ΟΚΤΩΒΡΙΟΣ Λ΄.
ΤΕΡΤΙΟΣ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ.
Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους
δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν
οὐρανίων ταγμάτων.
Τῶν Ἀποστόλων Κυρίου τῶν ἑβδομήκοντα,
εὐωδιάζον κρίνον, καὶ μυρίπνοον ἄνθος, Χριστοῦ τῆς Ἐκκλησίας πανευλαβῶς, θεῖον
Τέρτιον μέλψωμεν, ᾠδαῖς εὐτάκτοις καὶ ᾄσμασι μελιχροῖς, χριστωνύμων τὰ
συστήματα.
Ἀκολουθήσαντος τρίβοις οὐρανοβάμονας,
καὶ πνευματοκινήτου, Παύλου μνήμην τὴν θείαν, τιμήσωμεν Τερτίου τοῦ τῇ αὐτοῦ, ὑποδείξει
συγγράψαντος, ἐν τῇ Κορίνθῳ πρὸς δῆμον ἐπιστολήν, τῶν Ῥωμαίων πάντες ἄσμενοι.
Τοῦ Σωσιπάτρου τοῖς τρόποις σεπτὸν
ἑπόμενον, καὶ θεαυγῆ ποιμένα, Ἰκονίου ὡς ὄλβον, πολύτιμον φωσφόρων Ἱεραρχῶν, ἐπαινέσωμεν
Τέρτιον, τὸν τὴν εἰρήνην ἁπλώσαντα τοῦ Χριστοῦ, οἰκουμένης ἐν τοῖς πέρασι.
Τὸν καινιστὴν τῶν ἀπίστων διὰ
βαπτίσματος, ψυχῶν καὶ ἐποφθέντα, μυροθήκην θαυμάτων, τῇ χάριτι τῇ θείᾳ δεῦτε
λαμπρῶς, ἀνυμνήσωμεν Τέρτιον, ὡς Ἀποστόλων χορείας ὑπογραμμόν, καὶ κηρύκων
βάθρον πίστεως.
Δόξα. Ἦχος β΄.
Τὸ τῆς ὑπακοῆς ἐκμαγεῖον, καὶ
θείου Πνεύματος μεγάφωνον σάλπιγγα, Τέρτιον τὸν συνεργὸν καὶ συνέκδημον Παύλου,
ἐγκωμίων καταστέψωμεν ἄνθεσιν· οὗτος γὰρ θεοκίνητος αὐτοῦ γραφὶς ὑπάρχων, τὴν
πρὸς Ῥωμαίους σεπτὴν ἐπιστολὴν προσυπέγραψεν, ἧν ἡ Φοίβη ἐκ τῆς Κορίνθου εἰς Ῥώμην
μετήνεγκεν, ἐπαξίως οὖν τυχὼν ἀθανάτου εὐκλείας, καὶ σὺν τῷ Ἀποστόλῳ τῶν ἐθνῶν ἐν
πόλῳ εὐφραινόμενος, ἀδιαλείπτως Χριστῷ πρεσβεύει ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ
σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔγραψας ταπεινῶς, ὑπείκων θείῳ
Παύλου, αὐτοῦ πρὸς τοὺς Ῥωμαίους, τοὺς λόγῳ ἐν Κορίνθῳ, πνευματοφόρε Τέρτιε.
Στ.:
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Δεῦτε τὸν θαυμαστόν, Ἀπόστολον ἐν
ὕμνοις, καὶ θεῖον Ἰκονίου, τιμήσωμεν ποιμένα, σοφὸν θεόπνουν Τέρτιον.
Στ.:
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν
δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Μνήμην σου τὴν σεπτήν, τιμῶντες ἀνυμνοῦμεν,
τοὺς δι’ Εὐαγγελίου, ἑδραίωσιν ἀγῶνας, σοὺς νυχθημέρους Τέρτιε.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Τριὰς ὑπεραγία, ἡ
Τέρτιον Σὸν δοῦλον, σοφίσασα κηρῦξαι, τὸ θεῖον Εὐαγγέλιον.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Μῆτερ Θεοῦ, ἡ σὺν τοῖς Ἀποστόλοις,
ἐν ὑπερώῳ τόπῳ, τὰς γλωσσοπυρσομόρφους, δεχθεῖσα φλόγας Πνεύματος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’.
Ἀπόστολε Ἅγιε Τέρτιε, πρέσβευε τῷ
ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχη τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄ Ἔδωκας σημείωσιν.
Τέρτιε Ἀπόστολε, τῆς εὐσεβείας
διάκοσμε, ἀληθείας ἑδραίωμα, καὶ στῦλε τῆς πίστεως, ἄσειστε Κυρίου, ὁ ἀκολουθήσας,
Παύλῳ τῷ κήρυκι ἐθνῶν, καὶ μεγαλύνας Χριστοῦ τὸ ὄνομα, τὸ ὑπὲρ πᾶν ἠξίωσαι, τῆς
ἐν Ἐδὲμ ἀφθαρτότητος, καὶ ἀλήκτου φαιδρότητος, σὺν Χριστῷ τῷ Σωτῆρί σου
Τέρτιε δεξάμενος, τοῦ Παρακλήτου τὴν
ἔλλαμψιν, τῷ χορῷ συνηρίθμησαι, Χριστοῦ τοῦ Παντάνακτος, θείων Ἀποστόλων, καὶ ἀκολουθήσας,
Παῦλου τοῦ κήρυκος ἐθνῶν, τοῖς τρίβοις ἔνθεος ἐχρημάτισας, αὐτοῦ γραφεὺς
συνέκδημος, καὶ συνοδίτης θεόπνευστε, ἑβδομήκοντα τίμιον, Ἀποστόλων διάδημα.
Τέρτιε κρηπίδωμα, Εὐαγγέλιου τῆς
χάριτος, Ἰκονίου θεόληπτος, ποιμὴν ἐχρημάτισας, καὶ ἀρχιερέων, θεοσόφων κλέος·
διό σε πάντες εὐλαβῶς, ἀνευφημοῦντες τὴν θείαν μνήμην σου, τιμῶμεν καὶ
πανσέβαστον, θαυματοφόρε Ἀπόστολε, ὁ ποιήσας ἐξαίσια, συνεργείᾳ τοῦ Πνεύματος.
Τέρτιε κατήσχυνας, λατρῶν εἰδώλων
τὸ σύνταγμα, Σωσιπάτρου διάδοχε, καὶ λόγοις σοφίας σου, τῆς ἐπουρανίου, ηὔφρανας
καρδίας, ἀγέλης σου τῆς λογικῆς, πνευματοφόρε, ὄντως Ἀπόστολε· διό σε
μακαρίζοντες, μελισταγέσιν ἐν ἄσμασι, σὰς λιτὰς ἐκδεχόμεθα, πρὸς Χριστὸν τὸν
φιλάνθρωπον.
Τέρτιε συνέγραψας, ὑπαγορεύσει Ἀπόστολε,
Παύλου τοῦ θεοῤῥήμονος, ταν ὄντως θεόπνευστον, δήμους πρὸς Ῥωμαίων, Πάτερ
θεοφόρε, ἐπιστολὴν ἣν τῇ χειρί, τῆς θείας Φοίβης αὐτοῖς ἀπέστειλε, μεθ’ ἧς σε
μακαρίζοντες, τοὺς νυχθημέρους ἀγῶνάς σου, πρὸς στερέωσιν πίστεως, τοῦ Χριστοῦ
μεγαλύνομεν.
Τέρτιε θεόπνευστε, ὑπογραφεῦ θείᾳ
χάριτι, ἐξελέγης ἐπίσκοπος, σεπτὸς καὶ πανόσιος, Ἰκονίου ἔνθα, ὥσπερ ἀνημμένη,
λαμπὰς ἠνάλωσας σαυτόν, τῇ σωτηρίᾳ ἐλλόγου ποίμνης σου, καὶ πάντας κατεφώτισας,
ταῖς ἀστραπαῖς διδαγμάτων σου, καὶ ἀκτῖσι τῶν λόγων σου, τῶν σοφῶν ἀξιάγαστε.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐν ἀγαλλιάσει περίλαμπρον
ἄγει πανήγυριν, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἐπὶ τῇ ἀεισεβάστῳ μνήμῃ σου Τέρτιε Ἀπόστολε·
ὠδαῖς οὖν μελιχραῖς σε καταστέφουσα, συγκαλεῖ πάντα χριστώνυμον εἰς πνευματικὴν
εὐωχίαν, καὶ τρανῶς βοᾷ σοι· συνεργὲ τοῦ θείου Παύλου, εἰς τοῦ εὐαγγελισμοῦ τῶν
ψυχῶν τοῦ ἔργου, μὴ παύσῃ περισκέπων ὑψόθεν, τοὺς εὐλαβῶς σε μακαρίζοντας.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Πρὸς Ῥωμαίους Ἐπιστολῆς
Παύλου τὸ Ἀνάγνωσμα (Κεφ. α’ 1-7, 13-17)
Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ,
κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ. ὃ προεπηγγείλατο διὰ τῶν
προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος
Δαυῒδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως
νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν
πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, ἐν οἷς ἐστε καὶ ὑμεῖς
κλητοὶ Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς οὖσιν ἐν Ρώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις
ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν,
ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα
τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. Ἕλλησί τε καὶ
βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· οὕτω τὸ κατ' ἐμὲ πρόθυμον καὶ
ὑμῖν τοῖς ἐν Ρώμῃ εὐαγγελίσασθαι. οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ·
δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται·
ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. β΄ 10-16)
Ἀδελφοί, δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη
παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· οὐ γάρ ἐστι
προσωποληψία παρὰ τῷ Θεῷ. ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι
ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι
παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ
νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, οἵτινες ἐνδείκνυνται τὸ ἔργον
τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως
καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, ἐν ἡμέρᾳ ὅτε
κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.
Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. στ΄ 16-23)
Ἀδελφοί, οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε
ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον
ἢ ὑπακοῆς εἰς δικαιοσύνην; χάρις δὲ τῷ Θεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε
δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς, ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας
ἐδουλώθητε τῇ δικαιοσύνῃ. ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· ὥσπερ
γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν,
οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. ὅτε γὰρ δοῦλοι
ἦτε τῆς ἁμαρτίας ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς
νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος. νυνὶ δέ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας
δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ
Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Λιτή. Ἦχος α’.
Εὐφραίνου ἐν Κυρίῳ χριστωνύμων ἡ ὁμήγυρις,
τελοῦσα τὴν μνήμην Τερτίου τοῦ θεοκήρυκος, τοῦ μυριπνόου ἄνθους τοῦ λειμῶνος τῶν
ἑβδομήκοντα Ἀποστόλων. Οὗτος γὰρ τὴν ὀσφὺν περιζωσάμενος τῆς πίστεως, καὶ τὸν
σταυρὸν τοῦ Κυρίου αἴρων ἐπωμάδιον, σταυρὸν καὶ ἀνάστασιν Χριστοῦ τοῖς πᾶσι
κατήγγειλε. Καὶ νῦν τῷ ἐν οὐρανοῖς οἰκοῦντι Παντοκράτορι συναγαλλόμενος,
παρέχει αὐτοῦ πρεσβείαις ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Φοιτήσας παρὰ τοὺς πόδας τοῦ οὐρανοβάμονος
Παύλου, ἠξιώθης αὐτοῦ ὑπογράψαι τὴν ἐπιστολὴν πρὸς Ῥωμαίους, καὶ αὐτοῦ συνεργὸς
γενέσθαι ψυχῶν πρὸς σωτηρίαν θεοτίμητε Τέρτιε· διό σε πάντες ὡς εὐσεβείας
κειμήλιον, καὶ σοφίας ταμεῖον γεραίροντες, τοὺς ἀγῶνάς σου πρὸς διάδοσιν τοῦ Εὐαγγελίου
τῆς ἀγάπης, καθηκόντως μεγαλύνομεν.
Ἦχος γ΄.
Εὐλογημένοι καὶ ἡγιασμένοι οἱ
πόδες σου, οἱ διατρέξαντες τὴν οἰκουμένην, πρὸς ἑδραίωσιν τῆς τοῦ Χριστοῦ ἀληθείας
ἱερώτατε Τέρτιε, ἐκ βαθέων ψυχῆς ἀναβοῶντές σοι θερμῶς ἱκετεύομεν· ὁ ἀποστολικῆς
ἠξιωμένης χάριτος, καὶ ἠθῶν ἀμέμπτων διαγράψας εἰκόνα, μὴ παύσῃ δεόμενος τοῦ
Κυρίου τῆς δόξης, ὑπὲρ τῶν τιμώντων τὴν πάνσεπτον μνήμην σου.
Δόξα. Ἦχος δ΄.
Ἀπόστολε Τέρτιε, πνευματοφόρε καὶ
σημειοφόρε, ὁ ἱδρῶσί σου σφραγίσας τὴν ἀποστολικήν σου πορείαν, καὶ διακοσμήσας
τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τῇ ὑπογραφῇ σου καθ’ ὑπαγόρευσιν τοῦ θείου Παύλου, τῆς
θεοπνεύστου αὐτοῦ ἐπιστολῆς πρὸς Ῥωμαίους, ἁγίασον εὐχαῖς τοὺς φιλοῦντας ὑπὲρ
πάντας τὸν Κύριον, καὶ τιμῶντας ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ἀπόστιχα. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, τοῦ σκεύους τῆς ἐκλογῆς,
ὁ συνεργὸς καὶ συνοδίτης καὶ σύντροφος, τοῦ Παύλου τοῦ θεηγόρου, καὶ Ἀποστόλων ἐθνῶν,
Τέρτιε τρισμάκαρ, ἰσουράνιε· ὑπείκων γὰρ φθέγμασι, τοῖς αὐτοῦ κατηξίωσαι, ὑπαγορεύσει,
τῇ αὐτοῦ γράψαι πάνσεπτον, πρὸς ὁμήγυριν, τῶν Ῥωμαίων τὴν ἔνθεον, ἐπιστολὴν
μακάριε, καὶ τούτου ὁμότροπος, γενέσθαι· ὅθεν τιμῶντες, τὴν πανσεβάσμιον μνήμην
σου, Χριστὸν ἀνυμνοῦμεν, τὸν παρέχοντα ἀνθρώποις, τὸ μέγα ἔλεος.
Στ.:
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χαίροις, τῆς Ἐκκλησίας φωστήρ, τῆς
ἀληθείας κῆρυξ ὁ διαπρύσιος, ὁμόζηλος τῶν ἀγώνων, τοῦ Παύλου τοῦ θεαυγοῦς, πρὸς
Εὐαγγελίου, τὴν διάδοσιν, ἀοίδιμε Τέρτιε, τοῦ χοροῦ ἑβδομήκοντα, τῶν Ἀποστόλων,
πολυτίμητον μάργαρον, καὶ μυράλειπτρον, τιμαλφὲς θείας χάριτος· ὅθεν τιμῶντες
σκάμματα, τὰ σὰ πρὸς ἑδραίωσιν, τῆς τοῦ Χριστοῦ ἀληθείας, ἐκδυσωποῦμέν σε·
πρέσβευε, Χριστῷ καταπέμψαι, τοῖς ἱκέταις σου εἰρήνην, ἰσχὺν καὶ δύναμιν.
Στ.:
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν
δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαίροις, τοῦ Ἰκονίου ποιμήν, τοῦ
θεοφόρου Σωσιπάτρου διάδοχε, θεμέλιον εὐσεβείας, καὶ διειδὲς Ἰησοῦ, τῆς ἀγάπης ῥεῖθρον,
μάκαρ Τέρτιε· σοφῶν γὰρ φθεγμάτων σου, ταῖς ἀκτῖσιν ἐφώτισας, ἐν ἀγνωσίας, τῇ
σκιᾷ τοὺς καθεύδοντας, καὶ κατηύθυνας, πρὸς τὰ πάμφωτα δώματα, τῶν οὐρανῶν τὴν
ποίμνην σου, φωστὴρ ὡς οὐράνιος, καὶ ἀπλανὴς Ἱεράρχα, θεοφιλὲς καὶ θεόπνευστε·
διό σε τιμῶντες, ἱκετεύομέν σε· σκότη, ἡμῶν διαύγασον.
Δόξα. Ἦχος πλ. δ΄.
Ὡς πνευματοφόρων Χριστοῦ Ἀποστόλων
ἀκροθίνιον, καὶ συνεργὸν θείου Παύλου ἀκάματον, Τέρτιον τὸν πανεύφημον, εὐφημήσωμεν
κράζοντες· ὁ τ ἴχνη βαδίσας τοῦ τῶν ἐθνῶν κήρυκος, καὶ Ἰκονίου τοὺς λογικοὺς ἄρνας
ὁδηγήσας πρὸς νομὰς οὐρανίους, ἀπαύστως ἱκέτευε τῷ ἱλαρῷ δοτῆρι πάντων τῶν ἀγαθῶν,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν
δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’.
Ἀπόστολε Ἅγιε Τέρτιε, πρέσβευε τῷ
ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχη τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος
α΄. Τὸν τάφον Σου Σωτήρ.
Σεπτῆς ἐπιστολῆς, πρὸς Ῥωμαίους
γραφέα, τοῦ Παύλου τοῦ κλεινοῦ, ἐν Κορίνθῳ ἐκθύμως, θεσπέσιον Τέρτιον, οἱ πιστοὶ
μακαρίσωμεν, ὡς Ἀπόστολον, τῶν Ἑβδομήκοντα εὖχος, καὶ περίδοξον, τοῦ Ἰκονίου
ποιμένα, ψαλμοῖς τε καὶ ᾄσμασι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν πύλην πρὸς ἡμᾶς, θεϊκῆς εὐσπλαγχνίας,
ἀμέσου ἀρωγῆς, καὶ πολλῆς συμπαθείας, ἣν μόνος διώδευσεν, ὕμνοις πρέπουσιν, ὡς
πύλην τῆς σωτηρίας, ὁμηγύρεως, βροτῶν χρυσότευκτον ὄντως, ἁγνὴν ἀειπάρθενον
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος
δ’. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου τοῖς ἴχνεσιν ἀκολουθῶν
ἐμφανῶς, Ἀπόστολος πέφηνας φωτοειδὴς καὶ λαμπρός, θεόσοφε Τέρτιε· ὅθεν τῆς εὐσεβείας,
ἐποφθεὶς ὑποφήτης, ποίμνην τοῦ Ἰκονίου, κατεφώτισας ἔργοις, καὶ λόγοις
νεουργήσας ψυχάς, πρὸς γνῶσιν σώζουσαν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεοῦ ἐνυπόστατον Λόγον Παρθένε ἁγνή,
ἀφράστως ἐκύησας τὸν εὐεργέτην ἡμῶν, Σωτῆρα καὶ Κύριον, Ὃν ἐπαξίως πάντες,
μεγαλύνοντες πόθῳ, Σὲ εἰς αἰῶνας ὕμνοις, μακαρίζομεν πόθῳ, αἰώνων ὡς χαρᾶς χοϊκῶν,
ἄχραντε πρόξενον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄.
Τὴν ὡραιότητα.
Φωτὶ τῆς χάριτος, καταλαμπόμενος,
λαοὺς ἐφώτισας, φωσφόροις λόγοις σου, καὶ κατηγλάϊσας ἀμνοὺς ἀγέλης σου Ἰκονίου,
λογικῆς θεόπνευστε, τοῦ χοροῦ Ἑβδομήκοντα, Ἀποστόλων κλέϊσμα, καὶ τοῦ Παύλου
συνέκδημε· διό σου πάντες Τέρτιε, ὕμνοις μνήμην τὴν θείαν ἀνυμνοῦμεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν
καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν
ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν
τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί·
τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον:
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.:
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν
δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, ἐκ τοῦ
κατὰ Λουκᾶν (Κεφ. ι΄, 16-21).
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Ἀποστόλου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Ὡς πυρσὸς Ἰκόνιον ἐφώτισας σοῖς
λόγοις, καὶ τοὺς βυθῷ νηχομένους ἀγνωσίας, πρὸς γαληνὸν ὅρμον Χριστοῦ πίστεως ἐκάλεσας,
Τέρτιε φωτόλαμπρε Ἀπόστολε· ὅθεν σε ὡς Παύλου συνεργόν, καὶ Σωσιπάτρου διάδοχον
γεραίροντες, τὰς ἀδιαλείπτους σου πρὸς Κύριον λιτὰς ἐξαιτούμεθα, ἵνα καὶ ἡμεῖς ἀγνωσίας
ἀποβάλωμεν τὴν σκοτόμαιναν.
Ὁ Κανὼν τοῦ Ἀποστόλου,
οὗ ἡ ἀκροστιχίς: Τέρτιον
ὑμνῶ, τοῦ Πνεύματος ὄργανον. Χ.Μ.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τὸν θεῖον ὑμνήσωμεν, ἐνθέου
Παύλου συνέκδημον, καὶ μέγαν Ἀπόστολον, τῆς Ἐκκλησίας Χριστοῦ, ὡς φωτόλαμπρον,
φωστῆρα εὐσεβείας, ἀκτῖσι κηρύγματος, κόσμον φωτίσαντα.
Ἐν ᾄσμασι στέψωμεν, ἐκ τοῦ χοροῦ Ἑβδομήκοντα,
τὸν θεῖον Ἀπόστολον, καὶ Ἱεράρχην κλεινόν, καὶ θειότατον, ἐκθύμως Ἰκονίου,
πανεύφημον Τέρτιον, τὸν πνευματέμφορον.
Ῥωμαίων πρὸς σύλλογον, ἐπιστολὴν
τὴν θεόπνευστον, τοῦ Παύλου ὑπέγραψας, ἐν τῇ Κορίνθῳ χειρί, τῇ ἰδίᾳ σου, Ἀπόστολε
Κυρίου, θειότατε Τέρτιε, χάριτος ἔσοπτρον.
Θεοτοκίον.
Τερτίου τὴν ἄριστον, χειραγωγίαν
πρὸς θέωσιν, ἀγέλης γεραίροντες, τῆς λογικῆς ἐκτενῶς, ἀνυμνοῦμέν Σε, Κυρία
Θεοτόκε, χαρᾶς κόσμου πρόξενε, καὶ παραμύθιον.
ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ἰλύος καθάρας Ἰκονίου, τὴν
ποίμνην εἰδώλων σαῖς ῥοαῖς, ἐνθέου σου κηρύγματος, αὐτὴν τοῦ θείου Πνεύματος, τῇ
χάριτι κατηύθυνας, πρὸς τὴν ἀλήθειαν Τέρτιε.
Ὀφθεὶς Ἀποστόλων ὡραιότης, τοῖς
βήμασι κήρυκος ἐθνῶν, μεγίστου ἠκολούθησας, τοῦ θείου Παύλου Τέρτιε, καὶ σὺν αὐτῷ
ἐφώτισας, τῆς οἰκουμένης τὰ πέρατα.
Νῦν Τέρτιε μνήμην σου τὴν θείαν,
τιμῶντες χοροὶ τῶν εὐσεβῶν, μελισταγέσιν ᾄσμασιν, ὡς ὄργανον τῆς χάριτος, σὲ
πάντες μεγαλύνομεν, καὶ Παρακλήτου ψαλτήριον.
Θεοτοκίον.
Ὑμνοῦντές Σε κεχαριτωμένη,
Παρθένε κραυγάζομεν θερμῶς· φαρμάκῳ Σῶν δεήσεων, ψυχὰς ἡμῶν θεράπευσον,
νοσούσας καὶ ἀπέλασον, σωμάτων ἄλγη κατώδυνα.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τὸν θεόσδοτον, ὑπογραφέα, Παύλου ἔμφρονος,
πρὸς τοὺς Ῥωμαίους, τῆς σεπτῆς ἐπιστολῆς θεῖον Τέρτιον, ὡς Ἀποστόλων Χριστοῦ Ἑβδομήκοντα,
τὸν πολυτίμητον σάπφειρον μέλψωμεν, πόθῳ κράζοντες· ἐν βίβλῳ ἡμᾶς κατάγραψον,
γραφίδι σῶν εὐχῶν ζωῆς ἀτέρμονος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ οὐράνιος, Παρθένε ὄμβρος, ὁ ζωήῤῥυτος,
Θεογεννῆτορ, καταβὰς ἐπὶ τὴν Σὴν ταπεινότητα, ταὴν χερσωθεῖσαν ὑφήλιον ἤρδευσε,
θεογνωσίας τοῖς νάμασι Δέσποινα, πρὸς πολύφορον ζωῆς αἰωνίου ἄσταχυν, καὶ
βότρυν ἀφθαρσίας Μῆτερ πέπειρον.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Μάκαρ Τέρτιε φαίδρυνας, σαῖς αὐγαῖς
κόσμον χάριτος, ηὔγασας τὰ σκότη, τῶν ἐν Ἰκονίῳ καὶ εἱλκυσας, πρὸς τοῦ Χριστοῦ τὴν
ἀλήθειαν τοὺς σέβοντας, φεῦ τὰ εἴδωλα, τὰ βδελυρά τε καὶ ἄψυχα.
Νικηφόρως σὺν τῷ Παύλῳ, τὸν σὸν
βίον ἠνάλωσας, ἐν τῇ διαδόσει, τοῦ Εὐαγγελίου τῆς χάριτος, καὶ τῆς ἐκείνου ὑπείκων
λόγοις Τέρτιε, χαίρων ἔγραψας, ἐπιστολὴν περιπόθητον.
Ὥσπερ ὄρνις εὐσεβείας,
χρυσοπτέρυξ ἐπέτασας, πτέρυγας ψυχῆς σου, ἅπασαν σκεπάσαι τὴν ποίμνην σου, τὴν
λογικὴν Ἰκονίου μάκαρ Τέρτιε, ἧς θειότατος,
ἀρχιερεὺς ἐχρημάτισας.
Θεοτοκίον.
Τοὺς οἰκέτας Σου εἰς δόμους,
δόξης θείας εἰσάγαγε, κεχαριτωμένη, Μῆτερ τοῦ Ὑψίστου Σῇ χάριτι, τῇ μητρικῇ τοῦ
Τερτίου παρακλήσεσι, τοῦ κηρύξαντος, δόξαν Υἱοῦ Σου τοῖς πέρασι.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ὁ θεῖος Ἀπόστολος, ὁ τοῦ οὐρανοβάμονος,
Παύλου τὴν θεόπνευστον συγγράψας, πρὸς τοὺς Ῥωμαίους, ἐπιστολὴν σὺν αὐτῷ, νῦν
χαίρει ἐν δόμοις οὐρανῶν, θεηγόρος Τέρτιος, τὸ πυξίον τῆς χάριτος.
Ὑμνοῦντές σε Τέρτιε, ὡς ἕνα ἑβδομήκοντα,
πνευματοκινήτων Ἀποστόλων, μεγαλυνάντων, κλῆσιν Χριστοῦ τοῦ Θεοῦ, τὴν πάνσεπτον
σπεύδομεν λιταῖς, σαῖς θερμαῖς πρὸς Κύριον, ὄντως τὸν πολυέλεον.
Περίδοξε Τέρτιε, θεοειδὲς
διάδοχε, πάνυ Σωσιπάτρου ἐν τῷ θρόνῳ, τοῦ Ἰκονίου, χορῶν εἰδωλολατρῶν, ταχὺ ἀνεκαίνισας
ψυχάς, διὰ τοῦ βαπτίσματος, Ἱεράρχα πανόλβιε.
Θεοτοκίον.
Νικήτορας Δέσποινα, τοὺς δούλους
Σου ἀνάδειξον, ἐν ταῖς μάχαις βίου καθ’ ἡμέραν, ἡ ἀπειράνδρως, τὸν νικητὴν τῆς
φθορᾶς, κυήσασα Κύριον ἡμῶν, κράτος καταργήσαντα, τοῦ θανάτου πανίσχυρον.
ᾨδὴ στ’. Τὴν θείαν ταύτην
Ἐπιστολὴν προσυπέγραψας, πρὸς
δήμους τῶν Ῥωμαίων θεόπνευστε, τρισμάκαρ Τέρτιε, ἣν ταπεινῶς ὑπηγόρευσε, σοὶ ἐν
Κορίνθῳ Παῦλος, ὁ πνευματέμφορος.
Ὑπὲρ Χριστοῦ ἀγαπήσεως, ἠρνήσω πᾶσαν
βίου σου ἄνεσιν, καὶ ἠκολούθησας, ἐθνῶν τῷ κήρυκι Τέρτιε, εἰς τοῦ Εὐαγγελίου
σεπτὴν διάδοσιν.
Μακάρων δήμοις Ἀπόστολε, ἐν πόλῳ
συγχορεύων νῦν Τέρτιε, Χριστὸν ἱκέτευε, ὑπὲρ τῶν ὕμνοις καὶ ᾄσμασι, τιμώντων
σου τὴν μνήμην, τὴν ἀεισέβαστον.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε δεήσεσι, Τερτίου τοῦ
σεπτοῦ θεοκήρυκος, ἡμῶν σκοτόμαιναν, ἁμαρτιῶν διασκέδασον, καὶ ἦμαρ ἀπαθείας, ἡμῖν
ἀνάτειλον
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ
Ὑπογραφέα Παύλου τοῦ οὐρανοβάμονος,
ἐπιστολῆς πρὸς τοὺς Ῥωμαίους εὐφημήσωμεν, ἑβδομήκοντα ὡς στέφανον Ἀποστόλων, καὶ
χειμάῤῥουν θείου Πνεύματος ἀστείρευτον, Ἰκονίου τὸν λαὸν ῥοαῖς ἀρδεύσαντα, λόγων
κράζοντες· Χαίροις πάνσοφε Τέρτιε.
Ὁ Οἶκος.
Ἄγγελος ὥσπερ θεῖος, Παύλου
Τέρτιε λόγους, ὑπέγραψας τοῦ πνευματοφόρου, Ἀποστόλων σεπτῶν κορωνίς, τῇ ὑπαγορεύσει
τῇ αὐτοῦ ὄλβιε, καὶ κῆρυξ ὤφθης πίστεως, θεόσοφος· διὸ βοῶμεν·
Χαῖρε, τὸ γέρας τῶν Ἀποστόλων·
χαῖρε, τὸ κέρας θεοκηρύκων.
Χαῖρε, ἀστραπῶν θείου Πνεύματος αὔγασμα·
χαῖρε, θεϊκῶν χαρισμάτων ἀμάρυγμα.
Χαῖρε, ὅτι διηκόνησας Παύλῳ τῷ
θεοειδεῖ·
χαῖρε, ὅτι πᾶσιν ἔλαμψας, σῇ ἐνθέῳ
διδαχῇ
Χαῖρε, χεὶρ Παρακλήτου θεοκίνητος
ὄντως·
χαῖρε, τῆς οὐρανίου χαρμονῆς
κληρονόμος.
Χαῖρε, φωστὴρ φωτίζων Ἰκόνιον·
χαῖρε, πρηστὴρ εἰδώλων καὶ ὄνειδος.
Χαῖρε, σεπτὲ Ἰκονίου ἐπόπτα·
χαῖρε, στεῤῥὲ ἀπιστίας διῶκτα.
Χαίροις
πάνσοφε Τέρτιε.
Συναξάριον.
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηνοβίου καὶ
Ζηνοβίας τῶν αὐταδέλφων.
Συγκαρτερεῖ
σοι Ζηνόβιε τὸ ξίφος,
ἡ
καρτερόφρων, κἂν γυνή, Ζηνοβία.
Τμήθη
Ζηνοβίῃ καὶ ἀδελφεὸς ἐν τριακοστῇ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀστερίου καὶ τῶν αὐταδέλφων
καὶ συμμαρτύρων αὐτοῦ, Κλαυδίου, Νέωνος καὶ Νεονίλλης.
Ἀστέριος, Κλαύδιος,
ἀλλὰ καὶ Νέων,
ἄθλῳ ξίφους ὤφθησαν
ἀστέρες νέοι.
Ἐπὶ ξύλου ταθεῖσα
ἡ Νεονίλλα,
ξύλου παλαιοῦ ἐξερεύγεται
βλάβην.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκιανοῦ, ἐπισκόπου
Συρακούσης, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου.
Χριστοῦ τὸν εὔνουν
Μαρκιανὸν οἰκέτην,
διὰ βρόχου
κτείνουσιν οἱ χριστοκτόνοι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἀλεξάνδρου, Κρονίωνος, Ἰουλιανοῦ,
Μακαρίου, καὶ ἑτέρων δέκα καὶ τριῶν.
Σὺν Ἀλεξάνδρῳ τῆς
τιτάνου τὸ ζέον,
φέρει Κρονίων, υἱὸν
οὐ σέβων Κρόνου.
Ἰουλιανὸς καὶ Μακάριος
ξίφει,
ζωὴν ἐφεῦρον τὴν
μακαριωτάτην.
Οὐ πῦρ ἀναφθέν,
οὐ ξίφος θηχθέν, Λόγε,
δὶς πέντε καὶ
τρεῖς ἄνδρας ἐκ σοῦ χωρίσει.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Εὐτροπία, ξίφει τελειοῦται.
Τὴν Εὐτροπίαν οἷα
νύμφην λαμπάδες,
προὔπεμπον οἴκῳ
τοῦ νοητοῦ Νυμφίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κλεόπα.
Οὐχ ὡς τὸ πρὶν
βλέπει σε Κλεόπας, Λόγε,
ἀλλὰ τρανῶς νῦν ἐντρυφᾷ
σου τῇ θέᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωσήφ, Πατριάρχου Κωνσταντινουπόλεως.
Ἐν Πατριάρχαις Ἰωσὴφ
λάμψας μέγα,
σὺν Πατριάρχαις
Οὐρανὸν σκηνὴν ἔχει
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀποστόλων εκ τῶν Ἑβδομήκοντα,
Τερτίου, Μάρκου, Ἰούστου, καὶ Ἀρτεμᾶ.
Ὑπογραφεὺς σὺ τῶν
λόγων τῶν τοῦ Παύλου,
ἐγὼ δὲ σός,
Τέρτιε, συγγραφεὺς νέος.
Ὑπηρέτην σε τῶν Ἀποστόλων
ἔγνων,
ἀλλ’ αὖθις οἶδα
καὶ συνεργάτην Μάρκε.
Εὑρὼν Ἰησοῦν Ἰησοῦς
σωτηρίαν,
Σωτὴρ ἐδείχθη τοῖς
ἄλλοις φερωνύμως.
Δόξης μετέσχεν Ἀρτεμᾶς
τῆς τῶν νόων,
τὸν νοῦν φυλάξας
ἄρτιον τῷ Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἐννέα Μάρτυρες, πυρὶ τελειοῦνται.
Πρὸς τὴν κάμινον
θαρσύνει τοὺς ἐννέα,
θείου πόθου
κάμινος ἐκκεκαυμένη.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μανουήλ, ξίφει τελειοῦται.
Ξίφει χεθήτω, κἄν
κοτύλη φησί μοι,
ὁ Μανουὴλ
πέφυκεν αἵματος μία.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δομέτιος, ξίφει τελειοῦται.
Νῦν καταφέρει τὴν
σπάθην Δομετίου,
ὁ δεινὸν οὗτος εἰσορῶν
σπαθηφόρος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δήμιός τις, τὸν Χριστὸν ἐπιγνούς,
καὶ ἐν ζοφώδει φρουρᾷ βληθείς, τελειοῦται.
Εἱρκτὴν
σκοτεινήν, Δήμιος κατεκρίθη,
γνοὺς Χριστόν, ἐξάγοντα
φῶς ἀπὸ σκότους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀπολλωνίας τῆς παρθένου
καὶ πρεσβύτιδος, καὶ τῶν σὺν αὐτῆς ἐν Ἀλεξανδρείᾳ Μάρτυρες, κατὰ τὸν 3ο
αἰώνα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεράποντος τοῦ ἐν Λυθροδόντᾳ τῆς
Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμενεγκὶλντ τοῦ
Βησιγότθου, πρίγκιπος Ἰσπανίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων αὐταδέλφων Στεφάνου, Μιλιούτιν καὶ
Θεοκτίστου καὶ τῆς μητρὸς αὐτῶν Ἑλένης τῶν Σέρβων.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Τὸν Σωσίπατρον διαδεχθεὶς τὸν ἅγιον
τρισμάκαρ Τέρτιε, εἰς Ἰκονίου λαοῦ, σεπτὴν δαποίμανσιν, αὐτοῦ ἐφάμιλλος, ἀναδέδειξαι,
καὶ ἀληθῶς ὁμόζηλος, θεοφίλων ἐπισκόπων.
Ὁλοφώτιστε πυρσὲ Θεοῦ τῆς χάριτος
λαοὺς ἐφώτισας, σὺν Παύλῳ τῷ θεαυγεῖ, ᾧ κατηκολούθησας, ἐκθύμως Τέρτιε, εἰς
κατήχησιν, ἐθνῶν καὶ διαφώτισιν, ἐν σκιᾷ τῶν καθευδόντων.
Στῦλε ἄσειστε τῆς εὐσεβείας
Τέρτιε λαοὺς ἐστήριξας, τῇ πίστει τοῦ Ἰησοῦ, σοῖς λόγοις Ἀπόστολε, καὶ τὴν ἀγέλην
σου, σοῖς διδάγμασιν, τὴν λογικὴν καὶ ἔμψυχον, Ἰκονίου ἐξαιρέτως.
Θεοτοκίον.
Οὐ παυόμεθα ὑμνοῦντές Σε ἀείποτε
Θεογεννήτρια, τῆς σωτηρίας ἡμῶν, βροτείου φυράματος, τὴν θείαν πρόξενον,
Μητροπάρθενε, καὶ χαρμονῆς πρωταίτιον, τῆς ἡμῶν αἰωνιζούσης.
ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ῥείθροις τῶν ἐνθέων διδαχῶν σου, ἐβάπτισας
τοὺς ἀπίστους σῶφρον Τέρτιε, Ἰκονίου πάνσοφε, οὕσπερ συνηρίθμισας, τῇ λογικῇ ἀγέλῃ
σου, σεπτὲ ἐπίσκοπε, καὶ ἄγρυπνε, ποιμὴν τῶν ἀμνῶν σου· ὅθεν σε τιμῶμεν, εἰς
πάντας τοὺς αἰῶνας.
Γνώσεως Ὑψίστου μυροθήκη,
κατηύφρανας εὐωδίᾳ διδαγμάτων σου, καὶ ὀδμαῖς χρηστότητος, καὶ διαποιμάνσεως, ἐνθέου
σου τὴν ἔλλογον, ἀγέλην Τέρτιε, θεόφρον, Ἰκονίου πρὸς δόμους, ἥνπερ ἀφθαρσίας,
κατηύθυνας πανσόφως.
Ἄνερ θεαυγὲς καὶ θεοφόρε, διάδοχε
Σωσιπάτρου θεοπρόβλητε, Τέρτιε Ἀπόστολε, ἐκ τῶν Ἑβδομήκοντα, λατρῶν εἰδώλων ἔθραυσας,
ὀφρὺν τοῖς λόγοις σου, καὶ εἵλκυσας, Χριστοῦ πρὸς τὴν πίστιν, τοὺς ἀκροατάς
σου, ἐνθέων κηρυγμάτων.
Θεοτοκίον.
Νεῦσον παρακλήσεσι Σῶν δούλων,
σαρκὸς τὰς ἐπαναστάσεις καταπαύουσα, τῶν μακαριζόντων Σε, καθ’ ἑκάστην ἄχραντε,
καὶ προσκυνούντων Τόκον Σου, τὸν ἀεισέβαστον, Κυρία, Θεοτόκε Παρθένε,
κεχαριτωμένη, καταφυγὴ μερόπων.
ᾨδὴ θ’. Ἅπας γηγενής.
Ὅλῳ τῷ φωτί, λαμπόμενος Τέρτιε, Χριστοῦ
τῆς πίστεως, ἔσβεσας σκοτόμαιναν, τῆς ἀθεΐας, καὶ διεσκέδασας, ὁμίχλην τῶν τὰ εἴδωλα,
σεβόντων φέγγει σου, κηρυγμάτων, καὶ πανσόφων λόγων σου, Ἰκονίου φανὲ
τηλαυγέστατε.
Νῦν πανευλαβῶς, τιμῶντες τὴν
μνήμην σου, τὴν θείαν Τέρτιε, Παύλου ὡς συνέκδημον, καὶ συνεργάτην, τοῦ οὐρανόφρονος,
εἰς τὴν σπορὰν τῆς πίστεως, τοῦ σπόρου κράζομεν· ἐξ Ὑψίστου, τοῦ ἀγροῦ ἐκρἰζωσον,
τὰ ζιζάνια τάχος Ἀπόστολε.
Χαῖρε ἁλιεῦ, ψυχῶν ἐνθεώτατε,
τρισμάκαρ Τέρτιε, ὁ σαγήνῃ λόγων σου, ζωγρήσας πάντας, ἀκηκοότας σου, βοῶντες ἑορτάζομεν,
τὴν θείαν μνήμην σου, μελιῤῥύτοις, ἐφυμνίοις πάντοτε, καὶ ψαλμοῖς καὶ
παντέρπνοις μελίσμασι.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, βροτῶν
καταφύγιον, τῶν ἐν ταῖς κλύδωσι, θεῖον παραμύθιον, τῶν θλιβομένων, καὶ στῦλε ἅσειστε,
τῶν κλονουμένων δούλων Σου, ὑψόθεν ἔπιδε, ἐπὶ πάντας, τοὺς λαμπρῶς ὑμνοῦντάς
Σε, καὶ θερμὰς αἰτουμένους πρεσβείας Σου.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἐπιστολὴν συγγράψαντα, πρὸς τοὺς Ῥωμαίους
μέλψωμεν, ὑπαγορεύσει τῇ θείᾳ, οὐρανοβάμονος Παύλου, ἐν τῇ Κορίνθῳ Τέρτιον, τὸν
θεαυγῆ Ἀπόστολον, ὡς ἄνδρα πνευματέμφορον, καὶ Ἱεράρχην φωσφόρον, τοῦ Ἰκονίου ἐκθύμως.
Θεοτοκίον.
Χαμαιζηλίας ῥῦσαί με, ἁγνὴ
Θεογεννήτρια, καὶ ῥύπου τῆς ἁμαρτίας, καρδίαν κάθαρον τάχος, Σοῦ δούλου
Μητροπάρθενε, τοῦ πόθῳ προσφευγόντων Σοι, καὶ σὴν θερμὴν ἀντίληψιν, ἐκδεχομένου
καὶ σκέπην, τὴν ἀῤῥαγῆ Παναγία.
Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἀπόστολε Τέρτιε Χριστοῦ, συνεργὲ ἀνύστακτε,
τοῦ Παύλου πᾶσαν φωτίσαντος, τὴν κτίσιν φθέγμασι, καὶ περιοδίαις, καὶ ἐνθέοις
γράμμασι, μὴ παύσῃ σὺν αὐτῷ τῷ Παντάνακτι, πρεσβεύων πάντοτε, ὑπὲρ πάντων τῶν ὑμνούντων
σου, ἐφυμνίοις, εὐτάκτοις τὰ σκάμματα.
Ἀπόστολε Τέρτιε φωτί, θείῳ ἐλλαμπόμενος,
τῶν Ἑβδομήκοντα πάμφωτε, λαμπὰς ἐφώτισας, ποίμνην Ἰκονίου, τὴν σεπτὴν
πυρσεύμασι, σῶν λόγων ἧς ποιμὴν ἐχρημάτισας, σεμνὸς ἐπίσκοπος, ἀρχιθύτης καὶ
πανσέβαστος, θεοφάντωρ, καὶ μύστης καὶ πρόεδρος.
Ἀπόστολε Τέρτιε τὴν σήν, μνήμην ἑορτάζοντες,
τῶν εὐσεβούντων οἱ σύλλογοι, πιστῶς βοῶμέν σοι· ἀληθείας φάρε, καὶ σοφὲ
διδάσκαλε, φωσφόρου Σωσιπάτρου διάδοχε, καὶ ἱερώτατε, Ἰκονίου ὄντως πρόεδρε, ἱκετῶν
σου, τὸν ζόφον διάλυσον.
Ἀπόστολε Τέρτιε ψυχήν, σὴν
τηρήσας ἄσπιλον, ἐκ χρόνων σοῦ τῆς νεότητος, γραφεὺς θειότατος, τῇ ὑπαγορεύσει,
Παύλου τοῦ θεόφρονος, σεπτῆς ἐπιστολῆς Πάτερ γέγονας, τῇ θείᾳ χάριτι, πρὸς Ῥωμαίους
περιέχουσαν, ἀληθείας, Χριστοῦ πάσας πίστεως.
Δόξα. Ἦχος πλ. α΄.
Ἐκκλησίας τὸ πολυτίμητον γέρας,
καὶ Ἰκονίου τὸν κοσμήτορα, τὸν τοῦ θείου Παύλου ἀγαπητὸν συνεργὸν καὶ
συνέκδημον, Τέρτιον, τὸν θειότατον Ἀπόστολον καὶ κήρυκα τῆς ἀληθείας, οἱ πιστοὶ
ἐγκωμιάσωμεν ἐν κατανύξει ψάλλοντες· ὁ ὑπογράψας τὴν πρὸς Ῥωμαίους ἐπιστολὴν ἐν
Κορίνθῳ, τὴν ὑπαγορευθεῖσάν σοι ὑπὸ τοῦ Ἀποστόλου τῶν Ἐθνῶν Παύλου, μὴ παύσῃ σὺν
αὐτῷ τοῦ Κυρίου δεόμενος, ὑπὲρ τῶν ἀτιμώντων τὴν λαμπρὰν καὶ πανσέβαστον μνήμην
σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Παύλου οὐρανόφρονος μαθητά,
Τέρτιε θεόφρον, ὁ συγγράψας ἐπιστολήν, τῇ ὑπαγορεύσει, αὐτοῦ πρὸς τοὺς Ῥωμαίους,
ὡς Ἀποστόλων γέρας, κόσμῳ διέλαμψας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου