Τετάρτη 25 Δεκεμβρίου 2019

ΙΑΝΟΥΑΡΙΟΣ 1. ΟΣΙΟΣ ΠΕΤΡΟΣ ΑΤΡΩΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


+ ΙΑΝΟΥΑΡΙΟΣ Α΄.
ΠΕΡΙΤΟΜΗ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
& ΠΕΤΡΟΣ ΟΣΙΟΣ ΑΤΡΩΑΣ

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ΄ καὶ ψάλλομεν τῆς Ἑορτῆς γ' Ἰδιόμελα. Ἦχος πλ. δ'
Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν, οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. (Δίς)

Οὐκ ἐπῃσχύνθη ὁ πανάγαθος Θεός, τῆς σαρκὸς τὴν περιτομὴν ἀποτμηθῆναι, ἀλλ' ἔδωκεν ἑαυτὸν, τύπον καὶ ὑπογραμμόν, πᾶσι πρὸς σωτηρίαν· ὁ γὰρ τοῦ Νόμου Ποιητής, τὰ τοῦ Νόμου ἐκπληροῖ, καὶ τῶν προφητῶν τὰ κηρυχθέντα περὶ αὐτοῦ, ὁ πάντα περιέχων δρακί, καὶ ἐν σπαργάνοις εἱληθείς, Κύριε δόξα σοι.

Καὶ γ’ Προσόμοια τοῦ Ὁσίου. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Τελειοτάτῃ τοῦ Πνεύματος πτωχείᾳ, ὅτε τὴν πανέρημον Πάτερ κατείληφας, δαιμόνων μάστιγξ γενόμενος, ἐν ταπεινώσει, αἱρετικῶν τε ῥομφαία δίστομος, τότε κατεφαίδρυνας, Κύπρον καὶ Ἔφεσον, ὑπερφυέσι δυνάμεσι, Πέτρε θεόφρον, ἕως καὶ πάλιν εἰς θεῖον Ὄλυμπον, πάντα τὰ τέκνα σου συνήγαγες, ἃ προφθάσας σοφῶς διεμέρισας, ἵνα δίνην ἀθέων, διαφύγωσιν ἐν χάριτι.

Ὑπὲρ Εἰκόνων μαχόμενος θεόφρον, ὅτε τοῦ Λαμάρεως μῆνιν ὑπήνεγκας, ἐν τῷ ἐδάφει συρόμενος, καὶ πίστιν θείαν, αἱμάτων ῥείθροις προασπιζόμενος, τότε τὸν ἀντίδικον, νόσῳ ἐπάταξας, ἐν ἀναιδείᾳ ὁρμήσαντα, Παῦλον αἰκίζειν, τὸν σὸν ὑπήκοον καὶ ὁμόφρονα· ὅθεν τιμῶμεν τὰς ἁλύσεις σου, θεοφόρητε Πέτρε γεραίροντες, τοὺς σεπτούς σου ἀγῶνας, καὶ τὰ ἔνδοξα παλαίσματα.

Τὰς ἀποστάσεις ὀθνείς μηδενίζων, ὅτε θεοκίνητε Πάτερ κατέφθασας, ἐν τῇ Λυδίᾳ καὶ ἔσωσας ἐκ τῶν βαρβάρων, μοναστριῶν σου τὸ θεῖον σύστημα, τότε τοῦ ἀλάστορος, φθόνῳ ψεγόμενος, τῷ Θεοδώρῳ κατέφυγες, σεπτῷ Ποιμένι, Μονῆς Στουδίου ἀπολογούμενος· ὅθεν ἐγγύην πολιτείας σου, τὴν σφραγῖδα ἐκείνου προσείληφας· μεθ’ οὗ Πέτρε πρεσβεύεις, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. δ΄.
Χαίρει ἡ Ἐκκλησία πανηγυρίζουσα, Πέτρε θεόληπτε, ὅτι κατέχει σε ὁμολογητὴν ἔνδοξον, καὶ θαυματουργὸν ἀντιλήπτορα. Μόνος γὰρ Μόνῳ σχολάζων τῷ Θεῷ, ἐρατεινὴν καταφυγὴν εὕρηκας, τὰ ἐρημικώτερα σπήλαια· ὅθεν θεωρῶν ὡς τρόπαια τὰς διώξεις, οὐκ ἐνάρκησας ἀθλεῖν διὰ τῶν ἱερῶν Εἰκόνων τὴν προσκύνησιν· διὸ ἀναβοῶμεν ἐν πίστει· Χαίροις Πάτερ, ὁ καταφιλήσας τὴν μαρτυρικὴν τρίβον τοῦ Σωτῆρος, καὶ πάσῃ πνοῇ κηρύξας, τῶν ὀρθοδόξων ἠθῶν τὴν ἀκρίβειαν· χαίροις, ὅτι ἐλεγμοὺς καθυπέμεινας, τοῦ ἐν σοὶ χαρίσματος μεριμνῶν ἐνθεώτατα· χαίροις, ὁ ἡμᾶς εὐφραίνων, τῇ εὐωδίᾳ τοῦ Πνεύματος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν· οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. ΙΖ, 1-14)
Ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος. Καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα· καὶ ἔσῃ πατὴρ πλήθους Ἐθνῶν. Καὶ οὐ κληθήσεται τὸ ὄνομά σου Ἄβραμ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἀβραάμ, ὅτι πατέρα πολλῶν Ἐθνῶν τέθεικά σε. Καὶ αὐξανῶ σε σφόδρα σφόδρα, καὶ θήσω σε εἰς Ἔθνη, καὶ Βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, καὶ ἔσομαι αὐτοῖς Θεός. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ προσεκύνησε τῷ Κυρίῳ. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἀβραάμ· Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικόν, καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ παιδίον ὀκτὼ ἡμερῶν, περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν. Καὶ ἀπερίτμητον ἄρσεν, ὃ οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασε.



Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. Η, 22-30)
Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι. Καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων. Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων. Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανόν, ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσεται στόμα αὐτοῦ, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην, ᾗ προσέχαιρε, καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  


















Λιτή. Ἦχος α΄.
Ἀνυμνήσωμεν σήμερον ἐλαίαν συνθλιβεῖσαν, τοῖς στεναγμοῖς τοῖς μετανοίας, Πέτρον τῆς Ἀτρώας, τὸν συμπαθῶς ἐκχέοντα πᾶσιν, ἐλέους τὴν χρηστότητα. Καὶ γὰρ ὀκτωκαίδεκα ἔτη, ἄρτου, ἐλαίου, τυροῦ καὶ οἴνου οὐκ ἐγεύσατο. Τεσσαρακονθήμερον ἐνήστευσε, σιδηροφόρος διάγων, μονοχίτων και ἀπέδιλος· ὅθεν θύτης ἅμα καὶ θύμα ὀφθείς, λατρείαν καθαρὰν τῷ Κυρίῳ προσήνεγκε. Τὴν ἱερατικὴν τοίνυν ἐσθῆτα, πορφυρώσας ὁμολογίας τοῖς αἵμασιν, ἡμῶν τὰς αἰνέσεις προσδέχεται, δωροῦμενος πᾶσι πταισμάτων τὴν συγχώρησιν.

Ἦχος β΄.
Πελεκὰν ὡς φιλότεκνον, καλιάν σου ἐνέπηξας, εἰς Ὀλύμπου τὰ καταφύγια, τῆς σῆς καρδίας τῷ αἵματι, ἐκτρέφων τεκνίων σου τὰς ψυχὰς Χριστοειδῶς· τὴν εἰκόνα ὅθεν τοῦ Κτίστου σου, τηρήσας ἀλώβητον, τὰς ὀπὰς τῆς γῆς καὶ τὰ σπήλαια ἡγίασας, ἅπαντα τὸν κόσμον φωτίζων ἐν Πνεύματι. Ἐν ἐπιγνώσει τοίνυν καὶ ἀνδρεία, τὴν σὴν ψυχὴν δαπανήσας ὑπὲρ τῆς Ἐκκλησίας, ἐκήρυξας Τριάδα ὁμοούσιον, Πέτρε ἱερώτατε· διὸ σήμερον, ἀνυμνοῦμεν σεπτάς σου ἀριστείας, καὶ κλεινὴν ὁμολογίαν, μαρτυρικῷ ἐν φρονήματι. Καὶ νῦν ἡμᾶς ἀπάλλαξον, τῆς λύμης τῶν αἱρέσεων, κράζοντας· Κύριε, δόξα Σοι.

Ἦχος γ΄.
Ὑμνείσθω μοι σήμερον, ὁ ἐκ κρατῆρος μυστικοῦ, παρέχων ἐλαίου εὐώδους τὰ νάματα, τοῖς ἀνυμνοῦσιν αὐτοῦ τὰ παλαίσματα. Καὶ γὰρ ὁ ἐσφραγισμένας θύρας ἀνοίγων ἐν λόγῳ, καὶ ἡμῶν ποθεῖ ἀνοῖξαι τὰς θυρίδας τοῦ νοός, ἵνα τοῦ Ἡλίου ταῖς ἀκτῖσιν αὐγασθῶμεν. Ὁ αἰχμαλώτους ῥυόμενος, καὶ ἡμᾶς ἐλευθεροῖ ἐκ τῶν δεσμῶν τῆς ἁμαρτίας. Ὁ ὑπομείνας βασάνους, ὑπὲρ τῆς Εἰκόνος τοῦ Χριστοῦ, πρεσβεύει καὶ ἡμᾶς γενέσθαι, εἰκόνας ἀστραπτούσας τὸ ἀρχίφωτον κάλλος. Βοήσωμεν τοίνυν· Χαίροις Πέτρε, Βιθυνίας κέδρε εὐωδέστατε!

Δόξα. Ἦχος δ΄.
Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα εἰς Ὄρος Καλόν, Πέτρε θεοτίμητε, ἐν Χριστῷ Ἰησοῦ φαιδρύνεις, ἱλαστικῶς τοὺς ὑμνοῦντάς σε. Καὶ γὰρ τοῦ Ἀναστάντος ὡς ἔσοπτρον, κύριος καθωράθης τοῦ θανάτου, ζωὴν παρέχων τοῖς τεθνηκόσι. Καὶ νῦν ἀκούομεν τὴν φωνήν σου λέγουσαν· Ἰδού, μεθ’ ἡμῶν εἰμι, τῆς ψυχῆς σου τὸν ἔρωτα, ἵνα τῷ Χριστῷ πυρπολούμενοι, ἐν Τριάδι ζήσωμεν εἰς τοὺς αἰῶνας.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'
Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν, οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τὴν Εἰκόνα Χριστοῦ, προασπισθεὶς ἐν ἀληθείᾳ πανεύφημε, τοῦ Λόγου ὡς φωτοφόρος, χρυσαυγεστάτη εἰκών, Πέτρε τῆς Ἀτρώας τὸ ὡράϊσμα. Καὶ γὰρ τῆς Θεόπαιδος, ἀντιλήψει τῇ κρείττονι, εἰς τοῦ Κυρίου τὴν ὀσμὴν Πάτερ ἔδραμες, βδελυξάμενος δυσοσμίαν αἱρέσεων· ὅθεν τοῦ θύτου ἔβαψας, ὁλόφωτον χλαῖναν σου, ἐν μαρτυρίου ταῖς χρόαις, ἀντιπαρέχων ἰάματα, πιστοῖς τοῖς τιμῶσι, τοῦ διαύλου σου τοὺς ἄθλους, καὶ τὰ παλαίσματα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ζήλῳ, τοῦ θεαυγοῦς Ἠλιού, τηρήσας Πέτρε τὴν πατρώαν εὐσέβειαν, συνέσει καὶ συμπαθείᾳ, καὶ νηπτικῇ ἀγωγῇ, ἔφθασας εἰς ὄρη τῆς θεώσεως· διὸ ἀναδέδειξαι, Βιθυνίας ἁγίασμα, ἀποκαλύπτων καρδιῶν τὰ ἀπόῤῥητα, καὶ τὰ μέλλοντα, προορῶν φαεινότατα· ὅθεν στεῤῥῶς διέλυσας, Βελίαρ τὰ ἔνεδρα, πορφυρωθεὶς ἐν σφραγῖδι, ὑπασπιστὴς ὡς βασίλειος. Καὶ νῦν ἱκετεύεις, καὶ ἡμᾶς σημειωθῆναι, Χριστοῦ τῷ αἵματι.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ ἐντολὴν τοῦ Χριστοῦ, τηρήσας Πέτρε ἀνεπίληπτον πάντοτε, ἐν πάσῃ μακροθυμίᾳ, καὶ ταπεινώσει ψυχῆς, ὄλβον διαχέων ταῆς εὐθύτητος. Καὶ γὰρ κατεφρόνησας, τῶν ἀνόμων φρυάγματα, καὶ τῇ λατρείᾳ, τοῦ Σωτῆρος παρέδωκας, ὡς θυμίαμα σεαυτὸν εὐωδέστατον· ὅθεν τῇ μαρτυρίᾳ σου, ὡς βότρυς καλλίχυμος, ὑπὲρ Χριστοῦ συνεθλίβης, καὶ οἶνον χάριτος ἔβλυσας, εὐφραίνοντα πίστει, τοὺς πιστῶς ὁμολογοῦντας, Τριάδα ἄναρχον.

Δόξα. Ἦχος πλ. δ΄.
Σήμερον μεθ’ ἡμῶν καθορῶντές σε, εὐφημούντων τῶν ἀρετῶν σου τὰ κατορθώματα, εὐλαβῶς βοῶμέν σοι· Πῶς εἰσέδυς Πάτερ, εἰς τὸν γνόφον τῆς ἀγνωσία, καὶ ἔγνωκας τῆς Σοφίας τὰ ἀπόῤῥητα; Καὶ γὰρ ὡς ἀετὸς ὑψιπέτης, τὸν Ὄλυμπον ηὐλόγησας, ταῖς οὐρανίαις σου πτήσεσιν. Ὁμόψυχος τοίνυν φανεὶς Ἰωαννικίου τοῦ μεγάλου, καὶ Θεοδώρου τοῦ Στουδίτου ἐπιστήθιος, ἐστήριξας ὀρθοδόξως Ἐκκλησίας τὸ πλήρωμα· διὸ ἀνεδείχθης ὁμολογητὴς τοῦ Χριστοῦ, καὶ τῶν ἁγίων Εἰκόνων ἀμύντωρ πορφυρόχρους· ὅθεν Πέτρε τῆς Ἀτρώας ταὸ σέλας, ἱκέτευε καὶ ἡμᾶς ἀτρώτους φυλαχθῆναι, ἀπὸ τοῦ ἰοῦ τῶν αἱρέσεων.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'
Οὐκ ἐπῃσχύνθη ὁ πανάγαθος Θεός, τῆς σαρκὸς τὴν Περιτομὴν ἀποτμηθῆναι, ἀλλ' ἔδωκεν ἑαυτὸν, τύπον καὶ ὑπογραμμόν, πᾶσι πρὸς σωτηρίαν· ὁ γὰρ τοῦ Νόμου ποιητής, τά του Νόμου ἐκπληροῖ, καὶ τῶν Προφητῶν τὰ κηρυχθέντα περὶ αὐτοῦ. Ὁ πάντα περιέχων δρακί, καὶ ἐν σπαργάνοις εἱληθείς, Κύριε δόξα σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τοῦ Ἁγίου. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Προσλαβὼν ἐν κενώσει, λαμπηδόνας τοῦ Πνεύματος, γέγονας φωστὴρ τῆς Ἀτρώας, καὶ Ὀλύμπου τὸ καύχημα καὶ γὰρ Χριστοειδῶς θαυματουργῶν, ὑπέρμαχος Εἰκόνων ἱερῶν, θεῖε Πέτρε καθωράθης, ὁμολογῶν τὴν πίστιν μέχρις αἵματος. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ καταργοῦντι διὰ σοῦ λύμην τῶν αἱρέσεων.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.

Ἀπόλυσις.


























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα τοῦ Ὁσίου. Ἦχ. α΄. Τὸν τάφον σου
Ὑμνήσωμεν σεπτόν, τῆς Ἀτρώας ἀστέρα, αὐγάζοντα κλεινῶς, τοῦ Ὀλύμπου τὸ ὄρος, ἀκτῖσι θεώσεως, καὶ θαυμάτων τῇ χάριτι· καὶ γὰρ ἔσβεσεν, αἱρετιζόντων τὸ σκότος, πίστιν ἄμωμον, προασπισθεὶς ἀνενδότῳ, δυνάμει τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς, ὅμοιον
Ὁ πάντων Ποιητής, καὶ Δεσπότης τοῦ κόσμου, ὁ ὢν σὺν τῷ Πατρί, καὶ τῷ Πνεύματι ἄνω, ὡς βρέφος περιτέμνεται, ἐπὶ γῆς ὀκταήμερος. Ὄντως θεῖά τε, καὶ θαυμαστά σου τὰ ἔργα! σὺ γὰρ Δεσπότα, ὑπὲρ ἡμῶν περιτέμνῃ, ὡς ὤν Νόμου πλήρωμα.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Τοῦ Ὁσίου. Ἦχ. γ΄. Τὴν ὡραιότητα
Ὤφθης τῆς χάριτος, στάχυς χρυσίκαρπος, Πέτρε ἀοίδιμε, τρέφων τὴν ποίμνην σου, ταῖς ὑπὲρ φύσιν δωρεαῖς, εἰς Ὄλυμπον σελασφόρον· ὅθεν καὶ ἀόρατο, ἐγεγόνεις θεσπέσιε, νόμους τοὺς τῆς φύσεως, καταργῶν κατὰ βούλησιν· εἰς κάλλος γὰρ ἀνοίχθης ἀρχαῖον, Πάτερ ἁγίᾳ ταπεινώσει.
Δόξα. Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἡ Παρθένος σήμερον
Ὁ τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει, δίδωσι, τὴν σωτηρίαν σήμερον κόσμῳ· χαίρει δε, ἐν τοῖς ὑψίστοις καὶ ὁ τοῦ Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.

Μετὰ τὸν Πολυέλεον, τοῦ Ὁσίου. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Τὸ πλῆθος ἠφάνισας τῶν μυσαρῶν θαυμαστῶς, τὰς θύρας ἠνέωξας δαβιτικῷ ἐν ψαλμῷ, καὶ κλύδωνα ἔπαυσας· ὅθεν τῶν σῶν θαυμάτων, ὁσιώτατε Πέτρε, ὄλβον ἀνευφημοῦμεν, ἀρυόμενοι χάριν, δι’ ἧς τῶν δυσωνύμων παθῶν, ἐνθέως λυτρούμεθα
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς Ἦχος ὁ αὐτός.
Ὡς ὑπάρχων ἄβυσσος, φιλανθρωπίας, ἐνεδύσω Δεσπότα, μορφὴν τοῦ δούλου, καὶ σαρκί, περιετμήθης δωρούμενος, ἀνθρώποις πᾶσι, τὸ μέγα σου ἔλεος.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς του τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...


Ἰδιόμελον. Ἦχος πλ. β'. Στ.: Ἐλέησόν με ὁ Θεός...
Θεοφύλακτος κρατὴρ Ὀρθοδοξίας τεθέασαι, καὶ θαυμαστὸν τῆς Βιθυνίας ἀγλάϊσμα. Καὶ γὰρ τοῦ ποιμενάρχου Ταρασίου τῇ μαρτυρίᾳ, ἐνδέδυσαι ἱερουργοῦ τὴν χάριν, διὰ χειροθεσίας Βασιλείου τοῦ Πεζοῦ· διὸ χαίρει ἡ κώμη τῆς Ἐλαίας, ὡς κατάκαρπον ὁρῶσά σε ἐλαιόδενδρον, τὴν Ἐκκλησίαν πιαῖνον τῇ ἑνότητι τοῦ Πνεύματος· ὅθεν σκέπεις τοὺς βοῶντας· Πέτρε ἀγλαόφωτε, ἡμᾶς λύτρωσαι, ἀπὸ τῆς λώβης τῶν αἱρέσεων.

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ὀλύμπου φωστῆρα πίστει ᾄδω. Ἰσιδώρας Μ.
ᾨδὴ α’. Ἦχος β΄. Δεῦτε λαοί.
Ὄμβροις Φωτός, σκόρπισον ζόφον νοός μου σεπταῖς, καὶ φαειναῖς πρεσβείαις σου, ὅπως τρισόλβιον, ἀγλαΐαν γεραίρω, ὀθνείας βιοτῆς σου, Πέτρε μακάριε.
Λάμπεις σοφέ, τάγμα καθάπερ λαμπρῶν Σεραφείμ, τοὺς δυσμενεῖς τροπούμενος, σθένει τῆς χάριτος, τὴν εἰκόνα τοῦ Λόγου, ποσὶ καταπατοῦντας, καὶ καταπτύοντας.
Ὕπερθεν σύ, Λόγου ηὐγάσθης φωτὶ ἱλαρῷ, καὶ μυστικῶς ἐφίλησας, Κτίστου τὰ τραύματα, θεοφώτιστε Πέτρε, τοῖς πᾶσι συμπαθείας, μύρον γενόμενος.
Θεοτοκίον.
Μόνη Ἁγνή, ὤφθης Σωτῆρος νυμφὼν ἰερόν, ἐν ᾧ τῶν δύο φύσεων, ἕνωσις εἴργασται· σαρκωθεὶς γὰρ ἀτρέπτως, ἐθέωσεν ὁ Λόγος, ὅπερ προσείληφε.

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Περίλαμπρος ταγὸς φανεὶς Ὅσιε, τὴν ποίμνην σου ἤγαγες εἰς λειμῶνας, ὀρθοδόξων παραδόσεων, τοῦ Ζωοδότου μετέχων ταῖς θλίψεσι.
Ὁρίζοντα φωτὸς ὁρῶν ἄπειρον, ἀπέδιλος ὤφθης καὶ μονοχίτων, ἐν σιδήροις ταπεινούμενος, καὶ τῇ θυσίᾳ σπενδόμενος πίστεως.
Ὑψώθης εἰς τὰ ὄρη τοῦ Πνεύματος, Θεόπαιδος Κόρης τῇ προμηθείᾳ, νέμων Πέτρε ἀξιάγαστε, ἐν Βιθυνίᾳ ἀκτῖνας θεώσεως.
Θεοτοκίον.
Φωσφόρῳ τοῦ Πατρὸς βουλῇ Δέσποινα, τὸν Ἕνα ἐκύησας τῆς Τριάδος, μορφωθῆναι τὸ ἀνθρώπινον, ἐπιποθοῦντα ἡμῶν εἰς ἀνάπλασιν.







Κάθισμα. Τοῦ Ὁσίου. Ἦχος γ΄. Θείας Πίστεως
Θείαν ἄρουραν, τῆς Ἐκκλησίας, ἐγηπονήσας ἀνδρειοφρόνως, κακοδοξία τεμὼν τὰ ζιζάνια, καὶ καταρδεύσας αὐτὴν τῷ σῷ αἵματι, ὡς θεηγόρος κρουνὸς ἀγαπήσεως, Πέτρε ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τηρῆσαι καὶ ἡμᾶς τὴν πίστιν τὴν ἄτρεπτον.
Δόξα. Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἡ Παρθένος σήμερον
Ὁ τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει, δίδωσι, τὴν σωτηρίαν σήμερον κόσμῳ· χαίρει δε, ἐν τοῖς ὑψίστοις καὶ ὁ τοῦ Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡραιώθης ἐν Πνεύματι, Πέτρε σοφέ, ἀγάπης ταῖς λαμπάσιν, ἱλαρῶς φωτίσας, κόσμου τὰ πέρατα.
Σθεναρῷ σου φρονήματι, αἱρετικῶν, διέλυσας ἐπάλξεις, εὐαγῶς κηρύξας, πίστιν ὀρθόδοξον.
Ταπεινώσει ἐξέλαμψας, ὡς Μωϋσῆς, ἐκ πέτρας ἀναβλύζων, ἐξαισίως ὕδωρ, Πέτρε πανόλβιε.
Θεοτοκίον.
Ἡδυνθείημεν ἄχραντε, τῇ ἀγλαεῖ, Υἱοῦ Σου εὐσπλαγχνίᾳ, ὄντως σαρκωθέντος, ἐν τῇ νηδύϊ Σου.

ᾨδὴ ε’. Ὁ τοῦ φωτὸς χορηγός.
Ῥώσει ψυχῆς καθελών, τὴν μισητὴν τῶν δολερῶν αἵρεσιν, Πέτρε σοφέ, εὐφρόνως ἐγείρεις, προπύργια στεῤῥά, τηροῦντα τὴν πίστιν, εἰς ἔνθεον Ὄλυμπον.
Ἀδυνατεῖ σοι οὐδέν, ὡς κοινωνῷ τῆς τοῦ Χριστοῦ φύσεως, Πέτρε κλυτέ· διόπερ πεσόντα, φυτεύεις θαυμαστῶς, ὀδόντα Ποιμένος, ῥιζούμενον πάραυτα.
Παρακαλῶν μοναστάς, θείαν σου μνήμην εὐλαβῶς ἄγοντας, οἴνου πληροῖς, θεόληπτε Πέτρε, ὑδρίας τὰς κενάς, μεθύσκων ἐνθέων, τοὺς σὲ μεγαλύνοντας.
Θεοτοκίον.
Ἴθυνον Κόρη ἡμᾶς, τῆς μετανοίας εἰς ὁδὸν ἄσυλον, ἵνα Υἱοῦ σεπτῇ θεωρίᾳ, γενώμεθα Αὐτοῦ, εἰκόνες ὡραῖαι, ἐν σοὶ φωτιζόμεναι.

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Σιδήροις ἐν δεσμοῖς καθυπέμεινας, τῶν εἰκονομάχων δεινὴν ἰταμότητα· διὸ Ἀγγέλους ἔσχηκας, συνεκδήμους εἰς δρόμον ἀθλήσεως.
Τῇ ἀῤῥήτῳ νεφέλῃ τοῦ Πνεύματος, ἔχαιρες ἀρδεύειν φυτείαν τὴν ἔλλογον, ἐν τῷ Ὀλύμπῳ πάντιμε, καὶ συλλέγειν, καρποὺς τῆς αἰνέσεως
Εἰς ἐνθέους ἀγῶνας τῆς πίστεως, τὸν Ἰωαννίκιον εὗρες ὁμόψυχον, καὶ τὸν σεπτὸν Θεόδωρον, πυργοβάρεις ἀσείστους τοῦ Πνεύματος.
Θεοτοκίον.
Ἰατῆρα τῆς κτίσεως τέτοκας, Λόγον τοῦ Πατρὸς ἐν δυσὶ ταῖς θελήσεσι, προσειληφότα φύραμα, τῶν βροτῶν δι’ ἀμέτρητον ἔλεος.

Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ὁ τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει· δίδωσι, τὴν σωτηρίαν σήμερον κόσμῳ· χαίρει δέ, ἐν τοῖς ὑψίστοις καὶ ὁ τοῦ Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.
Κοντάκιον. Τοῦ Ὁσίου. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὴν πίστιν τηρῶν, τὴν χλαῖνάν σου ἐφοίνιξας, Εἰκόνων φανείς, ἀήττητος ὑπέρμαχος, ἀσκητῶν ἐντρύφημα, καὶ Ὀλύμπου θεόφωτον καύχημα· διόπερ Πέτρε θαυμάσιε, τῷ κόσμῳ ἐκβλύζεις, ἰαμάτων κρουνούς.
Ὁ Οἶκος.
Παύλου τοῦ Ὁσίου φωταγωγούμενος τῇ θεαυγεῖ νουθεσίᾳ, τῆς πίστεως γέγονας ἔρεισμα, τῆς μαρτυρίας ἐν ἐρυθραῖς χρόαις βάψας τὴν χλαῖνάν σου. Καὶ γὰρ τυπτόμενος διὰ τῆς ἁγίας Εἰκόνας, ἠξιώθης φέρειν τὰ στίγματα τοῦ Χριστοῦ· διὸ Πέτρε σημειοφόρε, τῷ κόσμῳ ἀναβλύζεις, ἰαμάτων κρουνούς.

Μὴν Ἰανουάριος, ἔχων ἡμέρας ΛΑ΄.
Ἡ ἡμέρα ἔχει ὥρας ι΄ και ἡ νὺξ ἔχει ὥρας ιδ΄.
Τῇ Α’ τοῦ αὐτοῦ Μηνός, ἡ κατὰ σάρκα Περιτομὴ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Χριστοῦ περιτμηθέντος, ἐτμήθη Νόμος,
καὶ τοῦ Νόμου τμηθέντος, εἰσήχθη Χάρις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασιλείου τοῦ Μεγάλου.
Ζῇ Βασίλειος, καὶ θανὼν ἐν Κυρίῳ,
ζῇ καὶ παρ᾽ ἡμῖν, ὡς λαλῶν ἐκ τῶν βίβλων,
Ἰανουαρίοιο θάνες, Βασίλειε, πρώτῃ.

Ἄλλος Πέτρος πρόκριτος ὡράθη Πέτρος,
σημεῖα ποιῶν ὡς ἐκεῖνος μυρία.
Ὁ ποιμὴν Ὀλύμπου πρώτῃ γῆθεν ἤρθη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάρτυς Θεόδοτος, ξίφει τελειοῦται.
Ὁ Θεόδοτος, Οὐκ ἀνέξομαι, λέγει,
εἰ μὴ κεφαλὴν τοῦ Θεοῦ τμηθῶ χάριν.

Ἐγκωμιαστὴν οἴκοθεν πλουτεῖς, Πάτερ,
τῆς σῆς τελευτῆς, σοῦ ἐκ μηροῦ γόνον.

Ὀφθεὶς Θεοδόσιος ἀρεταῖς μέγας,
ἄρχειν ἐκρίθη καὶ Μονῆς σεβασμίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τηλέμαχου

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Πέτρος ὁ Πελοποννήσιος, ὁ ἐκ Τριπολιτσᾷ, ἐν Ὀτεμίσι Μικρᾶς Ἀσίας, ἐν ἔτει 1776ῳ, ἀγχόνῃ τελειοῦται.
Πέτρα ἰδρυνθεὶς πίστεως Πέτρε μάκαρ,
ἐκ γῆς ἀνῆλθες, εἰς πόλον δι’ ἀγχόνης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς
Ἀμύντωρ κλεινός, τῆς εἰκόνος θείου Λόγου ἀνεδείχθης, τοῦ Παρακλήτου φαίνων ἔλλαμψιν, τῇ μαρτυρίᾳ τῆς πίστεως· ὅθεν τὰς ψυχὰς κατευθύνεις, εἰς Χριστοῦ τὴν ἐπίγνωσιν, αἱρετιζόντων τὴν ἀχλύν, διασκορπίζων στεῤῥῶς.
Δοθεὶς τῷ Χριστῷ, τὴν δυσπρόσιτον ἐπόθεις ἐρημίαν, ἐπιποθῶν τὴν ὡραιότητα, τῆς θεωρίας ὑπέρτιμε· ὅθεν ἐκ θανάτου ἐγείρεις, τοὺς ῥαθύμους κραυγάζοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡραίαν ᾠδήν, ἐνηρμόνισας σοφὲ εὐχαριστίας, εἰς ἀπειρόφωτον πανήγυριν, ἔνθα συνόμιλον ἔσχηκας, μύστην ἀγλαοῦς, τὸν Ἰάκωβον κράζοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἰλύος παθῶν, ἐκκαθαίρουσα τὸ γένος τῶν ἀνθρώπων, καταστυλίζεις θείοις κάλλεσι, τῆς ἀρχεγόνου λαμπρότητος· ὅθεν ἀνυμνοῦμεν Παρθένε, Σὴν γαστέρα ὁλόφωτον, κυοφορήσασαν Θεόν, λαβόντα δούλου μορφήν.







ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Στῦλος ὡράθης ἀῤῥαγής, καταυγάζων τοὺς ἐν σκότει τῆς ἀπάτης, μοναστάς τε στηρίζων, ἐπὶ τὴν πέτραν Χριστόν, βοῶντας· ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἴθυνας ποίμνην σου την σεπτήν, εἰς νομὰς τρισσοφεγγοῦς θεογνωσίας, ἱλαρώτατε Πέτρε· καὶ γὰρ αἱρέσεις τεμών, Ποιμὴν καθωράθης ὁλόωτος, μέλπων τῷ αὐλῷ σου, ᾠδὴν τῆς μαρτυρίας.
Δέδεξαι χάριν μυστικήν, γηπονεῖν τῆς Ἐκκλησίας τὰς ἀρούρας· ὅθεν Πάτερ πηγνύεις ἐν Προποντίδι Μονήν, κλεινοῦ Πορφυρίου εἰς Ῥύνδακα, ῥείθροις ἀφθαρσίας, φυτείαν σου πιαίνων.
Θεοτοκίον.
Ὤφθης ἁγία κιβωτός, διασώζουσα ἡμᾶς ἐκ τοῦ ὀλέθρου, πλημμυρίδος ἀγρίας τῶν ψυχοφθόρων παθῶν, τεκοῦσα διπλοῦν ταῖς θελήσεσιν, ἄχραντε ἀφύρτως, Υἱὸν τὸν Παντουργέτην.

ᾨδὴ θ’. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ῥεῖθρα πηγάζων σοφίας, ὡς πηγὴ θεοφόρος, δέδειξαι τῆς Ἀτρώας χαρμονή· Πνεύματος γὰρ ἐν ἰσχύϊ λαμπρᾷ, ἐξεγείρων θανόντας, ἐμφαίνειν εὐσπλαγχνίαν τοῦ Χριστοῦ, δωρουμένου ἁγίοις, τὰ τούτου ἰδιώματα.
Αὔγασον Πάτερ φωτί σου, τοῦ νοός μου τὸν ζόφον, πέλων τοῦ Ἡλίου κοινωνός· νέμων καὶ γὰρ τρισακτίνους αὐγάς, θεῖε Πέτρε ἐδείχθης, ἀκέστωρ φιλανθρώπῳ ἐν στοργῇ, θεραπεύων τὰς νόσους, τῶν πόθῳ προσιόντων σοι.
Στῆσον τὴν νῦν καταιγίδα, ἐπελθοῦσαν βιαίως, ῥύμῃ τῶν ἀθέων ἐναγῶν, χέων ἡμῖν ἱλασμοὺς θεαυγεῖς, Πάτερ θείαις λιταῖς σου· εἰς ἄχραντον νυμφῶνα εὐαγῆ, καὶ γὰρ δρέπει τὴν αἴγλην, ἀγάπης μυροχεύμονος.
Θεοτοκίον.
Μύροις σεπτῆς παρθενίας, καταπλήττεις Μαρία, τάξεις τῶν πυρόρων Χερουβείμ, κτίσιν καλοῦσαν εἰς γνῶσιν Χριστοῦ, τίκτεις γὰρ ἀπειράνδρως, Σωτῆρα τὸν ποθοῦντα ἐμμανῶς, ἐν κενώσει ἀφάτῳ, μετέχεσθαι τῷ πλάσματι.










Ἐξαποστειλάριον. Τοῦ Ὁσίου. Γυναῖκες ἀκουτίσθητε.
Ἀτρώας τὸ ἀγλάϊσμα, καὶ μύστην τῆς Θεόπαιδος, ὑπὲρ ἁγίων Εἰκόνων, θεοπρεπῶς αἰκισθέντα, τὸν Πέτρον εὐφημήσωμεν, θεοφεγγῆ ὑπέρμαχον, τῆς ὀρθοδόξου πίστεως· καὶ γὰρ ἐν χρόαις αἱμάτων, αὐτοῦ ἐνέβαψε χλαῖνα.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Τὴν σάρκα περιτέμνεται, ὁ τὸν Νόμον πληρώσας, ὡς βρέφος ὀκταήμερον, τῶν αἰώνων ὁ Κτίστης, καὶ σπάργανα εἱλίσσεται, ὡς βροτὸς καὶ γάλακτι ἐκτρέφεται ὁ τὰ πάντα, τῇ ἀπείρῳ ἰσχύϊ, ὡς Θεὸς διακρατῶν, καὶ τῇ ῥοπῇ διεξάγων.

Αἶνοι. Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Σήμερον Χριστοῦ προσδέχεται, τὰς ὑπὲρ νοῦν δωρεάς, τριφαῶς ἀγαλλόμενος, Πέτρος ὁ καλλίνικος, Βιθυνίας τὸ αὔγασμα. Καὶ γὰρ τῷ κόσμῳ, ὄντω ἐσταύρωται, πάντας βαπτίσας, πυρὶ τοῦ Πνεύματος· ὅθεν τοῖς στίγμασιν, Ἰησοῦ κοσμούμενος μαρτυρικῶς, πίστεως ἐτράνωσε, τὰ θεῖα δόγματα.

Ὢ τοῦ παραδόξου θαύματος! ὡς ζηλωτὴς Ἠλιού, Νεστορίου ἀμύντορας, εὐσθενῶς κατέῤῥαξας, τῇ μαχαίρᾳ τοῦ Πνεύματος· διὸ Ὀλύμπου, τὸ ὄρος ηὔγασας, θείας εἰκόνας, προασπιζόμενος· ὅθεν τῇ ῥάβδῳ σου, καὶ ἡμᾶς εὐλογήσον Πέτρε σοφέ, ἵνα μεγαλύνωμεν, Χριστοῦ τὸ ὄνομα.

Ὢ τοῦ παραδόξου θαύματος! τῶν δαιμονίων ἑσμόν, εἰς κοράκων συνάθροισιν, ἀπηνῶς ἐδίωξας, ὡς θεράπων τοῦ Κτίστου σου. Ἐν ἀγλαΐᾳ, καὶ γὰρ κεκόσμησαι, τῇ ἀρχεγόνῳ Πέτρε θεσπέσιε· ὅθεν τὴν ζόφωσιν, τῶν δεινῶν κατάργησον ἡμῶν παθῶν, ἵνα ἐλεήμονα, καρδίαν κτώμεθα.

Δεῦτε μοναστῶν ὑμνήσωμεν, μυσταγωγὸν θεουργόν, τὸν Χριστὸν ἐνδυσάμενον, ἐν παννύχοις στάσεσι, καὶ ἁγίαις μεθέξεσι. Καὶ γὰρ Ἀτρώας ὤφθη καλλίστευμα, Πέτρος ὁ ἔνθους, ὥσπερ φιλέρημος, κέρδος ἀρδόμενος, τοῦ Σταυροῦ τοῖς νάμασι κενωτικῶς, καὶ τὴν φωτοδότιδα, νέμων κατάνυξιν.









Δόξα. Ἦχος πλ. δ΄.
Ὁ Θεὸς τῆς εἰρήνης ὡδήγησέ σε ἐν Ὀλύμπῳ, ἔνθα εἰς τὸν γνόφον εἰσέδυς τῆς θεωρίας, Πέτρε ἀξιάγαστε. Ἐν παντὶ τοίνυν εὐχαριστῶν, ὤφθης ζέων τῷ Πνεύματι, κακοπαθῶν καὶ ἐμπόνως δεόμενος· διὸ ἀνταναπληρῶν τὰς θλίψεις τῶν Ἁγίων, ὤφθης τοῖς μονασταῖς σου, κανὼν διακρίσεως· ὅθεν τῶν Ὁσίων Ὁμολογητῶν, ἐκχέων τὰ φωτίσματα, τὴν Ἐκκλησίαν ἐστήριξας, ἐν τῇ πέτρᾳ τῆς πίστεως. Καὶ γὰρ κατανοήσας τὸ βάθος τῆς Ἀγάπης, ἐκήρυξας ὀρθοδόξως, τῆς ἀληθείας τὰ δόγματα. Καὶ νῦν φρούρει τὴν πίστιν ἀμώμητον, ἐν τῇ δυνάμει τοῦ Πνεύματος, παρέχων τοῖς ὑμνηταῖς σου, τὴν χάριν τοῦ δοξάζειν Τριάδα Ὁμοούσιον.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'
Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν· οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ὀρθοδόξων θεία κρηπίς, πίστει διαῤῥήξας, τῶν αἱρέσεων τὴν ἀχλύν, Πέτρε τῆς Ἀτρώας, ὁ Λόγου τὴν εἰκόνα, ἐν αἵματι καρδίας, προασπισάμενος.




ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἀγλαόφωτον Ἀτρώας ποιμένα, ἐν ταπεινώσει καὶ ἀνδρείᾳ ἐνθέῳ, προασπισθέντα πίστιν τὴν Ὀρθόδοξον, δεῦτε εὐφημήσωμεν, ἐκβοῶντες εὐφρόνως· ῥῦσαι τοὺς ἱκέτας σου, ἐκ παντοίων κινδύνων, ταῖς πρὸς Θεὸν λιταῖς σου θαυμαστέ, Πέτρε παρέχων, πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Πέτρε, φώτισον τὸ ἐμὸν σκότος. Ἰσιδώρας Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πιὼν τὸν χειμάῤῥουν τῶν δωρεῶν, ὦ Πέτρε ἀρδεύεις, τὰς καρδίας τῶν εὐλαβῶς, ἐν πίστει τὴν χάριν αἰτουμένων, τῶν πρεσβειῶν σου καὶ θείων ἐντεύξεων.
Ἐκχέεις τὰ ῥεῖθρα τῶν ἱλασμῶν, ἐνθέου ἀγάπης, ὡς θεόφωτος κοινωνός, ὦ Πέτρε τὴν λύμην διαλύων, τῆς ζοφερᾶς καὶ ἀφώτου οἰήσεως.
Τυράννου συντρίβων τὰς μηχανάς, πιστοὺς ἐνισχύεις, καταῤῥίπτειν τὰ ὀχυρά, τῆς πλάνης αἱρέσεων ζοφώδων, ἐπιστηρίζων τῆς πίστεως δόγματα.
Θεοτοκίον.
Ῥυσθείημεν Δέσποινα ἀγαθή, παθῶν δυσωδίας, ἱκεσίαις Σου μητρικαῖς, καὶ γὰρ τῆς Τριάδος εὐωδίαν, ὑπερφυεῖ Σου κυήσει ἐξέχεας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εὐφεγγεῖ ἐν δυνάμει, διαπερῶν Ὅσιε, ῥεῖθρα ποταμοῦ πλημμυροῦντος, δός μοι διέρχεσθαι, τὴν ἀδιάβατον, τῶν πειρασμῶν τρικυμίαν, Πέτρε θεοφύλακτε, μύστα τοῦ Πνεύματος.
Φωτοφόρῳ ἰσχύϊ, προασπιστὴς ἄριστος, ὤφθης τῶν ἁγίων Εἰκόνων, Πέτρε θαυμάσιε· ὅθεν εἰκόνα ἐμήν, ἐν ταπεινώσει κοσμήσας, ποίησον ἐκτύπωμα, τοῦ πανοικτίρμονος.
Ὡραΐσας στολήν σου, ἐν ταῖς βαφαῖς αἵματος, ὤφθης τῶν πατρώων δογμάτων, πρόμαχος ἔντιμος, πάντας ἡμᾶς δυναμῶν, ὁμολογεῖν ἀτρομήτως, πίστιν τὴν Ὀρθόδοξον, Πέτρε ἀήττητε.
Θεοτοκίον.
Τετρωμένη ἀγάπης, τοῦ Ποιητοῦ δέδειξαι, καὶ τῆς σταυρικῆς πανδαισίας, μέτοχος γέγονας· διὸ ἡμῶν τὰς ψυχάς, Μονογενοῦς ἐν τῷ βέλει, τρῶσον Θεονύμφευτε, τῇ ἀντιλήψει Σου.
Διάσωσον, ἀπὸ παγίδων τῆς πλάνης τοὺς σοὺς ἱκέτας, ἀντιλήψει σου σθεναρᾷ, ὦ Πέτρε δωρούμενος, τὴν χάριν ἐνθέου ὁμολογίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀφθόνως ἡμῖν ἐκβλύζων ταῖς πρεσβείαις σου, ἐλέους κρουνοὺς καὶ ῥεῖθρα τῶν ἰάσεων, ὡς σεπτὸς ὑπέρμαχος, τῆς Εἰκόνος τοῦ Λόγου καλλίνικε, Ὀλύμπου ὤφθης κέδρος θαυμαστός, ὦ Πέτρε, τοῦ κόσμου ἡ παράκλησις.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰατῆρα σε εὕροιμεν, Πέτρε νοσημάτων καὶ ἀντιλήπτορα, προμηθείᾳ σου διώκοντα, ζόφον ψυχοφθόρου ἀπογνώσεως.
Σελασφόροις δεήσεσι, νέμεις τοῖς δεσμώταις τὴν ἀπολύτρωσιν· διὸ τάχει με διάσωσον, ἐκ δεσμῶν βεβήλου ἀκρασίας μου.
Ὁδηγῶν με εἰς ἄχραντον, τῆς θεογνωσίας κυψέλην εὔφρανον, Πάτερ Πέτρε ἐν τῷ μέλιτι, ὄντως πανηδίστης κατανύξεως.
Θεοτοκίον.
Ναυτιῶντας πανάμωμε, ἐν τῷ καχεσπέρῳ τοῦ βίου κλύδωνι, πρὸς λιμένα πάντας ὅρμισον, τῆς εἰρηνοδώρου εὐλογίας Σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τείχισον ἡμᾶς, πρεσβειῶν σου ὀχυρώμασι, θεῖε Πέτρε ἐκ πυρῶν δαιμονικῶν, διασώζων τὴν σὴν ποίμνην ἀπαράτρωτον.
Ὄλεσον σοφέ, μηχανὰς τοῦ πολεμήτορος, δᾳδουχῶν ἰχνηλατεῖν με τὴν Ζωήν, καὶ καλύπτων με τῇ σκέπῃ τῶν πτερύγων σου.
Ἔμπλησον ἡμᾶς, Παρακλήτου τοῖς φωτίσμασιν, ἵνα σάρκωσιν ὑμνῶμεν τοῦ Χριστοῦ, καὶ Πατρώαν εὐδοκίαν τὴν ἀνείκαστον.
Θεοτοκίον.
Μνήσθητι ἡμῶν, ἐν τῇ ὥρᾳ τῆς ἐτάσεως, καὶ γὰρ σώζεις Θεοτόκε τοὺς βροτούς, ἐν προνοίᾳ φιλανθρώπῳ καὶ οἰκτίρμονι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὀλβίαις σου, πατρικαῖς δεήσεσιν, εὐαγῶς ἐλευθερῶν αἰχμαλώτους, κἀμὲ δεσμοῖς ἰταμῆς ἀνομίας, κατατρυχόμενον Πέτρε ἀνάρυσαι· καὶ γὰρ μεθέξει τοῦ Χριστοῦ, εὐεργέτης βροτῶν ἀναδέδειξαι.
Νενίκηκας, τοῦ ἐχθροῦ τὰς φάλαγγας, καὶ δεινῶν αἱρετιζόντων τὰ στίφη, θεοφεγγῶς τὰς ψυχὰς ἐνισχύων, ὁμολογεῖν τὴν Τριάδα ἀσύγχυτον, καὶ δύο φύσεις τοῦ Χριστοῦ, σαρκωθέντος δι’ ἄφατον ἔλεος.
Συρόμενος, εἰς τὴν γῆν θεόφωτε, οὐκ ἠρνήσω τὴν Εἰκόνα τοῦ Κτίστου· διὸ πιστούς, εἰς ἀρνήσεως χρόνους, τῆς ἀληθείας τῇ Πέτρᾳ στερέωσον, ἕως θανάτου προσκυνεῖν, τὸν Σωτῆρα ἀχράντῳ φρονήματι.
Θεοτοκίον.
Κοσμήσασα, Ἐκκλησίαν πάντιμον, ἀρετῶν Σου καλλοναῖς Θεοτόκε, ἐν τῷ σαρδίῳ ἁγνείας φαιδρύνεις, καὶ χρυσολίθῳ σεπτῆς ταπεινώσεως, πιστῶν αὐγάζουσα τὸν νοῦν, τοῦ Υἱοῦ Σου φωσφόροις ἐλλάμψεσι.
Διάσωσον, ἀπὸ παγίδων τῆς πλάνης τοὺς σοὺς ἱκέτας, ἀντιλήψει σου σθεναρᾷ, ὦ Πέτρε δωρούμενος, τὴν χάριν ἐνθέου ὁμολογίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁμολογήσας τὴν πίστιν ὑπέμεινας, καρτερικῶς τὰς αἰκίας πανθαύμαστε, τοῖς ὑμνηταῖς σου αἰτούμενος Ὅσιε, τὴν κραταιὰν τοῦ Κυρίου ἀγάπησιν, ὦ Πέτρε πιστῶν τὸ κραταίωμα.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἔρωτι φλεγόμενος, διὰ Χριστοῦ τὴν Εἰκόνα, πόνους καθυπέμεινας, αἰκισμοὺς καὶ μάστιγας ὑβριζόμενος· εὐλαβῶς ὅθεν σε, ὡς Χριστοῦ Εἰκόνα, προσκυνοῦντες ἱκετεύομεν, πάντας λυτρώσασθαι, βρόχων δεινοτάτων αἱρέσεων. Ὑπάρχεις γὰρ ἀκλόνητον, Πέτρε Ἐκκλησίας τὸ ἔρεισμα, κόσμῳ ἐξαγγέλων, Τριάδα ἐν Μονάδι τριφαεῖ, καὶ τοῦ Κυρίου τὴν σάρκωσιν, διτταῖς ἐν θελήσεσι.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁλοψύχῳ λατρείᾳ, τῆς Τριάδος τὴν πίστιν καθωμολόγησας, λαμπρύνων θεηγόρε, τὸν νοῦν καὶ τὴν καρδίαν, τῶν βοώντων ἐν χάριτι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῶν βροτῶν ἀλγηδόνας, καταπαύων προνοίᾳ τῇ φιλοστόργῳ σου, θανάτου κυριεύεις, ὦ Πέτρε τῇ μεθέξει, τοῦ Δεσπότου γενόμενος, θαυματουργὸς ἰατρός, ψυχῶν τε καὶ σωμάτων.
Ὀλοθρεύων τὸν ὄφιν, τῆς ἐπάρσεως Πέτρε τῇ ταπεινώσει σου, ὀχύρωσον ἰσχύϊ, κλεινῆς ὁμολογίας, τοὺς ἐν πίστει κραυγάζοντας· Μὴ ἐπιλάθου ἡμῶν, ποιμὴν παντελεῆμον.
Θεοτοκίον.
Στεναγμὸν καὶ ὀδύνην, καταργήσασα Κόρη τῆς παραβάσεως, κυήσει Σου ἀφθόρῳ, εἰκόνα μου ζοφώδη, ἀμαρύγμασι λάμπρυνον, τῆς πρωταυγοῦς καλλονῆς, πρεσβείαις μητρικαῖς Σου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἴδοιμι αἴγλην, πολυποικίλου σοφίας, τοῦ Θεοῦ ἀληθεύων ἐν πίστει, καὶ ἐν τῇ ἀγάπῃ, ὦ Πέτρε θεηγόρε.
Στῆσον χειμάῤῥουν, ὑπονοιῶν μου τρισμάκαρ, ἐν τριφώτῳ τῇ γνώσει τοῦ Λόγου, Πέτρε τῆς Ἀτρώας, ὡς μύστης τῆς σοφίας.
Ἵνα δοξάζω, τῶν παλαισμάτων σου κλέος, τῆς πικρᾶς δυναστείας με ῥῦσαι, τοῦ ἀνθρωποκτόνου, σεπτῇ σου προμηθείᾳ.
Θεοτοκίον.
Δέξαι Παρθένε, ἡμῶν ἐνθέους αἰνέσεις, ἀπαλλάττουσα δόλου ἀνθρώπων, καὶ μηχανημάτων, σατὰν τοῦ παλαμναίου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡραίως καταυγάζεις, Πέτρε θεοῤῥῆμον, τοὺς σκοτισθέντας πταισμάτων τοῖς νέφεσι, θεογνωσίας ἐκφαίνων τὸ φῶς τὸ ἄδυτον.
Ῥυπῶσάν μου καρδίαν, κάθαρον οἰκτίρμον, ὁ καθαρθεὶς μετανοίας τοῖς δάκρυσι, καὶ δοξασθεὶς ταῖς αἰκίαις, ὑπὲρ τῆς πίστεως.
Ἀνάστησον ἐν τάχει, τοὺς βεβυθισμένους, ἐν τῇ συγχύσει δεινῆς ἀπογνώσεως, τοῦ Παρακλήτου ἐκχέων τὴν ἀγαλλίασιν.
Θεοτοκίον.
Στεφάνωσον Παρθένε, ἀγάπης Σου τῇ αἴγλῃ, τοὺς προσκυνοῦντας Υἱόν Σου τὸν ἄχρονον, οὐσιωθέντα ἐν μήτρᾳ Σου τὸ ἀνθρώπινον.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Βιθυνίας φωταγωγέ, καὶ τῆς Θεοτόκου, ὑμνηπόλε πανευλαβές· χαίροις μοναζόντων, σεπτὴ παραμυθία, ὦ Πέτρε τῆς Ἀτρώας, ἔντιμον καύχημα.
Πάτερ κατετρώθης ἐν αἰκισμοῖς, νέμων Ἐκκλησίᾳ, ὡς Εἰκόνων προασπιστής, φάος ἀληθείας, ὦ Πέτρε θεηγόρε, τὴν πίστιν ὑπογράφων, θείῳ σου αἵματι.
Θείοις σου ἱκέταις καὶ ὑμνηταῖς, Πάτερ ὑετίζων, ἰαμάτων ταὰς δωρεάς, ὤφθης τῶν ὀδόντων, θεσπέσιος ἀκέστωρ, ἀφάτῳ εὐσπλαγχνίᾳ, καὶ προμηθείᾳ σου.
Δεῦρο ἐν συνάξει λειτουργικῇ, Πέτρε τῆς Ἀτρώας, τῆς ἑνότητος φωτισμόν, χέων φωτοφόροις, λιταῖς τῆς Θεοτόκου, ἧν ἔσχηκας προστάτιν, καὶ ἀντιλήπτορα.
Πλάνην καταπτύσας τῶν ἀσεβῶν, ἀνδρείᾳ καρδίᾳ, ἐσημάνθης θεοφεγγῶς, Πέτρε μαρτυρίας, σφραγῖδι τῇ ἁγίᾳ, ἡμᾶς κατασφραγίζων, σθένει τοῦ Πνεύματος.
Σύνδησον ἀγάπῃ Χριστοφαεῖ, Πέτρε τοὺς τιμῶντας, ὁλοψύχῳ ἐν μετοχῇ, θείους σου ἀγῶνας, καὶ κόπους ὑπερμέτρους, παρέχων εὐψυχίαν, ἀκαταγώνιστον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πόθῳ, ἀνυμνήσωμεν πιστοί, θείαν τῆς Ἀτρώας νεφέλην, τὴν θαυματόβρυτον, λύουσαν δυσώνυμον, φλογμὸν αἱρέσεων· καὶ γὰρ δρόσῳ τοῦ Πνεύματος, πιαίνει ἀφθόνως, στάχυας τῆς πίστεως, τοὺς διατρέφοντας, Νύμφη τοῦ Χριστοῦ Ἐκκλησίαν, νέμων ἱλασμοὺς τοῖς βοῶσι· Πέτρε τῶν τιμώντων σε μνημόνευε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου