ΑΥΓΟΥΣΤΟΣ Γ΄!!
ΘΕΟΚΛΗΤΩ ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ.
Νικοδήμου Ἀεράκη)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ’
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Θεοκλητὼ ἐγκωμίοις ἀνευφημήσωμεν,
τῆς σωφροσύνης τύπον, εὐλαβείας εἰκόνα, πάντων πενομένων τὴν ἀρωγόν, καὶ ἀγάπης
τὸ ἄγαλμα, τὴν θαυμαστῶς ὁδηγοῦσαν πρὸς τὸν Θεόν, τῶν θαυμάτων κρήνην ἔνθεον.
Θεοκλητὼ τὴν πανσέβαστον ἀνυμνήσωμεν,
ὑπόδειγμα ἐγγάμων, εὐλαβῶν ἐναρέτων, τῆς φιλανθρωπίας μέγαν πυρσόν, τῶν
πασχόντων διάκονον, δούλην πανθαύμαστον Λόγου τοῦ δι’ ἡμᾶς, δεξαμένου πάθη ἄχραντα.
Θεοκλητὼ τὴν Ἁγίαν καὶ
θεοτίμητον, ὑμνήσωμεν ἀξίως, ἐν ᾠδαῖς ἐκωμίων· αὕτη ἐρασθεῖσα Λόγου Θεοῦ, τοὺς ἀνθρώπους
ἠγάπησε, καὶ ὡς εἰκόνας Κυρίου θεοειδεῖς, ἐν θυσίᾳ διηκόνησεν.
Θεοκλητὼ δεῦτε πάντες ἐγκωμιάσωμεν,
τὸ ἄνθος σωφροσύνης, ἁγιότητος κόσμον, τύπον τῶν ἐγγάμων ἐν ἀρεταῖς, τῆς ἀγάπης
τὸ πέλαγος, τὸ τῶν θαυμάτων ἀδάπανον θησαυρόν, ἀφθαρσίας πλοῦτον ἄσυλον
Δόξα. Ἦχος β΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, τὸ τῆς
ἁγιότητος καὶ τῆς φιλανθρωπίας ἄγαλμα, Θεοκλητὼ τὴν πανεύφημον, ἐν ψαλμοῖς καὶ ὕμνοις,
θεοπρεπῶς τιμήσωμεν. Αὕτη γὰρ τὰ τοῦ Θεοῦ προστάγματα, τῇ δυνάμει τοῦ
Παρακλήτου, θεοφιλῶς ἐτήρησε, καὶ ἐπαξίως παρὰ Χριστοῦ, ἐν οὐρανοῖς ἐστέθη,
συνεορτάζουσα πᾶσι τοῖς Ἁγίοις, εἰς τοὺς αἰῶνας.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε Θεοκλητώ, τιμήσωμεν ἐν ὕμνοις,
καὶ ἐν ᾠδαῖς εὐφήμοις, ὡς δούλην τοῦ ἐλέους, ἀγάπης τε τὸ ἄγαλμα.
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Πάντες Θεοκλητώ, φιλανθρωπίας
κλέος, καὶ τῶν ἐγγάμων γέρας, ὑμνήσωμεν ἐμφρόνως, θυσίας τὸ ἀγλάϊσμα.
Στ.:
Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Ὕμνοις Θεοκλητώ, δοξάσωμεν ἐνθέως,
Χριστοῦ τοῦ φιλανθρώπου, ἀντίτυπον ἐν ἔργοις, δοχεῖον δὲ τῆς χάριτος.
Δόξα. Τριαδικόν.
Κυρίῳ καὶ Θεῷ, Μονάδι κατ’ οὐσίαν,
Τριάδι ἐν προσώποις, λατρεύσωμεν ἐν φόβῳ, τῷ μόνῳ Πανοικτίρμονι
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα τοῦ παντός, τῆς Ναζαρὲτ ἡ
Κόρη, Μῆτερ τοῦ Θεανθρώπου, ἱκέτευσον Σὸν Τόκον, ὑπὲρ τῶν ἀνυμνούντων Σε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Πέλεις πρότυπον, φιλανθρωπίας, καὶ
διδάσκαλος, αὐτοθυσίας, ἀρετῆς Θεοκλητὼ ἀκροθίνιον· διακονεῖς γὰρ ἐν ζήλῳ τοῖς
πένησι, καὶ ἀσθενοῦσιν ὡς Μήτηρ φιλόστοργος· ὅθεν ἅπαντες, Χριστὸν τὸν Θεὸν
δοξάζομεν, τὸν σὲ ἐν οὐρανοῖς ἐν δόξῃ στέψαντα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια δευτεροῦντες αὐτά. Ἦχος δ΄. Ὡς γενναῖον ἐν
Μάρτυσιν.
Τῆς ἀγάπης τὸ πέλαγος, εὐσπλαγχνίας
τὴν ἄβυσσον, συνελθόντες σήμερον εὐφημήσωμεν, Θεοκλητὼ τὴν θεόφιλον, πενήτων ἐνίσχυσιν,
δυστυχούντων ἀρωγόν, ἀσθενούντων ἀντίληψιν, τὴν φιλόπτωχον, τὴν στεφθεῖσα ἐνδόξως
ἐκ τοῦ Λόγου, ἐν παστάδι οὐρανίῳ, ἐν τῇ ἀγήρῳ μακαριότητι.
Τοῦ Χριστοῦ ἀφομοίωμα, ἀρετῆς ἀκροθίνιον,
ἐν χαρᾷ καὶ ᾄσμασιν ἑορτάσωμεν, Θεοκλητὼ τὴν φιλάνθρωπον, τῆς πίστεως ἔρεισμα,
αὶ ἀγάπης ἀληθοῦς, θεοστόλιστον ἄγαλμα, καὶ ὑπόδειγμα, τῆς θυσίας ἀείφωτον
κανδήλαν, τὴν φωτίζουσαν καρδίας, τὰς σκοτισθείσας ἐν θλίψεσιν.
Ταβιθᾶ τὸ ἀντίγραφον, τοῦ Τωβὶτ τὸ
ἀντίτυπον, ἐν ᾀσμάτων ἄνθεσι καταστέψωμεν, Θεοκλητὼ τὴν πανεύφημον,
πλουτίζουσαν πένητας, ἀγαθῶν τῇ πλησμονῇ, τοῦ ἐλέους τὴν ἄβυσσον, τὴν
θεόσδοτον, καὶ πηγὴν παρακλήσεως τῆς θείας, ἀδελφοῖς τοῖς ἐλαχίστοις, τὴν
λαμπηδόνα τῆς χάριτος.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὁ τῶν φιλαγίων σύλλογος,
εὐφροσύνως συναθροισθείς, ἐπὶ τῇ μνήμῃ τῆς φιλανθρώπου Θεοκλητοῦς, ἐν θαυμασμῷ
καὶ χαρᾷ, τὴν πρὸς τοὺς πένητας ἀγάπην αὐτῆς ἐμμελετῶν, θεοφιλῶς βοᾷ πρὸς αὐτήν·
Χαίροις, ἡ τοῦ ἐλέους κρήνη, καὶ τὸ τῆς ἀγάπης τοῦ Χριστοῦ ἀντίτυπον· χαίροις, ἡ
ἀξιωθεῖσα τῶν πρὸς τὸν Κορνήλιον μακαρίων ἀγγελικῶν λόγων· αἱ προσευχαί σου καὶ
αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ. Ὡς σαββατίζουσα ἐν
οὐρανοῖς, Μῆτερ φιλόστοργε, ἐκτενῶς τὸν Σωτῆρα καὶ Θεὸν ἱκέτευε, ὑπὲρ εἰρήνης
τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν
τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ
καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται
ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα
γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε
κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.
Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ
λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς
ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν
ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα.
Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ
τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι,
περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε
προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ
οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς,
καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,
πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι
καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω.
Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ
γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ πορευόμενος
ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. ἐκ στόματος
ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. οὗ μή εἰσι βόες, φάτναι
καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει
δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις
δὲ παρὰ φρονίμοις εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως
χείλη σοφά. σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος
σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς
πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ
καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος
θανάτου.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει
Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ
ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε
ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ
Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ
ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς
καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;
Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.
Λιτή.
Ἦχος α΄.
Φαιδρὰν ἑορτὴν
καὶ ἱερὰν πανήγυριν, ἡ τοῦ Χριστοῦ Ἐκλησία, ἐπὶ τῇ μνήμῃ τῆς φιλανθρώπου
Θεοκλητοῦς, τῆς ἐν τῇ ἄνῳ Σιὼν εὐφραινομένης, ἱεροπρεπῶς ἐπιτελεῖ σήμερον. Αὕτη
γὰρ περιχαρῶς, τοὺς ἐλαχίστους ἀδελφοὺς τοῦ Κυρίου ἀγαπήσασα, ὑπὲρ αὐτῶν τὴν
ψυχὴν αὐτῆς προσήνεγκεν· ὅθεν τὸν δρόμον τελέσασα, καὶ τὴν πρὸς τοὺς ἐν ἀνάγκαις
ἀγάπην κατακυρώσασα, τὸν τῆς δικαιοσύνης εἴληφε στέφανον, παρὰ τοῦ ἐλεήμονος
Χριστοῦ, καὶ Σωτῆρος ταν ψυχῶν ἡμῶν.
Ἦχος
β΄.
Δεῦτε οἱ τοῦ
φιλανθρώπου Χριστοῦ μαθηταί, καὶ τῆς ἐλεημοσύνης ἐρασταί, τὴν φιλεύσπλαγχνον
Θεοκλητώ, ἐν ᾠδαῖς καὶ ὕμνοις καταστέψωμεν. Αὕτη γάρ, τῶν λόγων τοῦ Χριστοῦ·
μακάριοι οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται, περιποθήτως ἀκουτισθεῖσα, τῶν τοῦ
κόσμου ὡς μὴ ὄντων κατεφρόνησε, καὶ ὁλοθύμως ὑπὲρ τῶν πενήτων ἑαυτὴν ἠνάλωσεν· ὅθεν
παρὰ τοῦ ἐλεήμονος Θεοῦ ἐλεηθεῖσα, εἰς τὴν οὐράνιον εἰσῆλθε παστάδα, ἔνθα αἰωνίως
σὺν τοῖς ἐλεήμοσιν ἀγάλλεται, ἀπαύστως πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Θεοκλητὼ τὴν θεόκλητον τῆς ἀγάπης
διάκονον, ἱεροπρεπῶς ἀδελφοί, ἐν ᾠδαῖς καὶ ὕμνοις εὐφημήσωμεν. Τοῖς γὰρ λόγοις
τοῦ Πνεύματος δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν, κατὰ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ,
θαυμαστῶς ὑπήκουσε, τοῖς πένησιν ἐν ἀγάπῃ διακονήσασα· ὅθεν ἐν οὐρανοῖς τὴν ἀνταπόδοσιν
λαβοῦσα, μετὰ πάντων τῶν Ἁγίων ἀναπαύεται, καθικετεύουσα τὸν Κύριον, ὑπὲρ
πάντων τῶν τιμώντων τὴν μνήμην αὐτῆς.
Ἦχος δ΄.
Ἡ θεοτίμητος Ἁγία Θεοκλητώ, ἐν
χερσὶ τὰ τῆς ἀγάπης ἔργα φέρουσα, ἐν οὐρανοῖς αἰωνίως ἀγάλλεται, κατὰ τὸ τοῦ
Σειρὰχ λόγιον, ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ. Ὄντως μακαρία ἡ τῶν πενήτων
τροφεύς, ἣ ἐν ὀλίγοις πιστὴ φανεῖσα, τῶν ἀῤῥήτων ἀγαθῶν, ἐν τοῖς θείοις δώμασιν
ἀπολαύει. Αὐτῆς ἀξίωσον καὶ ἡμᾶς, ὁ Κύριος καὶ τῆς ἀγάπης διδάσκαλος, τῆς ἐν τοῖς
κόλποις τοῦ Ἀβραάμ, ποθητῆς ἀναπαύσεως.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε χριστοφόροι λαοί, ἐκστατικῶς
ἀκουτισθῶμεν, τί περὶ τῆς φιλανθρώπου Θεοκλητοῦς, καὶ πάντων τῶν φιλευσπλάγχνων
ἁγίων, ἡ τοῦ Τωβὶτ βίβλος λέγει: Ἐλεημοσύνη ἐκ θανάτου ῥύεται. Αὕτη γὰρ τὰ τοῦ
κόσμου καταλιποῦσα, τῆς ψυχῆς αὐτῆς ἐκ τοῦ σώματος χωρισθείσης, μεταβέβηκεν ἐκ
τοῦ θανάτου εἰς τὴν ζωήν, τὴν μακαρίαν καὶ ἄληκτον. Αὐτῆς τῇ βιοτῇ καὶ ἡμεῖς
κατακολουθήσωμεν, ἵνα τῷ τοῦ Παντάνακτος ἐλέει, εἰσέλθωμεν εἰς παστάδα οὐράνιον.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, φιλανθρωπίας κρουνός, τῆς
εὐσπλαγχνίας ἡ πηγὴ ἡ ἀείῤῥοος, ὑπόδειγμα τῆς ἀγάπης, Θεοκλητὼ ἐκλεκτή, καὶ
θυσίας ὄντως ἀκροθίνιον. Χριστοῦ γὰρ ἠγάπησας, ἀδελφοὺς καὶ ἐπόθησας, αὐτοῖς
δοθῆναι, ὥσπερ μήτηρ πανεύσπλαγχνος, ἐκνικήσασα, τὴν τοῦ σώματος ἄνεσιν· ὅθεν εἰς
τὰ οὐράνια, εἰσῆλθες σκηνώματα, δόξαν λαβοῦσα Ἁγίας, καὶ παῤῥησίας πρὸς Κύριον,
πρεσβεύειν ἀπαύστως, ὑπὲρ πάντων τῶν τιμώντων, τὰ σὰ θαυμάσια.
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, ἡ Ταβιθὰ τῶν πτωχῶν, τῶν
ἐν ἀνάγκαις τοῦ Τωβὶτ τὸ ἀντίγραφον, πενήτων ἡ παρακλήτωρ, Θεοκλητὼ σεβαστή, τῆς
ἀγάπης ῥεῖθρον τὸ ζωήῤῥυτον· σαρκὸς γὰρ ἐνίκησας, ἀπολαύσεις ῥαστώνην τε, πολλοῖς
δὲ πόνοις, τῷ Χριστῷ διηκόνησας, καὶ ἐσπόγγισας, θλιβομένων τὰ δάκρυα· ὅθεν τὴν
σὴν πανεύφημον, τιμῶντες πανήγυριν, χάριν Χριστοῦ ἐκζητοῦμεν, ταῖς σαῖς
πρεσβείαις πανθαύμαστε, μιμεῖσθαι σὴν πίστιν, καὶ καλὴν ὁμολογίαν, καὶ βίον ἄμεμπτον.
Στ.:
Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Χαίροις, διακονίας κανών, καὶ
καρτερίας θαυμαστῆς τὸ ὑπόδειγμα· σταυρὸν γὰρ ἐπ’ ὤμων ἦρας, Θεοκλητὼ θαυμαστή,
καὶ Χριστῷ ἀξίως ὑπηρέτησας· ἐστήριξας πένητας, θλιβομένους τοῖς πόνοις σου, καὶ
ἀσθενούντων, τὰς καρδίας ἀνέψυξας, καὶ πρὸς Κύριον, τὰς ψυχὰς πάντων ἴθυνας· ὅθεν
ἐν ἐγκωμίοις τε, καὶ ὕμνοις πανεύφημε, ἄθλους τοὺς σοὺς ἐπαινοῦμεν, καὶ τὰς
λιτάς σου πρὸς Κύριον, αἰτούμεθα Μῆτερ, ἵνα λάβωμεν πλουσίως τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ τοῦ Χριστοῦ Ἐκκλησία, εἰς
πανήγυριν πνευματικήν, τῶν φιλεόρτων τὸν δῆμον συγκαλεῖ. Πρόκειται πᾶσιν ἡμῖν, ἡ
τῆς ἐλεήμονος Θεοκλητοῦς ἑορτή, καὶ ἐν πίνακι ἱερῷ ἡ πληθὺς τῶν αὐτῆς ἀγαθῶν τῆς
ἀγάπης ἔργων. Δεῦτε οὖν καὶ ἡμεῖς ἐν ὕμνοις καὶ ἐγκωμίοις, λόγοις τε καὶ ἔργοις
ὄντως θεοπροσδέκτοις, αὐτὴν τιμήσωμεν, ἵνα οἱ τῆς θείας Σοφίας λόγοι· Ἐλεημοσύναι
καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε· ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις
χάριν, καὶ περὶ ἡμῶν ἀληθεύσωσι.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Πέλεις πρότυπον, φιλανθρωπίας, καὶ
διδάσκαλος, αὐτοθυσίας, ἀρετῆς Θεοκλητὼ ἀκροθίνιον· διακονεῖς γὰρ ἐν ζήλῳ τοῖς
πένησι, καὶ ἀσθενοῦσιν ὡς Μήτηρ φιλόστοργος· ὅθεν ἅπαντες, Χριστὸν τὸν Θεὸν
δοξάζομεν, τὸν σὲ ἐν οὐρανοῖς ἐν δόξῃ στέψαντα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν
εὐσπλαγχνίαν σου, Θεοκλητὼ σεπτή, καὶ τὴν ἀγάπην σου, πρὸς τὸν ἐλάχιστον, τὸν ἀδελφὸν
τοῦ Ἰησοῦ, ἐτίμησε σὸς Νυμφίος· ὅθεν ὡς φιλάνθρωπον, τοῦ ἐλέους τὸ ἔπαθλον, καὶ
ζωῆς ἀπόλαυσιν, ἐδωρήσατο κρείττονος· διὸ ἐν ἐγκωμίοις βοῶμεν· χαῖρε πηγὴ θείου
ἐλέους.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸν
ἀκατάληπτον, καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον, Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί
σου μυστικῶς ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν
τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ
Κεχαριτωμένη.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α᾿. Τὸν τάφον Σωτήρ.
Σεμνὴν
Θεοκλητώ, εὐφημήσωμεν ὕμνοις, καὶ στέψωμεν λαμπρῶς, ἐν ᾠδαῖς ἐγκωμίων, πενίαν γὰρ
τὴν ἔμπονον, τῶν ἀνθρώπων ἐμίσησεν, ἀσθενοῦσι δὲ ψυχῇ καὶ σώματι πᾶσι, θείᾳ
χάριτι, μετὰ χαρᾶς διηκόνει, Χριστοῦ ὡς ἀντίγραφον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μητέρα
σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ
καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ
κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττει
ἀληθῶς, Θεοκλητοῦς ἡ βιοτή, καὶ Ἀγγέλους καὶ βροτούς, ἀπαρνηθείσης θαυμαστῶς, τὰς
ἐν τῷ κόσμῳ ἀνέσεις καὶ παρακλήσεις, πλοῦτον γὰρ αὐτῆς διεσκόρπισε, πᾶσι τοῖς
πτωχοῖς ὡς φιλεύσπλαγχνος, αὶ φιλανθρώπου στέφανον ἐδέξω, ἐν εὐφροσύνῃ
κραυγάζουσα· Χριστός μου πλοῦτος, καὶ εὐφροσύνη, ὁ Κύριος τοῦ ἐλέους.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ
χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων
νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ
Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς
ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.
Εἶτα, οἱ Ἀναβαθμοί·
τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.:
Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Σήμερον ἡ τῶν πιστῶν ὁμήγυρις, ἐν
ἐγκωμίοις ἐνθέοις, τὴν φιλεύσπλαγχνον Θεοκλητὼ ἐπευφημεῖ, βοῶσα πρὸς αὐτήν· Χαῖρε
τῆς ἐλεημοσύνης ἱερουργέ, καὶ τῶν τοῦ Τωβὶτ λόγων, ἐγὼ Τωβὶτ ὁδοῖς ἀληθείας ἐπορευόμενην,
καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα
τοῖς ἀδελφοῖς μου, δειχθεῖσα θαυμαστὴ ποιήτρια. Πρέσβευε ἐκτενῶς Θεοκλητὼ ἀξιάγαστε,
ὑπὲρ τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.
Ὁ Κανὼν τῆς Ὁσίας,
οὗ ἡ ἀκροστιχίς: Θεοκλητῷ
τὴν ἐλεήμονα τιμῷ. Νικοδήμου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεοῦ τὴν ἐνίσχυσιν ἐκζητῶ, ὑμνῆσαι
ἀξίως, τὴν Ἁγίαν Θεοκλητώ, τὴν ἀξιωθεῖσαν τοῦ Κυρίου, φιλανθρωπίαν ἐν βίῳ
μιμήσασθαι.
Ἐνίσχυσε Λόγος Θεοκλητώ, ἐν
διακονίᾳ, τῶν πενήτων καὶ ὀρφανῶν, αὐτὴν ἀναδείξασαν ἐν ἔργοις, φιλανθρωπίας
πανάριστον πρότυπον.
Ὁδήγησον Μῆτερ σοὺς ὑμνητάς, εἰς ἔργα
ἀγάπης, καὶ προνοίας θεοφιλοῦς, πρὸς τοὺς ἐλαχίστους τοῦ Κυρίου, Θεοκλητὼ ἀδελφοὺς
οὓς ἠγάπησας.
Θεοτοκίον.
Κυρία φιλάνθρωπε Μαριάμ, Σὺ
πέλεις Παρθένε, τῶν παρθένων καταφυγή, μητέρων δὲ στήλη σωφροσύνης, καὶ ἀρετῆς
θαυμαστὸν ἀκροθίνιον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος
Λυτρωτῇ Θεῷ Λόγῳ, διακονεῖς ἄριστα,
ὦ Θεοκλητὼ δι’ ἀγάπης, πρὸς τὸν συνάνθρωπον, καὶ δι’ ἐλέους ψυχῆς, παρακαλεῖς ἀσθενοῦντας,
καὶ σοῖς άναλώμασι, τρέφεις τοὺς πένητας.
Ἠξιώθης δεχθῆναι, ἐκ τοῦ Θεοῦ
δύναμιν, εἰς τὸ ἐλεεῖν διὰ βίου, πάντας τοὺς κάμνοντας, τοὺς ἀδελφοὺς θαυμαστή,
τοὺς ἐλαχίστους Κυρίου, ὑπὲρ ὧν ἐσταύρωται, ὁ Πολυέλεος.
Τῶν πενήτων ἐδείχθης, Θεοκλητὼ ἔνδοξε,
καὶ τῶν ἀσθενούντων προστάτις, καὶ δεομένων τροφεύς, φιλανθρωπίας Χριστοῦ,
Θεοκλητὼ θεία κήρυξ, καὶ ἡμῶν τρισόλβιε, ἅγιον πρότυπον.
Θεοτοκίον.
Ὦ Θεόνυμφε Κόρη, Λόγον Θεοῦ τέξασα,
πρέσβευε ἀπαύστως ὡς Μήτηρ, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, ὅπως ῥυσθῶμεν Ἁγνή, ἐκ τῶν τοῦ
κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου.
Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστοῦ τὴν μαθήτριαν Θεοκλητὼ τὴν
κλεινήν, ψαλμοῖς μεγαλύνωμεν καὶ ἐπαινοῦμεν αὐτῆς, ἀγάπην τὴν ἔνθεον, Μήτηρ γὰρ
τοῦ ἐλέους, ἀληθῶς ἀνεδείχθη, πάντας δὲ ὑπερέβη, ἐν ἐλεημοσύναις· διὸ σὺν τοῖς
φιλοπτώχοις, πόλῳ εὐφραίνεται.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ
μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη
κοσμήσασα
τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ταπεινὴ καὶ φιλάδελφος, ὦ Θεοκλητὼ
τῆς ἀγάπης πρότυπον, ἀνεδείχθης ἐν τοῖς ἔργοις σου, ὁδηγοῦσα πάντας πρὸς
Φιλάνθρωπον.
Ἡλιόμορφε ἔδειξας, τὴν
φιλανθρωπίαν τὴν θεοφίλητον, ἐν τοῖς λόγοις καὶ τοῖς ἔργοις σου, Μῆτερ τοῦ ἐλέους
θεοδόξαστε.
Νικητήρια ᾄσματα, ὦ Θεοκλητὼ
φαιδρῶς σοι προσφέρομεν, καθικέτευε τὸν Κύριον, ἵνα ἐλεήμονες γενώμεθα
Θεοτοκίον.
Ἐδωρήσω πανάχραντε, τῷ βροτείῳ
γένει χάριν σωτήριον, ὡς γεννήσασα τὸν Κύριον, τὸν λυτρώσαντα τὰ σύμπαντα.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Λύτρωσιν ψυχῆς, ἐξαιτοῦμαι ταῖς
πρεσβείαις σου, λαβεῖν ὦ Μῆτερ παρὰ τοῦ Ἰησοῦ, καὶ τὴν εἰρήνην, τοῦ πνεύματος τὴν
θεόσδοτον.
Εὔφρανον ἡμᾶς, ἀρεταῖς σου ὦ
τρισόλβιε, καὶ τὴν ἀγάπην δίδαξον τοῦ Θεοῦ, τὴν ἐλεοῦσαν, ἐν χάριτι πάντα ἄνθρωπον.
Ἡ Θεοκλητώ, δι’ ἀγάπης πρὸς τοὺς
πάσχοντας, τῆς ἀληθοῦς χαρᾶς ἐπλήρωσε τὴν ψυχήν, καθοδηγοῦσα, ἡμᾶς πρὸς ζωὴν τὴν
φιλάνθρωπον.
Θεοτοκίον.
Μῆτερ τὸν Χριστόν, ἐν ἀγκάλαις
Σου βαστάσασα, καὶ γαλουχήσασα Αὐτὸν ὑπερφυῶς, καθικετεύεις, ὑπὲρ τῶν πίστει
τιμώντων σε.
ᾨδὴ στ’. Τὴν δέησιν.
Οὐράνιον, ἐκ Θεοῦ τὸν στέφανον, ἡ
φιλάνθρωπος ἐδέξατο Μήτηρ, ἐν τῇ ζωῇ, τῇ ἀγήρῳ καὶ θείᾳ, εὐφραινομένη σὺν τοῖς ἐλεήμοσιν·
αὐτῆς λιταῖς πρὸς τὸν Χριστόν, οἱ βροτοὶ ἐκ φθορᾶς λυτρωθείημεν.
Νοῦν ἔμφρονα, σῷ ἱκέτῃ χάρισαι,
θαυμαστὴ Θεοκλητὼ ἐλεῆμον, ἵνα κἀγώ, θείῳ πόθῳ διώκω, τὴν τοῦ ἐλέους χαρὰν τὴν
σωτήριον· ἣν εἴληφας παρὰ Χριστοῦ, ἀναπαύουσα πένητας χάριτι.
Ἀνάστησον, σαῖς πρεσβείαις
πάντιμε, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν· ὅτι δεινῶς, πολεμεῖ με ὁ πλάνος, καὶ
πειρασμῶν πικροῖς βέλεσι βάλλει με· ἐδόθη γάρ σοι ἐκ Θεοῦ, παῤῥησία πρεσβείας
πανένδοξε.
Θεοτοκίον.
Ἀνύμφευτε, τὸν Χριστὸν γεγένηκας,
ὑπὲρ φύσιν τε καὶ λόγον ὡς βρέφος, καὶ ἐν χερσί, τὸν Θεόν Σου βαστάζεις, καὶ ἐκ
μαζῶν Σου Αὐτὸν γαλουχεῖς σεπτῶς· διὸ ὡς Μήτηρ τοῦ Θεοῦ, ὑπὲρ πάντων ἀεὶ
καθικέτευε.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν
Ὁρῶσα Χριστοῦ, θυσίαν ἐπεπόθησας,
ἐξ ὅλης ψυχῆς, διακονεῖν τοῖς πένησι· διὸ Μήτηρ γέγονας, πενομένων πάντων
Θεοκλητώ· Χριστὸν οὖν ἱκέτευε ἀεί, ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Ἡ μήτηρ ἡμῶν Ὀρθόδοξος Ἐκκλησία,
τὴν θαυμαστὴν Θεοκλητώ, πανηγυρικῶς τιμᾷ, τὴν αὐτῆς βιοτὴν πρὸς μίμησιν
προβαλλομένη. Αὕτη γὰρ τὸν Χριστὸν καὶ τοὺς ἐλαχίστους Αὐτοῦ ἀδελφοὺς ἀγαπήσασα,
ἀρεταῖς καὶ ἀγαθοεργίαις ἑαυτὴν κατεκόσμησε, τοὺς τοῦ Τωβὶτ λόγους κατανοήσασα·
Ἐλεημοσύνη ἐκ θανάτου ῥύεται καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν. Οἱ ποιοῦντες ἐλεημοσύνας
καὶ δικαιοσύνας πλησθήσονται ζωῆς. Πρὸς αὐτὴν οὖν καὶ ἡμεῖς, οἱ ποθοῦντες ἐκ τοῦ
ἀθανάτου θανάτου σωθῆναι, καὶ εἰς τὴν ἀθάνατον τοῦ Παραδείσου ζωὴν εἰσελθεῖν, ἐν
χαρᾷ βοήσωμεν· Χριστὸν ἱκέτευε ἀεί, Ὁσία Θεοκλητώ, ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, ἡ Ὁσία Θεοκλητὼ ἐν εἰρήνῃ τελειοῦται.
Θεοκλητὼ
τὴν κλῆσιν ἔργῳ δεικνύει,
Κλητὴ
Θεῷ φανεῖσα σαρκὸς ἐκδύσει.
Τρίτῃ
ὁλοὸν βίοτον λίπε Θεοκλητώ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Δαλμάτου, Φαύστου καὶ Ἰσακίου.
Κυκλοῦσιν
ἄνδρες εἷς δύο τρεῖς σὸν θρόνον,
Ὕψιστε,
Φαῦστος, Ἰσάκιος, Δαλμάτος,
Δαλμάτος,
Ἰσάκιος τριτάτῃ θάνον, ἠδέ γε Φαῦστος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς ἐξ Αἰγίνης καὶ Θεοπίστης τῆς θυγατρὸς αὐτῆς, τῶν ἐν Θεσσαλονίκῃ.
Φθαρτὸν
λιποῦσα ἡ Θεοδώρα βίον,
ἄφθαρτον
εὗρεν οἰκίαν ἐν τῷ πόλῳ.
Ἀπάρθετο κῆρ
ἐννάτη, Θεοδώρα ἐν Χριστῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Ἰωάννου, Ἡγουμένου
Μονῆς τῆς Παταλαραίας.
Θείας
χάριτος, ὦ Ἰωάννη μάκαρ,
κλῆσιν
κατὰ σήν, οἶκος ὤφθης ἄξιος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Στεφάνου πάπα Ῥώμης,
καὶ τῶν σὺν αὐτῷ.
Τμηθεὶς
Στέφανος, θεῖον ἥρπασε στέφος,
Πάπας
μὲν ὢν πρίν, νῦν δὲ καὶ Μάρτυς μέγας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Σαλώμη, ἡ Μυροφόρος, ἐν εἰρήνῃ τελειοῦται.
Τῆς
σαρκὸς οἷον ἐκκυλισθείσης λίθου,
Ὁρᾷ
Σαλώμη Χριστόν, οὐ Χριστοῦ τάφον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἰωάννου καὶ Ἰωάννου τοῦ νέου, ἀρχιεπισκόπων
Ἐφέσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀλυμπίου, τοῦ ἐπάρχου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Ῥωμαίου,
Νοβογορδίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσχύϊ Παρακλήτου εἰσελήλυθας Μῆτερ
εἰς Βασιλείαν Θεοῦ, στεφθεῖσα ἐπαξίως, ἐν μέσῳ τῶν Ἁγίων· μεθ’ ὧν ψάλλεις πρὸς
Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μετὰ τῶν φιλανθρώπων ἱκετεύομεν
θείαν Θεοκλητὼ θαυμαστήν, διδάξαι ἡμᾶς πάντας, λιταῖς αὐτῆς ἀγάπην, ἵνα
σύμψυχοι ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὦ Μῆτερ τοῦ ἐλέους κατελάμπρυνον
πάσαις ταῖς ἀρεταῖς σὴν ψυχήν, μετὰ δὲ τῶν πενήτων, Χριστῷ τῷ Ζωοδότῃ, μελῳδεῖς
θείᾳ χάριτι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ναὸς τοῦ θείου Λόγου, γέγονας
Παρθένε, καὶ φωτοφόρος σκηνή, ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν Σὲ ὑμνούντων, καὶ
φαιδρῶς συμψαλλόντων Σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Τὸν Βασιλέα.
Ἰσχύϊ Λόγου, Θεοκλητὼ ἐνισχύει,
τοὺς ἐν θλίψει δεινῶς τρυχομένους, σὺν αὐτῇ ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κατατρυφῶσα, τῶν ἀγαθῶν
Βασιλείας, ἡ φιλάνθρωπος πάντας ἀγείρει, τὸν Χριστὸν ὡς Λόγον, ὑμνεῖν εἰς τοὺς
αἰῶνας.
Ὁμολογοῦσα, φιλανθρωπίαν τοῦ
Λόγου, ἐν Σιὼν σαββατίζεις ὦ Μῆτερ, ἀνυμνολογοῦσα, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Δεδοξασμένη, ἐκ γηγενῶν ἡ
Παρθένος, δευτερεῖα Τριάδος κατέχει, ἧς τὴν θείαν δόξαν, ὑμνεῖ εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἡδέως διηκόνει, τοῖς ἐν
δυστυχίαις, Θεοκλητὼ ἡ ἁγία, οἰκοῦσα ἐν γῇ, καὶ σὺν Ἀγγέλοις ἐν πόλῳ, ἀεὶ εὐφραίνεται.
Μετάδος μοι τὸν ζῆλον, τῆς
φιλανθρωπίας, Θεοκλητὼ θεοφόρε, ἐλέους πηγή, καὶ τῆς ἀγάπης τὴν χάριν, πρὸς τὸν
συνάνθρωπον.
Ὁμότροπον Δορκάδος, σὲ ὁμολογοῦμεν,
καὶ φιλανθρώπων Ἁγίων, ὦ Μῆτερ σεπτή, καὶ ἀρετῆς τοῦ ἐλέους τὸ ἀκροθίνιον.
Θεοτοκίον.
Ὑμνήσωμεν Μαρίαν, Λόγου τὴν
Μητέρα, καὶ προστασίαν καὶ σκέπην, πιστῶν κραταιάν, τῶν Ἀσωμάτων τὴν δόξαν, καὶ
τὸ ἐντρύφημα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Φιλάνθρωπον φιλεύσπλαγχνον, ἀγάπης
τὸ ὑπόδειγμα, Θεοκλητὼ τὴν ἁγίαν, ἐν ἐγκωμίοις τιμῶμεν· πᾶσι γὰρ διηκόνησε,
δυστυχέσι καὶ πένησιν, οὓς ὁ Χριστὸς ἠγάπησε, τοὺς ἐλαχίστους ἐν κόσμῳ, ὑπὲρ ὧν
ἤρθη ἐν Ξύλῳ.
Θεοτοκίον.
Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν
τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ, Τράπεζα ἄρτον
φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας,
ὑπάρχει ἡ Θεοτόκος.
Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαῖρε θεοτίμητε, Θεοκλητὼ τῶν
πενήτων, ἡ τροφὸς ἠ ἔνθεος, φιλανθρώπων πρότυπον καὶ ὑπόδειγμα· ἐν χαρᾷ
πάντιμε, τοῖς πτωχοῖς σὸν πλοῦτον, ἀσθενέσι τὴν σὴν μέριμναν, Χριστῷ καρδίαν
σου, εὐαγγελικῶς πόθῳ δέδωκας, ἀγάπης δῶρα τίμια, ὄντως ἐλαχίστοις ἐσκόρπισας· ὅθεν
ὁ Δεσπότης, ἐν δώμασι λαμπροῦ σαββατισμοῦ, σὲ ἐλεῆμον ἐδέξατο, ὁ μόνος
Φιλάνθρωπος. (Δίς)
Λόγου ἀφομοίωμα, Θεοκλητὼ τὴν ἁγίαν,
ἐν ᾠδαῖς τιμήσωμεν, καὶ εὐφήμως ἅπαντες ἐπαινέσωμεν· ἀρετῆς γέγονε, ἱερὸν ταμεῖον,
καὶ διδάσκαλος πανάριστος, ζωῆς τῆς κρείττονος, καὶ φιλανθρωπίας τὸ πρότυπον· διὸ
καὶ ὁ Θεάνθρωπος, ἐν τοῖς οὐρανοῖς ἐθαυμάστωσεν· ὅθεν γεγηθότες, βοῶμεν αὐτῇ
πανευλαβῶς· ὑπὲρ ἡμῶν καθικέτευε, λιταῖς σου τὸν Κύριον.
Χάριτι νικήσασα, Θεοκλητὼ τὰς ἀνέσεις,
καὶ τρυφὰς τοῦ σώματος, τοὺς πτωχοὺς ἠγάπησας ὡς τὸν Κύριον· δωρεὰν ἔδωκας, τοῦ
Θεοῦ τὰ δῶρα, ἀσθενέσι καὶ τοῖς πένησι, πιστοῖς δὲ ἔδειξας, τῆς φιλανθρωπίας τὴν
δύναμιν· διὸ εἰς τὰ οὐράνια, ὑπερθαυμαστῶς εἰσελήλυθας· ὅθεν ὑπὲρ πάντων,
Τριάδα καθικέτευε σεμνή, ἵνα ἐν ἔργοις τιμήσωμεν, Χριστοῦ τὸν φιλάνθρωπον.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε πιστοὶ ἐν ᾠδαῖς πνευματικαῖς,
τὴν σεπτὴν τῆς ἀγάπης κήρυκα, Θεοκλητὼ εὐφημήσωμεν. Δεῦτε πνευματικῶς τῇ
θεοπνεύστῳ Γραφῇ ἐντρυφήσωμεν, καὶ περὶ τῆς πρώτης θυγατρός, τοῦ ἐπουρανίου
Βασιλέως Χριστοῦ ἐνωτισθῶμεν. Λέγει γὰρ ἡ Γραφή· Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις
λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. Λιταῖς Κύριε τῆς
φιλανθρώπους Θεοκλητοῦς, ἡμᾶς τοὺς ἐν ἁμαρτίαις καὶ ἀδικίαις ὑπάρχοντας πλήρεις
ἐλεημοσυνῶν καὶ ἔργων ἀγαθῶν, καταξίωσον εἰσελθεῖν εἰς τὴν Βασιλείαν Σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν
δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός: Ἀμήν.
Ἤ
μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.
α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ.
β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ.
γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Θεοκλητὼ
τὴν τοῦ ἐλέους Μητέρα, πανευλαβῶς ἐγκωμιάσωμεν ὕμνοις, θεοφιλῶς δὲ εἴπωμεν αὐτῇ
ἐν χαρᾷ· στήριξον ταῖς ἱκεσίαις σου, εὐσεβεῖς ἐλεήμονας, φώτισιν διδοὺς αὐτοῖς,
ἐλεεῖν ἐν ἀγάπῃ, ἐπιμελεῖσθαί τε τῶν ἐνδεῶν, ὡς ἐκδιδάσκει, Χριστὸς ὁ
φιλάνθρωπος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν
ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανὼν τῆς Ὁσίας,
οὗ ἡ ἀκροστιχίς: Θεοκλητῷ
τὴν ἐλεήμονα τιμῷ. Νικοδήμου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεοῦ τὴν ἐνίσχυσιν ἐκζητῶ, ὑμνῆσαι
ἀξίως, τὴν Ἁγίαν Θεοκλητώ, τὴν ἀξιωθεῖσαν τοῦ Κυρίου, φιλανθρωπίαν ἐν βίῳ
μιμήσασθαι.
Ἐνίσχυσε Λόγος Θεοκλητώ, ἐν
διακονίᾳ, τῶν πενήτων καὶ ὀρφανῶν, αὐτὴν ἀναδείξασαν ἐν ἔργοις, φιλανθρωπίας
πανάριστον πρότυπον.
Ὁδήγησον Μῆτερ σοὺς ὑμνητάς, εἰς ἔργα
ἀγάπης, καὶ προνοίας θεοφιλοῦς, πρὸς τοὺς ἐλαχίστους τοῦ Κυρίου, Θεοκλητὼ ἀδελφοὺς
οὓς ἠγάπησας.
Θεοτοκίον.
Κυρία φιλάνθρωπε Μαριάμ, Σὺ
πέλεις Παρθένε, τῶν παρθένων καταφυγή, μητέρων δὲ στήλη σωφροσύνης, καὶ ἀρετῆς
θαυμαστὸν ἀκροθίνιον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος
Λυτρωτῇ Θεῷ Λόγῳ, διακονεῖς ἄριστα,
ὦ Θεοκλητὼ δι’ ἀγάπης, πρὸς τὸν συνάνθρωπον, καὶ δι’ ἐλέους ψυχῆς, παρακαλεῖς ἀσθενοῦντας,
καὶ σοῖς άναλώμασι, τρέφεις τοὺς πένητας.
Ἠξιώθης δεχθῆναι, ἐκ τοῦ Θεοῦ
δύναμιν, εἰς τὸ ἐλεεῖν διὰ βίου, πάντας τοὺς κάμνοντας, τοὺς ἀδελφοὺς θαυμαστή,
τοὺς ἐλαχίστους Κυρίου, ὑπὲρ ὧν ἐσταύρωται, ὁ Πολυέλεος.
Τῶν πενήτων ἐδείχθης, Θεοκλητὼ ἔνδοξε,
καὶ τῶν ἀσθενούντων προστάτις, καὶ δεομένων τροφεύς, φιλανθρωπίας Χριστοῦ,
Θεοκλητὼ θεία κήρυξ, καὶ ἡμῶν τρισόλβιε, ἅγιον πρότυπον.
Θεοτοκίον.
Ὦ Θεόνυμφε Κόρη, Λόγον Θεοῦ
τέξασα, πρέσβευε ἀπαύστως ὡς Μήτηρ, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, ὅπως ῥυσθῶμεν Ἁγνή, ἐκ τῶν
τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου.
Στερέωσον,
Θεοκλητὼ τοὺς τιμῶντάς σε ἐν ἀγάπῃ, ὅτι πέλεις ἐν οὐρανοῖς μεσίτρια ἄμαχος, καὶ
δίδαξον πάντας φιλανθρωπίαν.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ὁρῶσα Χριστοῦ
θυσίαν ἐπεπόθησας, ἐξ ὅλης ψυχῆς, διακονεῖν τοῖς πένησι· διὸ Μήτηρ γέγονας,
πενομένων πάντων Θεοκλητώ· Χριστὸν οὖν ἱκέτευε ἀεί, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Ταπεινὴ καὶ φιλάδελφος, ὦ Θεοκλητὼ
τῆς ἀγάπης πρότυπον, ἀνεδείχθης ἐν τοῖς ἔργοις σου, ὁδηγοῦσα πάντας πρὸς
Φιλάνθρωπον.
Ἡλιόμορφε ἔδειξας, τὴν
φιλανθρωπίαν τὴν θεοφίλητον, ἐν τοῖς λόγοις καὶ τοῖς ἔργοις σου, Μῆτερ τοῦ ἐλέους
θεοδόξαστε.
Νικητήρια ᾄσματα, ὦ Θεοκλητὼ
φαιδρῶς σοι προσφέρομεν, καθικέτευε τὸν Κύριον, ἵνα ἐλεήμονες γενώμεθα
Θεοτοκίον.
Ἐδωρήσω πανάχραντε, τῷ βροτείῳ
γένει χάριν σωτήριον, ὡς γεννήσασα τὸν Κύριον, τὸν λυτρώσαντα τὰ σύμπαντα.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Λύτρωσιν ψυχῆς, ἐξαιτοῦμαι ταῖς
πρεσβείαις σου, λαβεῖν ὦ Μῆτερ παρὰ τοῦ Ἰησοῦ, καὶ τὴν εἰρήνην, τοῦ πνεύματος τὴν
θεόσδοτον.
Εὔφρανον ἡμᾶς, ἀρεταῖς σου ὦ
τρισόλβιε, καὶ τὴν ἀγάπην δίδαξον τοῦ Θεοῦ, τὴν ἐλεοῦσαν, ἐν χάριτι πάντα ἄνθρωπον.
Ἡ Θεοκλητώ, δι’ ἀγάπης πρὸς τοὺς
πάσχοντας, τῆς ἀληθοῦς χαρᾶς ἐπλήρωσε τὴν ψυχήν, καθοδηγοῦσα, ἡμᾶς πρὸς ζωὴν τὴν
φιλάνθρωπον.
Θεοτοκίον.
Μῆτερ τὸν Χριστόν, ἐν ἀγκάλαις
Σου βαστάσασα, καὶ γαλουχήσασα Αὐτὸν ὑπερφυῶς, καθικετεύεις, ὑπὲρ τῶν πίστει
τιμώντων σε.
ᾨδὴ στ’. Τὴν δέησιν.
Οὐράνιον, ἐκ Θεοῦ τὸν στέφανον, ἡ
φιλάνθρωπος ἐδέξατο Μήτηρ, ἐν τῇ ζωῇ, τῇ ἀγήρῳ καὶ θείᾳ, εὐφραινομένη σὺν τοῖς ἐλεήμοσιν·
αὐτῆς λιταῖς πρὸς τὸν Χριστόν, οἱ βροτοὶ ἐκ φθορᾶς λυτρωθείημεν.
Νοῦν ἔμφρονα, σῷ ἱκέτῃ χάρισαι,
θαυμαστὴ Θεοκλητὼ ἐλεῆμον, ἵνα κἀγώ, θείῳ πόθῳ διώκω, τὴν τοῦ ἐλέους χαρὰν τὴν
σωτήριον· ἣν εἴληφας παρὰ Χριστοῦ, ἀναπαύουσα πένητας χάριτι.
Ἀνάστησον, σαῖς πρεσβείαις
πάντιμε, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν· ὅτι δεινῶς, πολεμεῖ με ὁ πλάνος, καὶ
πειρασμῶν πικροῖς βέλεσι βάλλει με· ἐδόθη γάρ σοι ἐκ Θεοῦ, παῤῥησία πρεσβείας
πανένδοξε.
Θεοτοκίον.
Ἀνύμφευτε, τὸν Χριστὸν γεγένηκας,
ὑπὲρ φύσιν τε καὶ λόγον ὡς βρέφος, καὶ ἐν χερσί, τὸν Θεόν Σου βαστάζεις, καὶ ἐκ
μαζῶν Σου Αὐτὸν γαλουχεῖς σεπτῶς· διὸ ὡς Μήτηρ τοῦ Θεοῦ, ὑπὲρ πάντων ἀεὶ
καθικέτευε.
Στερέωσον,
Θεοκλητὼ τοὺς τιμῶντάς σε ἐν ἀγάπῃ, ὅτι πέλεις ἐν οὐρανοῖς μεσίτρια ἄμαχος, καὶ
δίδαξον πάντας φιλανθρωπίαν.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Εὐσπλαγχνίας ὦ
Θεοκλητὼ πέλεις πρότυπον, φιλανθρώπων δὲ πάντων διδάσκαλος ἔνθεος, ἐνδεῶν τε καὶ
ἀσθενῶν προστάτις ἀσαλής· διὸ ἔλαβες ἐν οὐρανοῖς, σαββατισμοῦ ταὴν δωρεάν, καὶ
χαρὰν ἀνεκλάλητον· δίδαξον σαῖς πρεσβείαις, ταὴν ἐλεημοσύνην, τοῖς εὐφημοῦσί σε
πιστῶς, καὶ τιμῶσί σου ταὸ ὄνομα.
Εἶτα,
οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ
προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.:
Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ
νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Χαῖρε θεοτίμητε,
Θεοκλητὼ τῶν πενήτων, ἡ τροφὸς ἡ ἔνθεος, φιλανθρώπων πρότυπον καὶ ὑπόδειγμα· ἐν
χαρᾷ πάντιμε, τοῖς πτωχοῖς σὸν πλοῦτον, ἀσθενέσι τὴν σὴν μέριμναν, Χριστῷ
καρδίαν σου, εὐαγγελικῶς πόθῳ δέδωκας· ἀγάπης δῶρα τίμια, ὄντως ἐλαχίστοις ἐσκόρπισας·
ὅθεν ὁ Δεσπότης, ἐν δώμασι λαμπροῦ σαββατισμοῦ, σὲ ἐλεῆμον ἐδέξατο, ὁ μόνος
Φιλάνθρωπος.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσχύϊ Παρακλήτου εἰσελήλυθας Μῆτερ
εἰς Βασιλείαν Θεοῦ, στεφθεῖσα ἐπαξίως, ἐν μέσῳ τῶν Ἁγίων· μεθ’ ὧν ψάλλεις πρὸς
Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μετὰ τῶν φιλανθρώπων ἱκετεύομεν
θείαν Θεοκλητὼ θαυμαστήν, διδάξαι ἡμᾶς πάντας, λιταῖς αὐτῆς ἀγάπην, ἵνα
σύμψυχοι ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὦ Μῆτερ τοῦ ἐλέους κατελάμπρυνον
πάσαις ταῖς ἀρεταῖς σὴν ψυχήν, μετὰ δὲ τῶν πενήτων, Χριστῷ τῷ Ζωοδότῃ, μελῳδεῖς
θείᾳ χάριτι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ναὸς τοῦ θείου Λόγου, γέγονας
Παρθένε, καὶ φωτοφόρος σκηνή, ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν Σὲ ὑμνούντων, καὶ
φαιδρῶς συμψαλλόντων Σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Τὸν Βασιλέα.
Ἰσχύϊ Λόγου, Θεοκλητὼ ἐνισχύει,
τοὺς ἐν θλίψει δεινῶς τρυχομένους, σὺν αὐτῇ ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κατατρυφῶσα, τῶν ἀγαθῶν
Βασιλείας, ἡ φιλάνθρωπος πάντας ἀγείρει, τὸν Χριστὸν ὡς Λόγον, ὑμνεῖν εἰς τοὺς
αἰῶνας.
Ὁμολογοῦσα, φιλανθρωπίαν τοῦ
Λόγου, ἐν Σιὼν σαββατίζεις ὦ Μῆτερ, ἀνυμνολογοῦσα, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Δεδοξασμένη, ἐκ γηγενῶν ἡ
Παρθένος, δευτερεῖα Τριάδος κατέχει, ἧς τὴν θείαν δόξαν, ὑμνεῖ εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἡδέως διηκόνει, τοῖς ἐν
δυστυχίαις, Θεοκλητὼ ἡ ἁγία, οἰκοῦσα ἐν γῇ, καὶ σὺν Ἀγγέλοις ἐν πόλῳ, ἀεὶ εὐφραίνεται.
Μετάδος μοι τὸν ζῆλον, τῆς
φιλανθρωπίας, Θεοκλητὼ θεοφόρε, ἐλέους πηγή, καὶ τῆς ἀγάπης τὴν χάριν, πρὸς τὸν
συνάνθρωπον.
Ὁμότροπον Δορκάδος, σὲ ὁμολογοῦμεν,
καὶ φιλανθρώπων Ἁγίων, ὦ Μῆτερ σεπτή, καὶ ἀρετῆς τοῦ ἐλέους τὸ ἀκροθίνιον.
Θεοτοκίον.
Ὑμνήσωμεν Μαρίαν, Λόγου τὴν
Μητέρα, καὶ προστασίαν καὶ σκέπην, πιστῶν κραταιάν, τῶν Ἀσωμάτων τὴν δόξαν, καὶ
τὸ ἐντρύφημα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Δεῦτε τὴν Ἁγίαν
Θεοκλητώ, πενήτων προστάτιν, καὶ διάκονον ἀσθενῶν, τῆς φιλανθρωπίας, ὑπόδειγμα
καὶ τύπον, τῆς ἀρετῆς τὸ κλέος, ἀνευφημήσωμεν.
Μητέρα ἐλέους
Θεοκλητώ, πενομένων ῥῦστιν, παρακλήτορα ἀσθενῶν, καὶ τῶν ἀνάγκαις, θεόσδοτον προστάτιν,
τιμήσωμεν ἐν ὕμνοις, τὴν ἐλεήμονα.
Ἀγάπην τιμήσωμεν
εὐλαβῶς, θεῖον ἐκμαγεῖον, τὴν Ἁγίαν Θεοκλητώ, τὴν ἀναλωθεῖσαν, ὑπὲρ τῶν ἐν ἀνάγκαις,
ἐν δόξῃ δὲ στεφθεῖσαν, χειρὶ τοῦ Πλάσαντος.
Στήριξον καρδίας
τῶν εὐσεβῶν, ἐν διακονίαις, ἀσθενούντων Θεοκλητώ, τῶν τε πενομένων, καὶ πάντων
θλιβομένων, ὡς Μήτηρ τοῦ ἐλέους, καὶ δόξης μέτοχος.
Ὕμνοις εὐφημήσωμεν
ἀδελφοί, ἀγάπης τὸν τύπον, τὴν Ἁγίαν Θεοκλητώ, τῆς φιλανθρωπίας, διδάσκαλον ἐν ἔργοις,
μιμούμενοι θυσίαν, αὐτῆς τὴν ἔνθεον.
Χάριτι Κυρίου ἐν
οὐρανοῖς, ἀεὶ σαββατίζεις, σὺν Ἁγίοις Θεοκλητώ, ὡς μήτηρ ἀγάπης, καὶ ἀρετῆς
δοχεῖον· ἱκέτευε τὸν Λόγον, ὑπὲρ τοῦ γένους σου.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς,
ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ
εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα
ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τὴν σεπτὴν
Θεοκλητώ, ἐλεημοσύνης τὸ κλέος, ἐν ἐγκωμίων ᾠδαῖς, πάντες εὐφημήσωμεν, καὶ
μεγαλύνωμεν· τοῦ Χριστοῦ τὸ ἀντίγραφον, πενήτων μητέρα, πάντων τῶν πασχόντων
δε, σεπτὴν διάκονον. Αὕτη, οὐρανίῳ παστάδι, χαίρει σὺν Ἀγγέλοις ἀπαύστως, ἐν ᾠδαῖς
ὑμνοῦσα τὸν Θεάνθρωπον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου