Τρίτη 5 Νοεμβρίου 2019

ΜΑΡΤΙΟΣ 27 ΑΓΙΟΣ ΠΑΥΛΟΣ ΚΟΡΙΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΜΑΡΤΙΟΣ ΚΖ΄
ΠΑΥΛΟΣ ΕΠΙΣΚΟΠΟΣ ΚΟΡΙΝΘΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Κορίνθου ἐπίσκοπε σεπτέ, Παῦλε ἱερώτατε, ἐκ Βυζαντίου ὁρμώμενος, Χριστοῦ ὡράϊσας, θείαν Ἐκκλησίαν, τρόποις ποιμασίας σου, ἀγάπῃ ἀρετῇ καὶ σεμνότητι· διὸ τὴν μνήμην σου, τὴν ἁγίαν ἑορτάζομεν, Κορινθίων, πιστῶν τὰ συστήματα.

Κορίνθου ἀνύστακτε φρουρέ, Παῦλε παναοίδιμε, ὡς ἱεράρχην θεόπνευστον, σὲ μεγαλύνοντες, καὶ ἐλλόγου ποίμνης, ὁδηγὸν ἀλάνθαστον, νομὰς πρὸς οὐρανῶν σε γεραίροντες, βοῶμεν Ὅσιε· μὴ ἐλλίπῃς τὸν παντάνακτα, ἱκετεύων, ὑπὲρ τῶν τιμώντων σε.

Κορίνθου δημόκλητος ποιμήν, Παῦλε θεοπρόβλητε, ἐδείχθης Πέτρου αὐτάδελφε, τοῦ ὡραΐσαντος, θρόνον τῶν Ἀργείων, ἔχων τὴν πυξίδα σου, καρδίας ἐστραμμένης πρὸς Κύριον· ὅθεν ὡδήγησας, πρὸς ζωὴν τὴν αἰωνίζουσαν, εὐσεβούντων, χοροὺς οὓς ἐποίμανας.

Κορίνθου πολύφωτε φωστήρ, Παῦλε ἀμαρύγμασι, σῆς ἀρετῆς διεσκέδασας, τῶν προστρεχόντων σοι, ζόφον ἀγνωσίας, καὶ φιλαμαρτήμονος, ζωῆς τὴν σκοτομήνην θειότατε· διὸ τιμῶντές σε, τὰς θεοπειθεῖς πρεσβείας σου, ἐκζητοῦμεν, πρὸς βίον ἀμείνονα.

Δόξα. Ἦχος β΄.
Ἐγκαυχωμένη τοῖς ποιμαντικοῖς τρόποις σου, ἡ τῶν Κορινθίων πόλις, Παῦλε Ἱεράρχα θεόκλητε, ψυχῆς ἐν κατανύξει κραυγάζει σοι· Ἀγγέλων συνόμιλε, καὶ σύσκηνε τοῦ ὁμαίμονός σου Πέτρου, τοῦ τῶν Ἀργείων ἐπόπτου, καὶ συνωνύμου σου Παύλου τοῦ οὐρανοφάντορος, πάσης κακώσεως ῥῦσαι ἡμᾶς τοὺς τιμῶντάς σε, πρεσβείαις σου πρὸς Κύριον.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὡς μέγας Μωϋσῆς, ἐκ Φαραὼ δουλείας, τοῦ νοητοῦ ἀγέλην, τῶν Κορινθίων Παῦλε, σοφὲ ἀπηλευθέρωσας.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Θεῖε Ἀρχιερεῦ, Κορίνθου μάκαρ Παῦλε, ὁμόζηλος ἐδείχθης, ὁμαίμονός σου Πέτρου, Ἀργείων ἀρχιποίμενος.

Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Γόνε πανευθαλές, τοῦ Βυζαντίου Παῦλε, Κορίνθου Ἱεράρχα, ἐξήνθησας εὐώδη, χρηστῶν ἠθῶν κιννάμωμα.

Δόξα. Τριαδικόν.
Ἄναρχε Πλαστουργέ, σὺν Λόγῳ συνανάρχῳ, καὶ Πνεύματί Σου θείῳ, Τριὰς ὑπεραγία, ἁγίασον τὸ πλάσμα Σου.

Καὶ νῦν. Θεοτοκίον.
Σκέπε τοὺς ἀκλινῶς, προσφεύγοντας Σῇ σκέπῃ, Κυρία Θεοτόκε, λιταῖς τοῦ Ἱεράρχου, Κορίνθου Παύλου ἔμφρονος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἱεράρχην Κορίνθου τὸν θεοπρόβλητον, καὶ θείου Πέτρου Ἀργείων, ποιμένος τοῦ ἱεροῦ, τὸν ὁμαίμονα τιμήσωμεν γηθόμενοι, Παῦλον ὡς πίστεως φανόν, καὶ τοῖς ἴχνεσιν ἐθνῶν, ἑπόμενον Ἀποστόλου· μεθ’ οὗ Κυρίῳ πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.







ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Παύλου ἠκολούθησας, οὐρανοφάντορος βήμασι, τοῦ φωτίσαντος Κόρινθον, καὶ λόγον ἐκήρυξας, πᾶσιν εὐσεβείας, τὸν σωτηριώδη, ἀρχιερέων καλλονή, ὁ ἐνδεικνύμενος ὁσιότητα, πραότητα συμπάθειαν, ἀγάπην καὶ ἀγαθότητα· δι’ ὧν Παῦλε ὡς ἥλιος, κόσμου πέρασιν ἔλαμψας.

Παῦλε πνευματέμφορε, τοῦ Βυζαντίου ἐκβλάστημα, ἐκ τῶν χρόνων νεότητος, σῆς κόσμου ἐξέφυγες, πάσης συναφείας, καὶ Σταυρὸν ἐπ’ ὤμων, γενναίως βίου ἀκραιφνοῦς, καὶ φόβου ὄντως Θεοῦ ἀράμενος, Αὐτῷ κατηκολούθησας, πένθει νηστείᾳ καὶ δάκρυσι, καὶ ποιμὴν ἐχρημάτισας, ἀγαθὸς καὶ φιλόθεος.

Μνήμην τὴν ἁγίαν σου, καὶ παμφαῆ ἑορτάζοντες, Κορινθίων οἱ σύλλογοι, τιμῶμεν ἀγῶνάς σου, οὓς ἐν ταπεινώσει, ἔτλης ἵνα σώσῃς, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, τὴν σοὶ λαχοῦσαν ἀγέλην ἔλλογον, καὶ πόθῳ ἀνακράζομεν· μὴ διαλίπῃς ἀείποτε, δυσωπῶν Παῦλε Κύριον, ὑπὲρ πάντων ὑμνούντων σε.

Πέτρον ἀρχιποίμενα, Ἀργείων ἔσχες ὁμαίμονα, τὸν ὀφθέντα κειμήλιον, χαρίτων τοῦ Πνεύματος, τιμαλφὲς καὶ σκεῦος, δωρεῶν παντοίων, τοῦ Παρακλήτου ἱερόν, Κορίνθου Παῦλε, φωστὴρ πολύφωτε· διό σε μακαρίζοντες, ψαλμοῖς καὶ ὕμνοις ἐμπρέπουσι, σὺν αὐτῷ ἱκεσίαις σου, πρὸς Θεὸν ἐξαιτούμεθα.

Δεῦτε ἀνυμνήσωμεν, Κορίνθου τὸν ἀρχιποίμενα, τὸν ἁγνὸν καὶ φιλάρετον, πολλαπλασιάσαντα, τάλαντα εἰς δέκα, καὶ ἐπεγνωσθέντα, προστάτην φύλακα φρουρόν, ῥύστην καὶ τάχιστον ἀντιλήπτορα, τῶν εὐσεβῶν κραυγάζοντες· τῆς ἀπαθείας φῶς ἄῤῥητον, ζόφον τῶν τυραννούντων με.

Ἄκακε ἀμίαντε, λελαμπρυσμένε θεόσοφε, Παῦλε μέροψ ἰσάγγελε, χαρίτων τοῦ Πνεύματος, ὣν πεπληρωμένος, ἴθυνας σὴν ποίμνην, ἐπιδεξίως πρὸς νομάς, ἀγήρω δόξης, καὶ ἀφθαρτότητος· διό σε μακαρίζοντες, μνήμην ὑμνοῦμεν τὴν θείαν σου, καὶ τιμῶμεν ἀγῶνάς σου, ἀρετῆς πρὸς τελείωσιν.


Πάτερ ἀξιάγαστε, Παῦλε Κορίνθου διδάσκαλε, ἀρχιθῦτα θεόπνευστε, καὶ τρόπων ὁμόζηλε, τοῦ ἐθνῶν φωστῆρος, τῆς ἱεραρχίας, ἠμφιεσμένος τὴν στολήν, πρὸς δόμους ἤρθης, ἀϊδιότητος, Χριστὸν αἰνῶν ἀείποτε, σὺν Ἀρχαγγέλων συντάγμασιν, Οὗ ἐδόξασας ὄνομα, ἐπὶ γῆς τὸ πανάγιον.

Δόξα. Ἦχος πλ. β΄.
Τὸν εἰς τόπον καὶ τύπον Χριστοῦ τιθέντα, ἱεροφάντορα ἐνθεώτατον Κορίνθου, Παῦλον ἀξιοχρέως οἱ πιστοὶ μακαρίσωμεν· οὗτος γὰρ τρίβοις ἀκολουθήσας θεοφόρων Πατέρων, καὶ δὴ τοῦ αὐτοῦ ὁμαίμονος Πέτρου τῶν Ἀργείων Ἱεράρχου, πρότυπον γέγονεν ἀπλανοῦς οἰακοστρόφο. Διαλάμψας οὖν ἐν ἀρεταῖς καὶ ὀρθῇ φρονήσει, κατ’ ἀξίαν ἐδέξω τὴν χάριν πρεσβεύειν τῷ Κυρίῳ τῆς δόξης, ὑπὲρ τῶν τελούντων αὐτοῦ τὸ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ β΄, 1-11)
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου. πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄. 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.











Λιτή. Τῆς Ἑορτῆς. Ἦχος β'
Τῆς ἐναρέτου πολιτείας τὸν πρόβολον, καὶ κενώσεως ἑαυτοῦ τῇ πρὸς πέλας ἀγάπῃ, Παῦλον τὸν ἐνθεώτατον εὐφημήσωμεν ᾄσμασιν. Οὗτος γὰρ τοῦ Δεσπότου Χριστοῦ ὁμόζηλος γενόμενος, καὶ τοῖς εὐσεβῶς θέλουσι ζῆν πρότυπον δεικνύμενος, ὁσιότητος ὤφθη κανὼν ἀκριβέστατος. Καὶ νῦν σκηνωμάτων τοῦ οὐρανίου στερεώματος, κληρονόμος γενόμενος, Χριστῷ τῷ Θεῷ ἀδιαλείπτως πρεσβεύει, ἀναδεῖξαι καὶ ἡμᾶς ἅλας καὶ φῶς τοῦ κόσμου.

Ἦχος γ΄.
Τὸν σοφίᾳ λόγων λάμψαντα τῷ κόσμῳ, καὶ οἰκουμένης τὰ πλάτη φωτίσαντα, ὁμαίμονα καὶ ὁμόζηλον τοῦ τῶν Ἀργείων ἐπόπτου Πέτρου, Παῦλον τὸν πνευματοφόρον ἐγκωμίοις καταστέψωμεν κράζοντες· στῦλε καὶ ἑδραίωμα τῆς ἀληθείας, καὶ τῆς Κορίνθου τῆς νοητῆς νηὸς οἰακοστρόφε ἐπιδέξιε, βάσταζε καὶ ἡμῶν τῶν τιμώντων σε τῆς διανοίας τοὺς οἴακας, καὶ πρὸς λιμένα σωτηρίας εὔδιον ὁδήγησον.

Ἦχος δ΄.
Δεῦτε τῶν πιστῶν αἱ χορεῖαι συνελθοῦσαι σήμερον, τὸν τῆς Κορίνθου ἱεροφάντορα τὸν ἰσάγγελον τιμήσωμεν, Παῦλον τὸν τοῦ οὐρανοφάντορος συνώνυμον, καὶ τοῖς τρόποις ἑπόμενον. Οὗτος γὰρ ὡς τηλαυγέστος φωστὴρ ἀνέτειλε, καὶ καταφωτίζει τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τὴν ἐκδεχομένην αὐτοῦ πρεσβείαις, τὸ τοῦ Ὑψίστου μέγα καὶ πλούσιον ἔλεος.

Δόξα. Ὁ αὐτός.
Δεῦτε πάντες οἱ τῆς Κορίνθου χριστώνυμοι, τὸν τιμηθέντα ἱεραρχίας τῇ ἀξίᾳ οὐράνιον ἄνθρωπον, Παῦλον τὸν πανεύφημον ὕμνων ἄνθεσι καταστέψωμεν, πανευλαβῶς κραυγάζοντες· ὄλβε πολυτίμητε τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, καὶ σέμνωμα προσευχῆς ἀδιαλείπτου καὶ νήψεως, ὁ Θεοῦ γῆθεν ἀτενίσας τὴν λαμπρότητα, τὰς τοῦ νοὸς ἡμῶν πυξίδας στρέψον, πρὸς τὸν μόνον σώζοντα φιλάνθρωπον Κύριον.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.







Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν
Χαίροις, Ἱεραρχῶν λαμπηδών, τῶν ἀρετῶν τὸ παμφαὲς ἀνακτόριον, τὸ βάθρον τῆς εὐσεβείας, ἡ τῆς ἀγάπης κρηπίς, ἀληθοῦς σοφίας, καταγώγιον, ποιμὴν θεοπρόβλητε, Κορινθίων καὶ ὅμαιμε, πνευματοφόρε, Πέτρου τοῦ οὐρανόφρονος, τοῦ κοσμήτορος, τοῦ Ἀργείου συστήματος, Παῦλε χαρίτων τέμενος, καὶ στῦλε χρηστότητος, μὴ διαλίπῃς πρεσβεύων, τὸν πανοικτίρμονα Κύριον, ἡμῖν καταπέμψαι, ὑετὸν χαρᾶς εἰρήνης, καὶ βίου κρείττονος.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, ὁ τῆς Κορίνθου ποιμήν, ὁ ἱερὸς πραΰς ἐχέφρων καὶ ἄκακος, ὁ στῦλος τῆς Ἐκκλησίας, στηρίζων λόγοις πιστούς, ψυχοτρόφοις πάντας, Παῦλε πάντιμε· χαρίτων τοῦ Πνεύματος, λύχνε φωτοειδέστατε, ὁ καταυγάσας, ἀστραπαῖς πολιτείας σου, τὴν ὑφήλιον, καὶ βολαῖς ὁσιότητος, πέφηνας ἐγκαλλώπισμα, λαοῦ εὐσεβόφρονος, καὶ διαπρύσιος κῆρυξ, τῆς τοῦ Χριστοῦ Ἀναστάσεως, ἣν ὁμολογοῦντες, τρανῶς πάντες προσδοκῶμεν, νεκρῶν ἀνάστασιν.

Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Μνήμην, στέφοντες ὕμνοις τὴν σήν, ἱεροφάντα τῆς Κορίνθου θειότατε, τῆς πόλεως Κωνσταντίνου, γόνε λαμπρὲ καὶ σεμνέ, τῆς πόλεως Κωνσταντίνου, γόνε λαμπρὲ καὶ σεμνέ, Πέτρου τῶν Ἀργείων, ἀρχιποίμενος, αὐτάδελφε κράζομεν· Παῦλε θεομακάριστε, σοφίας σκεῦος, διαυγὲς καὶ κυάθιον, ἀγαθότητος, καὶ ἠθῶν καθαρότητος, πρόσδεξαι τὸ μελώδημα, αὐτὸ καὶ κατεύθυνον, ὡς ἀπλανὴς ποδηγέτης, τοὺς σὲ τιμῶντας πρὸς θέωσιν, καὶ θείας σκηνώσεις, οὐρανῶν ἔνθα κυκλοῦσι, Θεὸν ἀρχάγγελοι.

Δόξα. Ἦχος πλ. δ΄.
Ταὴν εὔηχον σάλπιγγα τοῦ Εὐαγγελίου ταῆς ἀγάπης καὶ στάθμην ἀκριβεστάτην ταῆς εὐσεβείας, Παῦλον ταὸν ταῆς Κορίνθου ἱερομύστην ἐκθύμως τιμήσωμεν. Οὗτος γὰρ ὀρθοτομήσας ταὸν λόγον ταῆς ἀληθείας, καὶ φυγαδεύσας εἰδωλικῆς πλάνης ταὴν σκοτομήνην, πάντας ἐδίδαξε δοξάζειν ταὴν τρισυπόστατον Θεότητα. Αὐτῆς οὖν ταὸν θρόνον περιπολεύων σὺν φωτομόρφοις Ἀγγέλοις, μὴ παύσῃ ἐκτενῶς πρεσβεύων ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου, καὶ σωτηρίας ταῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἱεράρχην Κορίνθου τὸν θεοπρόβλητον, καὶ θείου Πέτρου Ἀργείων, ποιμένος τοῦ ἱεροῦ, τὸν ὁμαίμονα τιμήσωμεν γηθόμενοι, Παῦλον ὡς πίστεως φανόν, καὶ τοῖς ἴχνεσιν ἐθνῶν, ἑπόμενον Ἀποστόλου· μεθ’ οὗ Κυρίῳ πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.





























ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ῥόδον εὐανθές, τῆς Χριστοῦ Ἐκκλησίας, ἀγάπης σου πολλῆς, εὐωδίᾳ σὴν ποίμνην, κατηύφρανας ἅπασαν, Κορινθίων ἐπίσκοπε, Παῦλε Ὅσιε· διὸ σὴν πάντιμον μνήμην, ἑορτάζοντες, τὰς σὰς ἀόκνους πρεσβείας, πρὸς Κτίστην αἰτούμεθα.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ἀείῤῥυτος ὀφθείς, ποταμὸς εὐσπλαγχνίας, καὶ ῥεῖθρον δωρεῶν, Θεοτόκε χαρίτων, ἡγίασας ἅπασαν, οἰκουμένην ῥανίσι Σου, ἀγαθότητος, φιλευσπλαγχνίας ἀγάπης, προστασίας Σου, καὶ ἀρωγῆς νυχθημέρου, δεινῶς πρὸς στενάζοντας.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ῥεόντων τὸ ἄστατον καταφρονήσας σοφῶς, Ἁγίων ἐζήλωσας τὴν πολιτείαν ποιμήν, Κορίνθου ἀνύστακτε, Παῦλε πνευματοφόρε, Ἱεράρχου Ἀργείων, Πέτρου σημειοφόρου, ἀδελφὲ κατὰ σάρκα· διό σε κατ’ ἀξίαν λαμπρῶς, πάντες γεραίρομεν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ἐχθροῦ πάγας σύντριψον τῇ ῥάβδῳ Σῶν προσευχῶν, Παρθένε θεόνυμφε καὶ οἰκετῶν Σου σεμνῶν, τὸν βίον εἰρήνευσον, Σὲ τῶν μεγαλυνόντων, εἰς αἰῶνας αἰώνων, Μῆτερ τοῦ Ζωοδότου, ὑπερευλογημένη, καὶ ᾄσμασιν ὑμνοῦσι τὴν Σήν, παναγιότητα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Κορίνθου ἔφορον, φρουρὸν καὶ φύλακα, ἐπόπτην ἄγρυπνον, καὶ ἀρχιποίμενα, Πέτρου ὁμαίμονα σεπτόν, Ἀργείων ἱερομύστου, καὶ αὐτοῦ ὁμόζηλον, τῶν καμάτων πρὸς θέωσιν, μέλψωμεν γηθόμενοι χριστωνύμων οἱ σύλλογοι, ψυχῆς ἐν κατανύξει βοῶντες· Χαῖρε πνευματοφόρε Παῦλε
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.









Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ι΄, 9-16): Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα… Ζήτει τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ἐξεχύθη δαψιλῶς διὰ τῶν παναγίων χειλέων σου, ἡ ἐν σοὶ ἐνοικοῦσα χάρις τοῦ πανσθενοῦς Παρακλήτου, Παῦλε Κορίνθου Ἱεράρχα θεόσοφε, πιστοὺς ἁγιάζουσα καὶ πρὸς θείους ἀγῶνας ἰθύνουσα. Αἱ γὰρ ἱεραὶ νουθεσίαι σου ὡς χειμάῤῥους ἀνεπίσχετος, τὰς τῶν ψυχῶν ἀρούρας κατήρδευσαν, πρὸς πολύφορον σωτηριώδη καρποφορίαν. Καὶ νῦν σὺν Ἀγγέλων χορείαις ἀπαύστως συνευφραινόμενος, καὶ τοῦ σπορέως παντὸς ἀγαθοῦ τὸ κάλλος θεώμενος, πρέσβευε ἀπαύστως γεώργιον εὔφορον ποιῆσαι, τὰς καρδίας τῶν τιμώντων σε.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Παύλου, ἱερομύστου Κορίνθου, αἴνεσις. Χ.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Ποιμένα πανάριστον, καὶ Ἱεράρχην θειότατον, Κορίνθου τιμήσωμεν, μελισταγέσιν ᾠδαῖς, πόθῳ κράζοντες· ὁμόσκηνε Ἀγγέλων, σεπτὲ Παῦλε πίστεως, πέλεις ἑδραίωμα.
Αὐτάδελφε Ὅσιε, Ἀργείων τοῦ ἀρχιποίμενος, κλεινοῦ Πέτρου πέφηνας, Κορίνθου πανευκλεές, σεμνολόγημα, καὶ σύνοικος σοφίας, ἐνθέου καὶ νήψεως, Παῦλε πανένδοξε.
Ὑμνοῦμέν σε ἅπαντες, βλαστὲ Κωνσταντινουπόλεως, καὶ κρίνον πανεύοσμον, τῆς Ἐκκλησίας Χριστοῦ, ἣν ἐμύρισας, σῆς βιοτῆς ἐνθέου, ὀδμαῖς Παῦλε Ὅσιε, πανιερώτατε.
Θεοτοκίον.
Λαμπὰς ταπεινώσεως, καὶ παρθενίας ἀείφωτε, μητράναδρε Δέσποινα, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, δεῖξον ἅπαντας, Σοὺς δούλους ἀνωτέρους, παθῶν καὶ οἰήσεως, Σὲ τοὺς γεραίροντας.








ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ὁδὸν Κορινθίοις ὑποδείξας, ἀπάγουσαν πρὸς τοὺς οὐρανούς, καὶ θέωσιν τρισόλβιε, ἀρχιερεῦ διέλαμψας, ἰθύντωρ ὡς ἀλάνθαστος, καὶ ποδηγὸς Παῦλε ἄριστος.
Ὑψίστου ἀρχιερεῦ τρισμάκαρ, ναὸς ἀνεδείχθης προσευχῆς, ἀγάπης πρὸς τοὺς ἔγγιστα, συνέσεως καὶ νήψεως· διό σε μακαρίζοντες, ὑμνοῦμεν Παῦλε τὴν μνήμην σου.
Ἱλάσθητι πᾶσί σε τιμῶσιν, ἑκάστοτε Παῦλε θαυμαστέ, ἱερομύστα κράζομεν, Κορίνθου εὐσυμπάθητε, ἵνα λαμπρῶς τὴν μνήμην σου, τὴν παμφαῆ ἑορτάζομεν.
Θεοτοκίον.
Εἰρήνευσον βίον οἰκετῶν Σου, καὶ παῦσον πολέμους ἀγαθή, ἡ τέξασα εἰρήναρχον, Θεὸν τὸν ὑπερούσιον, ἡμῶν ψυχὰς ἀείποτε, καὶ τὴν ζωὴν εἰρηνεύοντα.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Οἰκητήριον, τοῦ Παρακλήτου, ταπεινώσεως, χρηστοηθείας, συμπαθείας καὶ ἐνθέου φρονήσεως, κοσμῆτορ θρόνον Κορίνθου ἐκόσμησας, καὶ σεαυτὸν ὑπὲρ ποίμνης ἠνάλωσας, τῆς ἐλλόγου σου μὴ δίδων κροτάφοις θείοις σου, ἀνάπαυσιν καὶ νυσταγμὸν βλεφάροις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Δόξης κρείττονος, τῆς ἐν τῷ πόλῳ, καταξίωσον, Θεογεννῆτορ, καὶ εὐκλείας παναῤῥήτους τοὺς δούλους Σου, Σὲ εἰς αἰῶνας λαμπρῶς μακαρίζοντας, ὡς τῆς μερόπων λυτρώσεως πρόξενον, μητροπάρθενε ἐξ Εὔας ἀρᾶς προμήτορος, ἀρχαίας καὶ θανάτου αἰωνίζοντος.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ῥήμασί σου θεοσόφοις, Κορινθίων τὸν σύλλογον, ἔπιθες Κυρίου, ἅπαντα τηρεῖν τὰ ἐντάλματα, καὶ ἀρετῶν Παῦλε κλίμακα ἀνέρχεσθαι, τὴν μετάγουσαν, πρὸς τὴν ζωὴν τὴν αἰώνιον.
Ὁσιότητος πυξίον, Πέτρου τοῦ αὐταδέλφου σου, διακόσμου Ἄργους, τρόποις ἁμιλλώμενος πέφηνας, κανὼν καὶ τύπος καὶ γνώμων ἀκριβέστατος, Παῦλε πάντιμε, πρὸς ἀρετῆς ὁλοκλήρωσιν.
Μέγας ἐν ἀρχιερεῦσιν, ἀνεδείχθης μακάριε, Παῦλε θεοφόρε, ὁ τρυφῶν ἀγήρω λαμπρότητος, καὶ σὺν Ἀγγέλων χορεύων θείαις τάξεσιν, ὡς πολύτιμον, θεοσοφίας κειμήλιον.
Θεοτοκίον.
Ὑετὸν χαρίτων θείων, οὐρανόθεν κατάπεμψον, ἐφ’ ἡμᾶς Παρθένε, κεχαριτωμένη Μητρόθεε, τοὺς μεγαλύνοντας πλῆθος θαυμασίων Σου, καὶ δοξάζοντας, Χριστὸν τὸν πάνσεπτον Τόκον Σου.



ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Συνέσεως πρότυπον, καὶ κέρας ἀγαθότητος, Παῦλε Ἱεράρχα θεοφόρε, ἔλαμψας κόσμῳ, μαρμαρυγαῖς ἀκραιφνοῦς, βιώσεως καὶ ὑπομονῆς, ἐν τρόπων ποιμασίας σου, ἐν δειναῖς περιστάσεσι
Ταῖς θείαις παλάμαις σου, τοὺς οἴακας ἐβάστασας, τῆς νηὸς Κορίνθου Ἐκκλησίας, καὶ κυβερνήτης, ὡς ἀπλανὴς σταθηρῶς, πρὸς ὅρμον ὡδήγησας αὐτήν, εὔδιον θεώσεως, Παῦλε θεομακάριστε.
  ἔνσαρκος ἄγγελος, ἐν τῇ Κορίνθῳ γέγονας, πᾶσι τοῖς πιστοῖς τρισμάκαρ Παῦλε, ἐπ’ ὤμων φέρων, ἀγέλης σῆς λογικῆς, τὰ στίγματα τῶν ἀνομιῶν, τῶν παθῶν καὶ θλίψεων, τῶν πολλῶν παναοίδιμε
Θεοτοκίον.
Ὑμνοῦμεν οἱ δοῦλοί Σου, ἑκάστοτέ Σε ἄχραντε, ὡς τῶν Σεραφεὶμ ἐνδοξοτέραν, τῶν χριστωνύμων, τὴν θείαν καταφυγήν, ἐν πάσαις τοῦ βίου συμφοραῖς, καὶ ταχίστην πρόμαχον, ἐν πολέμοις ἀείποτε.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Κινύρα, Παῦλε χρηστότητος, καὶ ἤθους παναρμόνιον ὄργανον, τὰ ὤτα ηὔφρανας, τῶν Κορινθίων τρισόλβιε, ἡγιασμένε Πάτερ, πιστῶν ἀγλάϊσμα.
Ὁδὸν βαδίσας ἐπίπονον, καὶ ἄγαν τεθλιμμένην κατήντησας, εἰς θείαν ἄνεσιν, τὴν σὺν Χριστῷ τῷ οἰκτίρμονι, Κορίνθου ἀρχιθῦτα, Παῦλε θεόπνευστε.
Ῥανίσι Παῦλε ἱδρῶτων σου, ἀγάπης Κορινθίων ἐπίανας, ψυχὰς μακάριε, καὶ καθηγίασας ἅπαντας, ψεκάσι συμπαθείας, Παῦλε ἀφάτου σου
Θεοτοκίον.
Ἰδεῖν Χριστοῦ καταξίωσον, Υἱοῦ Σου τοῦ πανσέπτου τὸ πρόσωπον, ἐν θείοις δώμασι, τοὺς Σὲ ἀεὶ μακαρίζοντας, Κυρία Θεοτόκε, ψαλμοῖς καὶ ᾄσμασι.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τοῦ θείου Πέτρου τὸν ὁμόζηλον αὐτάδελφον, σημειοφόρου τῶν Ἀργείων ἀρχιποίμενος, καὶ Κορίνθου ἐνθεώτατον Ἱεράρχην, Ἐκκλησίας ὡς διάκοσμον τιμήσωμεν, καὶ χαρίτων θείου Πνεύματος ὀσφράδιον, πόθῳ κράζοντες· Χαίροις Παῦλε θειότατε.
Ὁ Οἶκος.
Ἄκακος Ἱεράρχης, ἀνεδείχθης Κορίνθου, πραΰς καὶ πνευματέμφορος Παῦλε, ὁ ἰθύνας ἀγέλην τὴν σήν, πρὸς τερπνοὺς λειμῶνας καὶ νομὰς χάριτος· διό σε μακαρίζοντες, βοῶμεν ἐκ ψυχῆς μυχίων·
Χαῖρε, Κορίνθου λαοῦ ὁ ἄρχων·
χαῖρε, Κυρίου σεπτὸς θεράπων.
Χαῖρε, Ἐκκλησίας ἐπόπτης ἀνύστακτος·
χαῖρε, εὐσεβείας ὁ θεῖος διάκοσμος.
Χαῖρε, στήριγμα ἀκλόνητον, κλονουμένων ἀλγεινῶς·
χαῖρε, καύχημα περίδοξον, τῶν τιμώντων σε λαμπρῶς.
Χαῖρε, τοῦ θείου Πέτρου ζηλωτὴς καὶ ὁμαίμων·
χαῖρε, σύσκηνε Παύλου, φωτιστοῦ Κορινθίων.
Χαῖρε, ἀμνῶν Κυρίου ταὸ στήριγμα·
χαῖρε, πιστῶν περίβλεπτον κλέϊσμα.
Χαῖρε, σοφίᾳ Θεοῦ διαπρέπων·
χαῖρε, ἁγνείᾳ καὶ νήψει διάγων.
Χαίροις, Παῦλε θειότατε.

Συναξάριον.
Τῇ ΚΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Παύλου, ἐπισκόπου Κορίνθου
Φύσει ἀδελφὸς ὦν ὁ Παῦλος τοῦ Πέτρου,
Πόλει σὺν αὐτῷ ἐγκατοικεῖ τῇ ἄνω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης τῆς ἐν Θεσσαλονίκῃ.
Οὐκ ἄξιον λαθεῖν σε Μάρτυς Ματρῶνα,
Κἂν ἔνδον εἱρκτῆς ἐκπνέῃς κεκρυμμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Φιλήτου συγκλητικοῦ καὶ Λυδίας τῆς αὐτοῦ γυναικός, καὶ τῶν δύω τέκνων αὐτῶν Θεοπρεπίου καὶ Μακεδόνος, Ἀμφιλοχίου δουκός, καὶ Κρονίδου κομενταρησίου.
Ὥσπερ Φιλητοῦ καὶ Λυδίας σάρξ μία,
Οὕτως ἓν αὐτῶν καὶ μετ' εἰρήνης τέλος.
Θνῄσκει Θεοπρέπιος σὺν Μακεδόνι,
Θεοπρεπῶς ᾄδοντες ὕμνους Κυρίῳ.
Δοὺξ συντελευτᾷ τῷ Κομενταρησίῳ,
Ἐξουσιάζων ἐξυπηρετουμένῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κηρύκου τοῦ ἐν Ἄπρῳ Θράκης
Ἐγώ, Πάτερ Κήρυκε, καὶ τεθνηκότα,
Κἂν καρδία φέρειν σε, κἂν γλώττῃ θέλω.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰωάννης καὶ Βαρούχιος, ξίφει τελειοῦνται.
Οὐ θάρσος ἧττον Ἰωάννου πρὸς ξίφος,
Βαρουχίῳ ὑπῆρχεν, ἀλλὰ καὶ πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Προφήτου Ἀνανί
Τριὰς τρίπους σός, Ἀνανὶ Θεοπρόπε,
Δι' ἧς τὸ μέλλον προὔλεγες πρὸ τοῦ τέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εὐτυχίου
Εὐτυχὲς Εὐτύχιος ἦλθεν εἰς πέρας,
Γῆθεν μεταστὰς καὶ κατοικήσας πόλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀμβροσίου, Πατριάρχου Γεωργίας


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀλεξάνδρου τοῦ Βόσκιϋ
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’ Οὐκ ἐλάτρευσαν.
Νῦν τιμῶντές σε, ὡς θεῖον ἀρχιποίμενα, τὸν ἀναλώσαντα, ὅλας δυνάμεις αὐτοῦ, πρὸς ἅπαντα κάμνοντα, καὶ ἐμπερίστατον, καὶ τιμίους σου, ἀγῶνας πόθῳ σέβοντες, ἑορτάζομεν σὴν μνήμην.
Θεοτίμητε, ἀρχιερεῦ περίλαμπρος, Παῦλε μακάριε, ἀγάπης μυσταγωγός, ἐπώφθης καὶ στήριγμα, λαοῦ προσφεύγοντος, τῇ ἀγρύπνῳ σου, ἐπιστασίᾳ Ὅσιε, ἐποπτίᾳ καὶ προνοίᾳ.
Ὅλος γέγονας, φωτὸς ἀδύτου ἔμπλεως, Παῦλε θειότατε· διὸ καὶ ποίμνην τὴν σήν, βολίσιν ἐφώτισας, τῆς εὐσεβείας σου, καὶ πυρσεύμασιν, ἀγάπης τῆς ἀφάτου σου, πρὸς τοὺς ἔγγιστα καὶ πέλας.
Θεοτοκίον.
Ὑπερύμνητε, Παρθένε πέμψον ἄνωθεν, Σὲ μεγαλύνουσιν, ἐλέη Σοῦ τοῦ Υἱοῦ, καὶ ἴθυνον ἅπαντας, τοὺς Σοὶ προστρέχοντας, πρὸς τελείωσιν, τὴν ἐν Χριστῷ Μητρόθεε, ἱκεσίαις θείου Παύλου.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ἄγαλμα θεόγλυπτον σοφίας, Κορίνθου πνευματοφόρητε ἐπίσκοπε, Παῦλε πανσεβάσμιε, σμίλῃ τῶν φθεγμάτων σου, ψυχὰς πιστῶν ἐσμίλευσας, καὶ εἰς τὸ μέλαθρον, εἰσήγαγες ζωῆς τῆς ἀγήρω, ἵνα εἰς αἰῶνας, ἀγάλλωνται σὺν Κτίστῃ.
Ἵνα σε τιμῶμεν καθηκόντως, ὡς Πέτρου Ἀργείων ποίμνης ἀρχιποίμενος, Παῦλε παναοίδιμε, καὶ ποιμένα ἄγρυπνον, Κορίνθου χείλη ἄνοιξον, ἡμῶν θειότατε, ἀπαύγασμα, ζωῆς θεαρέστου, καὶ τῆς Ἐκκλησίας, Χριστοῦ σεπτὲ κοσμῆτορ.
Νεῦσον ταῖς δεήσεσι προσφύγων, ἐνθέρμων σου Ἱεράρχα θεοδόξαστε, παύων τὰ χαμαίζηλα, τῶν παθῶν σκιρτήματα, Κορίνθου θεῖε πρόεδρε, Παῦλε θεόπνευστε, ὡς ἄν σε μακαρίζομεν πόθῳ, καὶ ὑμνολογῶμεν, τοὺς σοὺς σεπτοὺς καμάτους.
Θεοτοκίον.
Ἐν ἡμέρᾳ Κρίσεως γενοῦ μοι, τῇ ὄντως φρικτῇ προστάτης μου Μητρόθεε, καὶ ταῖς ὁμηγύρεσι, πάντων συναρίθμησον, ἁγίων τὸν ἐν ᾄσμασι, Σὲ μακαρίζοντα, οἰκέτην Σου, Κυρία Παρθένε, κεχαριτωμένη, βροτῶν ἡ σωτηρία.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Στήριγμα λαοῦ, Κορίνθου ἀκλόνητον, καὶ ἱερώτατον, Ὀρθοδόξων καύχημα, στήριζε πάντας, πιστοὺς ἀείποτε, τοὺς ἀνυμνοῦντας μόχθους σου, ὑπὲρ τῆς ποίμνης σου, θεῖε Παῦλε, καὶ θερμὰς πρεσβείας σου, ἐκζητοῦντας, πρὸς ἄμεμπτον βίωσιν.
Ἴασαι ἡμῶν, ψυχὰς καὶ τὰ σώματα, τῶν ὕμνοις πρέπουσιν, ἀνυμνούντων σκάμματα, τὰ σὰ λαοῦ σου, πρὸς ὁλοκλήρωσιν, Κορίνθου θεῖε πρόεδρε, Παῦλε μακάριε, κληρονόμος, θεϊκῶν ἐπάλξεων, ὁ ὀφθεὶς καὶ σκηνῶν ἀφθαρτότητος.
Σὲ ὡς πανσθενῆ, προστάτην καὶ πρόμαχον, ἐν βίῳ ἔχομεν, Κορινθίων σύλλογοι, καὶ τὴν σὴν χάριν, ἀπεκδεχόμεθα, ἣν ἔχεις ὡς ἀνύστακτος, ποιμὴν ἀγέλης σου, τῆς ἐλλόγου, Παῦλε θεοφώτιστε, Ἱεράρχα σεπτὲ καὶ φιλόθεε.
Θεοτοκίον.
Χάριν δαψιλῆ, λαβοῦσα Μητρόθεε, σαρκὸς σκιρτήματα, παύεις τῶν σπευδόντων Σοι, καὶ ἀνυμνούντων, τὰ μεγαλεῖά Σου· διὸ τῇ θείᾳ σκέπῃ Σου, πιστῶς προσφεύγοντας, καθ’ ἑκάστην, πάγας καταστρέφομεν, ζοφερὰς τοῦ δεινοῦ πολεμήτορος.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Κορίνθου προϊστάμενον, πνευματικὸν καὶ στήριγμα, τῶν ἀδυνάτων ἐν ὕμνοις, Παῦλον τιμήσωμεν πάντες, Ἱεραρχῶν ὡς καύχημα, καὶ ὄλβον πολυτίμητον, Πατέρων τῶν τῇ χάριτι, τῇ πανσθενεῖ κινουμένων, τοῦ Πνεύματος τοῦ ἁγίου.
Θεοτοκίον.
Τῆς ἁμαρτίας ζόφωσιν, ἀπέλασον τῶν δούλων Σου, αὐγαῖς τῆς Σῆς προστασίας, Θεοκυῆτορ Παρθένε, καὶ φώτισον τὰ μύχια, τῶν καρδιῶν κραυγάζομεν, ἡμῶν ποθεῖν τὰ ἄῤῥευστα, καὶ διαμένοντα πάντα, εἰς τοὺς αἰῶνας αἰώνων.











Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Παῦλον Κορίνθου ποιμένα, τὸν τιμιώτατον, καὶ πάσης Ἐκκλησίας, ἐγκαλλώπισμα μέγα, στηρίξαντα τῇ ῥάβδῳ πάντας αὐτοῦ, κλονουμένους ὑμνήσωμεν, καὶ τὰς αὐτοῦ ἐκζητήσωμεν προσευχάς, πρὸς τὸν εὔσπλαγχνον Θεάνθρωπον.

Τὸν Ἱεράρχην Κορίνθου, τὸν θεοφρούρητον, βαδίσαντα τὰς τρίβους, τοῦ αὐτοῦ συνωνύμου, μεγάλου Ἀποστόλου καὶ φωτιστοῦ, Κορινθίων τιμήσωμεν, οὐρανοβάμονος Παύλου λαμπραῖς ᾠδαῖς, καὶ παντέρπνοις μελῳδήμασιν.

Τοῦ Βυζαντίου τὸν γόνον, τὸν εὐωδέστατον, καὶ Πέτρου Ἱεράρχου, Ἄργους ὅμαιμον θεῖον, Κορίνθου ὡς ποιμένα περικλεῆ, Παῦλον πάντες τιμήσωμεν, καὶ τὰς αὐτοῦ ἱκεσίας πρὸς τὸν Θεόν, τὸν εὐΐλατον ζητήσωμεν.

Τὴν σὴν πανίερον μνήμην, πανηγυρίζοντες, σῆς ποιμασίας τρόπους, τοὺς σεπτοὺς ἀνυμνοῦμεν, οὓς ἔτλης δι’ ἀγάπην τοῦ Λυτρωτοῦ, καὶ τῶν ἔγγιστα κράζομεν· ἀγάπης δεῖξον λαμπτῆρας σοὺς ὑμνητάς, Παῦλε Πάτερ ἀξιάγαστε.

Δόξα. Ἦχος πλ. α΄.
Κοσμῆτορ τοῦ θρόνου τῆς Κορίνθου θεόσδοτε, ἱεροφάντα Παῦλε σεβασμιώτατε, ὁ τῆς συμπαθείας ἀκράδαντος στῦλος, καὶ τῆς ταπεινώσεως καὶ πραότητος οἰκητήριον, ἰσαγγέλως ἐπὶ γῆς καὶ ἁγιοπρεπῶς πεπολίτευσαι. Κοσμήσας γὰρ τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, ἁγιότητι, ἀρετῇ καὶ σοφίᾳ, μετέστης πρὸς τὰ ἄνω σκηνώματα, ἔνθα Χριστῷ πρεσβεύεις, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαῖρε Κορινθίων σοφὲ ποιμήν, ὅμαιμε τοῦ Πέτρου, Ἱεράρχου τοῦ εὐκλεοῦς, Ἄργους καὶ τῶν πόνων, ὁμόζηλε φωστῆρος, ἐθνῶν καὶ συνωνύμου, σοῦ Παῦλε πάντιμε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου