ΔΕΚΕΜΒΡΙΟΣ Β΄!!
ΠΟΡΦΥΡΙΟΣ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(π. Εὐαγγέλου Παχυγιαννάκη)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν φιλεόρτων χορεῖαι, δεῦτε ὑμνήσωμεν, τὸν ἐν Ὁσίοις νέον, καὶ Χριστοῦ θεῖον φίλον, Πορφύριε βοῶντες, σαῖς προσευχαῖς, θεοῤῥῆμον ἱκέτευε, ὑπὲρ ἡμῶν τῶν τελούντων θεοπρεπῶς, τῆς σῆς μνήμης τὴν πανήγυριν.
Λόγων σου Πάτερ σαγήνῃ ὤφθης ψυχῶν ἁλιεύς, καὶ ἐκ τῆς ἀπωλείας, εἰς ὁδὸν σωτηρίας, ἑλκύσας τοὺς πελάγει τῶν πειρασμῶν, καὶ δεινῶν θαλαττεύοντας, νοὸς εἰρήνην μακάριε χορηγεῖς, ὦ Πορφύριε πανθαύμαστε.
Βλέπων τὸ ἄδυτον φέγγος, τοῖς ὀφθαλμοῖς τοῦ νοός, δι’ ἀπαθείας ὕψος, ἰαμάτων ἐδέξω, τὴν χάριν· διὸ Πάτερ σὲ ἰατρόν, τῶν νοσούντων γινώσκομεν, καὶ τῶν καμνόντων προστάτην καὶ βοηθόν, καὶ παράκλητον ταχύτατον.
Ἔσοπτρον θεῖον τοῦ Λόγου, σοφὲ Πορφύριε, καὶ ἀρετῶν δοχεῖον, οὐρανίων ὑπάρχων, τοῖς λόγοις τοῦ Κυρίου καὶ διδαχαῖς, τοὺς πιστοὺς ἐν ἁπλότητι, παιδαγωγεῖς καὶ ἡδύνεις ὡς ἑρμηνεύς, τῶν Αὐτοῦ δογμάτων Ὅσιε.
Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ Πορφύριε, πνευματικοῖς σου ἀγῶσι, τὴν φύσιν νικήσας ὄντως ὑπὲρ φύσιν ἐγένου· διὸ ἐδέχθης ὑψόθεν τὸ φῶς τῆς θεώσεως, δι’ οὗ αὐγάζεις τοῖς πέρασι, ταῖς θεοπνεύστοις ὑποθήκαις σου. Πλήρης ὑπάρχων θείου φωτισμοῦ, καὶ ἡμᾶς ἀξίωσον, ταῖς σαῖς εὐχαῖς γενέσθαι, μετόχους θείας χάριτος.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε αἱ τῶν πιστῶν, χορεῖαι γηθοσύνως, Πορφύριον τὸν θεῖον, ὑμνήσωμεν προφρόνως, τὸν λάμψαντα ὡς ἥλιον.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Οἶκος τῶν ἀρετῶν, Πορφύριε ἐφάνης, ἀσκήσας ὑπὲρ φύσιν· διὸ καὶ ἀνεδείχθης, δοχεῖον θείας χάριτος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ἔρωτι θεϊκῷ, πλουτίσας τὴν ψυχήν σου, Πορφύριε θεόφρον, ἁπάντων τῶν ἡδέων, τοῦ κόσμου κατεφρόνησας.
Δόξα. Τριαδικόν.
Σέλας τὸ τριφεγγές, Τριὰς ἡ ἐν Μονάδι, ἄκτιστος Θεαρχία, εὐχαῖς τοῦ Πορφυρίου, πάντας ἡμᾶς ἐλέησον.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, ἐλπὶς παντὸς τοῦ κόσμου, ἔρωτι τετρωμένος, Πορφύριος ὁ θεῖος, Σὲ πόθῳ ἐμεγάλυνε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Σκεῦος εὔχρηστον, ἡγιασμένον, θείαις χάρισι, σοφὲ ἐγένου, τοῦ παναγίου Πνεύματος ὄργανον, κεκοσμημένος ἀκτίνων πυρσεύμασι, καὶ ἀρετῶν ἱερὸν ἀκροθίνιον· Πάτερ Ὅσιε, θαυματοβρῦτα Πορφύριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δοθῆναι τοῖς τιμῶσί σε τὰ κρείττονα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.
Ποίοις, εὐφημιῶν κάλλεσιν, ἀνυμνήσωμεν τὸν θεηγόρον, τὸν πορφυρωθέντα ἐν Πνεύματι, καὶ ταῖς ἀρεταῖς σεμνυνόμενον, πάντων μοναστῶν τὴν εὐκοσμίαν, τῶν πάλαι, ἐν τοῖς χαρίσμασιν ὁμότροπον, τὸν βίῳ, καὶ λόγῳ θείῳ διαλάμψαντα, τὸν πρὸς τὸν Κύριον πρέσβυν, τὸν ἡμῖν αἰτοῦντα, τὴν εἰρήνην τῶν λογισμῶν, πταισμάτων συγχώρησιν, ἱλασμόν τε καὶ μέγα ἔλεος.
Ποίοις, ἐρατεινοῖς μέλεσιν, ἐξυμνήσωμέν σε θεηγόρε, τῆς Τριάδος μύστην πανθαύμαστον, τὸν αὐτῇ ἀπαύστως ἑνούμενον, βίον ἐμμετρήσαντα ὁσίως, τὸν δόξῃ, ἐντρυφῶντα εἰς οὐράνια, καὶ βάθος, θεωροῦντα χαριτόβρυτον, σὲ τὸν Πορφύριον ὄντως, τὸν καθοδηγοῦντα, παραινέσεσιν ἱεραῖς, πρὸς βίον θεόληπτον, τῶν πιστῶν ἅπαν τὸ πλήρωμα.
Ποίοις, πνευματικοῖς ἄνθεσιν, στεφανώσωμεν τὸν θεηγόρον, ὃς τὴν κτίσιν οὕτως ἡρμήνευσεν, ὡς θεοφανίαν τοῦ Κτίσαντος, τοῦ αὐτὴν κοσμήσαντος ποικίλως, ἐν ἔργοις, ὑπερλάμπρου ὡραιότητος, τὴν δόξαν, διηγουμένοις τοῦ Ποιήσαντος, τὸν μυστικὸν ὑποφήτην, ἱερὸν Πορφύριον, τὸν τοῦ Πνεύματος ἐραστήν, πρὸς ὃν καταφεύγοντες, θείαν χάριν ἀρυόμεθα.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἱερεὺς ἐνθεώτατος, ἐκλογῆς σκεῦος τίμιον, παρακλήτωρ μέγιστος ἐχρημάτισας· ἱερουργῶν γὰρ τὰ κρείττονα, καὶ θεῖα μυστήρια, τῆς ἀγάπης τοῦ Θεοῦ, ὡς Ἀγγέλων ὑπέρτερος, διηκόνησας, τῶ τῶν ὅλων Δεσπότῃ ἐπαξίως· διὸ πάντες σε τιμῶμεν, ἡγιασμένε Πορφύριε.
Τετρωμένος τῷ ἔρωτι, τοῦ Κυρίου πανόλβιε, τὰ τοῦ κόσμου πράγματα κατεφρόνησας, καὶ θεαρέστως τὸν βίον σου, διῆλθες γηθόμενος, τῶν δὲ θείων ἐντολῶν, πληρωτὴς ἀκριβέστατος, ἐχρημάτισας, ἀγαπῶν πάντα ἄνθρωπον ἐν κόσμῳ· διὰ τοῦτο εἰς λειμῶνας, ἐπουρανίους εὐφραίνῃ νῦν.
Τῶν Ὁσίων ὁμότροπος, ἀρετὴν πᾶσαν ἤσκησας, παιδιόθεν Ἅγιε θείοις ἴχνεσιν, ἀκολουθήσας γεγένησαι, ὡς στῦλος ἀκλόνητος, καὶ χαρίτων συνοχεύς, τῆς Τριάδος Πορφύριε· ὅθεν σήμερον, τὴν ἁγίαν σου μνήμην εὐφημοῦντες, τὸν Θεὸν ἐν εὐφροσύνῃ, εὐχαριστοῦντες δοξάζομεν.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ σεπτὴ καὶ εὔσημος ἐπέστη μνήμη, τοῦ θεοφόρου Πατρός. Δεῦτε οὖν φιλέορτοι, Πορφύριον τὸν τρισμέγιστον ἐν ἀρεταῖς, χαρμονικῶς εὐφημήσωμεν λέγοντες· Χαίροις, ὁ τὸν Σωτῆρα Χριστὸν παιδιόθεν ἀγαπήσας, καὶ ἔρωτος θείου πλησθείς, μοναδικὴν πολιτείαν ζηλώσας· χαίροις, ὁ ἐν Καυσοκαλυβίοις ἀσκήσας, καὶ ἀπλέτως φωτισθεὶς ταῖς τῆς Παναγίας Τριάδος φαιδραῖς φωτοχυσίαις· χαίροις, ὁ εἰς λειμῶνα τῆς νήψεως θητεύσας, τῇ δὲ συντόνῳ προσευχῇ, τοὺς ἐν τῇ πόλει Ἀθηναίων, καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ, ἀσθενοῦντας καὶ θλιβομένους παρακαλέσας· χαίροις, ὁ τῶν πάλαι Ὁσίων ὁμότροπος, κανὼν ἀκριβείας, σωφροσύνης ὑπόδειγμα, ἱερέων λαμπρότης, μοναζόντων τὸ σέμνωμα. Ὡς οὖν τῶν ἀῤῥήτων μυστηρίων Χριστοῦ, λειτουργὸς καὶ πιστὸς οἰκονόμος, παμμάκαρ Πορφύριε, ἱκέτευε ὑπὲρ ἡμῶν, τῶν πιστῶς τελούντων τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶν. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνεσθε πιστοὶ ἐν Κυρίῳ, ἐπὶ τῇ μνήμῃ τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Πορφυρίου. Οὗτος γὰρ ἐκ βρέφους τὸν Χριστὸν ἀγαπήσας, κατέθραυσε στεῤῥῶς τὰ βέλη τοῦ Βελίαρ, καὶ πᾶσαν τοῦ σώματος ἐπιθυμίαν κατεμάρανε· διὸ καὶ ὁ Νυμφίος Χριστός, φωστῆρα πολύφωτον τῆς ἀγάπης αὐτοῦ, παγκοσμίως κατέστησεν· ἡμεῖς δὲ πόθῳ αὐτὸν ἑορτίοις ᾄσμασιν εὐφημοῦντες, τὸν Σωτῆρα ἱκετεύομεν· φώτισον καὶ ἡμῶν, ταῖς αὐτοῦ πρεσβείαις, νοῦν καὶ καρδίαν Φιλάνθρωπε.
Ἦχος β΄.
Τὴν ἐν Ἀθήναις διακονίαν σου, τίς διηγήσεται Ὅσιε Πάτερ· ἐν μέσῳ γὰρ θορύβων καὶ πειρασμῶν, καὶ ποικίλων πονηρῶν ἔργων, σὺ τὴν ὁσίαν ὁδὸν τοῦ Κυρίου ἐβάδισας, ἔξω κόσμου γενόμενος εἰ καὶ ἐν τῷ κόσμῳ· ὅθεν ἐλέους πλησθεὶς καὶ εἰς μέτρον τελειώσεως φθάσας, θαυμασίοις πολλοῖς ὑπὸ Χριστοῦ ἐδοξάσθης· διὸ καὶ ἡμεῖς παρακαλοῦμέν σε, πάρεσο τοῖς ἐν τῷ κόσμῳ ποικίλοις νόσοις κατατρυχομένοις, ὅπως πρεσβείαις ταῖς σαῖς, τῆς κατ’ ἄμφω ὑγείας τύχωσιν.
Ἦχος γ΄.
Ἀγῶνα τὸν καλὸν ἠγωνίσω Πάτερ Πορφύριε, ἐν Ἀθήναις καὶ ἐν Καυσοκαλυβίοις. Εἰς μὲν γὰρ τὴν πολυθόρυβον πόλιν, τὴν ἡσυχίαν ἐβίωσας τῆς ἐρήμου· εἰς δὲ τὴν ἔρημον περὶ τοῦ πολυταράχου κόσμου, νυχθημερὸν προσευχαῖς σου μεριμνᾶν οὐκ ἐπαύσω, ἵνα ἡ χάρις τοῦ Πνεύματος πνεύσῃ, ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων.
Ἦχος δ΄.
Ἔλαβες οὐρανόθεν τὴν χάριν θεοφόρε Πορφύριε, τοῦ θεραπεύειν τὰ τῶν ἀνθρώπων νοσήματα. Πεῖραν γὰρ ἔσχες αὐτῶν ὡς καὶ σοῦ τὸ σαρκίον ὑπέφερεν, ἐν πολλοῖς ἀῤῥωστήμασι. Ταῦτα δὲ πάντα ὑπέμεινας καρτερῶς, βιῶν τὸ τοῦ Παύλου· τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ, τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; Νῦν δὲ ὡς ἄγγελος παρηγορίας, θεράπων ἰατρὸς καὶ πρότυπον φιλαδελφίας, μὴ διαλίπῃς ἐκπέμπων ἀκτῖνας ἰαμάτων, πᾶσι τοῖς ἐκζητοῦσιν ἐν πόθῳ τὴν ἴασιν.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πιστοὶ συνελθόντες ἐνθέως, πνευματικὴν χορείαν συγκροτήσωμεν, ἐπὶ τῇ ἐνδόξῳ πανηγύρει τοῦ θεοφόρου Πατρός, Πορφυρίου τοῦ θεόφρονος, καὶ ἐν ᾠδαῖς καὶ ᾄσμασιν ἐνθέοις, ὥσπερ ἀμαραντίνοις ἄνθεσι, τοῦτον καταστέψωμεν. Βιοτὴν γὰρ ἀγαπήσας ἰσάγγελον, καὶ τὰς τοῦ βίου ἡδονὰς βδελυξάμενος, τῇ δυνάμει τοῦ Σταυροῦ τὸν ἀόρατον ἐχθρόν, ἀνδρικῶς ἐτροπώσατο· διὸ καὶ χάριτι θείᾳ ὁ Χριστὸς αὐτὸν περιέβαλε, καὶ σκεῦος τῆς Ἁγίας Τριάδος Πνεύματι θείῳ ἀνέδειξε, τὰ δὲ μυστήρια τῆς φύσεως, καὶ καρδιῶν τὰ ἀπόκρυφα, ἐναργῶν καθορᾶν τοῖς νοητοῖς ὀφθαλμοῖς αὐτῶν ἐπεβράβευσεν. Αὐτῷ οὖν δωρεῶν, καὶ ἡμῶν τὰς ψυχὰς καταλάμπρυνον, ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Ὅλος, ἡγιασμένος τὸν νοῦν, ἀναλαβὼν τὸν ἱερὸν δρόμον Ὅσιε, ἀνῆλθες εἰς ἀναβάσεις, τῶν μυστηρίων Θεοῦ, καὶ ἱερομύστης ἐχρημάτισας, οὐράνιε ἄνθρωπε, καὶ ἐπίγειε ἄγγελε, φωστὴρ τοῦ κόσμου, ὁ γλυκὺς καὶ φιλάνθρωπος, ὁ πραότατος, καὶ ἁπλοῦς τὴν διάνοιαν, θάλασσα θείας χάριτος, Πορφύριε Ὅσιε, τοῦ μυστικοῦ ἀμπελῶνος, ἐργάτης ὄντως ἐπάξιος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, ὃς χρυσαυγέσι πνοαῖς, τὴν οἰκουμένην τηλαυγῶς ἐπορφύρωσας, καὶ ῥείθροις τῆς θεοπτίας, πρὸς τὸν λιμένα Θεοῦ, τῶν πιστῶν καρδίας διεπόρθμευσας· διὸ δυσωποῦμέν σε, τῶν θαυμάτων τὸ πέλαγος, θείας προνοίας, τὸ εὐῶδες θυμίαμα, καὶ μυρίπνοον, ἀρετῶν καλλιέρημα· δεῦρο καὶ νῦν θεσπέσιε, τὴν λύπην μετάβαλε, εἰς εὐφροσύνην καὶ πάντας, ταῖς σαῖς εὐχαῖς περιφρούρησον, παρέχων ἀφθόνως, ἰαμάτων θεῖα ῥεῖθρα, καὶ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τῆς Εὐβοίας βλαστός, τὴν τοῦ Χριστοῦ στείχων ὁδὸν ἐκ νεότητος, καὶ ἐν Καυσοκαλυβίοις, καταβιώσας στεῤῥῶς, τὸν ζυγὸν ἀράμενος τῆς ἀσκήσεως· διὸ εἰς τὰ κρείττονα, ὁ Χριστός σε ἀνήγαγε, τῶν μυστηρίων, ἐνορᾶν τὰ ἀπόκρυφα, καὶ τῆς χάριτος, μυστολέκτην σε ἔταξεν· ὅθεν ἡμᾶς Πορφύριε, τοὺς πίστει τιμῶντάς σε, τῶν οὐρανίων θαλάμων, καὶ θείας δόξης ἀξίωσον· τῇ σῇ γὰρ πρεσβείᾳ, ἐξαιτούμεθα παμμάκαρ, τὸ θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Ἡ καθαρά σου καρδία παμμάκαρ Πορφύριε, οἶκος γέγονε τῆς Παναγίας Τριάδος· ἡ γὰρ σοφία τοῦ Θεοῦ, ἡ τὰ ἐλλείποντα ἀναπληροῦσα, διὰ τῆς μωρίας τοῦ κηρύγματος, πάνσοφον σὲ κατέστησε· διὸ καὶ ἔνθεος ἱερεὺς χρηματίσας, καὶ θαυματουργὸς τοῖς ἀνθρώποις, προσείλκυες αὐτοὺς καὶ ἐδίδασκες τῶν θείων ῥημάτων, καὶ ἀρετῆς τὴν ἀκρίβειαν. Πρᾶος δὲ ὀφθεὶς ταπεινὸς καὶ ἀκέραιος, πειρασμοὺς ἀεὶ ὑπέμεινας χαίρων· διὸ καὶ ἡμᾶς τὴν ταπείνωσιν δίδαξον εὐχαῖς σου, καὶ εἰρήνην τῶν λογισμῶν, ἵνα τύχωμεν ἐλέους καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Σκεῦος εὔχρηστον, ἡγιασμένον, θείαις χάρισι, σοφὲ ἐγένου, τοῦ παναγίου Πνεύματος ὄργανον, κεκοσμημένος ἀκτίνων πυρσεύμασι, καὶ ἀρετῶν ἱερὸν ἀκροθίνιον· Πάτερ Ὅσιε, θαυματοβρῦτα Πορφύριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δοθῆναι τοῖς τιμῶσί σε τὰ κρείττονα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὁσίᾳ βιοτῇ, διανύσας σὸν βίον, Ὁσίων κοινωνός, κατὰ πάντα ἐδείχθης, παμμάκαρ Πορφύριε· ὅθεν χάρις οὐράνιος, σὲ κατέστησε, καρδιογνώστην ἀνθρώπων, καὶ τὰ μέλλοντα, ὡς τὰ παρόντα σκοποῦντα· διό σε γεραίρομεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Νυμφὼν ὁ λογικός, ἀνεδείχθης Παρθένε, καθέδρα μυστική, τοῦ Δεσπότου τῶν ὅλων, ὁ θρόνος ὁ περίδοξος, ἡ σκηνὴ ἡ οὐράνιος, ἡ χωρήσασα, τὸν Ποιητὴν τῶν ἁπάντων· διὸ ἅπασαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, σεπτῶς Σε δοξάζουσι.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως ἱεράτευσας τῷ Βασιλεῖ καὶ Θεῷ, παμμάκαρ Πορφύριε· διὸ ἐδέχθης λαμπρόν, τῆς χάριτος στέφανον, ἄκακος χρηματίσας, καὶ χαρᾶς οὐρανίου, πάντοτε πεπλησμένος, ταύτην πᾶσι παρεῖχες· ἣν δώρησαι θεόφρον καὶ νῦν, τοῖς πίστει τιμῶσί σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παρθένε πανάμωμε τῶν ἀνελπίστων ἐλπίς, χαρά τε καὶ στήριγμα τῶν ἐν ἀνάγκαις πιστῶν, πενθούντων παράκλησις, ῥῦσαι τοὺς συσχεθέντας, πειρασμοῖς ἀδοκήτοις, ἴασαι τοὺς νοσοῦντας, καὶ δεινῶς θλιβομένους, πρὸς Σὲ γὰρ προστρέχομεν ἀεί, τὴν πάντων βοήθειαν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὸν πολυθαύμαστον, παμμάκαρ βίον σου, τὸν δι’ ἀσκήσεως, ὄντως λαμπρύναντα, ἱερωσύνης τὴν στολὴν τιμῶμεν μετ’ εὐλαβείας· ὅθεν παριστάμενοι, πρὸ τῆς θείας εἰκόνος σου, ταύτην ἀσπαζόμενοι, ἐξ αὐτῆς ποριζόμεθα, χάριν ἱλασμὸν καὶ εἰρήνην, Πορφύριε Χριστοῦ ὑποφῆτα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν ὡραιότητα, Σοῦ κάλλους ἄχραντε, νοῶν ὁ ἄθλιος, ὅλως ἐκπλήττομαι, καὶ τῆς ἐξόδου μου καιρόν, ὁρῶ πρὸ τῶν ὀφθαλμῶν μου· μέλλων γὰρ κατάκρισιν, ὑπομεῖναι ἐνώπιον, τῶν Ἀγγέλων ῥῦσαί με, τῶν κακῶν τῆς κολάσεως· διὸ ἐν μετανοίᾳ Σοι κράζω· χαῖρε ἡ πάντων σωτηρία.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἰωάννου τοῦ Καλυβίτου τὸν βίον ἀγαπήσας, καὶ τὴν ἀνωτάτην φιλοσοφίαν, ἔξω κόσμου ἐγένου ἱερώτατε. Ἀλλ’ ὁ Χριστὸς οὗ ἠράσθης παιδιόθεν, πρῶτός σε ἠγάπησε· διὸ καὶ σὲ ἐξέλεξεν αὐτὸν διακονῆσαι, ἐν τῷ προσώπῳ τῶν ἀσθενούντων ἀδελφῶν αὐτοῦ· ὅθεν ἐν τῷ κόσμῳ καίπερ ἐν σώματι ἐνύλῳ ὑπάρχων, τὸν φωτεινὸν χιτῶνα τοῦ Χριστοῦ, ἀῤῥύπωτόν τε καὶ φωτεινὸν διετήρησας. Πρέσβευε οὖν Ὅσιε, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἄνθος Ὁσίων Πορφυρόεν μέλπω σεμνῶς. Εὐ(αγγέλου)
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀγάλλεται σήμερον, πανευλαβῶς ἡ καρδία μου, ἐν δάκρυσι φέρουσα, θερμὴν μετάνοιαν, ὡς ἐν ᾄσμασι, ὑμνήσω θεοφρόνως, τὸ νέον τῆς χάριτος, ἄνθος Πορφύριον.
Νεόφυτον βλάστημα, τοῦ Παραδείσου γεγένησαι, Πορφύριε ἔνδοξε, ἐν τῇ κοιμήσει τῇ σῇ, ἔνθα σύμπασα, ἡ τάξις τῶν Ἀγγέλων, θερμῶς σε προσέλαβε, θείοις σκηνώμασι.
Θαυμάτων ἐνέπλησας, τὴν οἰκουμένην θεσπέσιε, τηρήσας ἀμόλυντον, τὴν καθαράν σου ψυχήν, καὶ νενίκηκας, τῇ θείᾳ βοηθείᾳ, τῆς πλάνης τὸν δράκοντα, τῇ ταπεινώσει σου.
Θεοτοκίον.
Ὁ Τόκος Σου πάναγνε, Ὃν ἐν σαρκὶ ἀπεκύησας, ἡμᾶς τάχος ῥύεται, ἀπὸ παντὸς πειρασμοῦ, τοὺς προστρέχοντας, ἐν συνοχῇ καρδίας, καὶ Σὲ μακαρίζοντας, τὴν ἀειπάρθενον.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Δεητικῶς.
ᾨδὴ α΄. Ἦχος α΄. Χριστὸς γεννάται.
Χριστοῦ τὸν φίλον τὸν γνήσιον, Χριστοῦ ἱερουργὸν τὸν διάπυρον, Χριστοῦ τὸν σεμνὸν ὑπήκοον, ἅπαντες τὸν Πορφύριον οἱ πιστοί, Καυσοκαλυβίτην, γεγηθότες ἐν ᾠδαῖς ἀνευφημήσωμεν.
Σκιρτῶσι κόσμου τὰ πέρατα, λαοὶ τῆς οἰκουμένης ἀγάλλονται, χορεύουσι τὰ οὐράνια, πλήθη τῶν ἱερέων καὶ μοναστῶν, ψάλλουσι συμφώνως, ἐν τῇ μνήμῃ Πορφυρίου τοῦ θεόφρονος.
Ὢ θαῦμα πῶς ἐκ νεότητος, ὑπέστης γεννητόρων τὴν στέρησιν, τῆς φύσεως πόθῳ μὴ καμφθείς, κατέφλεγε γὰρ καρδίαν σου ἔρως Θεοῦ, καὶ ὡς φῶς τὸν νοῦν σου, περιέλαμπε τοῦ Καλυβίτου πρότυπον
Ἰσχὺν παράσχου σῇ χάριτι, ἡμῖν τοῖς ἐκζητοῦσι βοήθειαν, καὶ πόθῳ τῇ σῇ προστρέχουσι, θείᾳ ἐπισκιάσει καὶ ἀρωγῇ, μύστα ἀποῤῥήτων ὦ Πορφύριε σοφέ, ὅπως ὑμνῶμέν σε.
Θεοτοκίον.
Δοχεῖον οὖσα τῆς χάριτος, καρδίαν μου χαρᾶς θείας πλήρωσον, τὰ νέφη παθῶν ἐκδίωξον, Κύριε τὸν Υἱόν Σου ὡς ἐκτενῶς κεχαριτωμένη, ὑπὲρ πάντων τῶν πιστῶν, ἀεὶ ἱκέτευε.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκον.
Σωμάτων σε ἴσμεν ἰατῆρα, καὶ πρόθυμον πάντων ἀρωγόν· διὸ τὰ μεγαλεῖά σου, Πορφύριε κηρύττομεν, καὶ τὸν Θεὸν δοξάζομεν, τὸν σὲ λαμπρῶς θαυμαστώσαντα.
Ὁλόφωτος στῦλος τῆς ἀγάπης, λαμπόμενος ὅλος τῇ ψυχῇ, ἡμᾶς συνεκαλέσατο, Πορφύριος ὁ ἔνδοξος, καὶ ζωηφόρον τράπεζαν, ἡμῖν παρέχει οὐράνιον.
Σοφίας καὶ θείων χαρισμάτων, ἐπλήσθης τῇ χάριτι Θεοῦ, βιώσας ὡς ἀσώματος, καὶ πάντας κατεφώτισας, δυνάμει τῇ τοῦ Πνεύματος, περιχαρῶς ὦ Πορφύριε.
Θεοτοκίον.
Ἱλέωσαι Μῆτερ τὸν Υἱόν Σου, καὶ λύτρωσαι πάντας τῶν παθῶν, τοὺς πόθῳ ἐκβοῶντάς σοι, καὶ πίστει προσκυνοῦντάς Σε· Σὺ γὰρ ὑπάρχεις ἄχραντε, ἐλπὶς τοῦ κόσμου καὶ στήριγμα.
Ἕτερος. Τῷ πρὸ τῶν αἰώνων.
Σὴν καρδίαν μάκαρ, τοῦ Νυμφίου τῆς ἀγάπης κατέφλεξε πῦρ· διὸ ἡμέρας καὶ νυκτός τε, ἐντρυφῶν εὐφροσύνως, ταῖς θείαις γραφαῖς καὶ ψάλμασιν, ὡς ἀηδὼν ἐμελώδεις Θεῷ, Ὅσιε Πορφύριε.
Πάντα οὐρανόν σοι, ἡ θεόσδοτος χάρις ἐποίει φαιδρῶς, ἣν προσελάβου ὑπερλόγως, ἐν ναῷ τῷ ἁγίῳ, ἰδὼν ἐρημίτην ὅσιον, ἠλλοιωμένον ἐν τῷ ἐκβοᾶν, πρὸς τῶν ὅλων Κύριον
Τὸν ἐνδεδυμένον, τὴν στολὴν τῆς θεώσεως πλήρη φωτός, καὶ κεκρυμμένον ἐν τῷ Ἄθῳ, ὁ Χριστὸς φανεροῖ νῦν, τῷ κόσμῳ καὶ μὴ βουλόμενος, ὡς τοὺς ἐν δίψει δροσίσῃ γλυκεῖ, ὕδατι τοῦ Πνεύματος.
Ὅλος μου ὁ βίος, ἐκ δεινῶν συντεθεὶς καὶ παντοίων κακῶν, τῇ σῇ προνοίᾳ μετὰ δέους, καταφεύγω θεόφρον, Πορφύριε σῶσον τάχιστα, τὸν σὸν ἱκέτην βοῶντα θερμῶς· ἥμαρτον ἱλέωσαι.
Θεοτοκίον.
Εὔσπλαγχνε Παρθένε, τὸν Σωτῆρα τεκοῦσα Χριστὸν τὸν Θεόν, καὶ εἰς λιμένα σωτηρίας τοὺς ἐν πλάνῃ καλοῦσα, βοήθησον ἡμῖν τάχιστα, ὅπως πρεσβείαις ταῖς Σαῖς ἐν χαρᾷ, τύχωμεν λυτρώσεως.
Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Ζῆλον ἔνθεον, ἐνδεδυμένος, Πάτερ Ὅσιε, τῇ προαιρέσει, τῷ Χριστῷ ἠκολούθησας πνεύματι, καὶ δοξασθεὶς ὑπὲρ ἔννοιαν λάμπεις νῦν, συμπαρεδρεύων Χριστῷ τῷ νυμφίῳ σου· ὅθεν πρέσβευε, δοθῆναι ἡμῖν τὰ κρείττονα, τοῖς πίστει σου τελοῦσι τὴν πανήγυριν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἀπειρόγαμε, Παρθενομῆτορ, τὴν κατώδυνον, ψυχήν μου στέρξον, καὶ ἐκ βάθους κακῶν με ἐξάρπασον· ἁμαρτιῶν γὰρ τῷ φόρτῳ ποντούμενος, τοῦ ψυχοκτόνου ἐχθροῦ με λύτρωσαι· ἵνα πάντοτε, ὑμνῶ ταπεινῶς τὸν Τόκον Σου, ἀεὶ ὡς Θεοτόκον μεγαλύνων Σε.
ᾨδὴ δ΄ Ὁ καθήμενος ἐν δόξῃ.
Ὢ ἁπλότητος ἁγίας, καθαρᾶς τῆς καρδίας σου· ὢ τῶν τεραστίων, πάντων τῶν θαυμάτων σου Ὅσιε, δι’ ὧν Θεὸς ὕψωσέ σε καὶ ἐδόξασεν· ὅθεν κράζομεν· χαίροις μάκαρ Πορφύριε
Νέαν γνῶσιν θησαυρίσας, ὡς ἡ χάρις σοι ἔνευσεν, φῶς ἀποκαλύπτον, θείας ἀναβάσεις Πορφύριε, καὶ ἃ ἐπόθησας εἶδες ἀξιάγαστε· διὸ ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει Σου.
Προσευχῆς σου τῆς ἁγίας, πρὸς φιλάνθρωπον Κύριον, μὴ ἀποστερήσῃς, πάντας τοὺς τιμῶντάς σε Ὅσιε, ἀλλ’ ὡς συνήθει τῷ τρόπῳ ἐξιλέωσαι, καὶ παράκλησιν, δίδου ἡμῖν τοῖς αἰτοῦσί σε.
Θεοτοκίον.
Ὀμβροτόκον Θεοτόκε, τὴν καρδίαν ἀνάδειξον, τῶν Σὲ ἀνυμνούντων, ἵνα ἐμβατεύωσιν ἄχραντε, εἰς μυστικὰς ἀναβάσεις καὶ ἀξίωσον, ὅπως τύχωσι, τοῦ ὑετοῦ θείας χάριτος.
Ἕτερος. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί.
Ἄνθος ἐξ Εὐβοίας θεϊκόν, ἐκ ῥίζης εὐσεβοῦς σοφέ, ἐν τοῖς ἐσχάτοις ἀνεβλάστησας, καὶ ἔτι παιδίον ὤν, εἰς τὸν Ἄθω ἀπῆλθες, ἔνθα τῆς ἀσκήσεως τὴν τρίβον, διῆλθες ἀγγελικῶς, θείᾳ ἐπινεύσει Πορφύριε.
Πᾶσι τοῖς προστρέχουσι εἰς σε, ἐφάνης καθαρὰ πηγή, χαρᾶς ἐλπίδος καὶ ἰάσεων, ἀείῤῥοος ποταμός, χαρισμάτων ἡ κρήνη, δρόσῳ ζωηῤῥύτων δὲ ναμάτων, ἐδρόσισας τὰς ψυχάς, πνεύματα δὲ εὔφρανας Ὅσιε
Φῶς ζωὴν εἰρήνην καὶ χαράν, ὡς εὐαγγελισάμενος, τοῖς προσιοῦσί σοι Πορφύριε, ἀγάπην τε τοῦ Θεοῦ, διαπύρως τρανώσας, χρώμενος τῶν λόγων τῇ σαγήνῃ, ὡς ἔμπειρος ἁλιεύς, πλήθη τῶν ἀνθρώπων ἐζώγρησας.
Ἔμψυχος ναὸς φωτοειδής, ὑπάρχων θείου Πνεύματος, τὴν Οἰκουμένην κατεφώτισας, τοῖς λόγοις σου τοῖς σοφοῖς, ἐν ἐσχάτοις τοῖς χρόνοις, φαίνων τηλαυγῶς τοῖς ἐν τῷ σκότει, ὑπέρλαμπρον οὐρανῶν, δόξαν καὶ φαιδρὰν ἀγαλλίασιν.
Θεοτοκίον.
Ἥνωσας τὴν γῆν τῷ οὐρανῷ, Μαρία Μητροπάρθενε, ὅτι εἰς τέλος Σὺ ἐπλήρωσας, τὸ θέλημα τοῦ Θεοῦ, ταπεινώσει ἁγίᾳ· νῦν θαυματοβρύτης δὲ ἐφάνη, Πορφύριος ἑαυτόν, πίστει τῷ Θεῷ ἀναθέμενος
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ῥοῆς τῶν δακρύων μου, μὴ ἐπιλάθη Ἅγιε, δός μοι τῆς σῆς χάριτος τὸ νέκταρ, ἵνα ζωώσῃ τὴν ταπεινήν μου ψυχήν, ὅπως τῆς χαρᾶς ἀξιωθῶ, καὶ τὰ λύπης δάκρυα, χαρμολύπης μοι γένωνται.
Φωτὶ θείας χάριτος, αὐγάζονται Πορφύριε, οἱ τὸ ὄνομά σου ἐκφωνοῦντες· πάντες ἀσμένως τῆς παρὰ σοῦ ἀρωγῆς, δέχονται πλουσίας δωρεάς, καὶ χαρᾶς τῆς κρείττονος, ἀξιοῦνται πανένδοξε.
Ὑπάρχεις ἀνάπλεως, τῶν δωρεῶν τῆς χάριτος, Πάτερ τῆς Τριάδος ὑποφῆτα· ὅθεν αἰτοῦμεν, παῦσον τὸν τάραχον, κόσμου καὶ τοῦ Γένους τὰ δεινά, βράβευσον εἰρήνην δε, ταῖς εὐχαῖς σου πρὸς Κύριον.
Θεοτοκίον.
Ῥημάτων ἐστέρημαι, καὶ λόγων τοῦ ὑμνῆσαί Σε, ὄντως ἐπαξίως Θεοτόκε· διό μοι δίδου τῇ προαιρέσει νοός, κάθαρσιν καὶ θεῖον φωτισμόν, ὅπως νῦν δοξάζω Σε, τὴν χαρὰν τῶν ψυχῶν ἡμῶν.
Ἕτερος. Θεὸς ὢν εἰρήνης.
Ῥωννύμενος σθένει, εὐχῇ κραταιᾷ, θεϊκῆς ἐπιπνοίας καὶ χάριτος, ἐγένου νέον σκήνωμα, Τριάδος τῆς σεπτῆς· ὅθεν θεογνωσίᾳ, πλησθεὸς ἀῤῥήτου δόξης, ὑποφήτης γέγονας, καὶ ἑρμηνεὺς ἀποκαλύψεων.
Λιμὴν θλιβομένων, χαρᾶς ὁ δοτήρ, μοναζόντων φωστὴρ ὁ πανάριστος, σοφὸς γονέων σύμβουλος, ποιμὴν καὶ ὁδηγός, πάντων τῶν πλανωμένων, Πορφύριε σὺ πέλων, καὶ ἡμᾶς ἐκ θλίψεων, ταῖς σαῖς πρεσβείαις ἐλευθέρωσον.
Μὴ βλέπων ἑώρας, εἰς βάθη ψυχῶν, καὶ τὰ κρύφια πάνυ ἐγίνωσκες, θαυμάτων τὴν ἐνέργειαν, ἐξέχεες τρανῶς, νόσους ἀποδιώκων, καὶ δαίμονας ἐλαύνων, τοῦ Χριστοῦ δυνάμει δε, τερατουργῶν Πάτερ θεόληπτε.
Εὖ δοῦλε Κυρίου, πιστὲ κἀγαθέ, ὁ Χριστός σοι φωνεῖ Πάτερ Ὅσιε, ποιμὴν προβάτων ἔμπλεως, ὢν θείου φωτισμοῦ, ἔφερες ταῦτα ἔνδον, Ἐκκλησίας τῆς μάνδρας, καὶ σοφῶς ἐφύλαξας, σαῖς πατρικαῖς παραινέσεσιν.
Θεοτοκίον.
Τεῖχος εἶ παρθένων, Παρθένε ἁγνή, ἀσθενούντων ταχεῖα ἀντίληψις, εἰρήνης ὁ ἀείῤῥοος, καὶ θεῖος ποταμός· ὅθεν παρακαλῶ Σε, παράσχου μοι ῥανίδας, πρὸς ψυχῆς ἀνάψυξιν, καὶ αἰωνίου χαρᾶς μέθεξιν.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὁσίως ὄντως τὸν βίον σου, διῆλθες καὶ Θεῷ εὐηρέστησας, καὶ ἐγκαλλώπισμα, τῆς Ἐκκλησίας θεσπέσιον, καὶ μοναζόντων δόξα, ἐφάνης Ὅσιε.
Ἐκτρέφεις μάκαρ Πορφύριε, ψυχὴν ἡμῶν ὁμοῦ καὶ διάνοιαν, τοῖς θείοις λόγοις σου, καὶ τοῖς τοῦ Πνεύματος νάμασιν, ἡδύνεις τὰς καρδίας, τῶν εὐφημούντων σε.
Νευραῖς ἁγίων ἀγώνων σου, νηστείαις προσευχαῖς καὶ δεήσεσι, προκαθηράμενος, ναὸν σαυτὸν ἀπετέλεσας, Τριάδος τῆς ἁγίας, θεόφρον Ὅσιε.
Θεοτοκίον.
Μητέρα πάντες Σε ἔγνωμεν, προστάτιν βοηθὸν καὶ προπύργιον· διὸ βοῶμέν Σοι· τὸν νοῦν ἡμῶν φωταγώγησον, καὶ σκοτοδίνην πόῤῥω, τούτου ἀπέλασον.
Ἕτερος. Σπλάγχνων Ἰωνᾶν.
Ῥῦσαι τῶν παθῶν, Ὅσιε Πορφύριε, τῇ πανευσθενεῖ, θείᾳ δεήσει σου· σὲ γὰρ ἔχομεν, προστασίαν βεβαίαν, καὶ σκέπην στεῤῥάν, ὡς κτησάμενος Τριάδος τὴν εὐμένειαν, ἣν καὶ εἰς ἡμᾶς πρεσβείαις σου, χορηγεῖς ἀδαπάνως τοὺς κάμνοντας.
Ἅρμα τοῦ Θεοῦ, ἐδείχθης Πορφύριε, πτερώσας σαυτόν, αἴγλη τοῦ Πνεύματος, καὶ ἀνήγαγες, τῶν πιστῶν τὰς χορείας, εἰς γνῶσιν Θεοῦ, ἐδιδάσκων τῆς ἀγάπης τὴν ἐντέλειαν, ἥνπερ ἀκραιφνῶς ἐβίωσας, καὶ ἐν πλήρει ἁπλότητι Ὅσιε
Ὅλος συγκραθείς, πόθῳ τοῦ Κτίστου σου, τὰ πάντα Αὐτοῦ, ὡς ἐκτυπώματα ἐλογίζεσο, ἀνακλῶντα τὸ κάλλος, καὶ δόξαν Θεοῦ, καὶ σταλάζοντα ἀγάπην ἀνεκλάλητον, ἧσπερ τοὺς καρποὺς γευσάμενος, ἐν σκηναῖς οὐρανίαις ἀγάλλῃ νῦν.
Δόξα Σοι Χριστέ, τῇ σοφῇ προνοίᾳ Σου, δεικνύων τρανῶς, διὰ τοὺς δούλους Σου, ὅτι ἔξεστιν, ἐν ἐσχάτοις καιροῖς, ἀμέμπτως τηρεῖν, τὰ ἐντάλματα τὰ τοῦ Εὐαγγελίου Σου· καὶ γὰρ δι’ αὐτῶν κατήργηται, ἡ σοφία τοῦ κόσμου ἡ ἄσοφος.
Θεοτοκίον.
Ἴδε τὴν ἐμήν, Δέσποινα περίστασιν, καὶ σπεῦσον εὐθύς, δός μοι βοήθειαν, τῷ ὑμνοῦντί Σε· πλὴν γὰρ Σοῦ ἄλλην σκέπην, οὐκ ἔχω σαφῶς· διὸ σπεῦσον καὶ ὡς πάντοτέ με λύτρωσαι, ἐκ τῆς παλαμναίας ἄρκυος, καὶ εἰρήνην παράσχου μοι τάχιστα
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐν ἐσχάτοις τοῖς καιροῖς ἐνθέως ζήσαντα, καὶ ἐμπλησθέντα χαρισμάτων θείου Πνεύματος, ἀνυμνήσωμεν Πορφύριον ἐπαξίως, ὅτι μέγας παρακλήτωρ ἀναδέδεικται, καὶ ζωὴν ἡμῖν παρέχει ἀκεσώδυνον· πρὸς ὃν κράζομεν· χαίροις Πάτερ παγκόσμιε.
Ὁ Οἶκος.
Ἄγγελος ὡς ὡράθης ἐπὶ γῆς σαρκοφόρος, τὴν φύσιν ὑπερέβης ἐμφρόνως, καὶ τῷ Θεῷ ἱεράτευσας τρόπῳ ἀγγελικῷ, ἐξανάψας τὸ κρυπτὸν τῆς καρδίας φῶς, δι’ ἀκτίστου μυστικῆς χάριτος· διό σε μακαρίζομεν· βοῶντές σοι πίστει ταῦτα·
Χαῖρε, τὸ ἄνθος τῆς Ἐκκλησίας·
χαῖρε, τὸ ῥόδον τῆς Βασιλείας.
Χαῖρε, ποιμὴν ὁ καλὸς Χριστοῦ μάνδρας·
χαῖρε, ὁ ποιήσας ἐν ταυτῷ καὶ διδάξας.
Χαῖρε, τῆς Εὐβοίας οὐράνιον βλάστημα·
χαῖρε, Ἀθηνῶν πανωραῖον ἀγλάϊσμα.
Χαῖρε, ὁ ἐξάγγελος καὶ ἀῤῥήτων κομιστής·
χαῖρε, ὁ μεγίστων ἀποκρύφων μηνυτής.
Χαῖρε, μοναστῶν ὁ φωστὴρ ὁ πολύφωτος·
χαῖρε, ἀσκητῶν ὁδηγὸς ὁ πολύτιμος.
Χαῖρε, στεῤῥὸς ἀσθενούντων προστάτης·
χαῖρε, πτωχῶν ἰσχυρὸς παραστάτης.
Χαίροις, Πάτερ παγκόσμιε.
Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Πορφυρίου τοῦ Καυσοκαλυβίτου
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἐκ παντοίων νῦν, Πορφύριε ἐξάρπασον, τῶν πολεμούντων με, καὶ πρὸς Χριστὸν ἀκλινῶς, ψυχήν μου κατεύθυνον, ἐν πίστει ψάλλουσαν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Λῦσον Ἅγιε, τῆς γλώσσης μου τὸ ἄτονον, ἵνα χαρμόσυνον, ἀγγελικῇ προτροπῇ, Χριστῷ τῷ Θεῷ ἡμῶν, ὕμνον ἐρεύξωμαι· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Παρωσάμενος, ἀνδρείως τὰ τεχνάσματα, τοῦ πολεμήτορος, τῇ κραταιᾷ σου ψυχῇ, καὶ τούτου ἠλόγησας, Χριστοῦ τῇ χάριτι, πρὸς Ὃν ἔψαλλες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὡς κατάκαρπον, ἐλαίαν Σε γινώσκομεν, καὶ πλουσιόδωρον, καθιλαρύνουσαν νοῦν, Παρθένε πανύμνητε, τῶν ἐκβοώντων Σοι· Χαῖρε Δέσποινα, ἡ τῶν πιστῶν βοήθεια, καὶ τοῦ κόσμου προστασία.
Ἕτερος. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες.
Σοφίᾳ θεϊκῇ ἀποκαθάρας, τῆς σαρκὸς καὶ πνεύματος αἰσθήσεις πάνσοφε, φλεχθεὶς τὴν καρδίαν θείῳ ἔρωτι, σὺν Ἀγγέλοις τῷ Θεῷ, ἐκθύμως ψάλλεις νῦν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Ἐν νόσοις ἀλγειναῖς ἀνεβόας, γεγηθὼς Πορφύριε· ἐμοὶ τὸ ζῆν Χριστός, θανεῖν δὲ ἐστὶ κέρδος ἄπειρον· οὐ μὴ παύσω ἀνυμνῶν, αὐτοῦ τὸ ἔλεος, καὶ ἐκβοῶν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Χαρὰν τὴν ἐπουράνιον χαρίζῃ, καὶ γλυκὺ ἐνστάλαγμα κλεινὲ Πορφύριε· ὑψόθεν γὰρ ἔλαβες τὸ χάρισμα, τοῦ τῆς φύσεως δομάς, ἐλέγχειν πάντοτε, καὶ προορᾶσθαι τὰ μέλλοντα συμβαίνειν.
Ὁ λόγος σου σοφίᾳ ἠρτυμένος, καὶ τῇ θείᾳ χάριτι κατακοσμούμενος, χαρᾷς ἐμπιπλᾷ καὶ ἱλαρότητος, τὰς καρδίας τῶν πιστῶν, οἳ πόθῳ ψάλλουσιν· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Καρδίαν τὴν ἐμὴν Παρθενομῆτορ, ἐν ἀτόποις πράξεσιν ὡς κατεμόλυνα, ἐλπίδα σταθηρὰν ἄλλην οὐκ ἔγνωκα· διὸ τάχει με παθῶν, φθορᾶς ἐξάρπασον, καὶ δώρησαί μοι καιρὸν νῦν μετανοίας.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Σῶμά τε καὶ νοῦν ἀποκαθάρας, νηστείᾳ καὶ προσευχῇ καὶ ἀγωνίσμασι, Πνεῦμα τὸ πανάγιον, Ὅσιε Πορφύριε, Τριάδος οἰκητήριόν σε κατεσκεύασε, καὶ κόσμῳ σε κατέστησεν ὄντως, λάμπουσαν εἰκόνα, φωτὸς τοῦ οὐρανίου.
Ἔλυσας τὰς γλώσσας μογιλάλων, καρκίνου τὸ πάθος ἐθεράπευσας, δαίμονας ἐδίωκες, πάντων συνειδήσεις δε, ἐγίνωσκες σαφέστατα, ὡς καὶ τὰ βάθη τῆς γῆς, καὶ ὕδωρ ἐξ αὐτῆς ἀναβλύζον, ἔφερες εἰς πόσιν, πρὸς δόξαν τοῦ Κυρίου.
Μέτοχος ζωῆς τῆς ἀθανάτου, ψυχῆς γὰρ τὸ πάχος καὶ τοῦ σώματος, ὄντως ἐξελέπτυνας, Ὅσιε Πορφύριε· διὸ Ἀγγέλων ἔφθασας, βίον τὸν ἄσαρκον· μεθ’ ὧν νῦν τῷ Δεσπότῃ πρεσβεύεις, ὑπὲρ τῶν ὑμνούντων, τὴν σὴν ἀγήρω μνήμην.
Θεοτοκίον.
Νέον οὐρανόν Σε Παναγία, καὶ πάντων τῶν ἀγαθῶν αἰτίαν ἔχομεν, Σὲ Θεογεννήτρια, ὡς τεκοῦσαν Κύριον, πᾶσαν κατάραν λύσαντα τὴν τῆς προμήτορος· διό Σε ὡς Μητέρα ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, Σὸν Τόκον εἰς αἰῶνας.
Ἕτερος. Θαύματος ὑπερφυοῦς.
Ἴθυνας τὰς τῶν ἀνθρώπων διανοίας, πρὸς νομὰς χαρισμάτων ἁγίας· οὐ γὰρ ἐπελάθου τῶν ὑμνητῶν σου, ἀλλ’ ὑψωθείς, ἐν παλαίσμασι παρέχεις ἐκνικᾶν τοὺς ἐχθρούς· διὸ ἀνυμνοῦντές σε Πορφύριε, τῶν ἀῤῥήτων ἐπόπτα σκεῦος τῆς χάριτος, συνυμνολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας
Ζέουσα ἐκ θείου πόθου ἡ ψυχή σου, ἀποῤῥήτων ἐγένετο μύστις· Ὃν γὰρ καὶ ἠγάπησας παιδιόθεν, τοῦτον ἀεί, συνεζεύχθης ἱερώτατε τὴν σάρκα στεῤῥῶς, δουλώσας τῷ πνεύματι καὶ ἔψαλλες· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Ἅπαντες τὰς προτροπὰς τοῦ Πορφυρίου, εἰσδεξάμενοι δεῦτε προθύμως, νῦν καιρὸς ἐφέστηκεν ἐργασίας, ὥρα ἐστί, πανηγύρεως ἐκεῖνος γὰρ ἡμᾶς συγκαλεῖ· δουλεύσωμεν οὖν ὥσπερ ἀθάνατοι, ῥαθυμίαν καὶ ὄκνον ἔξω βαλλόμενοι, ὡς θνητοὶ δὲ πάλιν, βιώσωμεν ἐν κόσμῳ.
Ἔσχηκας θεοκυβέρνητον καρδίαν, ὡς γὰρ μέθοδον εὗρες ἁγίαν, ὅτε πειρασμοὶ ἐπήρχοντο σφοδρά, στρέφων καὶ νοῦν, καὶ διάνοιαν πρὸς Κύριον ἀγάπῃ θερμῇ, σοφῶς κατεφρόνεις πάντα ἔνεδρα· εὐλογείτω βοῶν ἡ κτίσις τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὤφθης καθαρότητος σκεῦος Παρθένε, πάσης κτίσεως αἴρουσα γνῶσιν· ὅθεν καὶ παλάτιον ἀνεδείχθης, τοῦ Ποιητοῦ, τῶν ἁπάντων καὶ πυρίμορφος καθέδρα Θεοῦ· διὸ τοῦ βοᾶν Σοὺς δούλους ἴθυνον· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ὤφθη γαληνός, ὡς ὅρμος ὑπήνεμος, ἡ καθαρά σου ψυχή, πάντοτέ με σώζουσα, ὅτε τὸ κῦμα, μυρίων θλίψεων, ἐπαπειλεῖ βυθίσαι μου, πλοῖον τῆς πίστεως, καὶ γαλήνην, δίδως τῇ καρδίᾳ μου, ὡς εἰρήνης Πορφύριε πάροχος.
Σκίρτα ἐν χαρᾷ, τὸ Ὄρος τὸ Ἅγιον, νῦν ἀγαλλόμενον, πᾶσα Ἐκκλησία δε, τῶν Ὀρθοδόξων, ἐπὶ τῇ μνήμῃ σου, πνευματικὴν πανήγυριν, νῦν συγκροτήσωμεν, χαίροις Πάτερ, ψάλλοντες Πορφύριε, τὸ ἡμέτερον κλέος καὶ καύχημα.
Ἔχομεν τὴν σήν, μορφὴν ὦ πανεύφημε, ἐν τῇ εἰκόνι σου, θεῖον ὡς ἐκτύπωμα, καὶ εὐλογίαν, τῆς παρουσίας σου, δι’ ἧς καταλαμπρύνονται, οἱ μετὰ πίστεως, προσιόντες, χαίροις σοι προσάδοντες, ὦ Πορφύριε μύστα τῆς χάριτος
Θεοτοκίον.
Ὕμνοις ἱεροῖς, ψαλμοῖς τε καὶ ᾄσμασι, νῦν καταστέψωμεν, τὸν κλεινὸν Πορφύριον, τὸν πλάνην κόσμου, στεῤῥῶς νικήσαντα, νηστείαις καὶ δεήσεσι, καὶ Παναγίας Μητρός, τοῦ Κυρίου, θείαις ἀντιλήψεσιν, ἐν αἷς πάντες ἡμεῖς νῦν ἐλπίζομεν.
Ἕτερος. Μυστήριον ξένον.
Ὑμνήσωμεν πάντες, σεπτοῖς θείοις ᾄσμασι, τὸν κλεινὸν Πορφύριον ὅστις, πλησθεὶς ἐνθέοις σημείοις, ἐν κόσμῳ διάγων, ἐκτὸς κόσμου γέγονεν ὡς ἄσαρκος, καὶ πλείστας σαφῶς, θεοσημείαις ἐφανέρωσε.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, ὡς ἀκτῖσι φῶς ἀποπέμπον, τὸ πρόσωπόν σου ἀστράπτον, καὶ ὅλον ἐν δόξῃ, φοροῦντα στολὴν λαμπρὰν Πορφύριε, καὶ στέφος χρυσοῦν, οἷς ὁ Χριστός σε κατεκόσμησεν.
Ἀγάθυνον Πάτερ, καὶ δός μοι κατάνυξιν, συντριβὴν καὶ ἔλεος, γνῶσίν τε καὶ καλῶν ἐποπτείαν, καὶ φῶς δὲ τὸ θεῖον, δι’ οὗ ἀκλινῶς εὐαρεστήσαιμι, Χριστῷ τῷ Θεῷ, σὺν τῷ Πατρί τε καὶ τῷ Πνεύματι.
Λαοὶ εὐφροσύνως, συνέλθωμεν σήμερον, ὁμοφρόνως ᾄδοντες πάντες, τοῦ Πορφυρίου τῇ μνήμῃ, ὃς ὅλως ἐν δόξῃ, τῷ θρόνῳ Θεοῦ νῦν παριστάμενος, Αὐτὸν δυσώπει, ὑπὲρ τῶν πάντων ἵνα ὦσιν ἕν.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα, ἀφράστως τὸν Κύριον, οὐρανὸν ἐποίησας πάντα, τὰ ἐπὶ γῆς Θεοτόκε· διὸ δυσωπῶ Σε, ὁμοῦ Πορφυρίῳ τῷ θεοφρόνι, ζωὴν τὴν ἐμήν, θείαις πρεσβείαις οὐρανώσατε.
Ἐξαποστειλάριον. Ἦχος γ΄. Φῶς ἀναλλοίωτον Λόγε.
Ἐν Καυσοκαλυβίοις, τὸ Φῶς τὸ ἄκτιστον ἦλθεν, ἐν τῇ καρδίᾳ σκηνῶσαν, τοῦ Πορφυρίου τοῦ θείου, υἱὸν φωτὸς αὐτὸν δεῖξαν, δι’ ὗ ἐφώτισε κόσμον.
Θεοτοκίον.
Χαῖρε λαμπρὰς τοῦ κόσμου, ἁγνὴ καὶ πάγκαλος Νύμφη, τοῦ Ποιητοῦ καὶ Θεοῦ μου, δι’ ἧς ὁ κόσμος λυτροῦται, τοῦ θείου δὲ Πορφυρίου, δόξα χαρά τε καὶ κλέος.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ Πορφύριε Ὅσιε, μνήμην τὴν σὴν εὐλαβῶς, εὐφημοῦντες τὴν ἔνδοξον, ἐκ βαθέων πέμπομεν, τῇ Τριάδι προσκύνησιν, καὶ ἀνυμνοῦμεν τὸν σὲ δοξάσαντα, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον· πρέσβευε Ἅγιε, καὶ ἡμῖν δωρήσασθαι ἁγιασμόν, καὶ πταισμάτων ἄφεσιν, τοῖς εὐφημοῦσί σε.
Πάτερ Πορφύριε Ὅσιε, ὥσπερ διψῶσα δορκάς, ἡ ψυχή σου ποθήσασα, ὕδωρ τὸ τοῦ Πνεύματος, ὁλοθύμως ἀνέδραμες, ἐν τῷ Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος, ἔνθα ἐγένου ὑπακοῆς υἱός· ὅθεν τὸ χάρισμα, σοὶ Τριὰς ἐδώρησε δι’ ἀσκητοῦ, τοῦ Δημᾶ μακάριε, τῆς διοράσεως.
Πάτερ θεόφρον Πορφύριε, ἀσκητικῇ ἀγωγῇ, τὴν ψυχὴν καθηράμενος, καὶ τὸν νοῦν λαμπόμενος, θείας χάριτος ἔτυχες, ἱερωσύνης τὴν χάριν ἔλαβες, καὶ μετ’ Ἀγγέλων συνελειτούργησας· νῦν δὲ γηθόμενος, ἐν θαλάμοις Ἅγιε θείου φωτός, καὶ ἡμῶν μνημόνευε, τῶν ἀνυμνούντων σε
Πάτερ θεόφρον Πορφύριε, ἡ καθαρά σου ψυχή, οὐρανοῦ τε καὶ γῆς ἁπτήν, ἔχει τὴν ἐμβέλειαν, τοῦ ἐνορᾶν τὰ ἐσόμενα, καὶ καρδιῶν τὰς ἐννοίας πάντοτε, ἀποκαλύπτειν ἐπακριβέστατα· ὅθεν ὡς ἔλαβες, χάριν τὴν οὐράνιον παρὰ Θεοῦ, καὶ ἡμῶν μνημόνευε, θεοχαρίτωτε.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε
φιλεόρτων οἱ δῆμοι, χαρμονικῶς ἑορτάσωμεν, τὴν μνήμην τοῦ θεοφόρου Πατρός,
Πορφυρίου τοῦ Καυσοκαλυβίτου. Οὗτος γὰρ ἐκ νεότητος αὐτοῦ, τὸν Χριστὸν ἀγαπήσας
καὶ τὰ τοῦ κόσμου τερπνὰ καταλιπών, ἐμάκρυνε φυγαδεύων ἐν τῇ ἁγιωνύμῳ πολιτείᾳ τοῦ
Ἄθωνος· ἔνθα τῶν Ὁσίων Πατέρων τὸν ζῆλον μιμησάμενος, ἀσκήσει διέπρεψε καὶ
δωρεῶν θείου Πνεύματος ἐπλήσθη. Καθυπείκων δὲ θείοις σημείοις, ἐν τῷ κόσμῳ
ὑπέστρεψε. Διακονήσας γὰρ τῷ Χριστῷ, ἐν τῷ προσώπῳ ἀδελφῶν θλιβομένων, πληθὺν
θαυμάτων ἐποίησε, καὶ εἰς ὁδὸν μετανοίας καὶ φωτός, πολλοὺς ἐκ τοῦ σκότους
μετήνεγκεν. Εἶτα, τοῦ καιροῦ ἐπιστάντος, εἰς ἡσυχίας σκάμμα ὑπέστρεψε, καὶ τὸ
πνεῦμα παρέδωκε τῷ Κυρίῳ, ἐν τόπῳ ἁγίῳ, ἔνθα καὶ τὴν χάριν ἐδέξατο. Αὐτῷ οὖν
βοήσωμεν· Ὁσιώτατε Πάτερ Πορφύριε, μὴ διαλίπῃς καὶ ὑπὲρ ἡμῶν, φωτισμὸν
αἰτούμενος τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῶν θαυμάτων ὁ ποταμός, καὶ τῶν μοναζόντων, ὁ διδάσκαλος ὁ σεπτός, μετανοίας κῆρυξ, χαρᾶς τε ἀϊδίου, ὦ οὐρανοπολῖτα, θεῖε Πορφύριε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου