅμα τοῦ ἰατρεύοντος, ἀσθενήματα, ἀναργύρως, ἐνθέου Καισαρίου, ὡς Ναζιανζοῦ εὐσήμου, περικλεέστατον σέμνωμα.

 

Δόξα. Ἦχος πλ. α΄.

ξιοχρέως οἱ πιστοὶ Γοργονίαν εὐφημήσωμεν, τὴν εὐπειθῶς ὑπείκουσαν τοῖς αὐτῆς γενήτορσι, καὶ ἐν φόβῳ Θεοῦ νουθετήσασαν τὰ ἑαυτῆς τέκνα, ἐν εὐλαβείᾳ κραυγάζοντες· Ἡ ἀκραιφνεῖ πολιτείᾳ προσευχῇ καὶ νήψει, θεωθεῖσα κατὰ μέθεξιν, δεῖξον ἡμῖν τὴν τρίβον τῆς ἐν Χριστῷ τελειώσεως, καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς τῶν ὕμνοις τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,...

 

Δοξολογία Μεγάλη καὶ 'Απόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Γρηγορίου ἡ ἀδελφή, Θεολόγου μῆτερ, Γοργονία ἡ θεαυγῶς, λάμψασα ἐν κόσμῳ, σεμνότητος ἀκτῖσι, καὶ φέγγει εὐσεβείας, καὶ ταπεινώσεως.

 

 

 

ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΓ΄.

ΓΟΡΓΟΝΙΑ ΟΣΙΑ

ΤΡΟΠΑΡΙΑ

(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν γ΄ Προσόμοια τῆς Ὁσίας. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.

Ἀγαθοτάτης σὺ ῥίζης ἔφυς ἐκβλάστημα, ὑψόφρον Γοργονία, καὶ χαρίσμασι πλείστοις, ἐκόσμησας πανσόφως βίον τὸν σόν, τοῖς παροῦσι τὰ μέλλοντα, ἐξαγοράσασα Μῆτερ θημωνιάν, ἀρετῶν σου ἐπεστοίβασας.

 

Οὐ μόνον πίναξ ἐφάνης μιγάδων Μῆτερ σοφή, ἀλλὰ καὶ τῶν παρθένων, σωφροσύνῃ συζῶσα· παρεῖδες ὡς προσκαίρων τὰ τῆς σαρκός, καίπερ γάμῳ συνδέδεσαι· τῶν οὐρανίων γὰρ πόθῳ τὰ ἐπὶ γῆς, καθ’ ἡμέραν καθυπέττατες.

 

Γοργὸν τὸ βῆμα ἐποίεις πρὸς ὕψος βλέπουσα, σαὐτὴν ἅρμα ποιοῦσα, Πνεύματος τοῦ Ἁγίου· οὐ μόνον δὲ τοῖς πέλας λύχνος λαμπρός, ἀνεφάνης τοῖς ἔργοις σου, ἀλλὰ τοῖς πᾶσιν σιγῶσα καὶ νῦν φωνεῖς· Ἀγαπήσατε τὸν Κύριον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἡ κατὰ Θεὸν πολιτεία σου Γοργονία δούλη Χριστοῦ, οὐ φαιδρὰ ἱστορία μυθοπλαστίας ἐδείχθη. Τῇ γὰρ ἐπωνυμίᾳ σου καὶ ὁ τρόπος γρήγορος ἐφάνη, πρὸς Θεοῦ τὴν κατάληψιν. Οὐχ εὑρέθη ἐν σοὶ λόγος ἀργός, οὐδὲ χρόνος ὑπῆρξεν, ὃς οὐκ ἤρτυται τῇ τῆς Τριάδος δοξολογίᾳ. Πάντα ὑποτάξασα τῇ εὐαγγελικῇ προστάξει, πάντων μετρίως μετείληφας, ἀλλὰ καὶ πάντων σοφῶς ὑπερέκεισο ὡς ὑψιβάμων· διὸ χαίρουσα νῦν ἐν οὐρανοῖς, πρέσβευε δεόμεθα, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός. Ὢ τοῦ παραδόξου θαύματος

Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων κρουνούς, ἐκ καρδίας πηγάζουσα, τῇ Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν. Διὰ τὸ πλῆθος, τῶν οἰκτιρμῶν σου ἁγνή, τῆς φοβερᾶς με, ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.

Ἢ Σταυροθεοτοκίον

Ἥλιος Τέκνον ἠμαύρωται, καὶ ἡ σελήνη τὸ φῶς, εἰς ζοφῶδες ἱμάτιον, γνοφερῶς μετέβαλε· γῆ κλονεῖται καὶ ῥήγνυται, τὸ τοῦ ναοῦ σου δὲ καταπέτασμα· κἀγὼ πῶς Τέκνον, οὐ διαῤῥήξομαι, σπλάγχνα καὶ ὄμματα; παρειὰς γλυκύτατε καταξανῶ, ἀδίκως σε θνῄσκοντα, βλέπουσα Σῶτέρ μου.

Εἰς τὸν Στίχον, Προσόμοιον τῆς Ὁσίας.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Χαίροις, ὦ Γοργονία σεμνή, τῶν γυναικῶν περιφανὲς ἐγκαλλώπισμα· σὺ ὄντως ἐδείχθης οἶκος, θεοειδῶν ἀρετῶν, καὶ Εὐαγγελίου ἐκπληρώτρια· εὐχαῖς καὶ δεήσεσι, τὸν Χριστὸν περικλείσασα, ἐν τῇ καρδίᾳ, τῶν πτωχῶν μήτηρ γέγονας, διανέμουσα, ἀφειδῶς τὰ προσόντα σοι· ὅθεν πολλοῖς χαρίσμασι, σαὐτὴν ἐγκοσμήσασα, ἐν ταῖς χερσὶ τοῦ Κυρίου, τὴν σὴν ψυχὴν παραδέδωκας, καὶ νῦν ἱκετεύεις, ὑπὲρ ὅσοι ἐκτελοῦσι, τὴν θείαν μνήμην σου.

 

Δόξα. Ἦχος πλ. α΄.

Τὴν στενὴν βαδίσασα ὁδόν, τὴν θλίψεσι στενουμένην καὶ τοῖς τοῦ βίου λυπηροῖς, νῦν ἐσκήνωσας Γοργονία, ἐν πλάτει τῆς Βασιλείας τοῦ Θεοῦ. Μηδαμῶς ἐκκλίνασα τοῦ Νόμου Αὐτοῦ, ἔμψυχον ἐδείχθης Εὐαγγέλιον, τοῖς τε ἐγγὺς καὶ μακράν, οὐδὲ κατὰ μικρὸν ὑποστείλασα, τὰ τῆς θεώσεως παλαίσματα. Οὐ γὰρ ζυγὸς ἀνδρός σε ἐβάρυνεν, οὐ μέριμναι τεκνοτροφίας, ἤ τι ἄλλο τῶν τοῦ κόσμου προσκαίρων καὶ φθαρτῶν. Πάντα ὑποτάξασα γενναιοφρόνως τῷ λογισμῷ τῆς εὐσεβείας, ὡς πολυκαλλίκαρπον δένδρον τῆς Ἐκκλησίας ηὐξήθης. Διὸ καὶ ἡμεῖς σὺν τῷ ὁμαίμονί σου πανηγυριστῇ Γρηγορίῳ, ψελλίσματά σοι αἴνων προσφέροντες, αἰτούμεθα πρεσβεύειν, τῷ γλυκυτάτῳ Κυρίῳ, ὅπως γοργῶς συναπολαύσωμέν σοι, τῆς θέας τοῦ παμφώτου Προσώπου Αὐτοῦ.

 

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός. Χαίροις ἀσκητικῶν.

Λάμψον τὸν φωτισμόν σου ἐμοί, τῷ ἐν τῷ σκότει τῶν δεινῶν ἐνυπάρχοντι, τὸ φέγγος τῆς ἀληθείας, ἡ συλλαβοῦσα Θεόν, καὶ σαρκὶ τεκοῦσα Μητροπάρθενε, βυθοῦ ἀπογνώσεως, διὰ τάχους ἀνάγαγε, καὶ ἐπὶ πέτραν, ἀσφαλοῦς βιοτεύσεως, ἐπιστήριξον, τῆς ψυχῆς μου τὰ βήματα, δίκασον τοὺς ἀπαύστως με, πολεμοῦντας δαίμονας, παῦσον τόν πόνον ἐν τάχει, τῆς ταλαιπώρου καρδίας μου, ἐλπὶς τῶν περάτων, ἡ τῷ κόσμῳ δωρουμένη, τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

Ἄρνα τὸν ἑαυτῆς ἡ Ἀμνάς, ποτὲ ὁρῶσα πρὸς σφαγὴν ἐπισπεύδοντα, προθύμως κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ· Ποῦ πορεύῃ, τέκνον μου γλυκύτατον; Χριστὲ τίνος χάριν, τὸν δρόμον τοῦτον μακρόθυμε, τρέχεις ἀόκνως, Ἰησοῦ ποθεινότατε, ἀναμάρτητε, πολυέλεε Κύριε; Δός μοι λόγον τῇ δούλῃ σου, Υἱέ μου παμφίλτατε, μή με παρέλθῃς οἰκτίρμον, σιγῶν φρικτῶς τὴν τεκοῦσάν σε, Θεὲ ζωοδότα, ὁ δωρούμενος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

 

 

 

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Γρηγορίου τοῦ πάνυ τὴν ὁμαίμονα ᾄσωμεν, ᾄσμασιν ἐνθέοις ὡς τύπον, ἐγκρατείας τῆς σώφρονος. Συζήσασα τῷ φόβῳ τοῦ Θεοῦ, χορεύει νῦν ἐν πόλοις οὐρανοῦ, Γοργονία ἡ τὸ ὄμμα τὸ ψυχικόν, ἐξόχως ἐκλαμπρύνασα. Δόξα τῷ ἁγιάσαντι αὐτήν, δόξα τῷ θαυμαστώσαντι, δόξα τῷ ἐκμαγεῖον ἀρετῆς, ἐν κόσμῳ θεῖον δείξαντι.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχ. δ΄. Ἐπεφάνης σήμερον.

Τοῦ Χριστοῦ ὁ πόθος σε, ὅλην ἀνῆψε, διὸ ὄμμα ἔτεινες, πρὸς οὐρανὸν τὸ τῆς ψυχῆς· ὅθεν Θεός σε ἠμείψατο, ὦ Γοργονία, πολλοῖς τοῖς χαρίσμασι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Παναγία Δέσποινα, Μῆτερ Κυρίου, τῆς ψυχῆς μου ὄμματα, ἐσκοτισμένα σφαλερῶς, ταῖς σαῖς πρεσβείαις διάνοιξον, ἵνα κατίδω, τὸ φῶς μου τὸν Κύριον.

Ἢ Σταυροθεοτοκίον. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Ἐπὶ Σταυροῦ σε δυνατὲ κρεμασθέντα, κατανοοῦσα ἡ ἀμνὰς καὶ Παρθένος, ὀδυρομένη ἔλεγε δακρύουσα· Τίς σου ἡ ἀπόῤῥητος συγκατάβασις Λόγε; πῶς σε νῦν κατέκρινεν, ὁ κατάκριτος δῆμος, τὸν πάντας κρῖναι μέλλοντα Θεόν. Ὑμνολογῶ σου τὸ ἄφατον ἔλεος.

 

Κάθισμα, ἐν τῇ γ΄ ᾠδῇ. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐκ Θεοῦ εὐμοιρήσασα γενεᾶς, φοβουμένων τὸν Κύριον ἀληθῶς, καρπὸς ἀξιότατος, Γοργονία ἐβλάστησας. Οὐ δεσμός σε τοῦ γάμου, οὐ κόσμου τερπνότητες, ἀφελεῖν ἐκ ψυχῆς σου, οὐράνιον φρόνημα, ἴσχυσαν οὐδόλως· διὸ Μῆτερ ἐφάνης, Τριάδος ἁγνότατον, ἐνδιαίτημα πάντων τε, ἀγαθῶν πολυέραστον, οἴκημα ὁσία σεμνή, ᾟ μὴ παύσῃ πάντοτε πρεσβεύουσα, ὑπὲρ πάντων τῶν ὅσοι, τελοῦσι τὴν μνήμην σου

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Ἡλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, ὑπεράμωμε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλη, καταύγασον δέομαι, καὶ μεμολυσμένην τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Ἢ Σταυροθεοτοκίον. Τὴν Σοφίαν καὶ Λόγον

Τὸν ἀμνὸν καὶ ποιμένα, καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα, ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε, ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

 

Κοντάκιον τῆς Ἁγίας. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Σωφροσύνης ἅπαντες, τέμενος ὕμνοις ἐνθέοις, οἱ πιστοὶ τιμήσωμεν, Θεῷ τὴν πεποθημένην· αὕτη γάρ, τὰ παρθενίας ἔργα ἐν γάμῳ, πράξασα, τῷ τῆς Παρθένου Υἱῷ ὀπίσω, ἐκολλήθη ἐκ καρδίας, ψάλλουσα οὕτω· Χριστός μου ἡ δύναμις.

 

Συναξάριον.

Τῇ ΚΓ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας Γοργονίας, ἀδελφῆς τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τῷ κόσμῳ τῶν ἀρετῶν σου, κεκοσμημένη φρονίμως, οὐ μόνον τὰ τῆς ψυχῆς σου, ἐδίωξας Γοργονία, ἀλλ’ ὡς χριστόαπτος λύχνος, πολλοὺς ἐφώτισας Μῆτερ.

Θεοτοκίον, ὅμοιον.

Ὁ γλυκασμὸς τῶν ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μῆτερ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

 

Εἰς τὸν Στίχον τῶν Αἴνων. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς

Ἐν διαθήκῃ σου ἕστης ἰσοβίως, καὶ τοῖς σοῖς παλαίσμασιν ἐπαλαιώθης καινῶς, ὦ Γοργονία φιλόλογε, τοῦ Θεολόγου, ἡ ὁμοπάτριος καὶ ὁμότροπος, Λόγον ἀγαπήσασα καὶ Λόγῳ ζήσασα, λόγοις τοῖς θείοις ἐφείλκυσας, πρὸς τὴν τοῦ Λόγου, ζωὴν καὶ γνῶσιν τὴν ὄντως μένουσαν, ὡς προσφορὰν σὸν ὁμόζυγον, ἐκ τοῦ σκότους τῆς πλάνης ἐξάξασα, κατὰ χάριν τὴν θείαν, αὐτοῦ μήτηρ χρηματίσασα.

 

Παρὰ Κυρίου κενὸς Μῆτερ οὐκ ἔσται, κόπος σου ὁ σύμβιος, ἀλλ’ ἀφορμὴ δωρεῶν, ὡς ἔτι ζώσῃ σοι ἔδειξεν, ὅτε ἡ χείρ σου, ἡ ἐλεήμων οὐδόλως ἵδρωσεν, νύκτα καὶ ἡμέραν τε διακονοῦσα Αὐτῷ, διδοῦσα πᾶσι τὰ πρόσφορα, ἀδιακρίτως, ἀγάπης κέντρῳ ἐμπληττομένη σφοδρῷ, ἀλλὰ καὶ πόνοι οὓς ὑπέμεινας, οἱ τοῦ σώματος στέφη ἀμάραντα, παραδείσου ὦ μῆτερ, Γοργονία σοι προσάξουσι.

 Δόξα. Ἦχος δ΄

Τὴν γονικὴν εὐλάβειαν ὡς βάσιν κατέχουσα, δι’ εὐσεβείας ἀληθοῦς σεαυτὴν ἀνέδειξας, Γοργονία παμμακάριστε, οἶκον λαμπρὸν τοῦ Θεοῦ. Ὅθεν ὡς πολύφορος ναῦς ἐξ ἀρετῶν πεπληρωμένη, τῷ ἀσαλεύτῳ λιμένι καθώρμησαι, τῆς Βασιλείας τῶν οὐρανῶν, ἔνθα μετὰ τῶν ἁγίων οἰκογενῶν σου, μὴ παύσητε πρεσβεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν

Ἐν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντᾳ, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον, ἐπαγρυπνοῦντα χαρίτωσον, τὸν νοῦν μου πανάμωμε, καὶ εὐόδωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσφυγὼν ἐν τῇ σκέπῃ σου.

Ἢ Σταυροθεοτοκίον. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν

Τὸν ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο, Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων, καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα.

 

Μεγαλυνάριον

Ἔχουσα τὸν πόθον τοῦ Ἰησοῦ, γοργῶς Γοργονία, ἐπορεύθης ὥσπερ

δορκάς, εἰς πηγὰς ὑδάτων, τῶν κάτω παριδοῦσα, καὶ τῆς Σιὼν τῆς ἄνω, πολῖτις γέγονας.