Πέμπτη 7 Νοεμβρίου 2019

ΙΟΥΛΙΟΣ 8. ΟΣΙΑΣ ΣΟΦΙΑΣ ΚΛΕΙΣΟΥΡΑΣ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ


 

ΙΟΥΛΙΟΣ Η΄.

ΣΟΦΙΑΣ ΟΣΙΑΣ ΚΛΕΙΣΟΥΡΑΣ

ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ

ΑΚΟΛΟΥΘΙΑ

(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Ὁ τῆς ζωῆς τὰ ἡνία διακρατῶν πατρικῶς, καὶ μεριμνῶν ἑκάστου, τῆς ψυχῆς σωτηρίαν, καὶ σὲ Μῆτερ Σοφία ἀῤῥήτοις βουλαῖς, ὥσπερ σκάφος ὡδήγησεν, εἰς τὴν Μονὴν τῆς πανάγνου τὴν ἱεράν, ὡς εὐλίμενον παράδεισον.

 

Ἐν πειρασμοῖς πολυτρόπως καθάπερ πάλαι Ἰώβ, ἐδοκιμάσθης Μῆτερ, προσφιλῶν σου θανάτοις, καὶ πρόσφυξ γενομένη ἐλπίδα τὴν σήν, τῇ Παρθένῳ ἐπέῤῥιψας, τὴν ὀρφανῶν ἀντιλήπτριαν καὶ χηρῶν, προστασίαν ἀκαταίσχυντον.

 

Τὴν ματαιότητα βίου καὶ τῶν προσκαίρων τροπήν, καλῶς εἰδυῖα Μῆτερ, πρὸς πατρίδα τὴν ἄνω, ἐχάραξας πορείαν ἀσκητικήν, μηδαμῶς ὑποκύψασα, ταῖς πονηραῖς ἐπιθέσεσι τοῦ ἐχθροῦ, ὃν τελείως κατενίκησας.

 

Ὥς τις φιλέρημος ὄρνις τῆς Θεοτόκου Μονήν, εὗρες ὡς φωλεάν σου, θεοφόρε Σοφία, νηστείαν ἀκροτάτην καὶ προσευχήν, ἀδιάλειπτον ἔχουσα, ἁμιλλωμένη Ὁσίαις ταῖς παλαιαῖς, ὑπὲρ φύσιν κατορθώμασι.

 

Διπλῆς ἀγάπης ἐγένου Σοφία οἴκημα, δι’ ἧς Θεὸν πρωτίστως, διηκόνησας πόθῳ, καὶ εἶτα τοὺς ἀνθρώπους ὡς τέκνα Αὐτοῦ, ἑκουσίως πτωχεύουσα, ἀλλὰ καὶ ζώων ἀλόγων προπτωτικῶς, ὡς ἡ Εὔα καθυπέταξας.

 

Τὴν ἁγιάζουσαν χάριν Ἁγίου Πνεύματος, ἥτις ἀνεκφοιτήτως, ἐνοικεῖ σοῖς λειψάνοις, λαμβάνομεν πρωτίστως Σοφία πιστῶς, ὡς κηρύττει Γρηγόριος, Θεσσαλονίκης ὁ μέγιστος Παλαμᾶς, τῆς θεώσεως διδάσκαλος.

 

 

 

Δόξα. Ἦχος β΄

Εὐαγγελίου πληρώτρια γέγονας, ὑπομονὴν χριστοειδῆ ἐπιδείξασα, καὶ τὴν τοῦ πανάλμυρον θάλασσαν, ἀσκητικῶς Σοφία διέπλευσας, τὸν πολυτίμητον Μαργαρίτην σοφῶς ἁλιεύσασα. Ταῆς Θεοτόκου γὰρ τὴν Μονὴν ὡς νοσσιὰν ἀναπαύσεως εὑραμένη, ὑπὲρ τὴν φύσιν ἀκαταπονήτως ἠγωνίσω, πλήρης ἀγάπης δειχθεῖσα, καὶ ἐξαισίων ἀρετῶν πλοῦτον συνάξασα· ὅθεν σήμερον, τὴν τῶν τιμίων σου λειψάνων ἀνακομιδὴν ἑορτάζοντες, αἰτούμεθά σου πρεσβεύειν ὑπὲρ ἡμῶν, ὅπως σὺν σοὶ τῆς σωτηρίας τύχωμεν, Μῆτερ Ὁσία ἀξιομακάριστε.

 

Καὶ νῦν. Θεοτοκίον

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ΄ 10-26).

Γυ­ναῖ­κα ἀν­δρεί­αν τίς εὑ­ρή­σει; τι­μι­ω­τέ­ρα δέ ἐ­στι λί­θων πο­λυ­τε­λῶν ἡ τοι­αύ­τη, θαρσεῖ ἐ­π᾿ αὐ­τῇ ἡ καρ­δί­α τοῦ ἀν­δρὸς αὐ­τῆς, ἡ τοι­αύ­τη κα­λῶν σκύ­λων οὐκ ἀ­πο­ρή­σει· ἐνερ­γεῖ γὰρ τῷ ἀν­δρὶ εἰς ἀ­γα­θὰ πά­ντα τὸν βί­ον. Μη­ρυ­ο­μέ­νη ἔ­ρι­α καὶ λί­νον, ἐ­ποί­η­σεν εὔ­χρη­στα ταῖς χερ­σὶν αὐ­τῆς. Ἐγένετο ὡ­σεὶ ναῦς ἐ­μπο­ρευ­ο­μέ­νη μα­κρό­θεν, συ­νά­γει δὲ αὐ­τῆς τὸν πλοῦτον, καὶ ἀ­νί­στα­ται ἐκ νυ­κτῶν καὶ ἔ­δω­κε βρώ­μα­τα τῷ οἴ­κῳ καὶ ἔρ­γα ταῖς θε­ρα­παί­ναις· θε­ω­ρή­σα­σα γε­ώρ­γι­ον ἐ­πρί­α­το, ἀ­πὸ δὲ τῶν καρ­πῶν τῶν χει­ρῶν αὐ­τῆς κατε­φύ­τευ­σε κτῆ­μα. Ἀ­να­ζω­σα­μέ­νη ἰ­σχυ­ρῶς τὴν ὀ­σφὺν αὐτῆς, ἤ­ρει­σε τοὺς βρα­χί­ο­νας αὐ­τῆς εἰς ἔρ­γον. Ἐ­γεύ­σα­το ὅ­τι κα­λόν ἐ­στι τὸ ἐρ­γά­ζε­σθαι, καὶ οὐκ ἀ­πο­σβέν­νυ­ται ὁ λύχνος αὐ­τῆς ὅ­λην τὴν νύ­κτα. Τοὺς πή­χεις αὐ­τῆς ἐ­κτεί­νει ἐ­πὶ τὰ συμ­φέ­ρο­ντα, τὰς δὲ χεῖ­ρας αὐ­τῆς ἐρείδει εἰς ἄ­τρα­κτον. Χεῖ­ρας αὐ­τῆς δι­ή­νοι­ξε πέ­νη­τι, καρ­πὸν δὲ ἐ­ξέ­τει­νε πτω­χῷ, οὐ φρο­ντί­ζει τῶν ἐν οἴ­κῳ ὁ ἀ­νὴρ αὐ­τῆς, ὅ­ταν που χρο­νί­ζῃ· πά­ντες γὰρ οἱ πα­ρ᾿ αὐ­τῇ ἐν­δε­δυ­μέ­νοι εἰ­σί. Διτ­τὰς χλαί­νας ἐ­ποί­η­σε τῷ ἀν­δρὶ αὐτῆς, ἐκ δὲ βύσ­σου καὶ πορφύ­ρας ἑ­αυ­τῇ ἐν­δύ­μα­τα, πε­ρί­βλε­πτος δὲ γίνεται ὁ ἀ­νὴρ αὐ­τῆς ἐν πύ­λαις, ἡ­νί­κα ἂν κα­θί­σῃ ἐν συ­νε­δρί­ῳ με­τὰ τῶν πρε­σβυ­τέ­ρων καὶ κα­τοί­κων τῆς γῆς. Σιν­δό­νας ἐ­ποί­η­σε, καὶ ἀ­πέ­δο­το τοῖς Φοίνι­ξι καὶ πε­ριζώμα­τα τοῖς Χα­να­ναί­οις. Ἰ­σχὺν καὶ εὐ­πρέ­πει­αν ἐνεδύσατο, καὶ εὐ­φράν­θη ἐν ἡ­μέ­ραις ἐ­σχά­ταις.

 

 

 

 

 

Σοφίας  Σολομῶντος  τὸ  Ἀνάγνωσμα (γ. 1 - 9).

Δικαίων  ψυχαὶ  ἐν χειρὶ  Θεοῦ  καὶ  οὐ  μὴ  ἅψηται αὐτῶν  βάσανος. Ἔδοξαν  ἐν  ὀφθαλμοῖς  ἀφρόνων  τεθνᾶναι  καὶ  ἐλογίσθη  κάκωσις    ἔξοδος  αὐτῶν  καὶ    ἀφ’ ἡμῶν  πορεία  σύντριμμα. Οἱ  δὲ  εἰσὶν  ἐν  εἰρήνῃ. Καὶ  γὰρ  ἐν  ὄψει  τῶν  ἀνθρώπων  ἐὰν  κολασθῶσιν, ἡ  ἐλπὶς  αὐτῶν  ἀθανασίας  πλήρης. Καὶ  ὀλίγα  παιδευθέντες, μεγάλα  εὐεργετηθήσονται. Ὅτι    Θεὸς  ἐπείρασεν  αὐτοὺς  καὶ  εὗρεν  αὐτοὺς  ἀξίους  ἑαυτοῦ. Ὡς  χρυσὸν  ἐν  χωνευτηρίῳ  ἐδοκίμασεν  αὐτοὺς  καὶ  ὡς  ὁλοκάρπωμα  θυσίας  προσεδέξατο  αὐτούς. Καὶ  ἐν  καιρῷ ἐπισκοπῆς  αὐτῶν  ἀναλάμψουσι  καὶ  ὡς  σπινθῆρες  ἐν  καλάμῃ  διαδραμοῦνται. Κρινοῦσιν  ἔθνη  καὶ  κρατήσουσι  λαῶν  καὶ  βασιλεύσει  αὐτῶν  Κύριος  εἰς  τοὺς  αἰῶνας. Οἱ  πεποιθότες  ἐπ’ Αὐτῷ συνήσουσιν  ἀλήθειαν  καὶ  οἱ  πιστοί  ἐν  ἀγάπῃ  προσμενοῦσιν  Αὐτῷ, ὅτι  χάρις  καὶ  ἔλεος  ἐν  τοῖς  Ὁσίοις  Αὐτοῦ  καὶ  ἐπισκοπή  ἐν  τοῖς  ἐκλεκτοῖς  Αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

 

Λιτή. Ἦχος α’.

Ἀρχὴ σοφίας πέλει ὁ φόβος τοῦ Κυρίου, ὅνπερ καὶ σὺ ὡς βάσιν τοῦ βίου σου θεμένη, Σοφία μακαριωτάτη, εἰς πληρότητα ἔφθασας ἀγάπης, δι’ ἧς ἀγγελικῶς ἐπολιτεύσω, ἐν ταῆς Κλεισούρας τῇ ἱερᾷ Μονῇ. Ὁσίων γὰρ τὰ ἆθλα οἰκειοποιηθεῖσα, τὴν φύσιν τοῦ θήλεος ὑπερέβης θαυμαστῶς, τῇ τοῦ Ἁγίου Πνεύματος δυνάμει· ὅθεν ὅλη ἐξαϋλωθεῖσα, ὡς ἔνσαρκος ἄγγελος πρὸς οὐρανὸν μετέπτης, ἡμῖν καταλιποῦσα τὰ χαριτόβρυτά σου λείψανα, ἅπερ εὐλαβῶς ἀνακομίσαντες κατασπαζόμεθα, αἰτούμενοι τὰς πρὸς τὸν Κύριον δεήσεις σου, Μῆτερ σοφιώνυμε.

 

 

 

 

 

Ἦχος β΄.

Τὰς πολυταράχους τοῦ βίου μεταβολάς, ὡς εὐκαιρίας κλίμακα πρὸς τὸν Θεὸν ἀναφέρουσαν εὑροῦσα, τὰ πάντα θεοσόφως ἠρνήσω, καὶ ὡς στρουθίον ἐρημικὸν ὡς στάδιον τῶν ἀρετῶν σου ἐξελέξω τῆς Θεοτόκου τὸ σεμνεῖον, ὁσιωτάτη Μῆτερ Σοφία. Ἔνθα ἀποδυσαμένη τῆς παλαιᾶς Εὔας τὴν δοράν, τοῦ νέου Ἀδὰμ περιεβλήθης τὴν ἀφθαρσίαν, τῇ ἀσκητικῇ σου ἀγωγῇ· ὅθεν δοχεῖον ἐκλεκτὸν τοῦ Παρακλήτου γενομένη, πρέσβευε τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ, ὑπὲρ ἡμῶν τῶν εὐλαβῶς τιμώντων σε.

 

Ἦχος γ΄.

Τὸ γήϊνον φρόνημα τῆς σαρκὸς ἀσκήσει ἀπενέκρωσας, καὶ ὡς οὐρανοκάρδιον πτηνόν, τὰς ἄνω ἐφρόνεις καὶ ἐπόθεις, Σοφία μακαρία· διὸ τῆς ἀειπαρθένου βοηθείᾳ, πολλῶν πιστῶν ἐφάνης στήριγμα, ἀγάπῃ φιλαδέλφως νουθετοῦσα, καὶ πρὸς τὴν εὐαγγελικὴν ζωὴν πάντας ἐν μετανοίᾳ προτρέπουσα· ὅθεν ἐν καιρῷ τῆς ἐξόδου, τὴν ἐλεήμονά σου παρέδωκας ψυχήν, τῷ παντελεήμονι Θεῷ, Ὃν ὑπὲρ ἡμῶν ἐκτενῶς Ὁσία ἱκέτευε.

 

Ἦχος δ΄.

Τὴν τῶν Ἁγίων κοινωνίαν βιοῦσα ἐντεῦθεν ζωηρῶς, νῦν μετ’ αὐτῶν συνευφραίνῃ, τοῦ Παραδείσου γενομένη κληρονόμος, ὁσιωτάτη Μῆτερ Σοφία. Θαυματουργίαις δὲ χαριτωθεῖσα, μὴ διαλίπῃς καὶ νῦν ταύτας ἐνεργοῦσα, τοῖς τῶν λειψάνων σου σορὸν πιστῶς ἀσπαζομένοις, καὶ αἰτουμένοις εὐλαβῶς, τὴν πρὸς Κύριον μεσιτείαν σου.

 

Δόξα. Ἦχος πλ. α΄.

Τοῦ Παρακλήτου ἐνεργείᾳ καταπυρωθεῖσα, μακαριωτάτη Σοφία, τὸ ἀσθενὲς καὶ χοϊκὸν σαρκίον σου, ναὸν αὐτοῦ ἀπέδειξας τίμιον, καθαιρομένη προσευχῇ καὶ νηστείᾳ. Τὴν δὲ Παρθένον Θεοτόκον πλουτήσασα προστάτιν καὶ ὁδηγόν, καὶ ἐν τῇ Μονῇ ταύτης διακονήσασα ἰσοβίως, τετίμησαι ἐπαξίως σὺν τῶν Ἁγίων τῷ χορῷ· ὅθεν τὸν πολυέραστον Ἰησοῦν καθορῶσα ἐν εὐφροσύνη, μὴ ἐπιλάθου τῶν τιμώντων σου τὰ θεοφόρα λείψανα, καὶ αἰτουμένων εὐλαβῶς τὰς μητρικὰς πρεσβείας σου.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, τοῦ Πόντου θεῖος βλαστός, Μονῆς Κλεισούρας ἐν Χριστῷ μέγα καύχημα, καὶ πάντων πιστῶν μεσῖτις, πρὸς τὸν Δεσπότην Χριστόν, Οὗ ἁγνὴν Μητέρα σκέπην ἔσχηκας, Σοφία θεόσοφε, ἀσκητῶν καὶ ὁσίων τε, βίους καὶ ἆθλα, μιμηθεῖσα κατέβαλες, ὑπομένουσα, τὸν ἀρχαῖον ἀντίπαλον· ὅθεν ἀγάπης γέγονας, ἐργάτις ἰσόβιος, καὶ φιλαδέλφως ἐδείκνυς, τὸ ὥσπερ δεῖ πολιτεύεσθαι, συμφώνως τῷ νόμῳ, τοῦ σεπτοῦ Εὐαγγελίου, Μῆτερ πανάριστε.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Σάρκα, ἀσκητικῇ ἀγωγῇ, Σοφία Μῆτερ παντελῶς ἀπενέκρωσας, καὶ ὅλως ἀφιερώθης, τῆς Παναγίας Μητρός, τῇ διακονίᾳ ὡς ἰσάγγελος. Ἁγίους δὲ ἔσχηκας, συνομίλους τῷ βίῳ σου, ὧν ἐμιμήθης, τὴν ἀγάπην πρὸς Κύριον, καὶ ἐμίσησας, πᾶσαν ὕλην ἀπόλαυσιν· ὅθεν ὡς ὁλοκαύτωμα, Αὐτοῦ ἀναδέδειξαι, καὶ τὴν μετάνοιαν πᾶσι, χάριτι λόγου ἐδίδασκες. Τιμίου Προδρόμου, τὴν φωνὴν ἀναλαβοῦσα, ὡς κῆρυξ ἔνθεος.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Χαίρει, ἡ τῆς Κλεισούρας Μονή, σεπτῶν λειψάνων τὴν σορόν σου κατέχουσα, Σοφία Μῆτερ Ὁσία, ἐξ ὧν πλουσίως πιστοί, ἰαμάτων πλῆθος ἀπαρύονται. Ἐν τούτοις σκηνώσασα, χάρις θεία τοῦ Πνεύματος, ἀνεκφοιτήτως, ἐνεργεῖ τὰ θαυμάσια, καὶ νοσήματα, θεραπεύονται τάχιστα· ὅθεν σὺν Θεομήτορι, τὴν ποίμνην φυλάττετε, τὴν ἀσκουμένην ἐνταῦθα, καὶ ἁγιάζετε πάντοτε, πρεσβείαις ἀπαύστοις, πρὸς Τριάδα παναγίαν, καὶ ὑπεράρχιον.

 

Δόξα. Ἦχος δ΄.

Τῇ ταπεινώσει καὶ ἁπλότητι μᾶλλον ἐμφανίζεται ὁ Θεός, ἢ τῇ ἀκάρπῳ πολυγνωσίᾳ, ὡς πατρικῶς δεδιδάγμεθα, καὶ ἐπ’ ἐσχάτων πρακτικῶς ἐβεβαιώθημεν, ἐκ τῆς θαυμαστῆς πολιτείας τῆς Ὁσίας Μητρὸς Σοφίας. Αὕτη ψευδομώρως τὸν ἀσκητικὸν βίον περαιώσασα, τῶν ὑπὲρ φύσιν ἠξιώθη χαρισμάτων, ἁγιασμόν, μετάνοιάν τε καὶ ὑπομονήν, λόγοις καὶ ἔργοις διδάξασα· ὅθεν τὴν τῶν σεπτῶν αὐτῆς λειψάνων τὴν ἀνακομιδὴν ἑορτάζοντες, ἐκ ψυχῆς δεόμενοι αἰτούμεθα· χάρισαι πᾶσιν ἡμῖν φιλάδελφε Ὁσία, τὴν σώζουσαν σοφίαν τοῦ Σταυροῦ, δι’ ἧς ἐντεῦθεν τοῦ Παραδείσου, ἐπαξίως κατηξίωσαι.

 

 

 

 

Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.

Τὸ θεῖον σκῆνός σου, οἶκος γενόμενον, Ἁγίου Πνεύματος, ἐκβλύζει χάριτας, τοῖς εὐλαβῶς ἀπὸ ψυχῆς, Σοφία ἀσπαζομένοις. Οὗ τὴν ἀνακόμισιν, ἑορτάζοντες σήμερον, τὴν ἁγνὴν δοξάζομεν, καὶ πανύμνητον Δέσποιναν, τὴν σὲ ἐν τῇ Μονῇ τῆς Κλεισούρας, Ὁσίαν Μῆτερ ἀναδείξασαν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὡς θεῖον θησαυρόν, σὸν πολύαθλον σκῆνος, πανάγνου ἡ Μονή, ἐν Κλεισούρᾳ κατέχει, Σοφία ῥεῖθρα ἄφθονα, χορηγοῦν τοῖς προστρέχουσι, καὶ νοσήματα, ἀποδιῶκον ποικίλα, τῇ τοῦ Πνεύματος, ἀνεκφοιτήτῳ δυνάμει, Ὃ σὲ καθηγίασεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παντάνασσα σεμνή, τὴν ἁγίαν Μονήν Σου, περίσκεπε ἀεί, ἐκ παντοίων κινδύνων, καὶ πάντας ἁγίασον, τοὺς ἐν ταύτῃ προστρέχοντας, ὑποβάλλουσα, τὴν πρὸς Υἱόν Σου ἀγάπην, καὶ μετάνοιαν, εἰλικρινῆ χορηγοῦσα, σεπταῖς ἱκεσίαις Σου.

 

 

 

 

 

 

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Φύσιν τοῦ θήλεος, ὑπερετίμησας, ὥσπερ τις ἄσαρκος, Σοφία ζήσασα, ὑπομονὴν ἐν πειρασμοῖς, μεγίστην ἐπιδείξασα, καὶ ἀγάπην ἄδολον, πρὸς τοὺς σοὶ καταφεύγοντας, οὓς σοφῶς ἐδίδασκες, φιλαδέλφως τὰ πρέποντα· διὸ καὶ ὁ Δεσπότης σοῖς λειψάνοις, θαυμάτων χάριν ἐδωρήσατο.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Πάναγνε Δέσποινα, Κλεισουριώτισσα, ὥσπερ ἠξίωσας, τῆς ἁγιότητος, τὴν ἐν Μονῇ Σου τῇ σεπτῇ, Σοφίαν τὴν ἀσκήτριαν, οὕτω καταξίωσον, τοὺς Σὲ πόθῳ δοξάζοντας, καὶ μορφὴν τιμῶντάς Σου, Ὁδηγήτρια ἄνασσα, τοῦ θείου μετασχεῖν Παραδείσου, ταῖς μητρικαῖς Σου παρακλήσεσι.

 

Μετὰ τὸν Πολυέλεον. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ὡς μωρόσοφος κόσμον ἀπατηλόν, ἐξηπάτησας Μῆτερ ἀσκητικήν, πορείαν βαδίσασα, καὶ Χριστῷ εὐηρέστησας, βοήθειᾳ πανάγνου, ἣν σφόδρα ἠγάπησας, καὶ ἐν ταύτης σεμνείῳ, τὸ τῆς συνειδήσεως, ἤνυσας Σοφία, πολυώδυνον ἆθλον· διὸ καὶ ἠξίωσαι, θεϊκῶν ἐπιλάμψεων, δι’ ὧν τὰ πλήθη ἐστήριξας, σωμάτων καὶ ψυχῶν ἰατρός, γενομένη, νοσήματα διώκουσα, τῶν προσκυνούντων ἐν πόθῳ, σορὸν τῶν λειψάνων σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θεοτόκους Παρθένε Μῆτερ ποιεῖς, τοὺς τὸν νόμον τηροῦντας τοῦ Σοῦ Υἱοῦ, καὶ τούτους μανδύᾳ Σου, μητρικῆς σκέπεις χάριτος, ἐκπληροῖς τὰς δεήσεις, καὶ πάντα αἰτήματα, τὰς ἁγίας Σου χεῖρας, ὑψοῦσα πρὸς Κύριον. Ὡς καὶ τὴν Σοφίαν, ὁδηγοῦσα ἐν βίῳ, ἐνίσχυες πάντοτε, καὶ πορείαν κατεύθυνες, μυστικαῖς παραινέσεσιν, ἣν ἔχουσα σὺν Σοὶ ἐν Ἐδέμ, μὴ ἐλλίπῃς ὁδηγεῖν τοὺς μέλποντας, Σοῦ τὴν δόξαν Κυρία, εὑρεῖν τὸν Παράδεισον.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ὁσίου Σάββα.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Συσταυρωθεῖσα τῷ Δεσπότῃ Χριστῷ, καὶ ἐνδυθεῖσα τὴν ζωοποιὸν Αὐτοῦ νέκρωσιν, Ὁσία Μῆτερ Σοφία, πλήρης γέγονας τῆς Χάριτος τοῦ Πνεύματος, ἣν ἐκ τῶν τιμίων σου λειψάνων προχεομένη, οἱ πιστοὶ ταῦτα προσκυνοῦντες, μυστικῶς ἀπολαμβάνομεν.

Ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Σοφία, ἀνακομιδὴν ὀστέων σου τιμῶμεν. Ἀ(θανάσιος).

ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Σοφίαν μοι δώρησαι, τοῦ Παναγίου Σου Πνεύματος, ὑμνῆσαι θελήσαντι, τὴν ἀνακόμισιν, γῆθεν Δέσποτα, λειψάνων τῆς Ὁσίας, Σοφίας ἣν θαύμασιν, πλείστοις ἐτίμησας.

δὸν τῆς ἀσκήσεως, σκληρὰν Σοφίαν ἐπέρασας, καὶ φύσιν τοῦ θήλεος, σφόδρα ἐτίμησας, ἔργοις δείξασα, ὑπομονῆς τελείας, δι’ ὧν σκῆνος γέγονας, τοῦ θείου Πνεύματος.

Φορέσασα ἔνδυμα, τὸ μυστικὸν ταπεινώσεως, ὀπίσω ἀνέδραμες, τοῦ Ἰησοῦ ψαλμικῶς, ὥσπερ ἔλαφος, Σοφία μακαρία, καὶ εὗρες ἀνάπαυσιν, τὴν ἐπουράνιον.

Θεοτοκίον.

δοῦσα τὸ ἄπλαστον, τὸ τῆς Σῆς δούλης καὶ ἄκακον, προσείληφας Δέσποινα, ὑπὸ τὴν σκέπην Σου, καὶ ἀνέδειξας, μωρόσοφον Σοφίαν, σεπτὸν καταγώγιον, τῆς ἁγιότητος.

 

Ὠδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.

φήσασα κόσμον καὶ τὰ κόσμου, ὡς σκύβαλα πάντα τὰ τερπνά, Σοφία προετίμησας, σωφρόνως συνειδήσεως, τὸ συνεχὲς μαρτύριον, ἀκαταπαύστου ἀσκήσεως.

γάπης τῆς θείας πληρωθεῖσα, ὑπέμεινας βίου πειρασμούς, τὴν στέρησιν συζύγου σου, καὶ τέκνου θεωρήσασα, Σοφία ἐφαλτήριον, πρὸς ἐκλογὴν βίου κρείττονος.

Ναὸν τοῦ ὡραίου σώματός σου, Σοφία ἐτήρησας ἁγνόν, σαὐτὴν καταμαράνασα, ποικίλαις προσποιήσεσι, καὶ θείαν ὡραιότητα, ἐπενεδύθης τῆς Χάριτος.

Θεοτοκίον.

γάπης Σου βέλει τὴν Σοφίαν, κατέτρωσας Δέσποινα ἁγνή, καὶ ταύτην προσεκάλεσας, προσμένειν τῷ σεμνείῳ Σου, ἐν ᾧ λαμπρῶς ἐτέλεσε, τὴν τῆς σαλλότητος ἄθλησιν.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐκ γῆς πλήρης χάριτος καὶ εὐωδίας πολλῆς, Σοφία ἐφάνησαν τὰ ἱερά σου ὀστᾶ, καὶ βρύσις γεγόνασι, πᾶσι τοῖς ἐρχομένοις, τῇ Μονῇ τῆς Παρθένου, καὶ αἰτουμένων πίστει, προβλημάτων τὴν λύσιν, ὧν δέχου εὐμενῶς τὰς εὐχάς, Μῆτερ φιλάδελφε

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σεμνὴ Ὁδηγήτρια Μονὴν Κλεισούρας ἀεί, τὴν πόθῳ τιμῶσάν Σου, τὴν παναγίαν μορφήν, συντήρει ἀλώβητον, πάντας δὲ τοὺς ἐν ταύτῃ, εὐλαβῶς ἐρχομένους, φώτισον ταῖς εὐχαῖς Σου, χορηγοῦσα ἑκάστῳ, τὰ ὅσα ὠφελοῦσι τὰς ψυχάς, ταῖς ἱκεσίαις Σου.

 

ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.

Κόπασον τὸν σάλον τῶν πειρασμῶν, τῶν κυκλούντων Μῆτερ τοὺς δούλους σου, καὶ τὴν εἰρήνην, ἀντιδώρησαι Χριστοῦ, Ὅστις σε οἶκον δέδειχεν, ταύτης Σοφία ὑπέρλαμπρον.

λην σου τὴν ἔφεσιν πρὸς Θεόν, ἔστρεψας Σοφία μιμήσασα, τὰ ἐκ τῆς ὕλης, τικτομένας ἡδονάς, καὶ καρτερῶς ὑπέμεινας, τὰ τῆς σῆς σαρκὸς ἀσθενήματα.

Μέγα τὸ παράδοξον ἐπὶ σοί, ὅτι χειρουργοί σοι γεγόνασιν, ἡ Θεοτόκος, σὺν τῷ θείῳ Γαβριήλ, καὶ αὖθίς σε ὡς πρότερον, ὑγιᾶ Σοφία κατέστησαν.

Θεοτοκίον.

ερὰν μορφήν Σου καταφυγήν, ἔχομεν Παρθένε ἐν θλίψεσι, βίου τὰ νέφη, διαλύουσα εὐθύς, ὅταν κατασπαζώμεθα, ταύτην ὥσπερ ζῶσαν ὑπάρχουσαν.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Δαιμόνων κατήργησας, Σοφία τὰ φρυάγματα, σὲ νυχθημερὸν ἐκπολεμούντων, τῇ ἐπικλήσει τῆς Θεομήτορος, καὶ Ἁγίων Πάντων τοῦ χοροῦ· μεθ’ ὧν νῦν ὑπάρχουσα, τῶν τιμώντων σε μνήσθητι.

λίαν ἑώρακας, Σοφία ἐποχούμενον, ἅρματι πυρίνῳ καὶ ἐλθόντα, ὅτε ἐκλήθης εἰς σὴν βοήθειαν, ὃν καὶ τοῖς τιμῶσί σε πιστῶς, δεῖξον ἀντιλήπτορα, ἐν κινδύνοις καὶ θλίψεσι.

Νοός σου ἐντρύφημα, Σοφία ἀδιάλειπτον, ἧν ἡ τοῦ Δεσπότου θείᾳ μνήμῃ, Ὃν ὑπὲρ κόσμου, παντὸς ἱκέτευες, δάκρυσι πολλοῖς καρδιακοῖς, ὅπως ὄμμα εὔσπλαγχνον, ἐπιδείξῃ τοῖς πταίουσιν.

Θεοτοκίον.

δήγησον ἄχραντε, τοὺς ὅσοι ἀσπαζόμεθα, ἐν Μονῇ Κλεισούρας Σὴν εἰκόνα, εἰς σωτηρίαν, ὥσπερ ὡδήγησας, ἀσφαλῶς Σοφίαν τὴν σοφήν, καὶ πιστὴν διάκονον, περιπτύστου σεμνείου Σου.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Σοφῶς, Σοφία τὴν κλῆσίν σου, ἀπέδειξας τοῖς ἔργοις ἰσότιμον, Σταυροῦ μωρόσοφον, ἐκλεξαμένη τὴν βίωσιν, δι’ ἣν παρὰ Κυρίου, τρανῶς δεδόξασαι.

Τὸ παρὰ φύσιν διέφυγες, τὴν φύσιν ὑπὲρ φύσιν μετέβαλες, Σοφία ἔνδυμα, ἐνδυσαμένη τῆς Χάριτος, ἧς τὴν ὀσμὴν ἡ φύσις ἀλόγων ᾔσθετο.

στίαν ἔσχηκας κλίνην σου Σοφία ἐν ᾗ δείπνου ἡτοίμασας, μέλλοντος μέθεξιν, οὗπερ τρυφῶσα τιμῶντάς σε, ἀξίωσον μεθέξειν Χριστῷ πρεσβεύουσα.

Θεοτοκίον.

ραῖον κάλλει ὑπέρκαλλον, ἐκύησας Χριστὸν παναμώμητε, Οὗσπερ ἐβλήθησαν, τῷ γλυκερῷ βέλει Ἅγιοι, ἐν οἷς καὶ ἡ Σοφία, θῦμα ἐγένετο.

 

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Τῶν παλαιῶν Ὁσίων ἄθλους Σοφία, ἀσκητικῇ σου καὶ σκληρᾷ πολιτείᾳ, ἐσχάτως ἀνεβίωσας Κλεισούρας τῇ Μονῇ, ἔνθα ὅρους φύσεως ὑπερέβης θηλέων, Θεοτόκον ἔχουσα κραταιάν σου προστάτιν, καὶ ἡγιάσθης Χάριτι Θεοῦ, ἣν μεταδίδως, πιστοῖς τοῖς λειψάνοις σου.

Ὁ Οἶκος.

Ἰησοῦν τὸν Χριστὸν Μῆτερ ἔθηκας, πανσοφρόνως ὡς κέντρον τοῦ βίου σου, Ὅστις χθὲς ὁ Αὐτὸς ἔστι καὶ σήμερον, ὑφ’ ἑνὸς ἑκάστου τῶν πιστῶν λατρευόμενος. Τοῦτον ποθοῦσα ὡς ἔλαφος, εὗρες καὶ σὺ Σοφία ἐν τῷ τῆς Πανάγνου Αὐτοῦ Μητρὸς σεμνείῳ ἀσκήσασα, ἔνθα τοῖς ἴχνεσι τῶν ἀρχαίων Ὁσίων πορευθεῖσα, ἠξιώθης γενέσθαι οἰκητήριον τῆς πανσέπτου Τριάδος, καὶ εἴληφας πλουσιοδώρως τὴν θεωτικὴν χάριν, ἣν μεταδίδως, πιστοῖς τοῖς λειψάνοις σου.

 

Συναξάριον.

Τῇ Η' τοῦ αὐτοῦ μηνὸς ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τῆς Ὁσίας Σοφίας τῆς ἐν Κλεισούρᾳ.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν

 

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.

Νόσους πάνσεμνε Σοφία ἀπεδίωκας, ψυχῆς καὶ σώματος, πρεσβείαις σου πρὸς Χριστόν, καὶ βίου διόρθωσιν πᾶσιν ἐκήρυττες, ὡς ὁ Πρόδρομος, ὁ τῆς ἐρήμου ἄγγελος, οὗ τοὺς τρόπους ἐμιμήθης.

Στηλογράφημα νηστείας καὶ ἀσκήσεως ἐσχάτοις ἔτεσιν, ἐγένου ὑπερφυῶς, ὡς σάρκα μὴ ἔχουσα καὶ τὰ οὐράνια, μόνον θέλουσα, ὧνπερ τυχοῦσα μνήσθητι, τῶν τιμώντων σε Σοφία.

Οἱ ἐπίγεια φρονοῦντες κατεφρόνουν σε μωρὰν νομίζοντες, Σοφία τὴν τοῦ Σταυροῦ, ὁδὸν τὴν σωτήριον, στεῤῥῶς βαδίζουσαν, καὶ
ἑκούσιον, ἄσκησιν προτιμήσασαν, τὴν θεοῦσαν τοὺς ἀνθρώπους.

Θεοτοκίον.

περύμνητε Κυρία Ὁδηγήτρια Μονῆς Σου καύχημα, ὁδήγησον καὶ ἡμᾶς, καθώσπερ ὡδήγησας Σοφίαν πάνσεμνον, πρὸς κατάκτησιν, αἰώνιον καὶ ἄσειστον, ποθουμένου Παραδείσου.

 

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.

Τρόπους βιοτῆς ἀσκητικῆς σου, ἐθαύμασαν Ἄγγελοι καὶ ἄνθρωποι, ὅτι ὡς μὴ ἔχουσα, σάρκα πεπολίτευσαι, Σοφία καὶ ἐνίκησας, τὰς προσβολὰς τοῦ ἐχθροῦ, καὶ λαβοῦσα, χάριν θείου Πνεύματος, ἀσθενείας πολλῶν ἐθεράπευσας.

να τὸν Παράδεισον κερδήσῃς, ἠρνήσω σαρκὸς Σοφία ἄνεσιν, ἔχουσα ἀπόλαυσιν, ἄσκησιν ὑπέρμετρον, εὐχὴν τὴν ἀδιάλειπτον, νηστείαν σύντονον, Ἁγίων, συνεχῆ κοινωνίαν, καὶ Μητρὸς Παρθένου, γλυκεῖαν προστασίαν.

Μάρτυς ἀθλημάτων σου Σοφία, Μονὴ τῆς Παρθένου Κλεισουριώτισσας, ἔνθα πλήθη εἵλκυες, βίον σου θαυμάζοντα, καὶ πρὸς Χριστοῦ ἀγάπησιν, λόγοις προέτρεπες, βαστάζειν, πειρασμοὺς καὶ τὰς θλίψεις, καὶ ἐν μετανοίᾳ, εἰλικρινεῖ ὁδεύειν.

Θεοτοκίον.

σπερ τις τρυγὼν Σοφία εὗρε, Μονὴν ἱεράν σου καταφύγιον, ἔνθα παναμώμητε, ὑπὲρ φύσιν ἤσκησε, καὶ θείαις παρακλήσεσιν, αἷς κατεγλύκανες, πικρίαν, τοῦ ἐχθροῦ Θεοτόκε, χαίρουσα εἰσῆλθεν, εἰς χώραν Παραδείσου.

 

ᾨδὴ θ’. Ἅπας γηγενής.

Μείζω ὅσα νῦν, Σοφία εὐφραίνουσα τὴν καθαράν σου ψυχήν, ὑπὲρ ὅσας ἔζησας, θλίψεις καὶ κόπους διὰ τὸν Κύριον, ᾯ μὴ ἐλλίπῃς πάντοτε Ὁσία εὔχεσθαι, ὑπὲρ πάντων, τῶν εὐλαβουμένων σε, καὶ σορὸν προσκυνούντων λειψάνων σου.

χει ἡ Μονή, ἁγνῆς Κλεισουριώτισσας πνευματικοὺς θησαυρούς, τὸ σεπτὸν εἰκόνισμα, Ὁδηγητρίας καὶ τῶν λειψάνων σου, Σοφία θήκην βρύουσαν, πιστοῖς ἰάματα, ἃ παρέχει, ὁ δοξάζων ὁ Κύριος, τοὺς Ἁγίους Αὐτοῦ ὡς ὑπέσχετο.

Νῦν τε καὶ ἀεί, ὡς Μήτηρ πολύτεκνος ἡ Ἐκκλησία Χριστοῦ, χάριτι τοῦ Πνεύματος, γεννᾷ Ἁγίους πιστοὺς στηρίζοντας, καὶ βεβαιοῦντας πράγματι, ὅτι ἐντάλματα, τοῦ Δεσπότου, κατορθοῦνται ἅπαντα, ὡς Σοφία ἐσχάτως ἀπέδειξεν.

Θεοτοκίον.

Αἴνους καὶ ᾠδάς, προσάγομεν Ἄνασσα Σὲ μεγαλύνοντες, καὶ καθικετεύομεν, τὴν ἱεράν Σου Μονὴν περίσκεπε, καὶ μοναζούσας Δέσποινα οἴκους ἀνάδειξον, τοῦ Ἁγίου, Πνεύματος ὡς ἔδειξας, τὴν Σοφίαν ἁγίαις πρεσβείαις Σου.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ἐτήρησας ὡς ἔπρεπε, Μῆτερ τὸ κατ’ εἰκόνα· ὅθεν τοῦ καθ’ ὁμοίωσιν, ἔτυχες ἐπαξίως, δοχεῖον ἀναδειχθεῖσα, δωρεῶν τοῦ Δεσπότου, ὁλοτελῶς σε δείξαντος, ὄργανον θαυμασίων, ἅπερ τελεῖς, καὶ διὰ λειψάνων σου τῶν τιμίων, Σοφία τοῖς προσπίπτουσι, τούτοις μετ’ εὐλαβείας.

Θεοτοκίον.

Ὁδήγησον πανάχραντε, εἰς ὁδοὺς σωτηρίας, τοὺς τὴν σεπτὴν εἰκόνα Σου, προσκυνοῦντας ἐν πίστει, καὶ οὐρανοῦ ὑπάνοιξον, πύλας αὐτοῖς Υἱόν Σου τὸν ἀγαθόν, μητρικαῖς εὐχαῖς σου ἐξιλεοῦσα, καὶ τὴν Μονήν Σου σκέπασον, ἐξ ἐχθροῦ ἐπηρείας.

 

 

 

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος, ἐν τοῖς ἐσχάτοις καιροῖς, τῶν ἀρχαίων ἐφάμιλλος, ἀσκητῶν ἐγένετο, τῇ δυνάμει τῆς Χάριτος, γυνὴ τὴν φύσιν ἐξαϋλώσασα, καὶ πνεῦμα μᾶλλον ἢ σάρκα φέρουσα, ὥσπερ ἀσώματος, ἄσκησιν ὑπέρμετρον καὶ ταπεινόν, ἔχουσα τὸ φρόνημα, Σοφία πάντιμος.

 

Σοφία Μῆτερ τὸ πήλινον, σκεῦος σαρκὸς ἀσθενές, τῷ πυρὶ θείου ἔρωτος, ὡς χαλκοῦν ἀπέδειξας, ἀσωμάτους ἐκπλήξασα· ἐν τῇ νηστείᾳ ἀκαταπόνητος, ἐν ταῖς εὐχαῖς σου στύλος ἀκλόνητος, ἐν φιλαδέλφῳ σου, ἀγωγῇ ἀμίμητος ἐν πειρασμοῖς, καρτερὰ καὶ ἄσειστος, ὡς τεῖχος ἄῤῥηκτον.

 

Ὥσπερ τρυγών τις φιλέρημος, τὴν τῆς Κλεισούρας Μονήν, εὗρες Μῆτερ κατοίκησιν, τῆς ἁγνῆς Θεόπαιδος, δεξαμένη ὑπόδειξιν· ἔνθα διῆλθες τοῦ βίου στάδιον, ἐνασκουμένη, σκληραῖς ἀσκήσεσι, πᾶσι κηρύττουσα, σωστικὴν μετάνοιαν λόγοις σοφοῖς, οὕς σοι ὑπηγόρευε, Πνεῦμα τὸ Ἅγιον.

 

Μαρτυρικῶς καθυπέμεινας, ὑπομονῇ θαυμαστῇ, τὰς πυκνὰς ἀσθενείας σου, καὶ σφοδρὸν κλυδώνιον, τοῦ ἐχθροῦ ἐπιθέσεων, ὡς ὅπλον θεῖον τῆς Θεομήτορος, τὴν προστασίαν, Σοφία ἔχουσα, ἥτις λειψάνοις σου, τῆς διακονίας σου ὥσπερ μισθόν, πολλὴν χάριν δέδωκεν, ἣν ἀρυόμεθα.

 

Δόξα. Ἦχος ὁ αὐτός.

Τὴν ζωοποιὸν νέκρωσιν τοῦ Σταυροῦ, ἐν τῷ ἀσκητικῷ σου σώματι περιφέρουσα, γέγονας σωφρονεστάτη Σοφία, οἶκος λαμπρὸς τῆς τοῦ Ἁγίου Πνεύματος θείας χάριτος· ὅθεν καὶ μετὰ τὴν μακαρίαν ἔξοδόν σου, αὕτη οὐκ ἀπέστη, ἀλλ’ ἀνεκφοιτήτως παραμένουσα, ἐνεργεῖ τὰ θαυμάσια, διὰ τῶν σεπτῶν σου λειψάνων, ὧν τὴν ἀνακομιδὴν χαρμοσύνως ἑορτάζοντες δεόμεθά σου· ἀνάδειξον καὶ ἡμᾶς τοὺς εὐλαβῶς τιμῶντάς σε, οἴκους φωτεινοὺς τῆς παναγίας Τριάδος, Ὁσία Μῆτερ, πολύαθλε καὶ πανσεβάσμιε.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Ὥσπερ πολυτίμητος θησαυρός, ἐκ τῆς γῆς ἐξῆλθον, τὰ ὀστά σου Μῆτερ σεμνή, ἅπερ προσκυνοῦντες, ἐν τῇ Μονῇ Κλεισούρας, λαμβάνομεν Σοφία, χάριν τοῦ Πνεύματος.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου