ΝΟΕΜΒΡΙΟΣ ΚΒ΄.
ΙΑΚΩΒΟΣ ΟΣΙΟΣ ΤΣΑΛΙΚΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰωὴλ μητροπολίτου Ἐδέσσης)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ’
καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Λιβοσίου τὸν γόνον, σεμνὸν Ἰάκωβον,
τὸν ὕστερον ἐν Μάνδρᾳ, τὸν Δαβὶδ προεστῶτα, πρεσβύτερον ὁμοῦ τε καὶ μοναχόν, ἐπαινέσωμεν
ἅπαντες, ὥσπερ γὰρ ἄγγελος ὤφθη ἐπὶ τῆς γῆς, τοῦ Κυρίου Παντοκράτορος.
Τὴν θαυμαστὴν βιοτήν σου, Πάτερ Ἰάκωβε,
ἐν τῇ σεπτῇ Μονῇ σου, τῶν Ἀγγέλων ὁ δῆμος, ἐθαύμασε καὶ ὕμνησε τὸν Χριστόν, τὸν
πλουσίως κοσμήσαντα, σὲ τὸν φιλόθεον ἄνδρα ταῖς ἀρεταῖς, καὶ χαρίσμασι τοῦ
Πνεύματος.
Τῶν εὐσεβῶν σου τοκέων, γόνος
πανθαύμαστος, ὑπάρχων θεοφόρε, ἐκ μικρᾶς ἡλικίας, ἠγάπησας τὸν Κύριον Ἰησοῦν,
καὶ τὰ τούτου ἐντάλματα· διὸ καὶ γέγονας πᾶσιν ὁ ὁδηγός, πρὸς τὰ κρείττω ἀσφαλέστατα.
Ἐξ ἁπαλῶν σου ὀνύχων, Πάτερ Ἰάκωβε,
εὐχάς τε καὶ δεήσεις, ἐγκαρδίως θεόφρον, ἐξέπεμπες πρὸς Κύριον θερμουργῶς, ὡς εὐχῆς
ἐργαστήριον· διὸ αἰτοῦμεν λιτῶν σου τὴν ἀρωγήν, ἐν τῷ βίῳ ἀξιάγαστε.
Δόξα. Ἦχος β΄.
Πάτερ Ὅσιε τὴν ψυχήν σου, καθῆρας
τῇ ἀσκήσει καὶ πόνοις, οὐδὲν ἡγησάμενος τὰ τερπνὰ τοῦ βίου, καὶ φωτὶ τῶν θεουργῶν
ἀρετῶν ἀπαστράπτων, ἐν τῇ νήσῳ Εὐβοίας, γέγονας ποδηγὸς ἄριστος τῶν συνόντων
σοι, μοναστῶν καὶ κοσμικῶν· διὸ καὶ τὴν ἐτήσιον
μνήμην σου τελοῦντες, ἐκτενῶς βοῶμέν σοι· Ἅγιε Ἰάκωβε, ταῖς σαῖς λιταῖς
πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πόθῳ θεοφιλεῖ, εἰσῆλθες ἐν τῇ
Μάνδρᾳ, Δαβὶδ τοῦ πανοσίου, καὶ ἤστραψας ὡς ἄστρον, πολύφωτον Ἰάκωβε.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Σχῆμα τῶν μοναστῶν, ἀξίως ἐνεδύθης,
ὁμοῦ καὶ ἀμπεχόνην, θυτῶν ἱερωτάτην, Ἰάκωβε θεόληπτε.
Στ.:
Μνήσθητι Κύριε τοῦ Δαβίδ, καὶ πάσης τῆς
πραότητος αὐτοῦ.
Δένδρον ἀειθαλές, ἐφύης
Παρακλήτου, καρποὺς ποιῶν πλουσίους· διὸ καὶ ἐν Ἑλλάδι, πολλοὺς πιστοὺς ἐξέθρεψας.
Δόξα. Τριαδικόν.
Ὅσιε τοῦ Θεοῦ, Ἰάκωβε παμμάκαρ,
Τριάδι τῇ Ἁγίᾳ, πρεσβεύων μὴ ὀκνήσῃς, ὑπὲρ ἡμῶν πανάριστε.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, τοῦ κόσμου εὐεργέτις,
ὁμοῦ σὺν Ἰακώβῳ, ὑπὲρ ἡμῶν πρὸς Κτίστην, ἀεὶ καθικετεύετε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου
πολίτης.
Λιβισίου τὸν γόνον, καὶ Εὐβοίας τὸ
καύχημα, τῆς Μονῆς Δαβὶδ τοῦ Ὁσίου, θεοφόρον Ἰάκωβον, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς,
μιμούμενοι αὐτοῦ τὰς ἀρετάς, ἰατρείας γὰρ παρέχει παντοδαπάς, τοῖς πίστει ἀνακράζουσι·
δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ
σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σήμερον
τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν
Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται.
Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό·
Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ’. Ὡς
γενναῖον ἐν Μάρτυσι.
Λισβισίου τὸ βλάστημα, καὶ Εὐβοίας
τὸ κόσμημα, καὶ Μονῆς Ὁσίου Δαβὶδ τὸν ἔξαρχον, ἀρχιμανδρίτην Ἰάκωβον, τοῦ
Πνεύματος ὄργανον, μοναστῶν τὴν καλλονήν, ἱερέων εὐπρέπειαν, τὸ θησαύρισμα, Ἐκκλησίας
ἁπάσης τῆς Ἑλλάδος, ἐγκωμίοις ἐγκαρδίοις, ἀνευφημήσωμεν ἅπαντες.
Ἐκ παιδὸς ἡγησάμενος, ὡσεὶ χόρτον
τὰ πρόσκαιρα, ἐν γονάτων κάμψεσι καὶ δεήσεσιν, ὡς ἐπουράνιος ἄγγελος, ἐσχόλαζες
Ὅσιε, διδαχθεὶς ὑπὸ τῶν σῶν, γεννητόρων Ἰάκωβε, πολυσέβαστε, διὰ τοῦτο ὁ ἦχός
σου ἠκούσθη, ἐν τῇ κώμῃ τῶν Φαράκλων, καὶ τὸν Χριστὸν πάντες ὕμνησαν.
Ὑπέρ φύσιν ἑώρακας, τῆς Παρθένου τὸ
πρόσωπον, καὶ τὴν χεῖραν Ὅσιε εὐλογοῦσάν σε, ἐν λιτανείᾳ Ἰάκωβε, καὶ ᾔσθου
γλυκύτητα, ἐν καρδίᾳ σου σεμνέ, καὶ χαρὰν ἀπερίγραπτον, καθὼς εἴρηκας, καὶ
πολλάκις Δαβὶδ τὸν θεοφόρον, καὶ τὸν Ῥῶσσον Ἰωάννην, καὶ ἄλλους εἶδες μακάριε.
Ἱερεὺς ἐννομώτατος, τῶν πιστῶν ἡ
παράκλησις, τῶν μετανοούντων ὤφθης φιλόστοργος, Μονὴν Δαβὶδ ἀνεκαίνισας, Εὐβοίας
ἁγίασμα, περιοίκου στηριγμός, μοναστῶν τὸ ὑπόδειγμα, καὶ ἀντίληψις, τῶν ἐν
πίστει πρὸς σὲ ἀφικομένων, εὐλαβείᾳ τε καὶ πόθῳ, καὶ ἐκζητούντων τὴν χάριν σου.
Ἐν ἐσχάτοις τοῖς ἔτεσιν, ἐν τῇ
Λίμνῃ διέπρεψας, τῆς Εὐβοίας Ὅσιε τῇ ἀσκήσει σου, σκληραγωγίαις Ἰάκωβε, ῥοαῖς τῶν
δακρύων σου, καὶ δεήσεσι πολλαῖς, καὶ παννύχοις ταῖς στάσεσιν, ὥσπερ ἄγγελος,
διὰ τοῦτο τὸν ὄφιν ἀπεπνίξω, καὶ τὰ πάθη τὰ ποικίλα, ἀνδροπρεπῶς ἐξηφάνισας.
Προγνωρίσας τὸ τέλος σου, καὶ τὴν
ἔξοδον Ὅσιε, ἐκ τοῦ πολυφρόντιδος βίου ἔσπευσας, μετατεθῆναι Ἰάκωβε, εἰς ἄνω
σκηνώματα, ὁλοθύμως ἀσκητά, καὶ μετέχειν τοῖς τάγμασιν, ὡς ἰσότιμος, τῶν Ὁσίων
Πατέρων καὶ Ἁγίων, τοῦ Δαβὶδ τοῦ ἐν Εὐβοίᾳ, καὶ Ἰωάννου τοῦ φίλου σου.
Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, θεοειδὴς ὅλος ἐχρημάτισας,
σεαυτὸν ἀπέστησας τῆς κοσμικῆς συγχύσεως, καὶ ὤφθης ὡς δένδρον κατάκαρπον, ἐν
ταῖς αὐλαῖς τοῦ Κυρίου σου· ἀκλινῶς γὰρ τὴν στενὴν τρίβον ἤνυσας, καὶ πρὸς τὴν ἄνω
χορείαν κατήντησας, γεγονὼς τῶν Ὁσίων συνέστιος· διὸ καὶ ἡμεῖς πατέρα σε ἔγνωμεν,
καὶ ἐγκαρδίως λέγομεν· χαίροις ἄνθραξ τηλαυγέστατε, ὁ καταφλέξας τοὺς δαίμονας,
τοὺς πολλάκις θελήσαντας, κατὰ σοῦ ἐπιτεθῆναι· χαίροις μυσταγωγὲ ἄριστε, ἱερωσύνης
στολὴν ἐνδυσάμενος, καὶ τὴν ἀναίμακτον θυσίαν, ἐπιτελῶς γηθοσύνως· χαίροις ὁ
διατηρήσας, τοῦ Θεοῦ τὴν εἰκόνα ἄμεμπτον, καὶ πρὸς τὸ καθ’ ὁμοίωσιν ὁδεύσας, τὸν
χαρακτῆρα ἐν ἑαυτῷ, τοῦ Χριστοῦ τιμήσας. Καὶ νῦν Πάτερ Ἰάκωβε, τῷ θρόνῳ τοῦ
Κυρίου παριστάμενος, ὡς ἔχων παῤῥησίαν, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῆς ἁγίας Μονῆς
σου, καὶ πάντων τῶν ἐν πίστει τιμώντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σήμερον
τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα
Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν
προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ,
καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι,
τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε,
ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες
οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ
πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
Μνήμη
δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον
οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον
δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς,
καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν
φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν
ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ
φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι
πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ
γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα
δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός
μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι,
καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ
ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου
ἐν Κυρίῳ, ἡ τοῦ Ὁσίου Δαβὶδ Μάνδρα, ὡς ἔχουσα ἐν κόλποις σου, ὡς χρυσίον
πεπυρωμένον, τὸν σημειοφόρον τάφον, τοῦ πανευφήμου Ἰακώβου τοῦ νέου. Οὗτος γὰρ ὁ
μακάριος, ἐραστὴς τῆς μοναδικῆς πολιτείας γενόμενος, καὶ ἀμφιασθεὶς τὸν χιτῶνα τῆς
ἱερωσύνης, πολλοὺς ἐν τῇ ἁμαρτίᾳ κειμένους ἀνέστησε, καὶ τοῦ Χριστοῦ τῇ
δυνάμει, πλῆθος σημείων ἐτέλεσε· διὸ καὶ ἡμεῖς πρὸς αὐτόν, ἱκέτιδας τείνομεν χεῖρας,
καὶ θερμῶς ἀντιβολοῦμεν· θαυματουργὲ Πάτερ, ἱκέτευε διηνεκῶς τὸν Κύριον, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Ὑψώθης
ὡς κέδρος ὑψίκομος, ἐν τῇ Μονῇ Δαβὶδ τοῦ Ὁσίου, πολλοὺς καρποὺς ἐνέγκας, Πάτερ Ἰάκωβε.
Σὺ γὰρ τῇ σῇ χάριτι ἐξέθρεψας, τὸν λαὸν τοῦ Θεοῦ, ἐπιτελῶν σημεῖα, ἰώμενος τοὺς
ἀσθενεῖς, νουθετῶν τοὺς προσερχομένους σοι, ἁγιάζων ὡς θύτης πάντας τοὺς
πιστούς, ποδηγετῶν τοὺς μοναχούς, καὶ θαυμαστῶς προλέγων, τὰ πρὸς σωτηρίαν ῥήματα
τοῖς ἀνθρώποις· ὅθεν Γέρον μακάριε, ἐξ αὐτῶν ὠθούμενοι λέγομεν· Ἀσκητὰ
πανθαύμαστε, γενοῦ ἡμῖν ἀρωγὸς καὶ προστάτης, φυλάττων ἡμᾶς, ἀπὸ πάσης
κακότητος καὶ ἐπινοίας, τοῦ ἀρχεκάκου δράκοντος.
Ἦχος γ’.
Ἐγώ εἰμι γῆ καὶ σποδός, πολλάκις ἔλεγες
τοῖς συνοῦσί σοι, Ὅσιε Ἰάκωβε. Σὺ γὰρ ὤφθης τῆς ταπεινώσεως σύζυγος, ἁπλοῦς καὶ
φιλάνθρωπος, καθ’ ἑκάστην ἡμέραν ἐν τῇ Μονῇ, τὰ οἰδήματα τῆς ψυχῆς θεραπεύων, τῶν
προσερχομένων ἐν σοὶ μετὰ πίστεως· ἄλλων μὲν ἐν διακρίσει πολλῇ, τὴν ἀλαζονείαν
ἀπέκοπτες, ἑτέρων δὲ ὡς ἔμπειρος τοῦ Χριστοῦ ἰατρὸς ἰάσω, τῆς ἁμαρτίας ταὰ
πολύμορφα τραύματα, τύπος γενόμενος τοῖς μονάζουσι, καὶ κοσμικοῖς ὁμοίως, οὓς τῇ
σῇ χάριτι ἐνισχύεις, πρεσβεύων πρὸς τοῦτο, Ἰησοῦ τῷ Σωτῆρι, θεομακάριστε.
Ἦχος δ΄
Βίον ἔχων κηλίδων ἄμικτον, τοῦ Ἁγίου
Πνεύματος γέγονας καταγώγιον, καὶ ὡς ἥλιος ἤστραψας, ἐν τοῖς ἐσχάτοις χρόνοις,
αὐγάζων τῆς ψυχῆς τὴν σκοτόμαιναν, πολλῶν μερόπων πανόσιε Ἰάκωβε· διὸ καὶ μετὰ
θάνατον, εἰς ἀγάπην ἀντέκτισιν, ὁ τῶν ἀγαθῶν ποιητὴς Κύριος, τὸν τάφον σου ἀνέδειξεν,
ἰατρεῖον ἀδάπανον, τῶν ποικίλως νοσούντων, πηγὴν χαρᾶς καὶ εὐφορίας, παιδίων ἁπαλῶν,
καὶ ὠρίμων ἀνθρώπων, φυγαδευτήριον δαιμόνων, καὶ πολλῶν δωρεῶν τοῖς πιστοῖς
πρόξενον· ὃν καὶ ἡμεῖς προσκυνοῦντες, σοῦ δεόμεθα, ταῖς σαῖς εὐχαῖς λυτρωθῆναι,
ἐκ τῶν λυπηρῶν τοῦ βίου, καὶ τῆς πολλῆς κατηφείας, τῶν ἁμαρτιῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ἐν τῇ ταπεινώσει σου τὰ ὑψηλὰ ἐκτήσω,
ὡς ἔνσαρκος ἄγγελος, Πάτερ Ἰάκωβε· ἐν σοὶ γὰρ ἀνεπαύσατο τὸ ἅγιον Πνεῦμα, κατὰ τὴν
φωνὴν τοῦ Κυρίου τὴν λέγουσαν· ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον,
καὶ τρέμοντά μου τοὺς λόγους· διό σε ὁ Χριστὸς ἐδόξασε, καὶ ἐν ζωῇ καὶ μετὰ
θάνατον, χορηγῶν σοι τὴν ἰαματικὴν χάριν, πρὸς στήριξιν ἡμῶν τῶν ἀδυνάτων, Ὃν
καθικέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐπέλαμψεν
ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ
μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς,
ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων,
ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ
ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν,
τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι
συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα.
Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν
Χαίροις, Μικρᾶς Ἀσίας βλαστέ, τῆς
μικροκώμης Λιβισίου ἐγκαύχημα, Φαράκλων κόσμημα μέγα, νήσου Εὐβοίας ἀστήρ, τοῦ
Δαβὶδ τῆς Μάνδρας ἐγκαλλώπισμα, Πατέρων ἀγλάϊσμα, τῶν ἱερέων τοῦ Χριστοῦ
σεμνολόγημα, καὶ πιστῶν βροτῶν, ποδηγὸς ἀκριβέστατος, σκεῦος τοῦ θείου
Πνεύματος, ἀσκήσεως ἔρεισμα, τῆς διακρίσεως λύχνος, ἐσχάτων χρόνων ὁ ὅσιος, καὶ
τῆς Ἐκκλησίας, ἡ εἰκὼν καλοῦ ποιμένος, σεμνὲ Ἰάκωβε.
Στ.:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, ἀσκητικῆς ἀγωγῆς,
καθηγητής τε καὶ διδάσκαλος πάντιμος, ἀνδρῶν τῶν σημειοφόρων, ἐν τοῖς ἐσχάτοις
καιροῖς, χρηματίσας πρῶτος ἀξιάγαστε, Ἀγγέλων ὁ σύσκηνος, ἀντιδίκου τὸ θρήνημα,
ὁ καταπνίξας, ταῖς ῥοαῖς τῶν δακρύων σου, τοῦ δεινοῦ σατάν, τὰς ἀγέλας Ἰάκωβε,
κλέος τὸ ἀνεπίφθονον, νηστείας ὁ σύζυγος, ὁ ἀβιάστως ἐκλέξας, ζωὴν τὴν ὄντως εὐφρόσυνον·
διὸ καὶ τιμῶμεν, ἐτησίως τὴν σὴν μνήμην, θεοχαρίτωτε.
Στ.:
Μνήσθητι Κύριε τοῦ Δαβίδ, καὶ πάσης τῆς
πραότητος αὐτοῦ.
Ὅλος, ἀνατεθεὶς τῷ Θεῷ, ἐξ ἡλικίας
ἁπαλῆς ἀξιότιμε, τοῦ Πνεύματος τοῦ Ἁγίου, σκεῦος ἐδείχθης σεπτόν, καὶ πολλῶν
χαρίτων Πάτερ ἔτυχες· διὸ καὶ ἑώρακας, Χαραλάμπην τὸν ἅγιον, Παρασκευήν τε τὴν ὁσίαθλον
Μάρτυρα, τοὺς ἰάσαντας τῆς σαρκός σου, τοὺς σκώλωπας, εἶτα δὲ τὸν πανεύφημον,
Δαβὶδ θεῖον γέροντα, τόν σοι πολλάκις καθ’ ὕπαρ, ἐμφανισθέντα Ἰάκωβε, σὺν
τούτοις δὲ πᾶσιν, Ἰωάννην Προκοπίου, τὸ μέγα καύχημα.
Δόξα. Ἦχος πλ. δ.
Ὅσιε Πάτερ, τὸν ἁγιώτατον φόβον
τοῦ Θεοῦ ἐκ παιδός, ἐν τῇ καρδίᾳ σου ἔχων, τὸ σκοτίζον τῆς σαρκὸς φρόνημα, ἀνδρικῶς
διεσκέδασας, σὺ γὰρ τοῖς θεοδότοις πλουτισθεὶς χαρίσμασι, ὕψωσας τὸν νοῦν σου, ὑπὲρ
τὰ ὁρώμενα, κατὰ σκοπὸς διώκων, πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ὅπερ εἴληφας,
ἐκ χειρὸς τοῦ Παντάνακτος, Ὃν καθικέτευε Ὅσιε Ἰάκωβε, ὑπὲρ τῶν πίστει τιμώντων,
τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς
τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον,
τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ
σκηνῶσαν· διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ,
σῷζε τὸ γένος ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου
πολίτης.
Λιβισίου τὸν γόνον, καὶ Εὐβοίας τὸ
καύχημα, τῆς Μονῆς Δαβὶδ τοῦ Ὁσίου, θεοφόρον Ἰάκωβον, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς,
μιμούμενοι αὐτοῦ τὰς ἀρετάς, ἰατρείας γὰρ παρέχει παντοδαπάς, τοῖς πίστει ἀνακράζουσι·
δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ
σοῦ πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σήμερον
τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν
Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται.
Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος
α’. Τὸν τάφον Σου Σωτήρ.
Ἰάκωβον σεμνόν, Λιβισίου τὸν
γόνον, καὶ μέγαν ἀσκητήν, ἐν ἐσχάτοις τοῖς χρόνοις, τὸν ὅσιον ἡγούμενον, ἐπαινέσωμεν
ᾄσμασιν, ὡς γὰρ ἄγγελος, ἐπὶ τῆς γῆς ἐπεγνώσθης, τὰ ἀθροίσματα, τῶν Ὀρθοδόξων
παιδεύων, τοῖς θείοις διδάγμασιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δικαίων
ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα,
ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ
Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος
α’. Τὸν τάφον Σου Σωτήρ.
Ὁ τάφος σου πηγή, ἁγιάσματος ὤφθη,
ἰᾶται γὰρ πιστῶν, τὰ νοσήματα πάντα, καὶ δίδωσι παράκλησιν, τοῖς πενθοῦσι καὶ
κλαίουσι, καὶ τὰ πνεύματα, τὰ πονηρὰ ἐκδιώκει, διὰ τοῦτό σε, ὡς τοῦ Χριστοῦ ὄντως
δοῦλον, Ἰάκωβε μέλψωμεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.Ἦχος ὁ αὐτός. Τοῦ λίθου σφραγισθέντος
Αἰνέσατε
παρθένοι, καὶ μητέρες ὑμνήσατε, λαοὶ δοξολογεῖτε, ἱερεῖς εὐλογήσατε, τὴν ἄχραντον
Μητέρα τοῦ Θεοῦ· σαρκὶ γὰρ νηπιάζουσα Ναῷ, τῷ τοῦ Νόμου προσηνέχθη, ὥσπερ ναὸς
Κυρίου ἁγιώτατος· διὸ ἑορτὴν πνευματικήν, τελοῦντες ἀνακράξωμεν· Χαῖρε Παρθένε
δόξα, τοῦ γένους τῶν ἀνθρώπων.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’.
Τὴν ὡραιότητα.
Πάτερ Ἰάκωβε, ἐν τῇ καρδίᾳ σου, ἔσχες
τὸν Κύριον, τὸν Παντοκράτορα· διὸ τὰ τόξα τοῦ ἐχθροῦ, συνέτριψας καὶ ἔχαιρες, ὥσπερ
δὲ οἱ Ἄγγελοι, τὸ σὸν πρόσωπον ἔλαμπεν, ὅτε τὴν οὐράνιον, λειτουργίαν προσέφερες,
καὶ πᾶσι τὴν σὴν χάριν ἐχορήγεις, τοῖς λόγοις καὶ τοῖς τρόποις σου μακάριε
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
Πρὸ
συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ,
ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους
καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου
Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.
Εἶτα, οἱ Ἀναβαθμοί·
τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον:
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.:
Μνήσθητι Κύριε τοῦ Δαβίδ, καὶ πάσης τῆς
πραότητος αὐτοῦ.
Εὐαγγέλιον τὸ ἐν τῷ
Ὄρθρῳ τοῦ Ὁσίου Σάββα
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος β΄.
Στ.: Ἐλέησόν με ὁ
Θεός…
Ὅσιε Πάτερ, ὡς μεγαλόφωνος κῆρυξ,
καὶ ἱερουργὸς σεμνότατος, ἐν τῇ Μονῇ τοῦ Ὁσίου Δαβὶδ ἐξέλαμψας· ἔχων γὰρ ἐν τῇ
καρδίᾳ σου ἔνδον, πρὸς τὸν φιλάνθρωπον Κύριον, τῆς ἀγάπης τὸ φίλτρον,
διδάσκαλος ὤφθης, τῆς ἀρετῆς ἀκριβέστατος, ποδηγῶν πρὸς τὰ κρείττω, ῥήμασι
θείοις καὶ θαυμαστῇ βιοτῇ σου, τοὺς συνόντας σοι κοσμικοὺς καὶ μονάζοντας. Οὓς
καὶ τὰ νῦν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου, μὴ παύσῃ φυλάττων Ἅγιε Ἰάκωβε, ἐκ
πάσης περιστάσεως.
Ὁ α’ Κανὼν τῆς Ἑορτῆς.
Ὁ α’ Κανὼν τοῦ Ὁσίου,
οὗ ἡ ἀκροστιχίς: Ἰάκωβε,
λιταῖς σου ἡμᾶς φρούρησον. Ἰωήλ.
ᾨδὴ α’. Ἦχος πλ. α’. Ἁρματηλάτην
Φαραώ.
Ἱερατείας τὴν στολὴν ἐνδέδυσαι,
Πάτερ Ἰάκωβε, καὶ τὸν βίον ἔχων, ἐν πολλαῖς ἀσκήσεσι, εἰς ὄρος ἀνελήλυθας, ἀρετῶν
τοῦ Κυρίου, καὶ τῦπος πᾶσι γεγένησαι, ἐν ἐσχάτοις χρόνοις μακάριε.
Ἀνεπιστρόφως τὴν ὁδὸν ἐβάδισας, τῶν
ἐντολῶν τοῦ Χριστοῦ, ἴσος τῶν Πατέρων, τῶν πρὸ σοῦ γεγένησαι, Ἰάκωβε πανεύφημε,
ἐν Εὐβοίᾳ αὐγάσας, τῷ σῷ φωτὶ τοὺς μονάζοντας, καὶ τοὺς κοσμικοὺς προσιόντας
σοι
Κραταιωθεὶς ἀπὸ παιδὸς Ἰάκωβε, τοῦ
Παρακλήτου αὐγαῖς, τῶν παθῶν τὸν ὄχλον, ἀνδρικῶς ἐσκέδασας, καὶ ὤφθης τοῖς συνοῦσί
σοι, εὐσεβείας ὁ κῆρυξ, καὶ ὁ διδάσκαλος πίστεως· ὅθεν τὴν σὴν μνήμην
γεραίρομεν.
Θεοτοκίον.
Ὡς ταπεινοί Σου ὑμνηταὶ Θεόνυμφε,
καθικετεύομεν, ταῖς λιταῖς Σου Μῆτερ, τῷ Υἱῷ Σου πρέσβευε, ἵνα σωθῶμεν ἅπαντες,
τῆς φλογὸς τῆς γεέννης, καὶ ἵνα τύχωμεν χάριτος, διὰ τὰ πολλὰ ἡμῶν πταίσματα.
Ὁ β’ Κανὼν τοῦ Ὁσίου,
οὗ ἡ ἀκροστιχίς: Τὴν
σὴν ποίμνην Ὅσιε Ἰάκωβε, σκέπε. Ἰωήλ.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὰ πάθη τοῦ σώματος καὶ ψυχῆς, ὡς
ἔχων τὴν χάριν, τοῦ Κυρίου σου Ἰησοῦ, Ἰάκωβε Πάτερ θεραπεύεις, τῶν ἐκζητούντων τὴν
σὴν ὑποστήριξιν.
Ἡ χείρ σου ἰάτρευσε θαυμαστῶς,
κατ’ ὄναρ τὸ ὄμμα, ἐν τῇ Κύπρῳ τοῦ ἀσθενοῦς, συντρίψας ὀφρὺν τοῦ ἀντιδίκου,
θεοχαρίτωτε Πάτερ Ἰάκωβε.
Νικαίας ποιμένος τῆς κεφαλῆς, αἱμάτωμα
Πάτερ, διαλύεις ταῖς σαῖς εὐχαῖς, ποιήσας Σταυροῦ τοῦ ζωηφόρου, τὸ θεῖον σχῆμα Ἰάκωβε
Ὅσιε.
Θεοτοκίον.
Σωτῆρα κυήσασα τῶν βροτῶν, γενοῦ
μοι ἐν βίῳ, κυβερνῆτις καὶ βοηθός, πανάχραντε Κόρη Θεοτόκε, διασκεδάζουσα πάθη τὰ
ἄτοπα.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Βαρυαλγοῦντας ἀσθενεῖς, ἰάτρευσας
θεοφόρε, καθηγούμενε Ἰάκωβε λιταῖς σου, παῤῥησίαν γὰρ πολλήν, ἐκ τοῦ Δεσπότου εἴληφας,
καὶ χάριν ἰαμάτων, ὡς ἀμοιβὴν τῶν καμάτων σου.
Ἐν τῷ ἀέρι θαυμαστῶς, ἐνεφανίσθης
θεόφρον, καὶ ἐκράτησας χερσί σου ἁγίαις, ἀερόπλοιον δεινῶς, τρωθὲν Πάτερ Ἰάκωβε,
ὑπὸ σφοδρῶν πληγμάτων, τῶν κεραυνῶν ἀξιάγαστε.
Λύσας τὰς πλοκὰς τῆς σαρκός, ταῖς
σαῖς ἀσκήσεσι Πάτερ, καὶ τῇ χάριτι Ἰάκωβε Κυρίου, ὡς ἐλεύθερον πτηνόν, ἀνήχθης
πρὸς τὰ δώματα, τοῦ οὐρανοῦ μετέχων, ζωῆς ἀφάτου λαμπρότητος.
Θεοτοκίον.
Ἰσχύϊ Σου τοῦ πονηροῦ, σύντριψον
κέντρα κακίας, καὶ τὰ τόξα πονηρίας τὰ ποικίλα, προφυλάττουσα πιστούς, Παρθένε
τοὺς ὑμνοῦντάς Σε, καὶ ἐκζητοῦντας πόθῳ, τὴν Σὴν ἁγίαν ἀντίληψιν.
Ἕτερος. Οὐρανίας ἁψῖδος.
Ἡ ἁγία Μονή σου, ὡς θησαυρὸν ἔχουσα,
τάφον σου Ἰάκωβε Πάτερ, σκιρτᾷ καὶ γάννυται, ὅτι τοῖς πάσχουσι, παρέχεις χάριν
καὶ ἄκος, τοῖς ἐν πίστει Ἅγιε, ἀσπαζομένοις σε
Νοσημάτων παντοίων, θαυματουργὸν
γέγονεν, Ὅσιε τὸ ἔλαιον ὄντως, τοῦ θείου τάφου σου, πολλοὺς γὰρ ἔσωσεν, ἐκ
σαρκικῶν ἀλγηδόνων, ὥσπερ ἐν τῇ μάνδρᾳ σου, σεμνὸν μονάζοντα.
Πυρωθεὶς ἐγκαρδίως, ἐξ ἀγαθοῦ ἔρωτος,
πρὸς τὸν σὸν Δεσπότην θεόφρον, πᾶσαν προσπάθειαν, ὅλως ἀπέῤῥιψας, καὶ τὴν ὁδὸν
μοναζόντων, Ὅσιε Ἰάκωβε, χαίρων ἐβάδισας
Θεοτοκίον.
Ὁ ἐχθρός με πειράζει τοῖς λογισμοῖς
πάντοτε, τῆς ἀπελπισίας Παρθένε, ἀλλὰ πρεσβείαις Σου, τὰ νέφη σκέδασον, τῶν
λυπηρῶν βιοτῆς μου, Σὺ γὰρ ὤφθης πάναγνε, χαρᾶς τὸ αἴτιον.
Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τὸν νέον Ἰάκωβον καὶ ἀσκητὴν
θαυμαστόν, ὑμνήσωμεν ἅπαντες οἱ προσκυνοῦντες αὐτοῦ, τὸν τάφον φιλάγιοι· οὗτος
γὰρ ἀνετέθη, ἐκ μικρᾶς ἡλικίας, ὥσπερ πάντιμον δῶρον, τῷ Χριστῷ καὶ Δεσπότῃ· διὸ
καὶ ἀνεδείχθη, πιστῶν ὁ διδάσκαλος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δαυῒδ
προοδοποίησον ἐν τῷ Ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ
ἐκβόησον· Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε ἧς ἡ δόξα, κεκρυμμένως
νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός.
ᾨδὴ δ’. Σύ μου ἰσχύς.
Ταῖς ἀρεταῖς, κεκοσμημένος Ἰάκωβε,
θεοφόρε, ἔστης ἐν τῇ Μάνδρᾳ σου, στῦλος καὶ τεῖχος τὸ ἀῤῥαγές, πάντα ἀποκροῦον,
τοῦ πτερνοσκόπου πειράγματα, καὶ τῶν ἐνασκουμένων, τὸν χορὸν ὥσπερ σκέπῃ, ταῖς
εὐχαῖς σου ἐφύλαττες Ὅσιε.
Ἀεὶ καὶ νῦν, καὶ εἰς αἰῶνας Ἰάκωβε,
ἡ σὴ μνήμη, καὶ σημεῖα Ὅσιε, τῆς προοράσεως καὶ λοιπῶν, ἰάσεων Πάτερ, οἱ εὐσεβεῖς
διηγήσονται, πῶς τὰ ἐν βίῳ πάντα, τῇ δυνάμει Κυρίου, πλείστων ὅσων πολλάκις ἐγνώρισας.
Ἵνα ψυχῆς, ἀρχιμανδρῖτα Ἰάκωβε,
θεραπεύσῃς, πάντα τὰ οἰδήματα, τοὺς προσιόντος σοι στρατηγού, τὰ κρυπτὰ τοῦ
βίου, ἀποκαλύπτεις πανεύφημε, καὶ τοῦτον ὁδηγήσας, εἰς μετάνοιας μάκαρ, ἐξηγόρευσε
πάντα τὰ κρίματα.
Θεοτοκίον.
Στῆσον ἁγνή, ταῖς Σαῖς πρεσβείαις
τὸν ὄλεθρον, τῆς ψυχῆς μου, τὸν ἐσμὸν διώκουσα, τῶν ἀκαθάρτων συλλογισμῶν, καὶ ἔνθες
τὴν μνήμην, τοῦ Σοῦ Υἱοῦ τὴν σωτήριον, ἐν νῷ μου Θεοτόκε, Θεομῆτορ ἁγία, ἵνα
ψάλλω τὴν χάριν Σου πάντοτε.
Ἕτερος. Εἰσακήκοα Κύριε
Ἵνα κτήσῃ Ἰάκωβε, ἀγαθῶν τὸ ἄκρον
Χριστὸν τὸν εὔσπλαγχνον, τοῖς δακρύοις σου ἐλεύκανας, τῆς ψυχῆς χιτῶνα
θεοΰφαντον
Μεμνημένοι οἱ φίλοι σου, τὰ πολλά
σου Ἅγιε κατορθώματα, τὴν νηστείαν καὶ ἐγκράτειαν, καὶ τὴν προσευχὴν ὑμνολογοῦμέν
σε.
Νῦν ὁ τάφος σου γέγονε, τῶν ἐνεργουμένων
θεραπευτήριον, ταῖς ψυχαῖς πάσαις Ἰάκωβε, προσπορίζων Πάτερ ἀνακούφισιν.
Θεοτοκίον.
Ἡ εἰκών σου πάναχραντε, ἡ τὸν
ζωοδότην Χριστὸν δεικνύουσα, εἰρηνεύει τοὺς ἐκ πίστεως, Σὲ ἀσπαζομένους ἀειπάρθενε.
ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Συζεύξας θεωρίᾳ, τὴν φιλόθεον πρᾶξιν
Πάτερ Ἰάκωβε, τῷ λαμπρῷ σου βίῳ, καὶ ἀσκήσει ὡς ἥλιος ἔλαμψας· ὅθεν ἐπλουτίσθης,
χαρίσμασιν τοῖς ὑπὲρ φύσιν, ὡς οἱ πάλαι Πατέρες πανόσιε.
Ὁλικῶς θεοφόρε, ἀνετέθης χαίρων
Χριστῷ τῷ Δεσπότῃ σου, πυρὶ τῆς ἀγάπης, πρὸς Αὐτὸν σταθηρῶς πυρπολούμενος· διὸ
καὶ ἀνῆλθες, ἐν τῷ ὄρει τῆς θεωρίας, τοῦ ἀκτίστου φωτὸς ἀξιάγαστε.
Ὑψωθεὶς πρὸς τὰ ἄνω, προσευχαῖς Ἰάκωβε
καὶ ταῖς δεήσεσι, δακρυῤῥόοις θρήνοις, καὶ γονάτων ταῖς κάμψεσιν Ὅσιε, εἴληφας τὸ
γέρας, ἀθλήσεως τοῦ συνειδότος, ἐκ χειρῶν τοῦ Χριστοῦ ἀξιάγαστε.
Θεοτοκίον.
Ἡδυμόλπως Παρθένε, οἱ Σοὶ δοῦλοι τὴν
χάριν Σου καὶ τὰ θαύματα, ἀνυμνολογοῦσι, ἃ τελεῖς καθ’ ἑκάστην πανάμωμε· Σὺ γὰρ
εἶ ταμεῖον, ἀσύλητον τῶν δωρημάτων, καὶ κρουνὸς χαρισμάτων τοῦ Πνεύματος.
Ἕτερος. Φώτισον ἡμᾶς.
Νόσους τῆς σαρκός, τὰς ποικίλας
καθυπέμεινας, ἐκζητῶν τὴν ἰατρείαν τοῦ Δαβίδ, τοῦ Πατρός σου ὁσιώτατε Ἰάκωβε.
Ὅλως ἀσκητά, πρὸς Δαβὶδ Θεοῦ
θεράποντα, τὴν εὐχήν σου καθ’ ἡμέραν ἐκτελεῖς, καὶ δακρύων ἐκζητεῖς Πάτερ τὰ
πρόσφορα.
Στένων καὶ βοῶν, τοῦ Δαβὶδ τὴν
κάραν ἔφερες, ἐν τῷ στήθει σου Ἰάκωβε σεμνέ, ἐξαιτῶν τὴν θεραπείαν σου ἀοίδιμε.
Θεοτοκίον.
Ἴθυνον τὸν νοῦν, πρὸς τὰ ἄνω
θεονύμφευτε, ἵνα παύσῃ φοβιῶν μου ὁ ἐσμός, ὁ μαστίζων τὴν ψυχὴν καὶ τὴν καρδίαν
μου.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Μισθὸν τῆς ὑπομονῆς, Πάτερ Ἰάκωβε
εἴληφας, βαστάζων καρτερικῶς, τὰς νόσους τοῦ σώματος· διὸ καὶ ὡς πρότυπον, τοῖς
πιστοῖς ἐδείχθης, βιοτῇ σου καὶ τοῖς ἔργοις σου
Ἀσκήσεως τῆς σκληρᾶς, Πάτερ
συνέμπορος γέγονας, νηστείαις καὶ προσευχαῖς, διάγων τὸν βίον σου· διὸ ὑπερήλασας,
τοὺς συμμοναστάς σου, ἀξιότιμε Ἰάκωβε.
Συνέτριψας τοῦ ἐχθροῦ, τὰ
μηχανήματα Ὅσιε, ἁπλότητι τῶν ἠθῶν, καὶ πίστει πρὸς Κύριον, πρὸς τοῦτο γὰρ ἔσχηκας,
τοῦ Δαβὶδ τὴν κάραν, βοηθὸν καὶ ἀντιλήπτορα.
Θεοτοκίον.
Φροντίδι Σου καὶ εὐχαῖς, ψυχῆς τὸν
τάραχον κόπασον, τῶν δούλων Σου Μαριάμ, καὶ δὸς τὴν εἰρήνευσιν, σκεδάζουσα
τάχιστα, λογισμοὺς φοβίας, καὶ ἐπίμονα νοήματα.
Ἕτερος. Ταὴν δέησιν
Ἐψώμισας, θαυμαστῶς Ἰάκωβε, τὰ
σιτία προσευχαῖς σου αὐξήσας, Λιβανατῶν ἐργατῶν τὴν χορείαν, τῶν πέντε ἄρτων
σημεῖον τὸ μέγιστον, ἐκ νέου Πάτερ ἀληθῶς, πραγματώσας Χριστοῦ θείᾳ χάριτι.
Ἱέρευσας, ἐν τῇ θείᾳ Μάνδρᾳ σου, ὡς
ἀνὴρ ἐνδεδυμένος ἀξίως, τὴν ἀμπεχόνην τῆς χάριτος μάκαρ, καὶ ἰατρεύεις ψυχῆς καὶ
τοῦ σώματος, νοσήματα τὰ χαλεπά, καὶ δαιμόνων διώκεις ἐπήρειαν.
Ἀντίδικος, ὁ σατὰν γεγένηται, καθ’
ἡμέραν κατὰ σοῦ ἐκστρατεύων, ποτὲ ὡς γραῖα κακόμορφος Πάτερ, ποτὲ ὡς σκύλεθρον ὄντως
ἀπαίσιον, ἀλλὰ δυνάμει τοῦ Σταυροῦ, καταστέλλεις αὐτοῦ τὴν ἐνέργειαν.
Θεοτοκίον.
Καυχώμεθα, διὰ Σὲ πανάχραντε, καὶ
ὑμνοῦμεν τὸν Σὸν ἄχραντον Τόκον, ὅτι ἡμᾶς, τῷ Υἱῷ Σου ἐῤῥύσω, ἐξ ἀγκαλῶν τοῦ ἀλάστορος
δαίμονος, καὶ ἐχαρίσω τοῖς βροτοῖς, ἐλευθέραν ζωήν τε καὶ ἄνεσιν.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος
σήμερον.
Τὸν σεμνὸν ἡγούμενον, τῶν
μοναζόντων Πατέρων, καὶ Δαβὶδ διάδοχον, ἐν τῇ Μονῇ τῆς Εὐβοίας, λάμψαντα,
καθάπερ ἄστρον ἐν Ἐκκλησίᾳ, λόγοις τε, καὶ εὐσεβεῖ βιοτῇ ἐν πίστει, ἐπαινοῦμεν ἐκβοῶντες·
Χαίροις θεόφρον, Ἰάκωβε Ὅσιε.
Ὁ Οἶκος.
Ἀπὸ βρέφους παμμάκαρ ἠγάπησας, τὸν
Δεσπότην Χριστὸν τὸν φιλάνθρωπον, καὶ τὴν τρίβον Αὐτοῦ χαίρων ὥδευσας, ἀσκητικῶς
βιοτεύσας ὡς ἄσαρκος, καὶ ἐκ ποικίλων παθῶν τὴν καρδίαν σου, ταῖς προσευχαῖς καὶ
νηστείαις ἐκάθηρας, τὸν σὸν νοῦν μονίμως μακάριε, στηρίξας πρὸς οὐράνια δώματα·
ὅθεν σοι ἐδόθησαν Ἅγιε, τοῦ Παρακλήτου ποικίλα δωρήματα, ἤγουν τὸ μέγα τῆς
προοράσεως χάρισμα, καὶ νοσημάτων ἁπάντων πανάκεια, καὶ σὺν τούτοις ἐγένου ἡγούμενος,
κοινοβίου Δαβὶδ τοῦ προστάτου σου, κοσμικοῖς καὶ μονάζουσι προσπορίζων, ψυχῆς τὰ
κατάλληλα· διὰ τοῦτο ἐπαινοῦμέν σε ἐκβοῶντες· Χαίροις θεόφρον, Ἰάκωβε Ὅσιε.
Συναξάριον.
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου
Ἰακώβου τοῦ ἐπονομαζομένου Τσαλίκη, ἡγουμένου τῆς Μονῆς τοῦ Ὁσίου Δαβὶδ ἐν
Εὐβοίᾳ.
Ἰάκωβε Ὅσιε ἡμῶν τοὺς ὕμνους,
δέχθητι ὡς τὰ δύο λεπτὰ τῆς χήρας
Ὡς ἄγγελος Θεοῦ Ἰάκωβος πρὸς πόλον ἤρθη.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Ἀποστόλων
ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος, Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων
Παύλου τοῦ Ἀποστόλου.
Χώραν φιλοῦντα τὸν Φιλήμονα χλόης,
Χλωροῖς λόγοις τύπτουσιν οἱ μιαιφόνοι.
Ποθῶν τὸν ἀκρόγωνον Ἄρχιππον λίθον,
Κατηλοήθη τῷ πόθῳ τούτου λίθοις.
Ἥπλωσεν Ὀνήσιμος εἰς θλάσιν σκέλη,
Παύλου σκελῶν δραμόντα γενναίους δρόμους.
Ἡπλωμένην παίουσιν εἰς γῆν Ἀπφίαν,
εἰς Οὐρανοὺς ἔχουσαν ὄμμα καρδίας
Χριστοῦ
καλοῦντος, ὤφθητε δρόμῳ ξένῳ,
Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλῆσιν.
Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλῆσιν.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων
Κικιλίας, Βαλλεριανοῦ καὶ Τιβουρτίου.
Λουτροῦ φέρεις ἔκκαυσιν, ὦ Κικιλία,
Λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.
Λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.
Βαλλεριανὸν καὶ
συναθλητὴν ἅμα
κτείνει
ξίφος, βάλλοντας ὕβρεσι πλάνην.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων
Μάρκου, Στεφάνου καὶ ἑτέρου Μάρκου.
Τμηθεὶς
ξίφει, Στέφανε, σὺν Μάρκοις δύο,
Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.
Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάξιμος ὁ
Καπηλάριος αἰκισθείς, τελειοῦται.
Μάξιμος αἰκίζεται ὁ φρουρᾶς φύλαξ,
Εὐθὺς ὑπάρξας ἐντολῶν Θεοῦ φύλαξ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Προκόπιος
ὁ ἐν Παλαιστίνῃ, ξίφει τελειοῦται.
Πρὸς
τὴν τομὴν ὥρμησεν οἷα πρὸς πάλην,
Καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.
Καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος
Μενίγνου τοῦ Κναφέως.
Ἄληκτον κνάπτων ζωὴν σὴ παῤῥησία ξίφους,
κναφεῦ Μένιγνε, ἔλαβες πείραν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Ἀββᾶ.
Ἀββᾶν,
τὸν ἐκτύπωμα ὄντα Ἀββάδων,
Τιμῶ πρεπόντως, ὡς τεκνίων πατέρα.
Τιμῶ πρεπόντως, ὡς τεκνίων πατέρα.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες
Χριστοφόρος καὶ Εὐφημία ξίφει τελειοῦνται.
Τὴν
Εὐφημίαν σοὶ συνευφημεῖν ἔγνων,
Σοὶ συσφαγεῖσαν, χριστόφορον Χριστοφόρε.
Σοὶ συσφαγεῖσαν, χριστόφορον Χριστοφόρε.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ
Ἅγιοι Μάρτυρες Θαλλέλαιος καὶ Ἄνθιμος ξίφει τελειοῦνται.
Θαλλέλαιος,
Ἄνθιμος ἐκτετμημένοι,
Ἀειθαλῶς ἀνθοῦσιν, ὡς θεῖα ξύλα.
Ἀειθαλῶς ἀνθοῦσιν, ὡς θεῖα ξύλα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κάλλιστος ὁ Β΄,
Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Κάλλιστος
ἐχθρὸν τὸν κάκιστον πτερνίσας,
Φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.
Φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θαδδαῖος, ἐν τροχῷ δεθεὶς καὶ κατὰ
πρανοῦς ἀφεθείς, τελειοῦται.
Κατὰ
πρανοῦς Θαδδαῖον ὁ τροχὸς στρέφει,
Φωνὴ δὲ βροντῆς ἐν τροχῷ ψαλμὸς λέγει.
Φωνὴ δὲ βροντῆς ἐν τροχῷ ψαλμὸς λέγει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀγαπίων
θηρσὶν ἐκδοθείς, καὶ μὴ βλαβεὶς ὑπ’ αὐτῶν τελειοῦται· καὶ Σισίνιος Ἱερομάρτυς
καὶ Ἀγάπιος,οἱ διὰ ξίφει τελειοῦνται.
Ἀπῆλθε, θηρσὶ μὴ βλαβείς, Ἀγαπίων.
Τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις.
Τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις.
Εἶχες θύτην με, νῦν δὲ καὶ θῦμα ξένον,
Ἔχεις με Σισίνιον ἐκ ξίφους, Λόγε.
Ἔχεις με Σισίνιον ἐκ ξίφους, Λόγε.
Ὑπὲρ
Θεοῦ, ταθέντος ἐν τῷ Κρανίῳ,
Ξίφει σόν, Ἀγάπιε, τείνεις κρανίον.
Ξίφει σόν, Ἀγάπιε, τείνεις κρανίον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γερμανοῦ,
ἱδρυτοῦ τῆς Μονῆς Εἰκοσιφοινίσσης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κλήμεντος, ἐπισκόπου Ἀχρίδος
Βουλγαρίας
Tὸν Bουλγάρων κήρυκα Kλήμεντα μέγαν,
σιγὴ τίς ἂν κρύψειεν ἀρετῆς φίλος;
σιγὴ τίς ἂν κρύψειεν ἀρετῆς φίλος;
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μιχαὴλ
τοῦ Δουκὸς Τφερίας τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Νέας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωσσίδος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Ῥέεις ὡς ῥεῦμα χαρισμάτων, τὰ κατάλληλα βροτοῖς πρὸς σωτηρίαν, ὡς φωστὴρ γὰρ λαμπρός, ἀνῖσχες ἐν Εὐβοίᾳ, ἐν τοῖς ἐσχάτοις ἔτεσιν, τοὺς πιστοὺς καταλαμπρύνων.
Ὄντως τὸ τέλος ἐπιγείου, προεγνώρισας ζωῆς σου τῆς ἁγίας, ὡς πτηνὸν γὰρ Θεοῦ, ἐπέτασας πρὸς ἄνω, καὶ καλλιὰς κατέλαβες, ὦ Ἰάκωβε Ὁσίων.
Ὕψους ἠράσθης ἀπαθείας, διὸ εἴληφας πλουσίαν θείαν χάριν, δι’ ἧς πλῆθος πιστῶν, ἐστήριξας ἐν βίῳ, ταῖς διδαχαῖς Ἰάκωβε, καὶ πολλαῖς θεοσημείαις.
Θεοτοκίον.
Ῥώμην κατὰ τῶν πολεμίων, ἀειπάρθενε παράσχου ταῖς λιταῖς Σου, τοῖς πιστοῖς σταθηρῶς, φυλάττουσα ἐκ πάντων, τῶν μηχανῶν τοῦ δράκοντος, καὶ ἀρχαίου πτερνοσκόπου.
Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς ῥητὴρ ταῶν δογμάτων, ὑποφήτης
θεόφρον τῶν σωστικῶν διδαχῶν, Χριστοῦ τοῦ πάντων πλάστου, καὶ κήρυξ μετανοίας, ἐπεγνώσθης
Ἰάκωβε, ἐν τῇ Μονῇ τοῦ Δαβίδ, ἐν τοῖς ἐσχάτοις χρόνοις.
Βαρυτάτως νοσούντων, καὶ ποικίλων
πασχόντων ὁ ταχινὸς ἰατρός, ὑπομονῆς ὁ στύλος, ἐν ταῖς πολλαῖς θεόφρον, καὶ
δειναῖς ἀσθενείαις σου, καὶ ἀσκητὴς θαυμαστός, ἐδείχθης τῷ σῷ βίῳ.
Ἐμπαθείας τῶν ἀνθρώπων, τὰ ὀνείδη
καὶ ψεύδη, καθυπομείνας σεμνέ, συνέτριψας τὸ θράσος, τοῦ ἀντιδίκου Πάτερ,
θεοφόρε Ἰάκωβε· διὸ τὴν μνήμην σου νῦν, ἐν ᾄσμασι τιμῶμεν.
Θεοτοκίον.
Σοῦ τὴν πάντιμον χάριν, τὴν
σεπτήν Σου λοχείαν, καὶ τῶν θαυμάτων πληθύν, ἡ γλῶσσα οὐκ ἰσχύει, ἀξίως
περιγράψαι, Θεοτόκε πανάμωμε, Σὺ γὰρ δοχεῖον σεπτόν, τοῦ Παρακλήτου ὤφθης.
ᾨδὴ η’. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἡ παλάμη σου τοῦ αἵματος Κυρίου, ὅτε
Πάτερ σεμνῶς ἐτέλεις τὴν θυσίαν, τοῦ Ἰησοῦ ὡς ἄγγελος οὐράνιος, ἤγγιξε καὶ ὤφθης,
ἀπαστράπτων ξένως, ταῖς θείαις ἐνεργείαις.
Σαῖς πρεσβείαις σου τὴν ποίμνην
σου θεόφρον, ἐκ παντοίων δεινῶν καὶ πονηρῶν δαιμόνων, διηνεκῶς προφύλαττε Ἰάκωβε,
ἵνα ἀνυμνῶμεν, καὶ δοξολογῶμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁλοθύμως Ἰάκωβε μὴ παύσῃ, πρὸς
Χριστὸν τὸν Θεὸν ἐκτείνων τὰς σὰς χεῖρας, ὑπὲρ ἡμῶν πάθεσιν Ἰάκωβε,
κατατρυχομένων, καθ’ ἑκάστην Πάτερ, ἀκέστορ ἀσθενούντων.
Νυσταγμὸν ἀκηδίας τὸ ἐντός μου, ἀπομάκρυνον
νῦν Μαρία ταῖς λιταῖς Σου, καὶ τῆς ψυχῆς τὸν τόνον Θεονύμφευτε, ἔγειρον λιταῖς
Σου, ἵνα ἐγκαρδίως, δοξάζω τὸν Σὸν Τόκον.
Ἕτερος. Ταὸν Βασιλέα.
Κρατῆρα ἔσχες, πεπληρωμένον
θεόφρον, ἀγαθῶν ὑπὲρ πτωχῶν καὶ δυστυχούντων, ἐν ἡγουμενείῳ, τῷ σῷ ὡς
σιτοδότης.
Ἐν ἀπερίττῳ, Πάτερ κατώκεις κελλίῳ,
ἀποφεύγων τρυφηλότητα τοῦ βίου· διὸ καὶ τοὺς πάλαι, Πατέρας ἐμιμήσω.
Παύεις δαιμόνων, κυριαρχίαν
παμμάκαρ, προσπορίζων τοῦ Χριστοῦ ἐλευθερίαν, τοῖς προς σε ἐλθοῦσιν, ἐνεργουμένοις
Πάτερ.
Θεοτοκίον.
Ἐμὲ Παρθένε, τῷ Σῷ ἀχρείῳ ἱκέτῃ,
χειραγώγησον πρὸς τρίβον σωτηρίας, ἵνα τοῦ Υἱοῦ Σου, τὰς ἐντολὰς τηρήσω.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἱστίῳ προσεδέθης τοῦ Ἰησοῦ, καὶ ἀνέμων
Βελίαρ τὴν δύναμιν, πίστει τῇ σῇ, Πάτερ ἐταπείνωσας κραταιῶς, καὶ εἰς λιμένα ἔφθασας,
τῶν μονῶν ἁγίων τοῦ οὐρανοῦ, χορείας τῶν Ὁσίων, καὶ τῶν ἀΰλων Νόων, καταλαβὼν ὡς
τούτοις ὅμοιος.
Ὡς φίλος τοῦ Ὁσίου Δαβὶδ σεμνέ, σὺν
αὐτῷ τοῖς ἀνθρώποις πεποίηκας, θαυματουργέ, πάμπολλα σημεῖα ὑπερφυῆ, σὺν τούτῳ
δὲ ἐπέστρεψας, ἐκ τῆς ἀνομίας ἁμαρτωλούς, Ἰάκωβε κηρύξας, τῆς μετανοίας λόγον,
καὶ ἐντολῶν Χριστοῦ τὴν τήρησιν.
Ἡ ἔνθεος ζωή σου πολλοῖς πιστοῖς,
ἐν τῇ Μάνδρᾳ Δαβὶδ τοῦ προστάτου σου, τύπος καλός, γέγονεν Ἰάκωβε θαυμαστέ, καὶ
εὐσεβείας πρότυπον, καὶ πρὸς σωτηρίαν χειραγωός, καὶ ἤλλαξαν ἀσμένως, ἐπὶ τὰ
κρείττω βίον, οἱ προσιόντες σοι πανόσιε.
Θεοτοκίον.
Λιμώττοντες οἱ δοῦλοί Σου οἱ
πτωχοί, ἐκ σιτίων τῆς χάριτος πάναγνε, τῶν θρεπτικῶν, γόνυ Μῆτερ κλίνομεν οἱ οἰκτροί,
πρὸ τῆς σεπτῆς εἰκόνος Σου, καὶ καθικετεύομεν ταπεινῶς, τὸν Ἄρτον ταῖς λιταῖς
Σου, Ὃν ἔτεκες παράσχου, μερόποις πᾶσιν ἵνα ζήσωνται.
Ἕτερος. Κυρίως Θεοτόκον.
Ἰδοὺ κατ’ ἔτος μάκαρ, πληθὺς τῶν
Πατέρων, καὶ κοσμικῶν Ὀρθοδόξων παράταξις, τὴν ἀεισέβαστον Πάτερ, μνήμην σου
μέλπομεν.
Ὢ Ὅσιε μὴ παύσῃ, ὑπὲρ τῆς σῆς
ποίμνης, καθικετεύων Χριστῷ τῷ Κυρίῳ σου, σὺ γὰρ προστάτης ὑπάρχεις, αὐτῆς Ἰάκωβε.
Ἡδέως ἀνυμνοῦμεν, τὸν σὸν βίον
Πάτερ, ἐκδιηγούμενοι πάντα τὰ θαύματα, καὶ τοὺς ἁγίους σου λόγους, σεμνὲ Ἰάκωβε.
Θεοτοκίον.
Λαοὶ φυλαὶ καὶ γλῶσσαι, Σὲ τὴν
Θεοτόκον, καθὼς προεῖπές ποτε μακαρίζουσι, καὶ ἀνυμνοῦσιν ἐνθέως, τὸν θεῖον
τόκον Σου.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς
συνέλθωμεν.
Τοῦ Λιβισίου βλάστημα, καὶ
Φαράκλων οἰκήτωρ, Εὐβοίας νήσου καύχημα, καὶ πιστῶν παραστάτης, Μονῆς Δαβὶδ τοῦ
Ὁσίου, προεστὼς θεοφόρος, χαρίτων σκεῦος πάγχρυσον, καὶ προγνώσεως λύχνος ἀειλαμπής,
ἐγκρατείας πόνοις ἀκαταπαύστοις, καὶ σαῖς πυκναῖς δεήσεσιν, Ἰάκωβε ἐγνώσθης.
Τῆς Ἑορτῆς. Ἦχος γ'. Ἐν πνεύματι τῷ Ἱερῷ
Ἡ
δάμαλις ἡ ἄμωμος, ἡ πανάγαθος Κόρη, ἐν τῷ ναῷ εἰσάγεται, σήμερον παραδόξως, καὶ
ταύτης προπορεύονται, Ἀσωμάτων τάγματα, καὶ τῶν Ἀγγέλων οἱ δῆμοι, μετὰ πλήθους
παρθένων, ἣν ὁ θεῖος Ἱερεύς, ἐνηγκαλίσατο χαίρων.
Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἐκ παίδων ἠγάπησας σφοδρῶς, ἀσκητῶν
πολίτευμα, καὶ ἐν νηστείαις ἐσχόλαζες, καὶ ταῖς δεήσεσιν, ἔχων δὲ πρὸς τοῦτο,
καὶ τὴν γνώμην σύμφωνον, σεμνὲ τῶν εὐσεβῶν γεννητόρων σου· διὸ καὶ ηὔξανες, τῇ ἁγνείᾳ
καὶ σεμνότητι, ἐπ’ ἐσχάτων, τῶν χρόνων Ἰάκωβε.
Ὡς ἄγγελος ὤφθης ἐν Μονῇ, τοῦ Δαβὶδ
πανόσιε, διακριθεὶς ἐν ἀσκήσεσι, καὶ τοῦ θελήματος, ἐκκοπῇ ἐκ ῥίζης, ἀσκητὰ Ἰάκωβε·
διὸ καὶ ἐνεδύθης τὰ πάντιμα, ἀξίως Ἅγιε, ἱερωσύνης τὰ ἱμάτια, ἁγιάζων, πιστῶν τὰ
πληρώματα.
Φιλόστοργος ὤφθης ἀληθῶς, ὡς ἱερομόναχος,
ἐπιστηρίζων τὴν ποίμνην σου, ἐξ ἐπιθέσεων, τοῦ ἀντικειμένου, καὶ λύων Ἰάκωβε,
πολλῶν ἐνεργουμένων σῇ χάριτι, τῶν προσιόντων σοι, τὴν πικρίαν καὶ τὴν ἅλυσιν,
καὶ παρέχων, ψυχῶν τὴν εἰρήνευσιν.
Ὁ τάφος σου ὄλβος ἐν Μονῇ, ἐπεγνώσθης
Ὅιε, καταπλουτίζων Ἰάκωβε, πολλοῖς χαρίσμασι, τοὺς ἀσπαζομένους, αὐτὸν μετὰ
πίστεως, καὶ πάντοτε ἰᾶται χαρίσματα, ψυχῆς καὶ σώματος, καὶ σκεδάζει τὴν ἀπόγνωσιν,
τῶν ἀνθρώπων, τῶν προσερχομένων σοι.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, ἔχων ἐν τῇ καρδίᾳ
σου, τὸν ἀγαθὸν θησαυρὸν κεκρυμμένον, πάντα ἀπέῤῥιψας, τὰ γεηρὰ καὶ ὑλώδη, ἐπιθυμίαν
ἔχων σὺν Χριστῷ ἀναλῦσαι, καὶ αἰωνίως αὐτῷ συνεῖναι· ὅθεν ὁλοκαρδίως τὸν Ἰησοῦν
ἠγάπησας, καὶ λόγοις τε καὶ πολλοῖς σημείοις, γνωστὸν τοῖς πᾶσιν τοῦτον ἐποίησας,
Ὃν καθικέτευε Πάτερ Ἰάκωβε, ὑπὲρ τῆς Ἁγίας Μονῆς σου, καὶ πάντων τῶν τιμώντων, τὴν
ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐπέλαμψεν
ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ
μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς,
ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων,
ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ
ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν,
τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι
συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα.
Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῆς Εὐβοίας ὁ στολισμός,
καὶ ποιμὴν τῆς Μάνδρας, τοῦ Ὁσίου Πατρὸς Δαβίδ· χαίροις Ὀρθοδόξων, ὁ βοηθὸς ἐν
πᾶσι, Ἰάκωβε παμμάκαρ, ἡμῶν τὸ καύχημα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου