Κυριακή 3 Νοεμβρίου 2019

ΦΕΒΡΟΥΑΡΙΟΣ 9. ΟΣΙΟΥ ΓΕΩΡΓΙΟΥ ΚΑΡΣΛΙΔΗ ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ Θ΄!!
ΓΕΩΡΓΙΟΥ ΟΣΙΟΥ ΚΑΡΣΛΙΔΗ
ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἄστρον εὐσεβείας νεαυγές, θαυμαστὲ Γεώργιε στῦλε, παντοδαπῶν ἀρετῶν, ἀσκητῶν καλλώπισμα, περιφανέστατον, τῆς Μονῆς Ἀναλήψεως, δομῆτορ καὶ φύλαξ, ἄγρυπνε λειψάνων σου, ἀνακομίσεως, μνήμην τῶν σεπτῶν ἐκτελοῦντες, χάριτι προσφεύγομεν πάντες, σοῦ τῇ θεοσδότῳ Πάτερ Ὅσιε.

Γῆθεν , τῶν λειψάνων σου σορός, ἄγαν μυροβλύζουσα ἄρτι, ἀνεκομίσθη σεπτέ, ἀσκητὰ Γεώργιε, ὡς ὄλβος πάντιμος, καὶ πηγὴ ἀναβλύζουσα, ἰάσεις παντοίας, ἀσθενοῦσιν Ὅσιε, θεοειδέστατε· ὅθεν, εὐλαβῶς προσκυνοῦντες, ταύτην τῆς σῆς χάριτος πάντες, καὶ τῆς σῆς εὐνοίας ἐμπιπλάμεθα.

Χάρις, σοῖς λειψάνοις ἐνοικεῖ, τοῖς θαυματοβρύτοις ἀφθόνως, θεοειδὲς ἀσκητά, τοῦ Ἁγίου Πνεύματος· διὸ ἡ Μάνδρα σου, ἣν τιμίοις ἐδόμησας, χερσὶ τοῦ Κυρίου, θείας ἀναλήψεως, χαίρει καὶ γάννυται, καὶ ἡ Δράμα πίστει κηρύττει, σοῦ τὴν ἀρωγὴν καὶ ἑτοίμην, προστασίαν Ὅσιε Γεώργιε.

Κρίνα, μυροβόλα τοῦ ἀγροῦ, ὤφθησαν ὀστέα σου ἄρτι, πέμποντα πᾶσιν ἡμῖν, εὐωδίαν ἄῤῥητον, σεπτὲ Γεώργιε, ὅτε τάφος ὁ θεῖός σου, ἠνοίχθη παμμάκαρ, ἰατρὲ ἀνάργυρε, τῶν προστρεχόντων σοι, καὶ τῶν κατωδύνων ὀλέτα, θλίψεων δομῆτορ σεμνείου, θείας Ἀναλήψεως πανόσιε.

Δόξα. Ἦχος πλ. δ΄.
Ὁ ἐν ἀσκητικοῖς καμάτοις καὶ καθαρᾷ πολιτείᾳ δοξάσας, τὸν ἐν ἁγίοις ἀναπαυόμενον Κύριον, ἀξίως ἐθαυμαστώθης ἰαμάτων χάριτι, καὶ τιμίων λειψάνων σου εὐωδίᾳ Γεώργιε θειότατε. Αὐτῶν οὖν τὴν ἀνακομιδὴν σήμερον ἑορτάζοντες, Χριστὸν τὸν λαμπρῶς σε θαυμαστώσαντα δοξάζομεν, καὶ παρέχοντα πᾶσιν εὐχαῖς σου τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίρει ἡ εὐλαβής, τῶν Δραμινῶν χορεία, Γεώργιε τὴν θήκην, πανσέπτων σου λειψάνων, νῦν προσκυνοῦσα Ὅσιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ὅτε θαυματουργέ, ἠνοίχθη ὁ σὸς τάφος, ἀῤῥήτου εὐωδίας, Γεώργιε ἐπλήσθης, Μονὴ τῆς Ἀναλήψεως.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Πόθῳ κροκοβαφῆ, ὀστέα σου τὰ πλήρη, χαρίτων οὐρανίων, Γεώργιε οἱ δῆμοι, πιστῶν κατασπαζόμεθα.

Δόξα. Τριαδικόν.
Δόξα Σοι παντουργέ, Τριὰς ὑπεραγία, Τρισήλιε Θεότης, ὁ θαύμασι δοξάσας, Γεώργιον τὸν Ὅσιον.

Καὶ νῦν Θεοτοκίον.
Δέσποινα Μαριάμ, μὴ παύσῃ ἐλεοῦσα, θεόθεν σοὺς οἰκέτας, ἀεὶ δοξολογοῦντας, Υἱόν Σου τὸν πανάγιον.











Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Κομιδὴν ἐκ τοῦ τάφου χαριτοβρύτων σου, καὶ πανιέρων λειψάνων, θεοειδὲς ἀσκητά, ἑορτάζοντες νῦν σπεύδομεν σῇ χάριτι, καὶ ἐμπιμπλάμενοι χαρᾶς, παναῤῥήτου ἐκ ψυχῆς, μυχίων σοι ἐκβοῶμεν· Πιστοὺς εὐλόγει ἀπαύστως, καὶ καθαγίαζε Γεώργιε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α’.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις.





























ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν γ’ Ἰδιόμελα τῆς Ἑορτῆ. Ἦχος α'.
Λέγε Συμεών, τίνα φέρων ἐν ἀγκάλαις, ἐν τῷ ναῷ ἀγάλλῃ; τίνι κράζεις καὶ βοᾷς; Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τὸν Σωτῆρά μου. Οὗτός ἐστιν, ὁ ἐκ Παρθένου τεχθείς, οὗτός ἐστιν ὁ ἐκ Θεοῦ Θεὸς Λόγος, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν.

Δέχου Συμεών, ὃν ὑπὸ τὸν γνόφον, Μωσῆς νομοθετοῦντα, προεώρα ἐν Σινᾷ, βρέφος γενόμενον, νόμῳ ὑποταττόμενον. Οὗτός ἐστιν, ὁ διὰ νόμου λαλήσας· οὗτός ἐστιν ὁ ἐν Προφήταις ῥηθείς, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν.

Δεῦτε καὶ ἡμεῖς, ᾄσμασιν ἐνθέοις, Χριστῷ συναντηθῶμεν, καὶ δεξώμεθα αὐτόν, οὗ τὸ σωτήριον ὁ Συμεὼν ἑώρακεν. Οὗτός ἐστιν, ὃν ὁ Δαυῒδ καταγγέλλει· οὗτός ἐστιν, ὁ ἐν Προφήταις λαλήσας, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ νόμῳ φθεγγόμενος· Αὐτὸν προσκυνήσωμεν.

Καὶ γ’ Προσόμοια τοῦ Ὁσίου. Ἦχος ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.
Τὸν γεωργὸν ἐναρέτου, ζωῆς τιμήσωμεν, καὶ φυτουργὸν ἐκθύμως, τῶν ἠθῶν εὐσεβοῦντες, Γεώργιον τὸν νέον ἐν ἀσκηταῖς, τῶν πιστῶν ὡς κοσμήτορα, καὶ τὴν αὐτοῦ τῶν λειψάνων σεπτὴν σορόν, εὐλαβῶς κατασπασώμεθα.

Ἡ τῶν λειψάνων σου θήκη, ἡ χαριτόβρυτος, ὡς ἄλλη κολυμβήθρα, Σιλωὰμ θεραπεύει, ταχέως ἀλγήδονας καὶ ζοφεράς, ἀσθενείας Γεώργιε, Ἀργυρουπόλεως γόνε καὶ Δραμινῶν, Ἐκκλησίας ἐγκαλλώπισμα

Σοῖς μυριπνόοις ὀστέοις τοὺς προσπελάζοντας, εὐσπλάγχνω ὄμματί σου, ἴδε Ὅσιε Πάτερ, Γεώργιε καὶ χάριν σὴν δαψιλῶς, δὸς τοῖς σοὶ καταφεύγουσι, καὶ ἐκζητοῦσι πρεσβείας σου τὰς θερμάς, πρὸς Θεὸν τὸν πολυεύσπλαγχνον.

Δόξα. Ἦχος πλ. β'.
Ὡς ῥόδα ἐν καιρῷ ἔαρος εὐωδιάζουσιν, τὰ ἱερά σου λείψανα Γεώργιε πανθαύμαστε, ἅπερ ἄρτι ἐκ τοῦ πανσέπτου σου τάφου ἀνεκομίσθησαν, δεικνύοντα τὴν ἐν αὐτοῖς φοιτῶσαν χάριν, τοῦ Παναγίου Πνεύματος. Αὐτὰ οὖν εὐλαβῶς κατασπαζόμενοι, ἐν τῇ Μονῇ τῆς Ἀναλήψεως ἣν ἰδίαις σου χερσὶν ἐδόμησας, παθῶν χαμαιζήλων λυτρούμεθα, νόσων ἀνιάτων ἀπαλλαττόμεθα, καὶ χαρᾶς πληρούμεθα καὶ ἰσχύος θείας, διανῦσαι ἀφόβως τοῦ βίου τὴν τρίβον, θεόσοφε Ὅσιε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ β΄, 1-11)
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου. πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄. 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Λιτή. Τῆς Ἑορτῆς. Ἦχος α'
Ὁ παλαιὸς ἡμερῶν, ὁ καὶ τὸν νόμον πάλαι ἐν Σινᾷ δοὺς τῷ Μωσεῖ, σήμερον βρέφος ὁρᾶται, καὶ κατὰ νόμον, ὡς νόμου Ποιητής, τὸν νόμον ἐκπληρῶν, ναῷ προσάγεται, καὶ τῷ Πρεσβύτῃ ἐπιδίδοται. Δεξάμενος δὲ τοῦτον Συμεὼν ὁ δίκαιος, καὶ τῶν δεσμῶν τὴν ἔκβασιν ἰδὼν τελεσθεῖσαν, γηθοσύνως ἐβόα· Εἶδον οἱ ὀφθαλμοί μου, τὸ ἀπ' αἰῶνος Μυστήριον ἀποκεκρυμμένον, ἐπ' ἐσχάτων τούτων ἡμερῶν φανερωθέν, φῶς διασκεδάζον, τῶν ἀπίστων ἐθνῶν τὴν σκοτόμαιναν, καὶ δόξαν τοῦ νεολέκτου Ἰσραήλ· διὸ ἀπόλυσον τὸν δοῦλόν σου, ἐκ τῶν δεσμῶν τοῦδε τοῦ σαρκίου, πρὸς τὴν ἀγήρω καὶ θαυμασίαν ἄληκτον ζωήν, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Τοῦ Ἁγίου. Ἦχος β΄.
Ἐκ τῶν λαγόνων τῆς γῆς ὡς πολύτιμοι λίθοι, ἀνεκομίσθησαν ἄρτι τὰ ἱερά σου λείψανα, Γεώργιε ὁμολογητῶν Ὁσίων Πατέρων θειότατε πρόβολε. Αὐτὰ γὰρ σήμερον θησαυριζόμενα, ἐν τῇ Μονῇ τῶν ἀόκνων ἀγώνων καὶ ἱδρώτων σου, καὶ βλύζοντα ἰάσεις παντοίας, μυστικῶς προζωγραφοῦσα τὴν δόξαν σου, ἐν τοῖς οὐρανίοις δώμασιν· ὡς χάριν οὗν εὑρὼν παρὰ Κυρίου, μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Δεῦτε πιστῶν αἱ χορεῖαι, καὶ Χριστωνύμων ἁπάντων τὰ τάγματα, ἐν ἀγαλλιάσει συνελθόντα σήμερον, προσκυνήσωμεν τὴν χαριτόβρυτον θήκην τοῦ Γεωργίου λειψάνων, ἅπερ ἀρτίως ἐκ τοῦ τάφου αὐτοῦ ἀνεκομίσθησαν, πρὸς θεραπείαν πασχόντων, καὶ ῥῶσιν τῶν ἀνιάτως ἀσθενούντων, καὶ πιστῶς αὐτῷ ἐκβοήσωμεν· Ἀργυρουπόλεως νεόφυτον βλάστημα, καὶ πίστεως νεόδμητε πύργε, ὁ παρὰ Κυρίου δαψιλῶς εἰληφὼς τὴν χάριν τῶν ἰάσεων, τὰς θλίψεις ἡμῶν εἰς χαρὰν μεταποίησον, καὶ τὰ ἄλγη εἰς ῥῶσιν καὶ ἰσχὺν πρεσβείαις θεοπειθέσι σου.

Δόξα. Ἦχος δ΄.
Ὡς μυροβόλος αὔρα ηὔφρανε πάντας τοὺς παρεστῶτας, ἐν τῇ ἀνακομιδῇ τῶν πανσέπτων σου λειψάνων, αὐτῶν ἡ εὐωδία, Γεώργιε προσευχῆς καὶ νήψεως παλάτιον, ὁ εὐφράνας λόγων σου εὐθύτητι πιστῶν τὰ συστήματα. Εὐφραινόμενοι οὖν καὶ ἡμεῖς ἐκ τῆς σῆς παῤῥησίας πρὸς Κύριον, οἱ εὐλαβῶς προσκυνοῦντες τὰ χαριτόβρυτα ὀστέα σου, τὸν βόρβορον τῶν παθῶν ἀποπλύνομεν, τοῖς ῥεύμασι τῆς ἐξ αὐτῶν ἐκχεομένης πᾶσι χάριτος, καὶ Θεὸν δοξάζομεν τὸν σὲ θαύμασιν ἀντιδοξάσαντα,

Καὶ νῦν... Τῆς Ἑορτῆς.
Σήμερον ἡ ἱερὰ Μήτηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδόν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίρει, ἡ ἐν τῇ Δράμᾳ Μονή, τῆς τοῦ Κυρίου Ἰησοῦ Ἀναλήψεως, ἣν ἔκτισας σαῖς παλάμαις, ὡς θησαυρὸν τιμαλφῆ, ἔχουσα τὴν θήκην, τῶν λειψάνων σου, τρισμάκαρ Γεώργιε, Πόντου νέον ἀνάστημα, τοῖς εὐσεβέσιν, ἀναβλύζουσαν ἅπασι, θεῖα νάματα, ἀκλινοῦς προστασίας σου, νόσων ἀποδιώξεως, ταχείας πληρώσεως, χαρᾶς καὶ χαμαιζηλίας, ὁρμῶν πραΰνσεως Ὅσιε, νεόφυτον ἄνθος, ἀληθοῦς χρηστοηθείας, καὶ ταπεινώσεως.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, θαυμάτων ὁ ποταμός, χαρίτων φρέαρ θεϊκῶν ἀκεσώδυνον, ἡ κρήνη τοῦ Παρακλήτου, ἡ δαψιλὴς ἀληθῶς, καὶ χειμάῤῥους Πάτερ, ἀγαθότητος, Γεώργιε σκήνωμα, ἀρετῶν πολυτίμητον, δομῆτορ θεῖε, Μάνδρα τῆς Ἀναλήψεως, Πόντου σάπφειρε, καὶ τῆς Δράμας τοπάζιον· ἔφορε θεοδώρητε, πιστῶν τοῦ συστήματος, φρούρει καὶ σκέπε καὶ ῥύου, τῆς ἐπηρείας τοῦ δαίμονος, τοὺς σοὶ προσιόντας, καὶ πιστῶς ἀσπαζομένους, σορὸν τῶν λειψάνων σου.






Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ἄρτι, ἐκ τῶν λαγόνων τῆς γῆς, πανευλαβῶς ἀνεκομίσθησαν Ὅσιε, Γεώργιε σὰ ὀστέα, ἅπερ ἡμῖν ἑορτῆς, νῦν καινῆς αἰτία, χαριτόβρυτε, γεγόνασι πάμφωτε, Πάτερ καὶ πανηγύρεως, ἀρχὴ σεμνείου, Ἀναλήψεως ἔφορε, καὶ συστήματος, τῶν πιστῶν φύλαξ ἄγρυπνε· δίδου ἡμῖν οὖν πάντοτε, τοῖς σὲ μακαρίζουσι, καὶ προσκυνοῦσιν ἐν πίστει, σὰ χαριτόβρυτα λείψανα, ἰσχὺν θριαμβεῦσαι, τὸν Βελίαρ ὃν ἀσκήσει, στεῤῤᾷ ἐνίκησας.

Δόξα. Ἦχος πλ. δ΄.
Ἁγιοπρεπῶς πολιτευσάμενος Γεώργιε, Ἁγίων χοροῖς συνηρίθμησαι, καὶ πλήρη ἁγιότητος ὤφθησαν ἡμῖν τὰ πανίερα λείψανά σου, ὧν σήμερον τὴν ἀνακομιδὴν ἑορτάζοντες πιστῶς βοῶμέν σοι· Ἁγιότητος ἡμῖν δεῖξον τρίβον, τοῖς φωναῖς ἐν εὐτάκτοις σε μεγαλύνουσι, πρεσβείαις σου πρὸς τὸν πανάγιον Θεὸν καὶ Κύριον, τὸν παρέχοντα πᾶσι τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.














Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Κομιδὴν ἐκ τοῦ τάφου χαριτοβρύτων σου, καὶ πανιέρων λειψάνων, θεοειδὲς ἀσκητά, ἑορτάζοντες νῦν σπεύδομεν σῇ χάριτι, καὶ ἐμπιμπλάμενοι χαρᾶς, παναῤῥήτου ἐκ ψυχῆς, μυχίων σοι ἐκβοῶμεν· Πιστοὺς εὐλόγει ἀπαύστως, καὶ καθαγίαζε Γεώργιε.
Δόξα. Ἕτερον. Ὅμοιον.
Ἀναλήψεως Μάνδρας σεπτῆς δομήτορα, χαροποιοῦ πένθους μύστην, καρδιακῆς προσευχῆς, ταπεινώσεως καὶ νήψεως τὸ ἔσοπτρον, ὕμνοις Γεώργιον πιστοί, ὥσπερ ὁμολογητῶν, τιμήσωμεν νέον εὖχος, βοῶντες· Φρούρει θεόθεν, σημειοφόρε τοὺς ἱκέτας σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α’.
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις.
























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Χορὸς ἀγγελικός.
Λειψάνων σου σεπτῶν, κομιδὴν ἐκ τοῦ τάφου, Γεώργιε σεπτέ, ἑορτάζοντες πόθῳ, σὴν χάριν αἰτούμεθα, καὶ λαμπρῶς μεγαλύνοντες, παῤῥησίαν σου, ἣν ἔχεις πρὸς τὸν Δεσπότην, τὸν φιλάνθρωπον, σθένους πληρούμεθα θείου, πατῆσαι τὸν δόλιον.
Δόξα.  Καὶ νῦν. Τῆς Ἑορτῆς.
Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μονὴ ἡ εὐαγής, Ἀναλήψεως θείας, ἣν ἔκτισας χερσί, σαῖς ἰδίαις ἐπλήσθη, Γεώργιε πάνσοφε, ὡς ἠνοίχθη ὁ τάφος σου, ὁ πανίερος, ὀδμῆς ἀῤῥήτου τρισμάκαρ, χαριτόβρυτε, Ταξιαρχῶν κώμης φύλαξ, καὶ Δράμας ὑπέρμαχε.
Δόξα.  Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σαρκὶ νηπιάσαντα ἐξ ἀπειράνδρου Μητρός, χερσὶ γηραλέαις σου ἀγκαλισθεὶς Συμεών, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἔλαβες τῆς ἐξόδου, τὴν ἀπόφασιν δόξῃ, εἴληφας τῶν θαυμάτων, τὴν ἀέναον χάριν· διό σε ἀξιοχρέως πάντες δοξάζομεν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα Ἦχος γ'. Τὴν ὡραιότητα.
Σορὸς λειψάνων σου, ἡ θαυματόβρυτος, ἀρτίως πέφηνε, σεπτὲ Γεώργιε, Ποντίων εὖχος τιμαλφές, ἀδάπανον ἰατρεῖον· ἀσθενοῦσιν Ὅσιε, καὶ δεινὸν ὀλετήριον, τῶν δαιμόνων χάριτι πανσθενοῦς θείου Πνεύματος· διὸ αὐτῇ προσπίπτοντες πόθῳ, σθένους πληρούμεθα ἁγίου.
Δόξα.  Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, Ὁσιακόν (Λουκᾶ, Κεφ. στ΄  17-23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ.. Ζήτει τῇ Παρασκευῇ τῆς Β’ Ἑβδομάδος.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός..
Τὸν θεωθέντα κατὰ μέθεξιν Ὅσιον Γεώργιον, ὡς κοινωνὸν θείας δόξης ἐγκωμιάσωμεν, καὶ αὐτοῦ τοῖς πανιέροις λειψάνοις προσπέσωμεν, τοῖς πᾶσι χορηγοῦσι πιστοῖς τὰ ἰάματα, αἰτούμενοι τὰς θεοπειθεῖς αὐτοῦ ἐντεύξεις, πρὸς ἀπόκτησιν ἀρετῶν καὶ ζωὴν τὴν αἰώνιον.

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἁγιάζουσι λείψανα Γεωργίου πάντας. Χ. Μ.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἁγιασμὸν καὶ εὐλογίαν ἅπασι, παρέχει θήκη ἡ σή, τῶν σεπτῶν λειψάνων, ἀσκητὰ Γεώργιε, τῆς Δράμας νέον κόσμημα, καὶ φρουρὲ καὶ ἀκέστορ, τοῖς προσκυνοῦσι ἐκ πίστεως, ταύτην χαριτόβρυτε Ὅσιε.
Γῆθεν ὡς κρίνα μυροβόλα ὤφθησαν, ὀστέα κροκοβαφῆ, σοῦ ψυχὰς πληροῦντα, χαρμονῆς Γεώργιε, καὶ εὐωδίας ἅπαντας, εὐλαβῶς συνελθόντας, ἀνακομίσαι σὰ λείψανα, εἰς Μονὴν Χριστοῦ Ἀναλήψεως.
Ἴδε ἐξ ὕψους δόξης σου Γεώργιε, τοὺς προσιόντας πιστῶς, προσκυνῆσαι θήκην, τῶν σεπτῶν λειψάνων σου, καὶ πέμψον σὴν ἀντίληψιν, καὶ βοήθειαν πᾶσιν, ἐκδεχομένοις τὴν χάριν σου, ἀσκητὰ τῆς Δράμας θεόφιλε.
Θεοτοκίον.
Ἀπαύστως μεγαλύνοντες Μητρόθεε, Σῶν θαυμασίων πληθύν, κεχαριτωμένη, Σὸν Υἱὸν δοξάζομεν, ἡμῖν  τὸ μέγα ἔλεος, παρεχόμενον πᾶσι, καὶ οἰκτιρμοὺς ἱκεσίαις Σου, ταῖς ἀδιαλείπτοις φιλάνθρωπε.










ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ζηλωτὰ τῶν ἀῤῥεύστων, θεοειδὲς Ὅσιε, Δράμας ἀσκητὰ θεοφόρε, μάκαρ Γεώργιε, τῶν σῶν λειψάνων σορόν, τὴν ἱερὰν προσκυνοῦντες, θείας εὐλογίας σου, νῦν ἀπολαύομεν.
Ὁσιώτατε Πάτερ, πηγὴ Θεοῦ χάριτος, Μάνδρας Ἀναλήψεως κτίτορ, θεῖε Γεώργιε, κατασπαζόμενοι νῦν, τὴν τῶν λειψάνων σου θήκην, καὶ ἁγιαζόμενοι, σὲ μακαρίζομεν.
Ὑπερεύχου προσφύγων, σῆς ἀσκητὰ χάριτος, τῶν ἀσπαζομένων τὴν θήκην, θείων λείψανων σου, ἐκ τῶν λαγόνων τῆς γῆς, ἄρτι ἀνακομισθέντων, θαυμαστὲ Γεώργιε, κρήνη ἰάσεων.
Θεοτοκίον.
Σωματώσασα Λόγον, τὸν τοῦ Θεοῦ ἄχραντε, κεχαριτωμένη Παρθένε, πρὸν τὸν ἀσώματον, ἐκ τῆς ἀρχαίας ἀρᾶς, ἔσωσας γένος μερόπων, νῦν τὸ μεγαλῦνόν σε, Θεογεννήτρια.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ἑορτάζοντες, τῶν σῶν λειψάνων, ἀνακόμισιν, ἐκ γῆς λαγόνων, ὡς Ὁσίων Πατέρων Γεώργιε, σὲ μεγαλύνομεν εὖχος καὶ πρόβολον, τῆς ἀρετῆς καὶ βοῶμεν ἐκ πίστεως· Ῥῦσαι θλίψεων καὶ νόσων ἡμᾶς πρεσβείαις σου, ἀπαύστοις πρὸς Θεὸν τὸν πολυέλεον.
Δόξα.  Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐκ τῆς Παρθένου σε, σωματωθέντα Χριστέ, χαίρων ἐδέξατο, ὁ ἱερὸς Συμεών· Νῦν ἀπολύεις ἐκβοῶν, τὸν δοῦλόν σου Δέσποτα, Ἄννα δὲ ἡ ἄμεμπτος, ἡ Προφῆτις καὶ ἔνδοξος, τὴν ἀνθομολόγησιν, καὶ τὸν ὕμνον προσῆγέ σοι· Ἡμεῖς δὲ Ζωοδότα βοῶμέν σοι· Δόξα τῷ οὕτως εὐδοκήσαντι.

ᾨδὴ δ’. Σύ μου ἰσχύς, Κύριε.
Ἰχνηλατῶν, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι, τῶν ἀρχαίων, ἀσκητῶν παλαίσματα, ὤφθης Μονῆς θαυμαστός, θείας Ἀναλήψεως κτίτωρ σεπτὲ Γεώργιε· διὸ καὶ σῶν λειψάνων, τὴν βλύζουσαν ἰάσεις, νῦν σορὸν εὐλαβῶς προσπτυσσόμεθα.
Λάμψας χρυσός, ὡς ἀρετῆς καθαρώτατος, θεοφόρε, ἀσκητὰ ἐλάμπρυνας, πιστῶν χορούς· δαψιλῶς, ἰαμάτων χάριν ἀπείληφας ὥσπερ χείμαῤῥος, ἣν ἅπασιν ἐκχέεις, τοῖς πόθῳ προσκυνοῦσι, τῶν λειψάνων σου θήκην τὴν πάνσεπτον.
Ἐγκρατευτά, σημειοφόρε Γεώργιε, ὑπερόπτα, πάσης ματαιότητος, καὶ ἀφθαρτότητος ἐραστά, θήκην τῶν λειψάνων σου πίστει κατασπαζόμενοι, πληρούμεθα χαρίτων, ἰσχύος ὑγιείας, σθένους θαῤῥους χαρᾶς καὶ δυνάμεως
Θεοτοκίον.
Ἰδεῖν Χριστοῦ, τοῦ πανοικτίρμονος Τόκου Σου, θείαν δόξαν, ἐν Ἐδὲμ σκηνώμασιν, ἡμᾶς ἀξίωσον τοὺς πιστῶς, σὲ ὑμνολογοῦντας Παρθένε Θεογεννήτρια, καὶ θήκην προσκυνοῦντας, λειψάνων Γεωργίου, τὴν πανσέβαστον καὶ χαριτόβρυτον.

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Ψυχοτρόφοις σου λόγοις, ὁ λαὸν ἐκθρέψας πιστῶν Γεώργιε, Δράμας καὶ χορτάσας, ἄρτῳ σῶν διδαγμάτων συστήματα, σοὶ τὰ προσιόντα, θρέψον τροφίμοις πρεσβειῶν σου, τοὺς προσφεύγοντας θήκῃ λειψάνων σου.
Ἁγιάζων μὴ παύσῃ, ὑμνηπόλους πόνων τῶν πανιέρων σου, τοὺς ἀσπαζομένους, σῶν λειψάνων τὴν θήκην Γεώργιε, βρύουσαν ἰάσεις, ἰσχὺν χαρὰν καὶ εὐθυμίαν, τοῖς πιστοῖς ὡς πηγὴ ἀκεσώδυνος.
Νέον ἄστρον ἐφάνης, Ἐκκλησίᾳ τοῦ Κτίστου σοφὲ Γεώργιε, ἀπαυγάζον φέγγος, ἰσαγγέλου ζωῆς τὸ ἀνέσπερον, καὶ φωτίζον πάντας, τοὺς καθημένους ἐν σκοτίᾳ, ἀγνωσίας κακίας καὶ θλίψεων.
Θεοτοκίον.
Ἀπειρόγαμε Μῆτερ, τοῦ Θεοῦ θείου Λόγου Θεοχαρίτωτε, ἴθυνε Σοὺς δούλους, οὐρανῶν πρὸς ὑπέρφωτα δώματα, μεγαλύνοντάς Σε, ψαλμοῖς καὶ ᾄσμασιν εὐτάκτοις, ἀπλανῆ ὡς μερόπων ἰθύντειραν.

ᾨδὴ στ΄. Ταὴν δέησιν
Γαυρίαμα, ὁ πατήσας δράκοντος, νοερᾷ σου προσευχῇ καὶ νηστείᾳ, καὶ χαμευνίᾳ Γεώργιε μάκαρ, ἴσχυε πάντας πατῆσαι ἱκέτας σου, ὀφρὺν ἀρχαίου πτερνιστοῦ, τοὺς πιστῶς προσκυνοῦντας σὰ λείψανα.
Ἐπάκουσον νῦν τῶν δεομένων σου, καὶ σορὸν ἀσπαζομένων λειψάνων, σῶν πανιέρων Γεώργιε Πάτερ, Μονῆς δομῆτορ σεπτὲ Ἀναλήψεως, αὐτὴν ὡς θεῖον θησαυρόν, φυλασσούσης καὶ ὄλβον ἀσύλητον.
Ὡράϊσμα, νεαυγὲς Γεώργιε, τοῦ Χριστοῦ ταῆς Ἐκκλησίας ἀρτίως, ἀνεκομίσθησαν γῆς ἐκ λαγόνων, ὀστέα σὰ ὡς πολύτιμα μάργαρα, καὶ ὡς χρυσίον καθαρόν, ἐκτυφλῶττον πιστῶν τὰ συστήματα.
Θεοτοκίον.
Ῥυσθῆναί με, πάσης περιστάσεως, ἐκδυσώπει Σὸν Υἱὸν Θεοτόκε, τὸν προσιόντα θερμῶς σαῖς πρεσβείαις, καὶ Γεωργίου σορὸν ἀσπαζόμενον, λειψάνων τοῦ ἐγκρατευτοῦ, Ἐκκλησίας τῆς Δράμας κοσμήτορος.









Κοντάκιον. Ἦχος δ’. Τῇ Ὑπερμάχῳ.
Τῶν σῶν λειψάνων κομιδὴν νῦν ἑορτάζοντες, ἐκ τοῦ σοῦ τάφου χαριτόβρυτε πανόσιε, Δράμας ἔφορε καὶ φύλαξ καὶ ἀντιλῆπτορ, καὶ Μονῆς σεπτὲ δομῆτορ Ἀναλήψεως, ἐκδεχόμεθα σὴν χάριν τὴν ἀστείρευτον, καὶ βοῶμέν σοι· Χαίροις μάκαρ Γεώργιε.
Ὁ Οἶκος
Ἄγγελοι καθορῶντες, κομιδὴν ἐκ τοῦ τάφου, λειψάνων σου ἐξέστησαν ὄντως, ὅτι ὤφθησαν ἄρτι ἐκ γῆς, εὐωδίας πλήρη ταῦτα Γεώργιε, καὶ ἤνοιξαν τὰ στόματα, ἁπάντων παρεστώτων κράζειν·
Χαῖρε, ἐκβλάστημα θεῖον Πόντου·
χαῖρε, κατάπτωμα τοῦ ἐχθίστου.
Χαῖρε, ἀσκητῶν νεαυγῶν ἀκροθίνιον·
χαῖρε, ἀρετῶν πανευῶδες μυράλειπτρον.
Χαῖρε, κρήνη ἁγιάσματος εὐσεβῶν Χριστιανῶν·
χαῖρε, θήκη θαυματόβρυτος οὐρανίων δωρεῶν.
Χαῖρε, ὁ ἐν τῇ Δράμᾳ ἰσαγγέλως βιώσας·
χαῖρε, ὁ τῇ χορείᾳ ἀσκητῶν συνοικήσας.
Χαῖρε, θαυμάτων κρήνη ἀείῤῥυτος·
χαῖρε, χαρίτων βρύσις ἀστείρευτος.
Χαῖρε, πιστῶν ἐν δεινοῖς ἀντιλῆπτορ·
χαῖρε, ἡμῶν ἐν κινδύνοις συλλῆπτορ
Χαίροις, μάκαρ Γεώργιε.

Συναξάριον.
Τῇ Θ΄ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Γεωργίου τοῦ Καρσλίδου.
Εὐωδία λειψάνων σου Γεώργιε,
ἐν σοὶ δεικνύει τὴν κατοικοῦσαν χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικηφόρου
Τὸν ἐκ παλαιοῦ κλητικὸν Νικηφόρον,
τμηθέντα γνῶθι πρακτικὸν Νικηφόρον.

Λυθέντες ἄνδρες σαρκικῶν τρεῖς ἁμμάτων (δεσμῶν δηλ.),
τῶν τῆς Ἐδὲμ μετέσχον ἐντρυφημάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ τοῦ Κίλικα
Λήθην βαθεῖαν εἶχε καὶ ζῶν τοῦ βίου,
Ῥωμανὸς οὗτος, ὃς μετέστη τοῦ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου τοῦ Δαμασκηνοῦ
Ὁ διελέγξας τοὺς παραπλῆγας Πέτρος,
θνῄσκει μονοπλὴξ τῷ διὰ ξίφους τέλει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἀμμὼν καὶ Ἀλεξάνδρου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Νικηφόρου καὶ Γενναδίου, τῶν ἐν Σβὶρ Ῥωσσίας


Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς εὑρέσεως τῶν Λειψάνων τοῦ Ἁγίου Ἰννοκεντίου Ἰρκούτσκ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Γῆθεν ἐφάνησαν ὀστέα, ὡς χρυσὸς κροκοβαφῆ τὰ σὰ τρισμάκαρ, τιμαλφὴς ἀσκητά, Γεώργιε καὶ κρίνα, μυρίπνοα εὐφραίνοντα, εὐσεβούντων τὰς καρδίας.
Ἴασαι πάντων ἀλγηδόνας, τῶν λειψάνων σου σορὸν ἀσπαζομένων, θαυμαστὲ ἀσκητά, Γεώργιε χαρίτων, παντοίων ἀνακτόριον, καὶ νοσούντων ἰατρεῖον.
Ὅσιε Πάτερ μὴ ἐλλίπῃς, ἱλεούμενος ἡμῖν τοῖς σὲ τιμῶσι, τὸν Σωτῆρα Χριστόν, ὡς ἔχων παῤῥησίαν, Γεώργιε ὁμόζηλε, καὶ ὁμόσκηνε Ἀγγέλων.
Θεοτοκίον.
Ὕψωσον κέρας Ὀρθοδόξων, Θεοτόκε Σὲ λαμπρῶς μεγαλυνόντων, καὶ λειψάνων σορόν, Ὁσίου Γεωργίου, ἀσπαζομένων πάντοτε, καρδιῶν ἐν κατανύξει.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ
Προστασίᾳ θερμῇ καὶ ἀρωγῇ σου, ἀσκητὰ νεαυγές, προσφεύγομεν ἀπαύστως, τῶν Δραμινῶν οἱ σύλλογοι Γεώργιε, οὕσπερ περικέπεις, καὶ φρουρεῖς ὑψόθεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἀναλήψεως Μάνδρας περιπτύστου, εὐλογεῖς τοὺς χορούς, καὶ ἁγιάζεις πάντας, αὐτῇ τοὺς προσπελάζοντας Γεώργιε, προσκυνῆσαι θήκην, σοῦ χαριτοβρύτων, καὶ ἱερῶν λειψάνων.
Νεῦσον πάντων λιταῖς τῶν σοῦ ὑμνούντων, πόνους ἀσκητικούς, Γεώργιε ἀτρύτους, καὶ προσκυνούντων θήκην τῶν λειψάνων σου, τὴν μυροβλυτοῦσαν, παύων ἀσθενείας, ἡμῶν πολυωδύνους.
Θεοτοκίον.
Τόμε Λόγου χρυσόδετε Ὑψίστου, καὶ σκηνὴ παμφαές, Θεογεννῆτορ πάνσεμνε διάλυσον, τῶν παθῶν σκοτίαν, καὶ ἀχλὺν κακίας, τῶν Σὲ μακαριζόντων.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἁγίων ἐγκαλλώπισμα ἀσκητῶν, Πόντου ἔρνος Γεώργιε πάνσεπτον, πανευλαβῶς, προσκυνοῦντες θήκην τὴν ἱεράν, λειψάνων τῶν τιμίων σου, ἐν τῆς Ἀναλήψεως τῇ Μονῇ, σῆς θείας εὐλογίας, πληρούμεθα καὶ νόσων, χαλεπῶν θαυμαστῶς ἐκλυτρούμεθα.
Σορὸς σεπτῶν λειψάνων σου ἱεράν, ἣν ἡμῖν ὁ σὸς τάφος ἐδώρησεν, ὡς τιμαλφῆ, ὄλβον νῦν Γέωργιε θαυμαστέ, πιστῶς κατασπαζόμενοι, μέλπομεν καμάτους σου ἀσκητά, οὓς ἔτλης διὰ κτῆσιν, τῶν ἀρετῶν καὶ χάριν, ἀπεκδεχόμεθα τὴν θείαν σου.
Χαρᾶς πληροῖς καρδίας μοναζουσῶν, τοῦ σεμνείου Χριστοῦ Ἀναλήψεως, ὡς θησαυρόν, ἔχοντος λειψάνων σου τὴν σορόν, ἐκβλύζουσαν ἰάματα, πᾶσι καὶ διώκουσα τὴν ἀχλύν, Γεώργιε τοῦ βίου, τῶν λυπηρῶν ἁπάντων, καταφευγόντων τῇ σῇ χάριτι.
Θεοτοκίον.
Μνημόνευε ἀπαύστως Σῶν ἱκετῶν, Θεοτόκε Παρθένε ὑμνούντων Σε, καὶ τὴν σορόν, κατασπαζομένων τὴν ἱεράν, τοῦ Γεωργίου Δέσποινα, τῶν σεπτῶν λειψάνων τὴν δαψιλῶς, βραβεύουσα Σοῖς δούλοις, καὶ σθένος θραῦσαι πλάνου ἔνεδρα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Περικυκλοῦντες θήκην σου, λειψάνων τὴν πανίερον, καὶ εὐλαβῶς προσκυνοῦντες, αὐτὴν Γεώργιε μάκαρ, σῆς εὐλογίας ἅπαντες, τῆς θείας ἀπολαύομεν, καὶ τὸν Χριστὸν δοξάζομεν, δείξαντά σε θαυμασίων, πηγὴν ἀστείρευτον ὄντως.
Καὶ τὸ τῆς Ἑορτῆς. Ἦχος γ΄. Αὐτόμελον.
Ἐν πνεύματι τῷ ἱερῷ, παραστὰς ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ νόμου Δεσπότην, κραυγάζων· Νῦν τοῦ δεσμοῦ με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν εἰρήνῃ· εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν.










Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Γεώργιε σκεῦος ἱερόν, τοῦ Ἁγίου Πνεύματος, νῦν κομιδὴν ἑορτάζοντες, σεπτῶν λειψάνων σου, ἐκ τῆς γῆς λαγόνων, ἀνυμνολογοῦμέν σε, πηγὴν ὡς θαυμασίων ἀείῤῥυτον, καὶ κρήνην χάριτος, ἀσκητὰ θεοφορούμενε, θεῖε κτίτορ, Μονῆς Ἀναλήψεως.

Γεώργιε Πόντου νεαυγές, ἄστρον κατεφώτισας, τῶν ἀρετῶν σου πυρσεύμασι, Δράμας περίχωρον, νῦν σεμνυνομένην, θείᾳ προστασίᾳ σου, καὶ ἁγιαζομένην λειψάνων σου, θήκῃ πανεύφημε, ἐκβλυζούσῃ τὰ ἰάματα, τοῖς ἐν πίστει, αὐτῇ προσπελάζουσι.

Γεώργιε, τὰ κροκοβαφῆ, ἱερά σου λείψανα, κατασπαζόμενοι χάριτος, σῆς ἀπολαύομεν, καὶ πιστῶς βοῶμεν· Δράμας ἐγκαλλώπισμα, καὶ τῆς Μονῆς Χριστοῦ Ἀναλήψεως, εὖχος περίδοξον, μὴ ἐλλίπῃς τὸν παντάνακτα, ἱκετεύων, ὑπὲρ τῶν τιμώντων σε.

Γεώργιε φρούρει ἀκλινῶς, Δράμας τὴν ὁμήγυριν, τῶν εὐσεβῶν εὐφημούντων σε, καὶ τὰ συστήματα, εὐλαβῶν Ποντίων, προσκυνοῦντα πάντοτε, τὴν θήκην τῶν τιμίων λειψάνων σου, ὥσπερ θησαύρισμα, πολυτίμητον καὶ ἄσυλον, ἃ κατέχει, Μονὴ Ἀναλήψεως.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε προσκυνήσωμεν τὰ χαριτόβρυτα λείψανα, Γεωργίου τοῦ μάκαρος, ἅπερ ἀρτίως πανευλαβῶς ἀνεκομίσθησαν, καὶ φυλάττονται ἐν τῇ Μονῇ τῆς τοῦ Χριστοῦ Ἀναλήψεως, ἣν οὗτος χερσὶν ἰδίαις ἐδόμησε πιστῶν κραυγάζοντες· Ὁ ἐν ταπεινώσει τοῦ βίου ὑπομείνας στηρήσεις, καὶ ποδηγετήσας πιστοὺς πρὸς σωτηρίαν, μὴ παύσῃ δεόμενος τοῦ Κυρίου, ὑπὲρ τῶν ταπεινῶν ἱκετῶν σου, τῶν ἐκδεχομένων τὴν χάριν σου, καὶ προσκυνούντων ἐν πίστει σορὸν τῶν λειψάνων σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε. Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Πόθῳ ἀσπαζόμενοι τὴν σορόν, σῶν σεπτῶν λειψάνων, Ἀναλήψεως ἐν Μονῇ, Δράμας σῶν χαρίτων, πληρούμεθα τῶν θείων, Γεώργιε Ὁσίων, νέων θησαύρισμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου