Τρίτη 12 Νοεμβρίου 2019

ΔΕΚΕΜΒΡΙΟΣ 6. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΝΙΚΟΛΑΟΣ ΚΑΡΑΜΑΝΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ ΣΤ΄.
ΝΙΚΟΛΑΟΣ ΝΕΟΜΑΡΤΥΣ ΚΑΡΑΜΑΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἐν τῇ Σμύρνῃ γενναίως, ἄρτι ἀθλήσαντα, διὰ Χριστοῦ τὴν πίστιν, καὶ ἀγχόνης λαβόντα, τὴν πεῖραν χριστωνύμων πάντες χοροί, Ἀθλοφόρον Νικόλαον, ἐγκωμιάσωμεν ᾄσμασι μελιχροῖς, καὶ εὐτάκτοις μελῳδήμασι.

Νίκην δρεψάμενον γέρα, ἀφθίτου στέψωμεν, Νεομαρτύρων κλέος, τὸν πρὸ Ἄγαρ ἐκγόνων, κηρύξαντα τὴν πίστιν τοῦ Ἰησοῦ, ἣν ἠρνήσατο πρότερον, θυμοῦ ἐν ὥρᾳ Νικόλαον εὐσταλῆ, μυριπνόοις ὕμνων ἄνθεσι.

Τὸν Ἀθλητὴν Καραμάνον, προσωνυμούμενον, τὸν ἀπαιωρηθέντα, ἐν ἀγχόνῃ ἐκθύμως, Νικόλαον τὸν νέον ὕμνοις λαμπροῖς, οἱ πιστοὶ μεγαλύνωμεν, ὡς νεοάθλων τῆς πίστεως εὐσθενῶν, σεμνολόγημα πολύτιμον.

Πανηγυρίζοντες μνήμην, τὴν σὴν Νικόλαε, ὑμνοῦμεν εὐψυχίαν, τὴν πολλήν σου καὶ τόλμην, τὴν θείαν σου Μαρτύρων νέων φανέ, τῆς Χριστοῦ ἀγαπήσεως, δι’ ἧς ἀτόλμους ἐφώτισας καὶ δειλούς, γενναιότατε νεόαθλε.

Δόξα. Ἦχος β.
Μαρτυρικῇ ἐνστάσει ἐν Σμύρνῃ, τὴν ἰσχὺν τῶν ἀντικειμένων ἐνίκησας, καὶ ἀθλητικῶς ἠνδραγάθησας, θριαμβεύσας τοὺς ἀπίστους Νικόλαε πανένδοξε· ἀγχόνῃ οὖν τὸν βίον τελέσας, πρὸς οὐρανίους ἀνῆλθες σκηνώσεις, ἔνθα Χριστὸν δυσωπεῖς ὑπὲρ πάντων, τελούντων ἐν ὕμνοις τὴν πανσέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με ὑπὸ τὴν σκέπην Σου.






Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Νέος ἐν Ἀθληταῖς, εὐτόλμοις καὶ εὐψύχοις, Νικόλαε ἐδείχθης, υἱῶν κατὰ τῆς Ἄγαρ, ὁ στήσας νίκης τρόπαια.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ὄνομα τοῦ Χριστοῦ, πεπαῤῥησιασμένῃ, φωνῇ ἐν τῷ σταδίῳ, ἐκήρυξας ἀρτίως, Νικόλαε τρισόλβιε.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Νέε Μάρτυς Χριστοῦ, τὴν κλῆσιν Καραμάνου, Νικόλαε ὁ ἔχων, ἱλέωσαι τὸν Κτίστην, ἡμῖν σε μακαρίζουσι.

Δόξα. Τριαδικόν.
Κράτος Σου τὸ σεπτόν, ἐδόξασεν ἐν ἄθλοις, Νικόλαε ὁ νέος, Τριὰς ὑπεραγία, Νεομαρτύρων ἔκτυπον.

Καὶ νῦν. Θεοτοκίον.
Βρέφος ἡ τὸν Χριστόν, κρατοῦσα ἐν ἀγκάλαις, Ὃν ἔτεκες δυσώπει, ἡμᾶς ἐν ταῖς ἀγκάλαις, Αὐτοῦ βαστάζειν πάντοτε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὃν ἠρνήσω Νικόλαε ὡμολόγησας, Χριστὸν πολλῇ παῤῥησίᾳ, ἐν δυσχειμέροις καιροῖς, τῆς δουλώσεως ἀνόμων πρὸ τοῦ βήματος, καὶ ἐν τῇ Σμύρνῃ Ἀθλητά, Νεομάρτυς εὐσθενές, ἀγχόνῃ ἀπηῳρήθης, ὁ ἱλεούμενος Κτίστην, ἡμῖν τιμῶσί σου τὴν ἄθλησιν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.









ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’  καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Καραμάνε Νικόλαε, νέον πίστεως καύχημα, εὐκλεῶν Μαρτύρων ὡραῖον πρότυπον, τῆς Ἐκκλησίας διάκοσμος, καὶ στῦλος ἀκλόνητος, εὐψυχίας ἀκραιφνοῦς, κατηγλάϊσας πόνοις σου, τῆς ἀθλήσεως, χριστωνύμων χορείας τῶν τιμώντων, νῦν τὴν μνήμην μαρτυρίου, τοῦ εὐσθενοῦς σου νεόαθλε.

Καραμάνε Νικόλαε, ἐν θυμοῦ σκοτομήνῃ σου, ὅνπερ ἀπηρνήσω Χριστὸν τὸν Κύριον, ὅλῃ ἐφέσει καρδίας σου, τρανῶς ὡμολόγησας, ἐν ἐσχάτοις τοῖς καιροῖς, πρὸ ἀπίστων τοῦ βήματος, καὶ ὑπέμεινας, ἀπαιώρησιν Μάρτυς στεφηφόρε, δι’ ἀπόπλυνσιν αἰσχύνης, σοῦ ἁμαρτήματος ἔνδοξε.

Καραμάνε Νικόλαε, ῥωμαλέῳ φρονήματι, Ἄγαρ ἀπογόνους στεῤῥῶς διήλεγξας, καὶ νίκης τρόπαια ἔστησας, γενναίᾳ ἐνστάσει σου, Ἀθλητὰ περιφανῆ, ἐν τῇ Σμύρνῃ ἣν πόνοις σοι, καθηγίασας, μαρτυρίου ἐν ἔτεσιν ἐσχάτοις, Νεομάρτυς Ἀθλοφόρε, καὶ γεραρὲ καὶ καλλίνικε.

Καραμάνε Νικόλαε, ἐν τοῖς χείλεσιν ὄνομα, σοῖς σεπτοῖς προφέρων Κυρίου ὄνομα, ὅπερ ἠρνήσω τὸ πρότερον, γενναῖε νεόαθλε, ἐν τῇ ὥρᾳ σοῦ θυμοῦ, τὴν πικρὰν ἰκριώματος, γεῦσιν ἔλαβες, καὶ σχοινίῳ δεθεὶς ἀπηωρήθης, ὥσπερ ἄνομος κακοῦργος, καὶ πλάνος Μάρτυς πανεύφημε.

Καραμάνε Νικόλαε, Νεομάρτυς στεῤῥόψυχε, Σμύρνην καθηγίασας τῇ ἀθλήσει σου, καὶ τοὺς χοροὺς κατηγλάϊσας, πιστῶν τῇ ἐνστάσει σου, καὶ ἀνδρείᾳ σου πολλῇ· ὅθεν πάντες γηθόμενοι οἱ φιλέορτοι, συνελθόντες τὴν πάντιμόν σου μνήμην, καταστέφομεν ἀσμάτων, καὶ ἐφυμνίων τοῖς ἄνθεσι.

Καραμάνε Νικόλαε, ὡς νεόαθλον Μάρτυρα, σὲ ὑμνολογοῦντες ἐκδυσωποῦμέν σε· μὴ διαλίπῃς ἀείποτε, πρεσβεύων τῷ Κτίσαντι, πανοικτίρμονι Θεῷ, καταπέμψαι ὑγείαν, ἄμφω δύναμιν, καὶ ἰσχὺν τοῖς ἱκέταις σου τροπῶσαι, τὸν ἀρχέκακον Βελίαρ, τὸν πονηρὸν καὶ μισόκαλον.





Δόξα. Ἦχος πλ. β΄.
Σήμερον πανευφρόσυνος ἀνέτειλεν ἡμέρα, τῆς ἐτησίας μνήμης τοῦ Νεομάρτυρος Νικολάου, σὺν αὐτῇ τοῦ μεγάλου αὐτοῦ, συνωνύμου ἐπισκόπου Μυρέων, φωτίζουσα καὶ ἁγιάζουσα, τοὺς αὐτῷ βοῶντας ἐκ πίστεως· ὁ μαρτυρίου ἄθλοις ἀποπλύνας τὸν ῥύπον, τῆς τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀπαρνήσεως, μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὁμοῦ μετὰ τοῦ συνεορταζομένου σου, συνωνύμου Ἱεράρχου, ἡμῖν καταπέμψαι οἰκτιρμῶν τὸ πλῆθος, καὶ ἄμετρον τὸ ἔλεος, τοῖς εὐλαβῶς ἐκτελοῦσι τὴν πανέορτον μνήμην σου.

Καὶ νῦν. Προεόρτιον. Ἦχος πλ. β'
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὅν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Δεῦτε πιστοὶ τὴν κοινὴν μνήμην τῶν δύο Νικολάων, τοῦ Ἱεράρχου Μυρέων καὶ τοῦ ἐνδόξου Νεομάρτυρος, ὕμνοις καταστέψωμεν καὶ ᾄσμασι τρανῶς βοῶντες· θαυματουργὲ Ἱεράρχα, ὁ ταῖς ἱκεσίαις σου τοῦ μαρτυρίου ἀξιώσας, τὸν ἐν Σμύρνῃ νεόαθλον συνώνυμόν σου, σὺν αὐτῷ συγχαίρῃ ἐν δομοῖς ἀϊδίου μακαριότητος· ὅθεν μὴ παύσῃ σὺν αὐτῷ, καὶ πρεσβεύων τῷ ἀγωνοθέτῃ Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σήμερον, τὴν κοινὴν ὑμῶν τῆς μνήμης ἐπέτειον.

Ἦχος β΄.
Ἐκκλησίας τὸ νεόδρεπτον κιννάμωμον, καὶ Χριστοῦ πίστεως εὐῶδες λευκάνθεμον, τὸ καθήδυναν ὀδμαῖς τῆς αὐτοῦ ἀριστείας, χριστωνύμων τὸ πλῆθος, Νικόλαον τὸν γενναιότατον Νεομάρτυρα, τιμήσωμεν κράζοντες· ὁ τὴν προδοσίαν τῆς πίστεως ἐν ὥρᾳ θυμοῦ σου, μεταποιήσας εἰς εὐκλεὲς μαρτύριον, καὶ Βασιλείας οὐρανῶν ὀφθεῖς κληρονόμος, μὴ παύσῃ Χριστῷ πρεσβεύων καὶ ἡμᾶς ἀξιῶσαι, τῆς ἀγήρω μακαριότητος.

Ἦχος γ΄.
Μεγαλομάρτυς νέε Νικόλαε γενναιότατε, τὴν σὴν πανέορτον μνήμην ἐπιτελοῦντες, τοὺς τιμίους σου ὑμνοῦμεν καμάτους, πρὸς αἰσχύνην τῶν ἀπίστων τυράννων, καὶ χαρὰν τῶν χριστωνύμων καὶ ἀγαλλίασιν. Σκέπε οὖν οὐρανόθεν καὶ ἁγίαζε τοὺς ὑμνητάς σου, καὶ ῥύου δεινῶν ἐσομένων τοὺς καταφεύγοντας, ταῖς ἀσιγήτοις σου δεήσεσι πρὸς τὸν εὐΐλατον Κύριον.

Δόξα. Ἦχος δ΄.
Ἀγχόνῃ ἐθανάτωσας τοὺς ἐκγόνους τῆς Ἄγαρ, καὶ Βασιλείας ἠξιώθης τῆς οὐρανίου, Νεομάρτυς Νικόλαε πανεύφημε. Σὺ γὰρ ἐνιστάμενος πρὸ τῶν ἀνόμων, τὴν ἀπάτην αὐτῶν συνέτριψας, σοῖς ὅπλοις τῆς πίστεως, καὶ τὸ ὑπὲρ πᾶν ὄνομα τοῦ Κυρίου, ἐν Σμύρνῃ ὡμολόγησας· οὐρανοπολίτης ὅθεν γενόμενος, χάριν δαψιλῆ ἀπείληφας πρεσβεύειν, ὑπὲρ τῶν πίστει τιμώντων τὴν μακαρίαν σου ἄθλησιν.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Ἡσαΐα χόρευε, λόγον Θεοῦ ὑπόδεξαι, προφήτευσον τῇ κόρῃ Μαριάμ, βάτον καταφλέγεσθαι, καὶ πυρὶ μὴ καίεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδὲμ καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν Ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ σπηλαίου, ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν. 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Νεομαρτύρων φανός, τῆς Ἐκκλησίας νεοπύρσευτον αὔγασμα, νεόφωτον ἄστρον θαῤῥους, καὶ εὐτονίας σαφοῦς, Ἀθλητὰ τῆς Σμύρνης, γενναιότατε, Νικόλαε ἄλκιμε, Καραμάνε καλούμενε, ὁ ἡλικίας, παριδὼν ὡραιότητα, καὶ προσώπου σου, κάλλος τὸ ἀπερίγραπτον, ἐν τῷ χειμῶνι ἤθλησας, καλῶς ἵνα ἔαρος, τοῦ ἐν Ἐδὲμ ἀπολαύσῃς, πανευφροσύνου καλλίνικε, μετὰ τῶν Ἁγίων, τῶν ἀειθαλῶν ἀνθέων, Χριστοῦ τῆς πίστεως.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίροις, σχοινίῳ ὁ προσδεθείς, καὶ ἀπηνῶς ἐφ’ ὑψηλοῦ ἱκριώματος, Νικόλαε Νεομάρτυς, ἀναρτηθεὶς νεαυγές, ἄστρον εὐσεβείας, καὶ σεμνότητος. Χριστοῦ γὰρ τὸ ὄνομα, ὃ ἠρνήσω τὸ πρότερον, θυμοῦ ἐν ὥρᾳ, ἐμεγάλυνας πόνοις σου, τῆς ἀθλήσεως, καρτερόφρον νεόαθλε, καὶ δήμους κατηγλάϊσας, πιστῶν καθορόντων σου, τὴν ψυχικήν σου ἀνδρείαν, καὶ πνεύματός σου διαύγειαν, δι’ ὧν νέος ὤφθης, στρατιώτης ἀληθείας, περιφανέστατος.



Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Μνήμην ἐπιτελοῦντες λαμπρῶς, τὴν φωτοφόρον καὶ λαμπράν σου Νικόλαε, ὑμνοῦμέν σου τοὺς ἀγῶνας, καὶ παῤῥησίαν πολλήν, πρὸ ἀπίστων δήμων, ἣν ἐπέδειξας. Χριστοῦ γὰρ τὸ ὄνομα, τὸ ὑπὲρ πᾶν ἐν χείλεσι, τοῖς σοῖς προσφέρων, ᾐωρήθης ὡς ἄνομος, γενναιότατε, ἐπ’ ἀγχόνης καὶ στέφανον, νίκης χρυσοῦν ἀπείληφας, σταδίου ὡς ἄριστος, ἐκ τῶν χειρῶν τοῦ τὰ γέρα, τῆς ἀφθαρτότητος νέμοντος, πιστοῖς τοῖς ἐκθύμως, ἐκτελοῦσι καθ’ ἑκάστην, Αὐτοῦ ἐντάλματα.

Δόξα. Ἦχος πλ. δ΄.
Ὁ τρόπαια νίκης στήσας ἐν Σμύρνῃ ἀφθίτου, καὶ Χριστοῦ μεγαλύνας, τὸ μέγα ὄνομα πόνοις ἀθλήσεως, Νικόλαε Καραμάνε οὐρανῶν ἔτυχες κληρουχίας, καὶ ἀτελευτήτου ἀγαλλιάσεως· ἐν αὐτοῖς οὖν Νικολάῳ τῷ Ἱεράρχῃ συνευφραινόμενος, τῷ σὺν σοὶ ἑορταζομένῳ σήμερον, μὴ παύσῃ σὺν αὐτῷ Κυρίου δεόμενος, ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Βηθλεὲμ ἑτοιμάζου, εὐτρεπιζέσθω ἡ φάτνη, τὸ σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα· διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὃν ἠρνήσω Νικόλαε ὡμολόγησας, Χριστὸν πολλῇ παῤῥησίᾳ, ἐν δυσχειμέροις καιροῖς, τῆς δουλώσεως ἀνόμων πρὸ τοῦ βήματος, καὶ ἐν τῇ Σμύρνῃ Ἀθλητά, Νεομάρτυς εὐσθενές, ἀγχόνῃ ἀπηῳρήθης, ὁ ἱλεούμενος Κτίστην, ἡμῖν τιμῶσί σου τὴν ἄθλησιν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.




ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Νικόλαε στεῤῥέ, Νεομάρτυς γενναῖε, ὁ βρόγχον ἀνδρικῶς, ὑπομείνας ἀγχόνης, καὶ Σμύρνην τὴν ἔνδοξον, ἁγιάσας τοῖς ἄθλοις σου, σκέπε φύλαττε, καὶ περιφρούρει τοὺς πίστει, ἐκτελοῦντάς σου, τὴν πανακήρατον μνήμην, ψαλμοῖς τε καὶ ᾄσμασι.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τοὺς μέλποντας φαιδρῶς, Νικολάου τὴν μνήμην, Υἱοῦ Σου τοῦ σεπτοῦ, Παναγία Παρθένε, τοῦ ὁμολογήσαντος, τὸ Αὐτοῦ θεῖον ὄνομα, καὶ ἀθλήσαντος, πανευσθενῶς ἐπευλόγει, καὶ κατεύθυνε, πρὸς ἀτραποὺς σωτηρίας, καὶ ἀϊδιότητος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Νικόλαε ἔνδοξε Νεομαρτύρων πυρσέ, χοροὺς κατηγλάϊσας τῇ εὐψυχίᾳ τῇ σῇ, καὶ ἄθλοις τιμίων σου· ὅθεν ἡ Ἐκκλησία, τοῦ Χριστοῦ γεγηθυῖα, ὕμνοις σε μακαρίζει, καὶ ᾠδαῖς καταστέφει, τὴν μνήμην σου τὴν θείαν κλεινέ, Μάρτυς νεόαθλε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χριστοῦ τὴν φιλόστοργον Μητέρα πανευλαβῶς, τιμῶντες ἀείποτε τῶν χριστωνύμων χοροῖς, ἐκθύμως κραυγάζομεν· ἄχραντε Παναγία, χοϊκῶν προστασία, σκέπε καὶ περιφρούρει, καὶ ἁγίαζε πάντας, τοὺς σπεύδοντας ἐν βίου δεινοῖς, τῇ ἀντιλήψει Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Αἰσχύνην πλύναντα τῆς ἀπαρνήσεως, Χριστοῦ ὀνόματος οἰκείοις αἵμασιν, ἐν τοῖς ἐσχάτοις καιροῖς τιμήσωμεν ὁλοθύμως, εὐκλεῆ Νικόλαον, νεοάθλων ἀκρώρειαν, Σμύρνης νέον καύχημα καὶ ἀνδρείας ὑπόδειγμα, φωναῖς ἀναβοῶντες αἰσίαις· Χαῖρε Κυρίου Νεομάρτυς.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη.









Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17-ιστ΄ 2): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν… Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τὸν ἀποπτύσαντα φρύαγμα τῶν ἐκγόνων τῆς Ἄγαρ, καὶ ὁμολογήσαντα παῤῥησίᾳ Χριστοῦ τὸ ὄνομα, Νικόλαον τὸν Καραμάνον πάντες, ἀξιοχρέως μακαρίσωμεν. Οὗτος γὰρ νίκης στήσας τρόπαια, κατὰ τῶν ἀπίστων τυράννων, Βασιλείας οὐρανῶν κληρονόμος ἐδείχθη, καὶ πρεσβευτὴς ἡμῶν θερμότατος, πρὸς τὸν φιλάνθρωπον Κύριον.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νικολάου Καραμάνου, σφραγὶς πίστεως. Χ.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Νικόλαον μέλψωμεν, τὸν Νέον Μάρτυρα πίστεως, ἐν Σμύρνῃ ἀθλήσαντα, περιφανῶς καὶ Χριστοῦ, μέγα ὄνομα, πεπαῤῥησιασμένη, φωνὴ τοῦ Παντάνακτος, ὁμολογήσαντα.
Ἰσχὺν ἐνδυσάμενος, θεόθεν Μάρτυς Νικόλαε, τὴν χλαῖναν ἀρνήσεως, τοῦ Ζωοδότου Χριστοῦ, ἐν νεότητος, θυμῷ ἀπεξεδύσω, νεόαθλε ἄριστε, πίστεως σέμνωμα.
Κατέπτυσας ἔκγονα, τῆς Ἄγαρ θείᾳ ἐνστάσει σου, Νικόλαε πάνσοφε, ἐν τοῖς ἐσχάτοις καιροῖς, καὶ τὸ ὄνομα, ἐδόξασας Κυρίου, στεῤῥῶς ἐν τῷ σκάμματι, σὲ δυναμώσαντος.
Θεοτοκίον.
Οὐλὰς τοῦ σαρκίου μου, πυοφορούσας θεράπευσον, φαρμάκῳ δεήσεων, θερμῶν πρὸς Τόκον τὸν Σόν, τὸν Θεάνθρωπον, Χριστὸν τὸν ἰατῆρα, ψυχῆς καὶ τοῦ σώματος, πάντων τὸν ἄμισθον.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Λαμπτὴρ γενναιότητος καὶ τόλμης, Νικόλαε Μάρτυς εὐσθενές, ἐφώτισας συστήματα, τῶν χριστωνύμων ἄθλοις σου, ἀνδρείοις καὶ ἐνστάσει σου, τῇ γεραρᾷ καρτερόψυχε.
Ἀθλήσας ἐν χρόνοις τοῖς ἐσχάτοις, τῶν πάλαι Μαρτύρων τοῦ Χριστοῦ, ἐζήλωσας παλαίσματα, Νικόλαε νεόαθλε, καὶ στέφος ἀμαράντινον, παρὰ Κυρίου ἀπείληφας.
Ὁπλίτης Νικόλαε ἐδείχθης, Χριστοῦ τῆς ἐνδόξου στρατιᾶς, καὶ νικηφόρος ἔδραμες, Αὐτῷ συγχαίρειν πάντοτε, καὶ δήμοις συνευφραίνεσθαι, Μαρτύρων πάντων τῆς πίστεως.
Θεοτοκίον.
Ὑπέραγνε κεχαριτωμένη, ἁπάντων βροτῶν καταφυγή, ἱλέωσαι τὸν Τόκον Σου, ἡμῖν Σὲ μακαρίζουσι, καὶ θαυμασίων πλῆθός Σου, ψαλμοῖς εὐτάκτοις γεραίρουσι.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τὸν τριήμερον, τροπαιοφόρον, ἐκ τοῦ μνήματος, ἐξαναστάντα, Ἰησοῦν Παμβασιλέα καὶ Κύριον, πρὸ τῶν ἀπίστων ἐχθρῶν ὡμολόγησας, ἐκπλύνων οὕτω ἀρνήσεως βόρβορον, σῆς Νικόλαε Αὐτοῦ τοῦ σεπτοῦ ὀνόματος, Σμυρνέων Καραμάνε ἐγκαλλώπισμα.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Καθοδήγησον, τοὺς Σοὺς οἰκέτας, ὡς ἰθύντειρα, ἀπλανεστάτη, ἐπὶ πόας εὐανθεῖς Μητροπάρθενε, καὶ εἰς λειμῶνας τερπνοὺς τοὺς ὑμνοῦντάς Σε, ὡς τοῦ Ὑψίστου Μητέρα φιλόστοργον, καὶ ἀνύστακτον προστάτιν τῶν δοξαζόντων Σου, Υἱὸν τὸν πανευΐλατον Θεάνθρωπον.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Καλλινίκων νεοάθλων, κοσμιότης Νικόλαε, στρατιὰν γηΐνη, ἐν ἀγχόνης βρόγχῳ κατέλιπες, καὶ στρατιαῖς οὐρανίαις συνηρίθμησαι, τοῦ ἀείποτε, Ἁγίοις συνεπαγάλλεσθαι.
Ἀριστέων τοῦ σταδίου, ὡραιότης Νικόλαε, ἤθλησας νομίμως, καὶ χρυσοὺς στεφάνους ἀπείληφας, ἀφθίτου νίκης νεόαθλε περίδοξε, ἐκ τοῦ Κτίσαντος, χειρῶν Χριστοῦ τοῦ Παντάνακτος.
Ῥύπον ἀπαρνήσεώς σου, τοῦ ἁγίου ὀνόματος, τοῦ Χριστοῦ ἀθλήσει, εὐσθενεῖ σου Μάρτυς ἀπέπλυνας, καὶ τῆς ψυχῆς σου χιτῶνα διεκόσμησας, μαρτυρίου σου, σαπφείροις νέε Νικόλαε.
Θεοτοκίον.
Ἀπειρόγαμε Παρθένε, τῶν Μαρτύρων ἀγλάϊσμα, κεχαριτωμένη, Νικολάου θείαις δεήσεσι, φρούρει καὶ σκέπε Σοὺς δούλους καὶ διάσῳζε, τοὺς ὑμνοῦντάς Σε, ἐξ ἀλγεινῶν περιστάσεων.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Μαρτύρων τῆς πίστεως, τῶν νέων ἐγκαλλώπισμα, ὁ τελέσας βίον ἐν ἀγχόνῃ, τὸν πρόσκαιρόν σου, καὶ τῆς ἀλήκτου ζωῆς, ἀνοίξας τὰς πύλας σῇ θανῇ, κληρονόμος γέγονας, δόμων πόλου Νικόλαε.
Ἀθλήσας Νικόλαε, ἐν Σμύρνῃ ὁλοθύμῳ σου, τῆς ψυχῆς ἐφέσει ὁμηγύρεις, φιλομαρτύρων, σὲ μελῳδούντων φαιδρῶς, ἠγλάϊσας καὶ τὰς στρατιάς, οὐρανῶν ἐξέστησας, τῶν Ἀγγέλων ἀνδρείᾳ σου.
Νικήσας ἐνστάσει σου, τιμίᾳ Ἄγαρ ἔκγονα, δήμοις συνευφραίνεσθαι Μαρτύρων, κατηξιώθης, περιφανῶν καὶ σεπτῶν, Νικόλαε νέε Ἀθλητά, ὁ τῆς νίκης σύμβολα, ἐξ Ὑψίστου δεξάμενος.
Θεοτοκίον.

Οἱ δῆμοι ἑκάστοτε, πιστῶν Σε μεγαλύνομεν, κεχαριτωμένη Θεοτόκε, ὡς παρθενίας, φωτολαμπῆ ἀστραπήν, καὶ λύχνον μητρότητος λαμπρόν, ἢ τὸ Φῶς τὸ ἄδυτον, Ἰησοῦν κόσμῳ τέξασα.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Ὑπὲρ Χριστοῦ ἐμαρτύρησας, ἐν Σμύρνῃ Νεομάρτυς Νικόλαε, καὶ δι’ ἀθλήσεως, τῆς στρατιᾶς ἐκοινώνησας, τῶν πολιστῶν Μαρτύρων, τῆς ἄνω πόλεως.
Στεῤῥῶς ἀγχόνην ὑπέμεινας, καὶ στέφος ἀφθαρσίας ἀπείληφας, χρυσοῦν Νικόλαε, ὡς ἀντιμίσθιον ἄθλων σου, γενναῖε Νεομάρτυς, Χριστοῦ τῆς πίστεως.
Φωτὶ ἀδύτῳ Νικόλαε, ψυχὴν καταυγασθεὶς τὴν σκοτόμαιναν, τῆς ἀπαρνήσεως, Χριστοῦ τοῦ θείου ὀνόματος, ἐσκέδασας ἀθλήσει, λαμπρᾷ Νικόλαε.
Θεοτοκίον.
Ῥομφαίᾳ Σου διεπέρασε, καρδίαν λύπης δίστομος ἄχραντε, Θεογεννήτρια, ὅτε Υἱόν Σου τὸν ἅγιον, κατεῖδες ἐπὶ ξύλου, Σταυροῦ κρεμάμενον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὐπερμάχῳ.
Νεομαρτύρων τὸν φανὸν τὸν τηλαυγέστατον, τὸν ἐν τῇ Σμύρνῃ ἀνατείλαντα καὶ ἅπαντας, καταυγάσαντα τοὺς δήμους φιλομαρτύρων, εὐψυχίας ἀστραπαῖς ἐγκωμιάσωμεν, Καραμάνου κλῆσιν φέροντα νεόαθλον, πόθῳ κράζοντες· Χαίροις Μάρτυς Νικόλαε.
Ὁ Οἶκος.
Ἄριστε Νεομάρτυς, ὁ ἐν Σμύρνῃ ἀγχόνης, Νικόλαε δεξάμενος πεῖραν, νικητὴς ὡς τῆς Ἄγαρ υἱῶν, καὶ πολίτης δόμων οὐρανῶν ἔνδοξος, ἱλέωσαι τὸν Κύριον, ἡμῖν σοὶ ἐν χαρᾷ φωνοῦσι·
Χαῖρε, τῆς τόλμης τὸ ἐκμαγεῖον·
χαῖρε, τῆς Σμύρνης εὐῶδες ἴον.
Χαῖρε, τῶν ἀπίστων τυράννων τὸ σύντριμμα·
χαῖρε, οὐρανίων σκηνῶν σεμνολόγημα.
Χαῖρε, ὅτι ὡμολόγησας τὸν Σωτῆρα εὐθαρσῶς·
χαῖρε, ὅτι κατετρόπωσας μισοχρίστους ὁλικῶς.
Χαῖρε, βρόγχον ἀγχόνης ἐν χαρᾷ ὁ κοσμήσας·
χαῖρε, Κτίστου ἀγάπης ὁ χιτῶνα φορέσας.
Χαῖρε, νεοάθλων στεῤῥῶν ἐντευκτήριον·
χαῖρε, τῶν τυράννων δεινῶν ὀλετήριον.
Χαῖρε, Μαρτύρων τῶν νέων πυξίον·
χαῖρε, ἀγώνων ὡραίων δοχεῖον.
Χαίροις, Μάρτυς Νικόλαε.


Συναξάριον.
Τῇ ΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Νικολάου ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας.
Ὁ Νικόλαος, πρέσβυς ὢν ἐν γῇ μέγας,
καὶ γῆς ἀποστὰς εἰς τὸ πρεσβεύειν ζέει.
Ἕκτῃ Νικόλεώ γε φάνη βιότοιο τελευτή.

Ἐμαρτύρησας ὥσπερ ἠρνήσω πάλαι·
ὅθεν στέφανον Nικόλαε λαμβάνεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ.
Kᾂν βλέμμα θεῖον ὑψόθεν θυμοῦ γέμον,
ποιῇ τρέμειν γῆν, εὐμενὲς ταχὺ βλέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νίσερ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου, τοῦ ἐν Σιήσκῳ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀέρος τoῦ ἐπισκόπου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀβραμίου, ἐπισκόπου Κρατείας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Ἀκατάβλητε νεόαθλε Νικόλαε χρυσοπλοκώτατον, στέφος ἐπὶ κεφαλῆς, τῆς σῆς φέρων κρείττονος, εὐκλείας ἔδραμες, τῷ Παντάνακτι, ἀγωνοθέτῃ Κτίσαντι, ὑπαντῆσαι καὶ Κυρίῳ.
Γέρας τίμιον τῆς πίστεως Νικόλαε, καὶ εὖχος πάντιμον, τῆς Ἐκκλησίας Χριστοῦ, σαυτὸν ἀπεκάθηρας, δι’ ἐναθλήσεως, ἀτοπήματος, τῆς πρώην σῆς ἀρνήσεως, τῆς Αὐτοῦ ὁμολογίας.
Ἱερώτατον ὑψίστου καλιέρημα, σεπτὲ Νικόλαε, ἐν Σμύρνῃ ἀνδροπρεπῶς, ἀγχόνην ὑπέμεινας, προφέρων ὄνομα, τοῦ οἰκτίρμονος, Χριστοῦ τοῦ σὲ ἰσχύσαντος, τοῦ ἀγῶνα περατῶσαι.
Θεοτοκίον.
Σκέπε φύλαττε καὶ φρούρει καὶ ἁγίαζε, τοὺς ἀνυμνοῦντάς Σε, εἰς τοὺς αἰῶνας λαμπρῶς, σεμνὴ ἀειπάρθενε, Θεογεννήτρια, ἡ φυλάττουσα, καὶ σκέπουσα ἑκάστοτε, ὑμνηπόλων Σου χορείας.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Πάντων Καραμάνε νεοάθλων, ὀφθεὶς στηλογράφημα θεόγραπτον, ἄγαλμα θεόγλυπτον, καὶ πυρσὸς νεόφωτος, φωτίζων ἐκπυρσεύμασι, σῆς γενναιότητος, Χριστοῦ τὴν Ἐκκλησίαν μετέστης, στεφηφόρε Μάρτυς, σκηνὰς πρὸς οὐρανίους.
Ἵλεων ἀπέργασαι τὸν Κτίστην, ἡμῖν τοῖς ἀνευφημοῦσί σε Νικόλαε, Καραμάνε ἔνδοξε, καὶ τιμῶσι μνήμην σου, τὴν ἱερὰν καὶ πάμφωτον, εὐτάκτοις ᾄσμασι, καὶ ὕμνοις, μελιῤῥύτοις ἀπαύστως, θεῖε Νεομάρτυς, τῶν Ἀθλητῶν λαμπρότης.
Στῦλε ἀδιάσειστε ἀνδρείας, Νικόλαε καὶ κρηπίδωμα ἀσάλευτον, εὐψυχίας ἤθλησας, εὐσθενῶς καὶ εἵλκυσας, τοῦ Παρακλήτου Πνεύματος, τὴν χάριν Ἅγιε, ἀφθόνως σε τὴν δείξασαν πάντων, εὐσεβῶν προστάτην, καὶ ἐν κινδύνοις ῥύστην.
Θεοτοκίον.
Τεῖχος παρθενίας καὶ ἁγνείας, θεότευκτον Παναγία Μητροπάρθενε, τείχισον τοὺς δούλους Σου, θείᾳ προστασίᾳ Σου, καὶ ἀρωγῇ καὶ χάριτι, Θεογεννήτρια, τοὺς Σὲ ὑμνολογοῦντας ἀπαύστως, καὶ Σὸν θεῖον Τόκον, ἀεὶ δοξολογοῦντας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἔμψυχε ναέ, ἀνδρείας Νικόλαε, καὶ γενναιότητος, Ὃν ἠρνήσω πρότερον, θυμοῦ ἐν ὥρᾳ, κακῇ ἐκήρυξας, ὡς Βασιλέα κτίσεως, καὶ Παντοκράτορα, πρὸ τυράννων, ἀσεβῶν καὶ ἤθλησας, εὐσθενῶς καλλιμάρτυς νεόαθλε.
Ὡς περιφανῆ, καὶ ἄριστον Μάρτυρα, σὲ μακαρίζομεν, οἱ πιστοὶ Νικόλαε, τὸν ἐν ταῇ Σμύρνῃ, καλῶς ἀθλήσαντα, καὶ πίστει καταισχύναντα, Ἄγαρ τὰ ἔκγονα, Νεομάρτυς, Καραμάνε ἔνδοξε, εὐσεβεῖς ὁ εὐφράνας τοῖς ἄθλοις σου.
Σοῦ τὴν ἱεράν, γεραίροντες ἄθλησιν, καὶ τὴν πανσέβαστον, ἐκτελοῦντες μνήμην σου, ἐν κατανύξει, βοῶμεν· πάμφωτε, φωστὴρ Χριστοῦ τῆς πίστεως, ἡμῶν σκοτόμαιναν, τῆς δειλίας, τάχος διασκέδασον, καὶ ἀνδρείας φωτὶ πάντας ἔμπλησον.
Θεοτοκίον.
Χαῖρε Ἀθλητῶν, φαιδρότης Παντάνασσα, Θεογεννήτρια· χαῖρε τῶν τιμώντων Σε, θερμὴ προστάτις, καὶ παραμύθιον, στενόντων ἐν ταῖς θλίψεσι, καὶ σκέπη ἔνδροσος, πεφρυγμένων, ἐν τοῦ βίου καύματι, οἰκετῶν ἀγαθότητος θείας Σου.






Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Νίκης δεξάμενος γέρα, ἐκ τῶν χειρῶν τοῦ Ἰησοῦ, Νέε Νικόλαε Μάρτυς, ὁ ἀλγεινῶς αἰωρηθείς, ἀγχόνῃ πρὸς οὐρανίους, ἀνῆλθες χαίρων ἐπάλξεις.
Θεοτοκίον.
Τοῦ Παραδείσου Σοὺς δούλους, Θεογεννῆτορ Μαριάμ, δεῖξον οἰκήτορας πόλου, τοὺς μεγαλύνοντας λαμπρῶς, Σὲ εἰς αἰῶνας αἰώνων χαρᾶς πιστῶν ὡς ταμεῖον.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Νικόλαε λύχνε νεαυγές, τοῦ Χριστοῦ τῆς πίστεως, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι, καθωμολόγησας, κλῆσιν τὴν ἁγίαν, τοῦ σοφοῦ παντάνακτος, καὶ κόσμου πλαστουργοῦ πρὸ τοῦ βήματος, ἀπίστων ἔνδοξε, καὶ ἀγχόνης βρόγχῳ ἄσμενος, ᾐωρήθης, ἀλκίφρον νεόαθλε.

Νικόλαε νίκης τιμαλφές, καὶ χρυσοῦν διάδημα, ὁ κάραν κατακοσμούμενος, ὡς Μάρτυς ἄριστος, ἔδραμες Κυρίῳ, ὑπαντῆσαι Ἅγιε, ἐν δρόμοις οὐρανῶν ὥσπερ ἔλαφος, ἔνθα σὺν τάγμασι, τῶν Ἀγγέλων καὶ συστήμασι, Ἀθλοφόρων, ἀεὶ χαίρῃ πάντιμε.

Νικόλαε Μάρτυς εὐσταλές, καὶ γενναῖε ἤθλησας, ἐν Σμύρνῃ ἧς καθηγίασας, χθόνα τὴν εὔσημον, ἄθλοις σου ἐνδόξοις, Νεομάρτυς ἄλκιμε, δι’ ὧν Χριστοῦ τὸ πάντιμον ὄνομα, τοῦ Παντοκράτορος, ἐμεγάλυνας ἀοίδιμε, εὐσεβείας, κρηπὶς ἀδιάσειστε.

Νικόλαε μάκαρ ἐν καιροῖς, τοῖς ἐσχάτοις ἤθλησας, σαρκὸς τῆς σῆς μὴ φεισάμενος, καὶ σῆς νεότητος, ἵνα ἐπιτύχης, τῆς ἀϊδιότητος, καὶ τῆς σὺν τῷ Χριστῷ τῷ Σωτῆρί σου, ἀγαλλιάσεως, ἐν σκηναῖς τῆς ἄνω πόλεως, καὶ ἐν δόμοις, ἀφθίτου τερπνότητος.

Δόξα. Ἦχος πλ. α΄.
Αἴνων πάντες λειρίοις εὐόσμοις καταστέψωμεν, τὸν ἐν νεοάθλοις ἀριστέα Νικόλαον τὸν Καραμάνον, τὸ εὐῶδες τῆς ἀνδρείας καὶ γενναιότητος κιννάμωμον, ἐκ μυχίων καρδίας βοῶντες· νεοπαγὲς θεμέλιον πίστεως, καὶ νεότευκτον παλάτιον εὐτονίας καὶ θαῤῥους, εὐχαῖς σου στήριζε τοὺς σὲ μακαρίζοντας, καὶ τιμῶντας ἐκ πόθου τὴν ἀεισέβαστον μνήμην σου.






Καὶ νῦν. Θεοτοκίον
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς ἀνυμνοῦντας αὐτήν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα· Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος, ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν, τὴν Λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον Νεφέλην, τὴν τῶν οὐρανῶν πλατυτέραν, τὴν ἔμψυχόν τε Κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν Στάμνον, τὴν κεκλεισμένην τοῦ Λόγου πύλην, τὴν πάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν Βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

Δοξολογία Μεγάλη και Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Νεομάρτυς πανευσθενές, Καραμάνου κλῆσιν, ἔχων ἄρτι ὁ ἀπηνῶς, ἐν ἀγχόνῃ στέφος, λαβὼν ἀφθίτου νίκης, Νικόλαε τῆς Σμύρνης, εὖχος περίδοξον.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου