Τετάρτη 30 Οκτωβρίου 2019

ΣΕΠΤΕΜΒΡΙΟΣ 24. ΑΓΙΑ ΜΑΡΤΥΣ ΘΕΚΛΑ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΔ΄.
ΘΕΚΛΑ ΠΡΩΤΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας Μεγαλομάρτυρος. Ἦχος πλ. δ'. Κύριε, εἰ καὶ κριτηρίῳ
Κύριε, εἰ καὶ ἐν θυρίδι ἡ Θέκλα, προσεπάγη τῷ πόθῳ σου, ἀλλὰ νοερῶς ἐν ὑψίστοις, παρισταμένη τῷ θρόνῳ σου, ἐξεπλήττετο τὴν σήν, ἀσύγκριτον εὐπρέπειαν, τοῦ σαρκωθέντος φιλανθρώπως, ἵνα σώσῃς τὰς ψυχὰς ἡμῶν. (Δίς)

Κύριε, εἰ καὶ δεσμευθέντι ἡ Θέκλα, τῷ Ἀποστόλῳ προσέδραμεν, ἀλλὰ προσπαθείας γηΐνων, τὸν δεσμὸν ἐναπεσείσατο, καὶ κραταιότητι τῆς σῆς, ἁλοῦσα ἀγαπήσεως, βεβαιωθεῖσα συνεδέθη, σοὶ τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν. (Δίς)

Κύριε, εἰ καὶ διδασκάλου ἡ Θέκλα, οὐχὶ ἑκοῦσα μεμόνωται, ἀλλὰ συμπαρόντα σε εἶχεν, ἐν καιρῷ τὸ τῆς ἀθλήσεως, καὶ γυμνωθεῖσα στολῆς, ἐσκέπετο τῇ δόξῃ σου, καὶ στεφθεῖσα τῇ χειρί σου, προασπίζει τῶν ψυχῶν ἡμῶν.

Κύριε, εἰ καὶ τῷ πυρὶ παρεδόθη, ἡ ἁγνὴ καὶ Πρωτομάρτυς σου, ἀλλ' οὐ κατεφλέχθη ἐν τούτῳ, δροσισμὸν ἐγκεκτημένη σε, καὶ ἐν θηρίοις πολλοῖς, ἀνάλωτος διέμεινε, τῇ χειρί σου φυλαχθεῖσα, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. β'.
Ἀθλητικοῖς παλαίσμασι, τὸν ἐχθρὸν κατεπάτησας, Θέκλα παμμακάριστε, καὶ τὰς τούτου μηχανάς, μαρτυρικῶς συντρίψασα, Θάμυριν ἔφυγες, καὶ Χριστῷ ἐνυμφεύθης τῷ ἀληθεῖ ἐραστῇ, τοῦ Παύλου συνόμιλε, καὶ τοῦ Στεφάνου σύναθλε, παῤῥησίαν ἔχουσα, Πρωτομάρτυς Χριστοῦ ἐν γυναιξί, τῶν πιστῶς ἐκτελούντων τὴν πανέορτον μνήμην σου, ἐκ κινδύνων λύτρωσαι τὰς ψυχὰς ἡμῶν.






Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.








Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Ἀθλητικὸν στάδιον σήμερον πρόκειται· λαοὶ χορεύσωμεν, καὶ τὰ ἐν αὐτῷ τελούμενα, παράδοξα πράγματα κατοπτεύσωμεν· ἄσπιλος γὰρ ἀμνάς, πρόκειται σφαγῇ, ὑπὲρ τοῦ σφαγιασθέντος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ καλλιπάρθενος Θέκλα καὶ Θεόνυμφος· διὸ Τριάδος τῇ πίστει, τὴν τῶν τυράννων κατήργησεν ἀθεότητα· καὶ σύν, Ἀγγέλοις χορεύουσα, τῷ Σωτῆρι πρεσβεύει, σωθῆναι τάς ψυχὰς ἡμῶν.

Νυμφίον ἔχουσα ἐν οὐρανοῖς, Χριστὸν τὸν Θεὸν ἡμῶν, νυμφῶνος κατεφρόνησας τοῦ ἐπιγείου καὶ μνηστῆρος, Θέκλα πρώταθλε· ταῖς γὰρ μητρῴαις θωπείαις ἐμφρόνως μὴ πεισθεῖσα, Παύλῳ ἠκολούθησας, ἐπ' ὤμων ἀραμένη τὸ σημεῖον τοῦ Σταυροῦ, καὶ τὸ μὲν πῦρ οὐκ ἐνάρκησας, τῶν δὲ θηρῶν τὴν ὠμότητα, εἰς ἡμερότητα μετέβαλες, φώκας δὲ ἀπενέκρωσας, τῇ ἐν Χριστῷ καταδύσει τοῦ ἁγίου Βαπτίσματος. Ἀλλ' ἐν ἄθλοις γενναίοις διαπρέψασα, μὴ διαλίπῃς πρεσβεύουσα ἀπαύστως τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος δ'
Ἀναθεῖσα σεαυτὴν παντοδυνάμῳ νεύματι, κρατυνομένη ὡς πρώταθλος τοῦ Χριστοῦ, καὶ τὴν γεώδη καταλείψασα στοργήν, ἀνεδέξω τὴν λαμπάδα τῆς αἰωνίου ζωῆς, ὄλβιος ὑπάρξασα θάλαμος, εἰς ὂν αἱ τῶν θηλειῶν ἀγέλαι προσαναπαύονται, εἴσοδον εὑράμεναι τῆς αἰωνίου ζωῆς, μεθ' ὧν ἱκέτευε Ἀπόστολε Θέκλα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Χορείας ἐγείρατε φιλομάρτυρες· τῶν ἀγώνων γὰρ ἐφέστηκεν ὁ καιρός, καὶ τῆς Πρωτομάρτυρος ἡ ἐτήσιος μνήμη, πάντας εἰς δοξολογίαν προτρέπουσα Θεοῦ· Θέκλα γὰρ ἡ πρώτη Μαρτύρων ἐν γυναιξί, τὸ ἀθλητικὸν στάδιον ἀνύσασα, πρώτη καὶ στεφηφόρος ἀναδέδεικται, καὶ παρρησίᾳ πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ'
Τὴν σὴν ὑπὲρ ἄνθρωπον ἄθλησιν, Πρωτομάρτυς Χριστοῦ, οὐκ ἀνθρώπων μόνον ἐθαύμασαν τὰ γένη, ἀλλὰ καὶ θῆρες τεθήπασιν ἄγριοι· αἱ φλόγες, οὐ φλόγες ἐλογίσθησάν σοι καλλιπάρθενε Θέκλα, διὰ τὸν σὸν νυμφίον Χριστόν· γέγηθας γὰρ δι' αὐτὸν πάσχουσα, καὶ κόσμου χωριζομένη, ἵνα τῆς ἐπουρανίου τύχῃς μακαριότητος, ἐν παρρησίᾳ πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπόστιχα Στιχηρά.Ἦχος α. Τῶν οὐρανίων ταγμάτων
Ὦ εὐκλεὴς Πρωτομάρτυς, καὶ Ἰσαπόστολε, τῶν ἀθλουσῶν ἡ δόξα, καλλιπάρθενε Θέκλα, ἴασαι, βοῶ σοι, πάθη δεινά, τῆς ψυχῆς μου καὶ μώλωπας, θεοπειθέσι λιταῖς σου, καὶ ἐκ πυρός, τοῦ ἀσβέστου με ἑξάρπασον.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Δι' ὀμβροτόκου νεφέλης, τὴν φλόγα ἔσβεσε, δροσίζουσά σε Θέκλα, ὡς πιστὴν καὶ ἐνδίκως, φλέγουσα ἀπίστους ἡ πανσθενής, τοῦ Χριστοῦ θεία δύναμις, καὶ ἐκ θηρίων καὶ ταύρων διασπασμῶν, ῥυομένη σε ἐδόξασε.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Τὸν πανωραῖον ἐν κάλλει, νυμφίον ἄχραντον, ἐπιποθοῦσα Θέκλα, τὸν μνηστῆρα ἠρνήσω, Παύλου Ἐκκλησίας νυμφαγωγοῦ, ἑπομένη τοῖς ῥήμασι, μεθ' οὗ ἀρθεῖσα εἰς λῆξιν τὴν παντερπῆ, ἐμνηστεύσω ὃν ἐπόθησας.

Δόξα. Ἦχος πλ. δ'.
Λεόντων ὁρμὰς κατεπάτησας, καὶ Θάμυριν, καταισχύνασα, Πρωτομάρτυς Ἀπόστολε, ἠκολούθησας τῷ νυμφίῳ σου κράζουσα· Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστέ· διὸ καὶ Παῦλον διώκουσα, ἐξ οὐρανοῦ ἐδέξω τὸ χάρισμα, καὶ τὸ στέφος κεκλήρωσαι παρὰ τοῦ ἀθλοθέτου Θεοῦ, καὶ πρεσβεύεις ἀπαύστως, δωρηθῆναι πταισμάτων ἱλασμόν, τοῖς ἐν πίστει ἐκτελοῦσι τὸ ἱερόν σου μνημόσυνον.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. δ'. Οἱ Μάρτυρές σου Κύριε
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τοῦ Παύλου συνέκδημος ὡς καθαρὰ τὴν ψυχήν, καὶ πρώταθλος πέφηνας, ἐν γυναιξὶν εὐκλεῶς, Χριστὸν ἀγαπήσασα, σὺ γὰρ τῆς εὐσέβειας, πτερωθεῖσα τῷ πόθῳ, ἤθλησας ὑπὲρ φύσιν, Ἰσαπόστολε Θέκλα· διό σε ὁ Πανοικτίρμων νύμφην ἠγάγετο.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείου κήρυκος, διδασκαλίαις, πόθῳ Κτίστου, αναφλεχθεῖσα, τῶν γεηρῶν ὡς ῥεόντων ἠλόγησας, καὶ σεαυτὴν ἱερὸν καλλιέρημα, τῷ Θεῷ δοῦσα ποινῶν κατετόλμησας, Θέκλα ἔνδοξε, Παύλου τοῦ θείου συνέκδημε. Τὸν σὸν Νυμφίον ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν... Θεοτοκίον.
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ οὖν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ
Ἀποστόλου τοῦ σοφοῦ, Παύλου τῶν λόγων ἠκροῶ, καὶ κατέλιπες φθαρτά, καὶ ἐνυμφεύθης τῷ Χριστῷ, καὶ τὴν λαμπάδα τῆς πίστεως δεξαμένη, δύναμιν πυρὸς κατεπάτησας, καὶ φρύαγμα θηρῶν, κατεπράϋνας, καὶ οὐρανόθεν ἄφθαρτον τὸ στέφος, τῇ κορυφῇ σου ἀπέλαβες. Καὶ νῦν πρεσβεύεις, εἰς τὸ σωθῆναι τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐλλαμφθεῖσα Θεότητος ταῖς αυγαῖς, στομωθεῖσα τοῦ Πνεύματος τὸ πυρί, ἀνδρείως ἐχώρησας, πρὸς ἀγῶνας πρωτόαθλε, εὐσταλῶς τοῦ σταδίου τὸν δρόμον ἀνύσασα, καὶ μέχρι τέλους ἄμωμον τὴν πίστιν τηρήσασα· ὅθεν μαρτυρίου, τοὺς στεφάνους θεόφρον, ἀξίως εἰσδέδεξαι, ἐκ χειρὸς τοῦ Νυμφίου σου. Πρωτομάρτυς πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς… Ζήτει τῇ Τετάρτῃ τῆς Γ’ Ἑβδομάδος.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Πρωτομάρτυς τοῦ Χριστοῦ Θέκλα, πρεσβεύειν μὴ διαλίπῃς τῷ σῷ ἐραστῇ, ἐλεῆσαι τοὺς τὴν σὴν μνήμην γεραίροντας.

Ὁ Κανὼν τῆς Ἁγίας Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς: Ἡ Πρωτομάρτυς ἐνθέως δοξάζεται. Ἄνευ τῶν Θεοτοκίων. Ποίημα Ἰωάννου Μοναχοῦ.
ᾨδὴ α'. Ἦχος πλ. δ'. ᾌσωμεν τῷ Κυρίῳ
χος γλώττης οὐ σθένει, τοὺς πανευκλεεῖς τῆς Πρωτομάρτυρος, διηγήσασθαι ἄθλους· ἀτονεῖ γὰρ πρὸς ὕμνον ἐπάξιον.
Πέπαυται τοῦ τυράννου, ἡ ἀλαζονεία ἡ ὑπεροφρύς, κατὰ τούτου γυναῖκες· εὐσεβῶς ἐν Χριστῷ γὰρ ἠνδρίσαντο.
ήμασιν ἀποῤῥήτοις, εὐαγγελικῶς ἐνηχηθεῖσά σου, παμμακάριστε Παῦλε, τῷ Χριστῷ ἡ παρθένος νενύμφευται.
Θεοτοκίον
Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμέν σε.

ᾨδὴ γ'. Σὺ εἶ τὸ στερέωμα
τῆς ἀγαπήσεως, τῆς ὑπὲρ ἔννοιαν πάνσεπτε! ᾗ ἐν Χριστῷ, Παύλῳ συνεδέθης, ἑνωθεῖσα τῷ Πνεύματι.
Τρῶσαι ἡ ἐνήδονος, τὴν τετρωμένην σου ἔρωτι, πνευματικῷ, φρένα οὐκ ἰσχύει, τῶν γηΐνων ἀπόλαυσις.
λη ἐκδημήσασα, τῶν τῆς σαρκὸς παθῶν ῥήμασι, τοῖς μητρικοῖς, οὐκ ἐμαλακίσθης, Ἀθληφόρε πανεύφημε.
Θεοτοκίον
Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου πάναγνε, τὰς προσβολάς, ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.
Ὁ Εἱρμός
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.



Κάθισμα, τῆς Ἁγίας. Ἦχος πλ. δ'. Τὴν σοφίαν καὶ Λόγον
Εἰς ἀνδρείαν τὸ θῆλυ δι' ἀρετῶν, μεταθεῖσα τῷ πόθῳ τῷ τοῦ Χριστοῦ, Θεοῦ οἰκητήριον, ἀμφοτέρωθεν γέγονας· τῶν παθῶν γὰρ τὸν γνόφον, ἀσκήσει μειώσασα, μαρτυρικῶς ἐδείχθης, ἀθλήσεως καύχημα· ὅθεν καὶ τῷ κόσμῳ, ὡς φωστὴρ διαλάμπεις, δισσῶς ἑξαστράπτουσα, τὰς ἀκτῖνας τοῦ Πνεύματος, Πρωτομάρτυς πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου ἄχραντε.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε
Μνηστευθεῖσαν Θαμύριδι, ὁ νυμφαγωγός σε Παῦλος ἡρμόσατο, τῷ νυμφίῳ ὡς ἀμώμητον, τῷ ἐπουρανίῳ Θέκλα πάνσοφε.
πηρτήθης τοῦ ἔρωτος, τῆς θεοσεβείας Παύλου τοῖς ἔπεσι, καὶ Θαμύριδος τὰ ῥήματα, ὥσπερ λῆρον Μάρτυς ἐμυκτήρισας.
αντισμῷ θείου αἵματος, τὸ Ἀδαμιαῖον γένος ηὐλόγηται, Εὕα χαίρει καθορῶσα δέ, γυναιξί τὸν ὄφιν ὑποπίπτοντα.
Τὴν ἁγνείαν ποθήσασα, πάντα τὰ τερπνὰ τοῦ βίου ἀπώσατο, πλοῦτον γένος ὡραιότητα, καὶ ἡδὺν μνηστῆρα ἡ πρωτόαθλος.
Θεοτοκίον
Ἱλασμὸν ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον, ὁ Θεὸς πρεσβείαις τῆς τεκούσης σε.

ᾨδὴ ε'. Ὀρθρίζοντες βοῶμέν σοι
πέρογκον ἀθλήσεως στάδιον, ἠγωνίσω, Θέκλα παμμακάριστε, καὶ τοῦ βραβείου ἠξίωσαι.
Σεσύληται ὁ δράκων ὁ δόλιος, ἡ παρθένος· θείοις γὰρ παθήμασιν, ὑπακοὴν ἐδιδάσκετο.
νίκα τὴν αἰδῶ σου ἡ ἔνθεος, παῤῥησίᾳ· πῦρ γάρ σε ἐγκάρδιον, τὸ τῆς Τριάδος ἐξέκαυσε.
Θεοτοκίον
Παρθένον μετὰ τόκον ὑμνοῦμεν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.



ᾨδὴ ς'. Τὴν δέησιν ἐκχεῶ
Νεάνιδος, τὸ τῆς φύσεως σαθρόν, τῇ δυνάμει τοῦ Σωτῆρος ἐῤῥώσθη, νεανικόν, κόσμον τῷ θείῳ πόθῳ· περιελοῦσα γὰρ νύκτωρ ἐθάρσησε, καὶ ἔδραμε τοῦ ἐραστοῦ, τὰ εὐώδη ζητοῦσα διδάγματα.
Θαλάμων, ὑπερφυῶς τῶν νυμφικῶν, αὐθαιρέτῳ ἀντηλλάξατο πόθῳ, ἡ εὐκλεής, καὶ πρωτόαθλος Θέκλα, τὸ τῶν κακούργων οἰκεῖν δεσμωτήριον· ὁ πόθος γὰρ τοῦ Ποιητοῦ, τῶν κτισμάτων ἐνίκα τοὺς ἔρωτας.
ν πνεύματι, κατεφίλει τὰ δεσμά, τοῦ ἐνθέου Διδασκάλου ἡ Μάρτυς, ἐν τῇ φρουρᾷ, ὡς ἐνθέῳ λειμῶνι, ἀρδευομένη τοῖς λόγοις καὶ ηὔξανε, καὶ ἔφερεν ὡς ἀληθῶς, τῷ Δεσπότῃ καρπὸν ὡραιότατον.
Θεοτοκίον
Μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύουσα, Παναγία Θεοτόκε Παρθένε, ὅτι πιστῶν, στήριγμα σὺ ὑπάρχεις, καὶ τῇ ἐλπίδι τῇ σῇ κραταιούμεθα, καὶ πόθῳ σε καὶ τὸν ἐκ σοῦ, σαρκωθέντα ἀφράστως δοξάζομεν.
Ὁ Εἱρμός
Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.

Κοντάκιον. Ἦχος πλ. δ’. Ὡς ἀπαρχάς
Τῆς παρθενίας τῷ κάλλει ἐξέλαμψας, μαρτυρίου στεφάνῳ κεκόσμησαι, ἀποστολὴν πιστεύῃ παρθένε ὡς ἔνδοξος, καὶ τοῦ πυρὸς μὲν τὴν φλόγα, εἰς δρόσον μετέβαλες, τοῦ ταύρου δὲ τὸν θυμόν, προσευχῇ σου ἡμέρωσας, ὦ Πρωτόαθλε
Ὁ Οἶκος
Ἑορτῆς σεβασμίας ἡ ἔλλαμψις, ὑπερλάμπει φαιδρῶς ὑπὲρ ἥλιον· μαρμαρυγὰς γὰρ φωτὸς ἀπαστράπτουσα, τοῖς πιστῶν ὀφθαλμοῖς ἐνοπτρίζεται· διὸ Ἀγγέλοις συγχορεύοντες, τῷ Σωτῆρι Θεῷ ἀλαλάξωμεν πάντες, βοῶντες αὐτῷ· Ἐμεγάλυνας Σῶτερ τὰ ἐλέη σου, δωρησάμενος δώρημα τέλειον τῷ λαῷ, τὴν Πρωτόαθλον.

Συναξάριον.
Τῇ ΚΔ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θέκλης.
Αὐτός σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν,
οὗ τῷ πάθει πρὶν ἐῤῥάγησαν αἱ πέτραι.
Πέτρη ἀμφὶ τετάρτην εἰκάδα δέξατο Θέκλην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κόπρι.
Οὐκ ἦν ὁ Κόπρις κόπρις, ἀλλ' ἄλλος βότρυς,
καλὸν κυπρισμὸν προσφέρων τῷ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Περσίδος.
Μικρὸν θαλαττεύουσα Πέρσα, πρὸς χρόνον,
μέγαν πρὸς ὅρμον οὐρανοῦ προσωρμήσω.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικάνδρου τοῦ ἐρημίτου, τοῦ ἐν Ποσκοβίᾳ, τοῦ θαυματουργοῦ τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου βασιλέως τῶν Σέρβων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Σιλουανοῦ, τοῦ Ἀθωνίτου.
Χριστόν, Ὃν εἶδες Σιλουανέ, πρὶν βίῳ
Αὐτὸν νῦν βλέπεις, ἀλλ’ οὐχὶ ἐν ἐσόπτρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Δωροθέας τοῦ Κασίν, τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Χαραλάμπους ἐκ Κύπρου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς Εἰκόνος τῆς Παναγίας ἐξ οὗ καὶ Μυρτιδιωτίσσης.
Πόθῳ καὶ χαρᾷ ὁ λαὸς Κυθηραίων,
τὴν τῆς νήσου ἄγρυπνον ὑμνεῖ Προστάτιν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'.  Οἱ ἐκ τῆς Ἰουδαίας
ς δεσμίῳ τῷ Παύλῳ συνεδέθης τῷ πόθῳ ὦ παμμακάριστε, ἐν ἅμμασιν ἀλύτοις, τῇ πίστει συμφωνοῦσα, εὐσεβῶς καὶ συμψάλλουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Συμπαρέστης τῷ Παύλῳ πρὸ βημάτων ἀδίκων ὦ καλλιπάρθενε, καὶ πόθῳ τοῦ Δεσπότου, ἐβόας ἐν ἐκστάσει, τὴν αἰδῶ ἀποῤῥίψασα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Διὰ πόθον τὸν θεῖον τῇ καμίνῳ τὸ σῶμα Μάρτυς ἐκδέδωκας, καὶ τῇ τοῦ ποθουμένου, διέμεινας δυνάμει, ἀκατάφλεκτος ψάλλουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
μβροτόκος νεφέλη ὑετῷ καὶ χαλάζῃ τὴν φλόγα σβέσασα, ἐνδίκως καταφλέγει, τοὺς ἄφρονας καὶ σῴζει, μελῳδοῦσαν τὴν Μάρτυρα, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Παρθενικῆς ἐκ νηδύος σαρκωθεὶς ἐπεφάνης εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.




ᾨδὴ η'. Τὸν Βασιλέα τῶν οὐρανῶν
Ξενοφανής σου, ὁ λογισμός· τὸν γὰρ τάφον, ὡς Ἐδὲμ κατῴκησας παρθένε, Μάρτυς ἀνυμνοῦσα, Χριστὸν εἰς τοὺς αἰῶνας.
μαυρωθῆναι, τῆς εὐπρεποῦς παρθενίας, τὸ φαιδρὸν μὴ φέρουσα σου κάλλος, θνῄσκειν ᾑρετίσω, καὶ ζῇς εἰς τοὺς αἰῶνας.
Ζωοποιῷ, καὶ ὑπερφυεῖ συναφθεῖσα, τῷ Χριστῷ πρωτόαθλε Νυμφίῳ, θῆρας ᾑρετίσω, φρουροὺς τῆς παρθενίας.
κδυσαμένη, σοῦ τῆς φθορᾶς τὴν ἐσθῆτα, εὐσταλὴς Χριστοῦ σταδιοδρόμος, ἦλθε πρὸς ἀγήρω, ζωὴν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τὸν κατελθόντα, ἐξ οὐρανοῦ καὶ ἐν μήτρᾳ, παρθενικῇ οἰκήσαντα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμός
Τὸν Βασιλέα τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Σὲ τὴν ἀπειρόγαμον
Τίς σου τὸ ἀήττητον, ὦ Πρωτομάρτυς μὴ θαυμάσῃ; θῆρας νοητοὺς τὰ πάθη γάρ, τῆς ψυχῆς τιθασεύσασα, τὰ ἀκρατῆ θηρῶν ὁρμήματα οὐκ ἐπτοήθης, ἀλλὰ μένεις, ἐν μέσῳ τούτων ἀδιάφθορος.
βατος ἀκρότομος, Θεοῦ προστάξει σοι ἐῤῥάγη, πέτρα θεοφόρῳ Μάρτυρι, λουτρῷ ἀναγεννήσεως, ἐσφραγισμένῃ θείᾳ νύμφῃ, ὡς θάλαμος τῇ φυγάδι, καὶ ἐν ἀγκάλαις ὑπεδέξατο.
ασαι πρωτόαθλε, τοὺς μώλωπας τοὺς τῆς ψυχῆς μου, κόσμῳ τὴν εἰρήνην βράβευσον, τῷ πιστῷ Βασιλεῖ ἡμῶν, κατὰ βαρβάρων δυσμενῶν νέμουσα τρόπαια, καὶ εἰρήνην ταῖς Ἐκκλησίαις σαῖς δεήσεσι.
Θεοτοκίον
Νέκρωσόν μου Δέσποινα, τὴν ἔτι ζῶσαν ἁμαρτίαν, ζώωσον ψυχῆς τὴν νέκρωσιν, ἐνεργείᾳ τῆς ὄντως ζωῆς, τῆς γεγεννημένης ἐκ γαστρός σου, δι' ἄφατον εὐσπλαγχνίαν, τοῖς εὐσεβῶς σε μεγαλύνουσιν.
Ὁ Εἱρμός
Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα τοῦ Ὑψίστου, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν.









Ἐξαποστειλάριον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Ῥωσθεῖσα καλλιπάρθενε, ταῖς θείαις εἰσηγήσεσι, τοῦ θεοκήρυκος Παύλου, φθαρτὸν μνηστῆρα παρεῖδες, καὶ τούτῳ ἠκολούθησας, Πρωτομάρτυς πολύαθλε, ὦ Θέκλα ἰσαπόστολε· διὸ καὶ νίκης τὸ στέφος παρὰ Χριστοῦ ἐκομίσω.
Θεοτοκίον
Κυρίως Θεοτόκον σε, ὁμολογοῦμεν Δέσποινα, οἱ διὰ σοῦ σεσῳσμένοι· τὸν γὰρ Θεὸν ἀποῤῥήτως, ἐκύησας τὸν λύσαντα, διὰ Σταυροῦ τὸν θάνατον, πρὸς ἑαυτὸν δ' ἑλκύσαντα, Μαρτύρων δήμους, μεθ' ὧν σε, ἀνευφημοῦμεν Παρθένε.

Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ἡ θεοφόρος ἁγνὴ παρθένος Θέκλα, ὅτε τὴν ἐπίκηρον δόξαν ἐπάτησε, καὶ τὰ τοῦ Παύλου διδάγματα, ἐν τῇ καρδίᾳ, ὡς ἀῤῥαβῶνα θεῖον ἐδέξατο, τότε τοῦ Θαμύριδος τὰ συναλλάγματα, ὥσπερ ληρήματα μάταια, λογισαμένη, Χριστῷ τῷ πάντων Θεῷ μεμνήστευται, ἀναβοῶσα· Ἐξεκαύθην σου, τῷ ὑπὲρ νοῦν Σῶτερ ἔρωτι, ἡ ψυχή μου ὀπίσω, ἐκολλήθη σου φιλάνθρωπε. (Δίς)

Ἡ πρὸς θηρία καὶ πῦρ ἀνδρισαμένη, πρώτη ταῖς μετέπειτα τρίβον διήνυσας, τοῦ μαρτυρίου λαμπρότατον, καὶ τὸν τὴν Εὔαν, ἐν Παραδείσῳ τρώσαντα ἔτρωσας, ἐντεῦθεν τοῖς ἴχνεσιν τοῦ θεοκήρυκος, ἀκολουθοῦσα ἐζώγρησας, λαοὺς ἀπείρους, πρὸς τὴν ἐπίγνωσιν τῆς Θεότητος, θαυματουργοῦσα καταγγέλουσα, λόγον Θεοῦ τὸ σωτήριον. Διὰ τοῦτό σε Θέκλα, κατὰ χρέος μακαρίζομεν.

Ἡ πρὸς ἀΰλους μονὰς κληρωσαμένη, ὅτε τὸν πολύφωτον καὶ μέγαν ἤλιον, Παῦλον τὸν κήρυκα ἔβλεψας, τὸ θεῖον φέγγος, ἐσκοτισμέναις ψυχαῖς ἐκπέμποντα· τότε ἐφωτίσθη σου τὰ αἰσθητήρια, καὶ ὡς λαμπὰς ἐπανήφθη σου, ἐν τῇ καρδίᾳ, ἡ τοῦ Ἁγίου Πνεύματος ἔλλαμψις· ὅθεν ἐγένου φῶς ἀνέσπερον, τοὺς ἐν νυκτὶ καταυγάζουσα, τῆς εἰδωλομανίας, Πρωτομάρτυς ἀξιάγαστε.

Δόξα.
Δεῦτε φίλαθλοι, τῶν θηλειῶν τὸ καύχημα, τὴν Πρωτομάρτυρα Θέκλαν, ἐν ὕμνοις τιμήσωμεν· αὔτη γὰρ τὸν ἀντίπαλον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ κατεπάτησε, καὶ τὴν νίκην ἄρασα, ἀξίως ἐστεφανώθη· διὸ δυσωπεῖ ἡ πολύαθλος, τοῦ ῥυσθῆναι κινδύνων, καὶ τῆς μελλούσης κρίσεως, τοὺς ἐν πίστει καὶ πόθῳ τελοῦντας τὴν μνήμην αὐτῆς.



Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου