ΟΚΤΩΒΡΙΟΣ ΚΘ΄!!
ΑΝΝΑ ΟΣΙΑ Η ΜΕΤΟΝΟΜΑΣΘΕΙΣΑ ΕΥΦΗΜΙΑΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ
Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Εἰς τό·
Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων
ταγμάτων.
Ἐν
τῷ Ὀλύμπῳ ὡράθης, κέδρος θεόφωτος, ὑπερφυεῖ ἀνδρείᾳ, ὑψουμένη θεόφρον, καὶ
χάριτι ὑμνοῦσα τὸν Λυτρωτήν, ἐν ἀγρύπνοις μελέταις σου· διὸ τιμῶμεν τὴν μνήμην
σου εὐλαβῶς, Ἄννα θεία εὐφραινόμενοι.
Ἐν
τῇ καμίνῳ βληθεῖσα, Ἄννα τῶν θλίψεων, τρισσοφαεῖ δυνάμει, κατεπάτησας φλόγας, ἐνθέως
δροσισθεῖσα τοῖς ὑετοῖς, πανδαμάτορος ἔρωτος, τοῦ Εὐεργέτου πηδῶντος εἰς τοὺς
βουνούς, θεοῤῥύτου ταπεινώσεως.
Ἀνδρειοτάτῃ
καρδίᾳ, Ἄννα ὑπέρτιμε, τὸν χωρισμὸν συζύγου, προσφιλῶν τε τεκνίων, ὡς κλῆσιν οὐρανόθεν
διὰ σκληράν, προσεδέξω ἀνάβασιν· διὸ τοῦ κόσμου φυγοῦσα τὰς ἡδονάς, τὸν
Παράκλητον ἐδόξασας.
Ἀνευφημήσωμεν
πόθῳ, τὴν σαγηνεύσασαν, Ἀβραμιτῶν εἰς Μάνδραν, μοναζόντων χορείας, καὶ Λόγου ἐπικλήσει
τὰς προσβολάς, τοῦ σατὰν καταργήσασαν, τῇ θεοφώτῳ ἀσπίδι θείου κλεινοῦ, δι’ Εἰκόνας
μαρτυρήσαντος.
Δόξα. Ἦχος β΄.
Ἐν
τῷ βυθῷ τῆς ἀφανείας, συλλέξασας τοὺς ἀγλαεῖς μαργαρίτας τῆς Χάριτος,
κατεπλουτίσθης ἐν ἀφθάρτῳ ὄλῳ, Ἄννα θεοφώτιστε. Καὶ γὰρ τὴν στέρησιν τοῦ
συζύγου καὶ τῶν τέκνων, καθάπερ πρόσκλησιν θεϊκὴν ὑποδεξαμένη, ὡς τρυγὼν τοῦ
Πνεύματος φιλέρημος, ἐμάκρυνας ἐν Ὀλύμπῳ, ἀρνησαμένη τοῦ κόσμου δόξαν τὴν εὐμάραντον·
ἀνδρικῶς ὅθεν ἀγωνισθεῖσα διὰ Χριστὸν τὸν Ζωοδότην, σὺν μονασταῖς Ὁσίοις, ἀπαύστως
πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον.
Ὢ τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ
θαύματα, ἀνακηρύττω τὴν Θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουὴλ
φύσεως μὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέῤῥηξεν, ὡς
Θεός, ἀλλ' οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς
συνελήφθη, ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα. Αὕτη
ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, εἰμὴ μόνος Κύριος ὁ Θεὸς
Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πόθῳ
θεοπρεπεῖ, Ὀλύμπου τὰς ἐρήμους, κατήρδευσας ἐν ῥείθροις, ἐνθέου μετανοία, καὶ
ξένης ταπεινώσεως.
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ
προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Βόσπορον
εὐκλεῆ, καὶ Προῦσαν πανολβίαν, ὡράϊσας εὐχαῖς σου, καὶ πόνοις ἐγκρατείας, Ὁσία
θεοπύρσευτε.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Ἄννα
ἐρατεινή, ἐνθέῳ παντευχίᾳ, ἐπάλαισας ἀνδρείως, κατὰ τοῦ ἀρχεκάκου, ὀνείδη ἀλογήσασα.
Δόξα. Τριαδικόν.
Ἄννα
πανευλαβῶς, ἐν ὕμνοις μεγαλύνεις, Τριάδα σελασφόρον, Πατέρα σὺν Ὑιῷ τε, καὶ Πνεῦμα
τὸ πανάγιον.
Καὶ νῦν. Θεοτοκίον.
Ὤφθης
τῶν γηγενῶν, καὶ πάντων τῶν Ἀγγέλων, παράκλησις ὀθνεία, Υἱὸν ἀναλλοιώτως,
Παρθένε σωματώσασα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀνδρείῳ
φρονήματι ἀῤῥενωθεῖσα σεπτῶς, τοῦ σύζυγο στέρησιν καὶ εὐκλεῶν σου βλαστῶν, ὡς
κλῆσιν ἀθλήσεως, κρείττονος προσεδέξω, Μῆτερ Ἄννα θεόφρον· ὅθεν ἐν τῷ Ὀλύμπῳ, ἐν
Βοσπόρῳ καὶ Προύσῃ, λαμπρῶς ἀντεδωρήσω σαυτήν, Χριστῷ τῷ Κυρίῳ σου.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους στ, καὶ ψάλλομεν Προσόμοια τῆς Ὁσία. Ἦχος δ’. Ἦχος δ’. Ὡς γενναῖον ἐν
Μάρτυσι.
Τὴν ὁδὸν ἰχνηλάτησας, τοῦ θεόφρονος
θείου σου, ἐκκοπὴν τῆς γλώττης καθυπομείνατος, διὰ δογμάτων ἀκρίβειαν, τῇ πέτρᾳ
τῆς πίστεως, στηριχθεῖσα εὐαγῶς· ὅθεν Ἄννα ἐν πνεύματι, ἐβεβαίωσας, τοῦ Χριστοῦ
τὸ μαρτύριον ἐμπράκτως, μοναζόντων εἰς χορείαν, ἀθλητικῶς ἀριστεύσασα.
Χαρμοσύνως τιμήσωμεν, χελιδόνα
ταχύπτερον, νηπτικῆς σοφίας καὶ καθαρότητος, ἀῤῥενωθεῖσαν ἐν χάριτι, καὶ Λόγον
δοξάσασαν, ἐν θυσίᾳ ἱλαρᾷ, θεογνώστου κενώσεως, ἀνακράζοντες· Ἄννα θεία εὐφραίνου
ἐν Κυρίῳ, τοὺς δεσμοὺς καταλιποῦσα, τῶν ἐν σαρκὶ πεποιθότων σοι.
Αὐξομένη δυνάμεσι, Παρακλήτου ἀνέδραμες,
κοινωνῆσαι Πάθει τοῦ Ἐλεήμονος, Οὗ τὴν χαρὰν καὶ παράκλησιν, ἐνδέδυσαι
θλίψεσιν, ὥσπερ Εὐφημιανός, τοῦ συζύγου ἡδύτητα, καὶ τεκνίων σου, εὐαγῶς ἐν
Χριστῷ ἀπεκδυθεῖσα, δι’ ἀμέμπτου ἐγκρατείας, καὶ ἐπιπόνου δεήσεως.
Ἕτερα. Ἦχος ὁ αὐτός. Ἔδωκας
σημείωσιν.
Βίου ἡδυπάθειαν, θεοπρεπῶς ἀφειδήσασα,
ἐν ἀνάγκαις ηὐδόκησας, ἀτρύτοις ἐν ὕβρεσι, καὶ στενοχωρίαις· ὅθεν ἀνδρωθεῖσα, Ἄννα
ἐπέγνωκας σαφῶς, ὀθνείαν χάριν τῆς κατανύξεως, τηροῦσαν τὴν ἑνότητα, Ἀβραμιτῶν ἐν
σκηνώματι, ὃ ἐνθέως ἐδόξασας, λαμπηδόσι θεώσεως.
Στῦλος ἀγλαόφωτος, ἐν τῷ Ὀλύμπῳ
τεθέασαι, μοναστὰς ἐφελκύσασα, εἰρήνῃ τοῦ Πνεύματος, Ἄννα θεηγόρε. Θήλεος τὸ χαῦνον,
παρωσαμένη εὐσθενῶς, καὶ γὰρ ἐπίθεσιν τοῦ ἀλάστορος, ἀδήριτον ὑπέμεινας, τὴν ὑπερβάλλουσαν
γνώσεως, ἐνδυθεῖσα ἀγάπησιν, τῇ σφραγίδι τῆς πίστεως.
Θρόνοις καὶ Δυνάμεσι, τὴν
πολυποίκιλον ἔδειξας, πανσοφίαν τοῦ Κτίσαντος, Τριάδα δοξάσασα, ἐν τῷ σώματί
σου, Ἄννα σελασφόρε· ὅθεν Βοσπόρου τὸ Στενόν, καταλαμπρύνεται ἀγλαΐαις σου, δι’
ὧν ὁσίως ἔστεψας, τῆς Ἐκκλησίας τὸ μέτωπον, ἰωμένη τοὺς πάσχοντας, καὶ τοὺς
πένητας θάλπουσα.
Δόξα. Ἦχος πλ. α’.
Τοῦ
Ὁμολογητοῦ θείου σου ζηλώσασα τὴν εὐπρέπειαν, ὁμιλοῦντος ἄνευ γλώσσης, ὑπὲρ τῶν
Ἁγίων Εἰκόνων ἐκκοπείσης, τὴν κοσμικὴν ματαιότητα ἀπετίναξας, ἀνδρείῳ
φρονήματι· ὁθεν ἐπιλεξαμένη ὁδοὺς σκληράς, καὶ ἐνδυσαμένη τὸν θώρακα τῆς
δικαιοσύνης, πάντα τὰ πυρφόρα βέλη τοῦ πονηροῦ ἴσχυσας κατασβέσαι· διὸ καθάπερ
Εὐφημιανός, ἐπιποθήσας πάντας ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ, ἔπαινος γέγονας τῆς
δόξης τῆς χάριτος. Μνήσθητι Ἄννα δεόμεθα, καὶ ἡμῶν τῶν τιμώντων σε
Καὶ νῦν ... Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου
Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης
τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν
ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος
μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος,
Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον
τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ,
λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ
τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει.
Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον
ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν
βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς
θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς
βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται
ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς
δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ
ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ·
πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα.
Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ
τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι,
περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε
προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ
οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς,
καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,
πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι
καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω.
Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ,
ιδ'. 1-8, 24-27)
Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων
κατέσκαψε ταῖς χερσὶν αὐτῆς. Ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ
σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται. Ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως,
χείλη δὲ σοφῶν φυλάσσει αὐτούς. Οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ
γεννήματα, φανερὰ βοὸς ἰσχύς. Μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς
ἄδικος. Ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις
εὐχερής. Πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. Σοφία
πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. Στέφανος
σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. Ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς
πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. Ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ
καταλείπει ἔρεισμα. Πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος
θανάτου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ, 7-15)
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη.
Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ,
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις
καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν. Ἦχος α'
Τοῦ
Βυζαντίου ὡραιόφωτον κυπάρισσον, μεγαλύνωμεν σήμερον, Ἄνναν τὴν ἀεισέβαστον. Καὶ
γὰρ τῶν τέκνων αὐτῆς τὴν χαράν, καὶ τοῦ συζύγου τὴν εὐστοργίαν στερηθεῖσα, ἔσπευσεν
ὅπως καταλάβῃ, ἐφ’ ᾧ καὶ κατελήφθη· διὸ ἀῤῥενωθεῖσα κατὰ τοῦ δυσμενοῦς, μετ’ ἀνδρῶν
μοναστῶν τὸν ἀγῶνα ἐποιήσατο· ὅθεν στολισθεῖσα τῇ ἀρχαίᾳ λαμπρότητι, τοῦ Ὀλύμπου
τὴν Λαύραν κατηγλάϊσε. Καὶ νῦν πρεσβεύει ἵνα πάντα ἰσχύωμεν, ἐν τῷ ἐνδυναμοῦντι
ἡμᾶς Χριστῷ.
Ἦχος β΄.
Σκιρτησάτω
σήμερον τὸ ὄρος τοῦ Ὀλύμπου, εὐφραινόμενον τῇ βροχῇ τῆς χάριτος. Καὶ γὰρ Ἄννα ἡ
Ὁσία, ἀγαλλίασιν εὑραμένη τὴν τοῦ Χριστοῦ συνομιλίαν, ἐν προσευχῇ
προσεκαρτέρει, γρηγοροῦσα ἐν εὐχαρίστᾳ καὶ κενώσει ἀχράντῳ· ὅθεν εὐφημίαις ἐπαινουμένη
ὑπὸ Ἐκκλησίας μεγάλης, ἀπὸ δόξης εἰς δόξαν αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ· διὸ εἰσδύσασα
εἰς παμφαῆ ἑορτήν, ἀπολαύει ἀντὶ τῆς στερήσεως ἐρατεινῶν προσώπων, τῶν ἀΰλων τὴν
ἡδύτητα, πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Τὴν
μῆνιν ἀποκρούσασα τοῦ μαινομένου Βελίαρ, ὡράθης ἀνυψουμένη εἰς Ἁγίων τὴν
σύναξιν, ἐν πτέρυξι θείου ἔρωτος καὶ πίστεως ἀδιαπτώτου· κατέχουσα διὸ τὴν
λαμπάδα τοῦ Πνεύματος, τὴν Προῦσαν κατηύγασας, πλήθη ἑλκύσασα εἰς Μάνδραν Ἀβραμιτῶν,
τῇ αἴγλῃ τῶν θαυμάτων σου· ὅθεν Ἄννα πανσεβάσμιε, ὑποτάξασα τῶν γυναικῶν τὸ ἄτονον,
ἐν ἀρεταῖς τῶν ἀνδρῶν ὑπερίσχυσας, κοινωνὸς γενομένη τῆς θείας φύσεως. Φάνηθι
τοίνυν δεόμεθα, ἀντιλήπτωρ ἡμῶν ἐν ὥρᾳ τῆς Κρίσεως.
Ἦχος δ΄.
Ἀνυμνήσωμεν
σήμερον, Βυζαντίου τὸ κλέος καὶ Ὀλύμπου τὸ καύχημα, τὸν πάνσεπτον Εὐφημιανόν, τὸν
κρύψαντα καλῶς Ἄνναν τὴν θεόφωτον. Καὶ γὰρ ὡς πόλις τειχισθεῖσα, τῷ βηρύλλῳ τῆς
μακροθυμίας, τῷ χρυσολίθῳ τῆς πίστεως, καὶ ἀνδρείας τῷ ἰάσπιδι, καλῶς ὠχύρωσεν
αὐτῆς τὴν διάνοιαν· παννύχοις ἐν στάσεσι διὸ κεκτημένη, Χριστοῦ τὴν ἐπίγνωσιν,
εὗρεν ὑπέρμαχον ἀσφαλῆ, Ταράσιον Πατριάρχην τὸν τρισόλβιον. Καὶ νῦν τὰς χεῖρας ἁπλοῦσα,
σκέπει ἡμᾶς ἐν ἀχράντοις δεήσεσι.
Δόξα. Ἦχος πλ. α΄.
Χαίρουσα
ἐν τοῖς παθήμασί σου, καὶ ἀναπληροῦσα τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ, τὸν
δρόμον τετέλεκας, ἀμώμητον τὴν πίστιν τηρήσασα· διὸ ἀνέμους εὐώδεις, ἔπνευσας ὑπομονῆς
καὶ εἰρήνη, ἐν Ὀλύμπῳ, ἐν Προύσῃ, εἰς Στενὸν τοῦ Βοσπόρου, εἰς Σίγμα τοῦ
Βυζαντίου· στήριξασα ὅθεν τῶν πιστῶν τὰς καρδίας, ἐσφράγισας ταύτας τῷ Χριστῷ,
λέγοντι ᾀσματικῶς τῇ Ἐκκλησίᾳ· Θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου. Αὐτὸ ἀξίωσον
καὶ ἡμᾶς ἐπιτυχεῖν, Ἄννα εἰρηνόδωρε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ἐῤῥιζωμένη
ἀγάπης εἰς λειμῶνα, χάριτι ἐξήνθησας, θεογνωσίας καρπούς, καὶ ἐν σοφίᾳ
διέθρεψας, θεοδωρήτῳ, τοὺς ἐκζητοῦντας τὸ μάννα πίστεως, Ἄννα ὑπερένδοξε· ὁθεν
τεκνίων σου, καὶ τοῦ ἀνδρὸς ἀποστέρησιν, κατανοοῦσα, οὐρανοδώρητον ὡς ἐφόδιον, ὡσεὶ
κατάλυμα ἀνεύρηκας, τὴν Πλευρὰν Τετρωμένου Σωτῆρός σου, ᾗ κρυβεῖσα ἀνύμνεις,
σωτηρίας τὸ μυστήριον.
Στ.:
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ
προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στεφανωθεῖσα
τῇ γνώσει θεωρίας, θείου σου ἐβάδισας, πορφυρωφεῖσαν ὁδόν, τοῦ ἱερῶς σε ἰθύναντος,
εἰς μετανοίας, τὴν ἀδιάγνωστον μυσταγώγησιν· ὅθεν παρακλήσεις σου, Ἄννα ἐξέχεας,
Ἀβραμιτῶν εἰς συνάθροισιν, ἀδιαλείπτως, ὡς οἰνοχόος τῶν προσιόντων σοι· διὸ τοῖς
πόθῳ σε γεραίρουσιν, ὑετοὺς ταπεινώσεως ὄμβρισον, ἐχθραινόντων ἀγάπην, καὶ
πταισμάτων τὴν συγχώρησιν.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Ἀπωσαμένη
τοῦ κόσμου τὰ ἡδέα, ἔφθασας εἰς ὅρασιν, τῶν λαμπροτάτων νοῶν, καὶ ἐδαφίσας τὰ ἔνεδρα,
τοῦ παλαμναίου, κατωχυρώθης τῇ ταπεινώσει σου· ὅθεν θεοφώτιστε, Ἄννα ἐπλούτησας,
τὸν Ζωοδότην ὡς ἔνοικον, τῆς σῆς καρδίας, οὗ κατεγλύκανας θεῖον λάρυγγα· διὸ ἐνθέως
μεγαλύνει σε, θεηγόρων πιστῶν ἡ συνέλευσις, ἀφθαρσίας εὐώδους, ἐξαντλοῦσα τὰ ἀρώματα.
Δόξα. Ἦχος πλ. β΄.
Προορῶν
ὑπερφυεῖς ἀναβάσεις σου, ὁ θεοφόρος θεῖός σου, καὶ τῶν Εἰκόνων ἀμύντωρ, τῇ
κοπείσῃ γλώσσῃ ἐβόα· Ἵνα τί τὴν πρὸς θείους ἀγῶνας καὶ πόνους ἀφορῶσαν, ἀνδρὶ
συνεζεύξατε; ὅθεν Ἄννα θεσπεσία, ἀρνησαμένη τὴν μαγνητίζουσαν ἀπάτην, καὶ
σχήματι ἀνδρικῷ κρυβεῖσα, τὰς μηχανὰς τοῦ ἀλάστορος κατέῤῥαξας· διὸ ὑπὸ τὴν
σκέπην τῆς Πέτρας καταφύγιον εὑροῦσα, εἰς ὀσμὴν μύρων σου ἐφείλκυσας
θεογνώστους ψυχάς, εἰς Κτίστου τὴν μέθεξιν. Βυζάντιον τοίνυν καὶ Προῦσα, τὸ
Στενὸν τοῦ Βοσπόρου, ἅμα δὲ καὶ τὸ Σίγμα Ἑξακονίου, τῶν ἀγώνων σου τὰ ἔπαθλα, ἐν
εὐχαριστίᾳ μεγαλύνουσα.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀῤῥενόφρονι
γνώμῃ, ἡδονὰς καταπτύσασα, Ἄννα ἀνδρικῇ παντευχίᾳ, κατελάμπρυνας Ὄλυμπον.
Συζύγου γὰρ καὶ τέκνων προσφιλῶν, τὸν πότμον ὑπομείνασα στεῤῥῶς, τῆς θεώσεως τὴν
αἴγλην, ἐν ταπεινώσει Μῆτερ κατεπλούτησας. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ
σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀνδρείῳ
φρονήματι ἀῤῥενωθεῖσα σεπτῶς, τοῦ σύζυγο στέρησιν καὶ εὐκλεῶν σου βλαστῶν, ὡς
κλῆσιν ἀθλήσεως, κρείττονος προσεδέξω, Μῆτερ Ἄννα θεόφρον· ὅθεν ἐν τῷ Ὀλύμπῳ, ἐν
Βοσπόρῳ καὶ Προύσῃ, λαμπρῶς ἀντεδωρήσω σαυτήν, Χριστῷ τῷ Κυρίῳ σου.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀνδρείᾳ
σου ψυχῇ, ἀνυψώθης Ὁσία, εἰς ὄρος ὑψηλόν, νηπτικῆς θεωρίας, τὸ χαῦνον τοῦ
θήλεος, εὐσθενῶς ἀῤῥενώσασα· ὅθεν Βόσπορος, καὶ Βυζαντίου τὸ Σίγμα, Ἄννα
χαίρουσι, τῇ εὐαγεῖ σου πορείᾳ, τὸν Κτίστην δοξάζοντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὡς
ὄρθρος φαεινός, τῆς ἡμῶν σωτηρίας, κατέθελξας Χριστόν, Θεοτόκε Μαρία· διὸ καὶ ἁλλόμενος,
εἰς τὰ ὄρη κενώσεως, εὗρε σκήνωμα, τὴν σὴν πανάχραντον μήτραν, ὁ Ἀχώρητος, καὶ
σαρκωθεὶς ἀποῤῥήτως, Ἀδὰμ ἐξανέστησε.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πηγὴν
θαυματόβρυτον ἀνευφημοῦμεν τερπνῶς, ῥοαῖς παρακλήσεως τὴν Ἐκκλησίαν φαιδρῶς, ἀρδεύουσαν
χάριτι. Χαίροις ἀναβοῶντες, Βυζαντίου τὸ κλέος, Ἅννα εὐγενεστάτη, ὅτι Ἄγγελος ὤφθης,
εἰς Ὄρος Ἐλαιῶν τὸν Χριστόν, παραμυθήσασα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεόφωτον
ὄχημα τοῦ σαρκωθέντος Υἱοῦ, φορεῖόν τε πάγχρυσον ἐν ἀνακλίσει Αὐτοῦ, Παρθένε
τεθέασαι· ὅθεν Θεοκυῆτορ, ἀνυμνοῦμέν σε πόθῳ, πάντες οἱ λυτρωθέντες, καταδίκην ἀρχαίας,
καὶ ξένῃ σου κυήσει ἁγνή, εὑρόντες τὴν θέωσιν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Εἰς
ληνὸν ὑπακοῆς, ὡς συνθλιβεῖσα μυστικῶς, ἐν Μονῇ Ἀβραμιτῶν, οἶνος ὡράθης
διαυγής, μεταδιδοῦσα τὴν μέθην θεογνωσίας· ὅθεν τοῦ Χριστοῦ, γνῶσιν
τρισσόφωτον, βραβεύεις τοῖς πιστοῖς, Ἄννα φαιδρύνουσα, τοὺς ἀνυμνοῦντας καρδίας
εὐθύτητι, τὴν ἀγλαόφωτον μνήμην σου· διὸ μὴ παύσῃ ἡμᾶς στηρίζειν, τῇ τῆ Τριάδος
ἑνότητι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐν
συνάξει παμφαεῖ, τῶν πυρφορούντων Χερουβίμ, ἀναχθέντες τὴν ἁγνήν, δοξολογήσωμεν
πιστοί, οἰκονομίας πληροῦσαν τὴν μυστουργίαν. Τεκοῦσα γὰρ Υἱόν, τὸν Ἀναλλοίωτον,
τῆς Εὔας καταργεῖ, τὸ ἐπιτίμιον· διὸ τιμῶντες ἐν δύο θελήσεσι, τὸν Σαρκωθέντα
κραυγάζομεν· Οἰκτίρμον Σῶτερ, μὴ ἀποῤῥίψῃς, τῶν ἱκετῶν σου ψελλίσματα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα
τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, τῶν δέκα Παρθένω. Ζήτει αὐτὸ τῷ ΙΖ’ Σαββάτῳ τοῦ
Ματθαίου.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Τίς
διηγήσεται τῶν ἀνδρείων παλαισμάτων σου τοὺς πόνους, καὶ τῆς καρδίας σου τὴν ὀδύνην,
ἐπὶ τῷ χωρισμῲ τοῦ συζύγου καὶ τῶν τέκνων σου; Καὶ γὰρ μαρτυρικὴν ὁδὸν ἰχνηλατήσας,
Ἄννα στεῤῥόφρον, ἀξιωθεῖσα καταφιλεῖν τοῦ Δεσπότου τοὺς μώλωπας· ὅθεν ἐκκρίτως τῷ
μέλιτι τοῦ Παρακλήτου ἡδυνθεῖσα, ἐνέφηνας τῷ κόσμῳ τῆς Τριάδος τὸ ἔλεος. Καὶ νῦν
πρέσβευε, καὶ ἡμᾶς ἀμέμπτους στηριχθῆναι ἐν ἁγιωσύνῃ, ἔμπροσθεν τοῦ Χριστοῦ, Μῆτερ
ἀξιάγαστε.
Ὁ Κανὼν τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Ἄννα,
ῥῦσαί με ἁπάσης κακίας. Ἰσιδώρας Μ.
ᾨδὴ α’. Ἦχος δ΄. Τριστάτας κραταιούς.
Ἀῤῥήτῳ
χαρμονῇ, καὶ τρυφῇ ἀκηράτῳ, εἰς Νυμφῶνα μυστικόν, εἰσέδυς ἀγλαῶς, τοῦ Ποιμένος
καὶ Ἄνακτος· ὅθεν Ἄννα τρισαυγέσιν, ἐν ἀκτῖσί με φώτισον, όπως μέλπω ἀνδρεῖόν
σου δόλιχον.
Νικήσασα
στεῤῥῶς, μητρικὴν εὐστοργίαν, καὶ ὀδύνην χωρισμοῦ, συζύγου εὐσεβοῦς, θεία Ἄννα
μετέσχηκας. Πανδαισίᾳ φωτοφόρῳ, μυστογράφων τοῦ Πνεύματος, ἐστεμμένη ταῖς
νάρδοις ἀθλήσεως.
Ναὸς
ὡς θεαυγής, εἰς Ὀλύμπου τὴν Μάνδραν, ἐν χρυσίῳ τιμαλφεῖ, σεπτῆς ὑπομονῆς, Μῆτερ
Ἄννα κεκόσμησαι, διαχέουσα ἀκτῖνας, φωτοδότιδος γνώσεως, καὶ αὐγὰς ἱλαρᾶς
παρακλήσεως.
Θεοτοκίον.
Ἀγάπης
τῷ πυρί, τὰς καρδίας ἐκκαίεις, τῶν ποθούντων εὐκλεῆ, τοῦ Πάσχα μετοχήν, χορηγίᾳ
τοῦ Πνεύματος· καὶ γὰρ ἔτεκες τὸν Λόγον, σαρκωθέντα πανάμωμε, καὶ βροτοῖς εὐαγῶς
ἐσθιόμενον.
ᾨδὴ γ΄. Τόξον δυνατῶν.
Ῥήσεις
ἀσκητοῦ θεόφρονος, πίστει τῶν Εἰκόνων, ὁμολογήσαντος δύναμιν, προεδήλου οὐρανόδρομον,
δυσανάβατον πορείαν σου.
Ὕμνους
εὐφροσύνως μέλπει σοι, Λαύρα τοῦ Ὀλύμπου, ὅτι ἀνδρώῳ φρονήματι, τὰς προλήψεις ἡδυπαθείας,
Μῆτερ Ἄννα ἀπενέκρωσας.
Στῦλος
ἀνεδείχθης πίστεως, Ἄννα τὰς τοξείας, ὑπενεγκοῦσα ἀλάστορος, σὲ κρημνίσαι ἐπιχειροῦντος,
πρὸς αἰσχύνην τε καὶ ὄνειδος.
Θεοτοκίον.
ᾎσμα
τῶν ᾀσμάτων Δέσποινα, ὤφθης ἀνυμνοῦσα, τῆς Ἐκκλησίας τὸν ἔρωτα, πρὸς Υἱόν Σου τὸν
Σαρκωθέντα, ἐν κενώσει μυροχεύμονι.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείας
πίστεως, τῇ πανοπλίᾳ, κατετρόπωσας, τὴν δυναστείαν, μισανθρώπου τυραννίας
θεόπνευστε· διὸ αἰγλήεις διάκοσμος γέγονας, εἰς εὐγενῶν τὴν ὁλόφωτον ἄγυριν. Ἄννα
ἔνδοξε, Χριστὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τεῖχος
πόλεως, ἐπουρανίου, ὤφθης Δέσποινα, κεκοσμημένη, ὑακίνθῳ εὐκλεεῖ καὶ ἰάσπιδι, σὺν
ἀμεθύστῳ σαπφείρῳ τε κρείττονι, καὶ πανολβίῳ σμαράγδῳ θεώσεως. Κόρη πάναγνε,
σεπταῖς ἐν εὐχαῖς σου κάθαρον, τοὺς πόθῳ Θεοτόκον σε κηρύττοντας.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ἱλαρὰ
παραμυθία, Ἐκκλησίας γεγένησαι, λύπης τὴν ῥομφαίαν, Ἄννα δεξαμένη ἀμφίστομον·
διὸ Πλευρὰν εἰς λογχόνυκτον κατέφυγες, ἀνακράζουσα· Δόξα Χριστὲ τῇ δυνάμει Σου.
Μυστικῇ
φωτοχυσίᾳ, θεοφόρε προσείλκυες, Μῆτερ τοὺς ποθοῦντας, στίγματα τοῦ Κτίστου ἀσπάζεσθαι·
διὸ Στενὸν Βοσπόρου κατευφραίνεται, ποτιζόμενον, ῥείθροις ἀχράτων δακρύων σου.
Ἐξελθοῦσα
εἰς λειμῶνας, τοῦ Ὀλύμπου ἐβόησας· Λόγε ποῦ ποιμαίνεις;, Ἄννα θειοτάτῳ ἐν ἔρωτι·
ὅθεν τὸ στέφος τοῦ Δεσπότου κατεστόλισας, ἀκροδρύοις σου, ἐν τῇ ἡμέρᾳ
νυμφεύσεως.
Θεοτοκίον.
Ἀνερμήνευτος
ὑπάρχει, Θεοτόκε ὁ Τόκος Σου· φύσεων γὰρ δύο, ἕνωσις ἐν μήτρᾳ Σου γέγονεν, ἀναλλοιώτως
σαρκωθέντος τοῦ Παντάνακτος, καὶ Προμήτορι, δωρησαμένου τὴν θέωσιν.
ᾨδὴ ε’. Σὺ Κύριέ μου.
Πυρφόροις
προσευχαῖς, τοῦ ἀγλώττου συγγόνου σου, μητρώας σου εὐστοργίας, ἀντημείψω τὴν ῥύμην,
τῷ ἔρωτι τοῦ Κτίστου σου.
Ἀγάπης
λαμπηδών, ἐν τῇ Προύσῃ τεθέασαι, θεσπέσιε Μῆτερ Ἄννα, τὰς ἐλλάμψεις Τριάδος, τῷ
κόσμῳ πρυτανεύουσα.
Στενὸν
ἐπευλογεῖς, νηπτικῇ σου φαιδρότητι, φυγοῦσα σὺν Νεοφύτῳ, καὶ σεπτῷ Εὐσταθίῳ, εἰς
Βόσπορον καλλίῤῥυτον.
Θεοτοκίον.
Ἡδύνθη
ἡ τερπνή, τοῦ Νυμφίου ἀγάπησις, ὡραίοις ἐν ὀφθαλμοῖς Σου, λελουμένοις Παρθένε, ἁγνείας
ἐν τῷ γάλακτι.
ᾨδὴ στ’. Ἦλθον εἰς τὰ βάθη.
Στήριγμα
ἐγένου μοναζόντων, τοῦ κόσμου τὴν ἀπάτην, βδελυχθεῖσα Ἄννα θεηγόρε· κλεινὸν διὸ
Χερουβεὶμ τεθέασαι, ἀνυμνῶν τὸν Πολυέλεον.
Κλέει
πλουτισθεῖσα ἀπαθείας, τὸν πλοῦτον ἀπηρνήσω, εἰσελθοῦσα Μάνδραν εἰς ἀνδρώαν, ὡσεὶ
Εὐφημιανὸς θεόφωτος, κεκρυμμένη ἐν χρηστότητι.
Ἄννα
τοῦ Βελίαρ πυργοβαρείς, ἠδάφισας εὐτόνως· ἐκζητῶν σε γὰρ κατακρημνίσαι, ὁ
φθονερὸς δολοπλόκος εὕρηκε, καταδίκην ἀποτρόπαιον.
Θεοτοκίον.
Κάλλει
ὡραΐζεις με Παρθένε, ἀρχαίας θεαυγίας, τετοκυῖα ἔνσαρκον τὸν Λόγον, ὑπερφυῶς ἐν
δυσὶ θελήσεσι, προσλαβόντα τὸ ἀνθρώπινον.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὴν
τῶν ἡδέων ἀποῤῥίψασα σκαιότητα, καὶ ἀνδρωθεῖσα Παρακλήτου ἐν τῇ χάριτι, τῆς
θεώσεως ἐνδέδυσαι τὰς ἀκτῖνας· διὸ Ὄλυμπον καὶ Βόσπορον λαμπρύνασα, διαχέεις ἰαμάτων
τὰ χαρίσματα, τοῖς κραυγάζουσι· Χαίροις Ἄννα
θεόφωτε.
Ὁ Οἶκος.
Ἄγνωστος
ἐν ἀγνώστοις, μοναχοῖς ἐνταχθεῖσα, ἐμάκρυνας Ὀλύμπου εἰς ὄρος, καὶ μητρώων σου
σπλάγχνων στοργήν, ὑπερβᾶσα θείῳ τοῦ Χριστοῦ ἔρωτι, ὦ Ἄννα κατεστόλισας, τοὺς
πόθῳ σοι βοῶντας οὕτω·
Χαῖρε,
ἀνδρείας ἡ εὐφημία·
χαῖρε,
Ὀλύμπου ἡ εὐωδία.
Χαῖρε,
μοναζόντων φωσφόρος παράκλησις·
χαῖρε,
τῆς Τριάδος ὑπέροχος αἴνεσις.
Χαῖρε,
φύσιν ἀῤῥενώσασα ἐν μεθέξει θεϊκῇ·
χαῖρε,
φοῖνιξ ὡραιόκαρπος, καρτερίας μυστικῆς.
Χαῖρε,
ὅτι ῥηγνύεις ἀρχεκάκου παγίδας·
χαῖρε,
ὅτι τοῦ φθόνου καταργεῖς τυραννίδα.
Χαῖρε,
μητρῷα σπλάγχνα νικήσασα·
χαῖρε,
τὸν νοῦν σου Λόγῳ δωρήσασα.
Χαῖρε,
τρυγὼν τοῦ Βοσπόρου ὀθνεία·
χαῖρε,
καρδίας ἐμῆς ἱλαρία.
Χαίροις Ἄννα
θεόφωτε.
Συναξάριον.
Τῇ ΚΘ´ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Ἄννης, τῆς
μετονομασθείσης Εὐφημιανός.
Στολῇ
κρυβεῖσαν ἀνδρικῇ σεμνὴν Ἄνναν
Χριστὸς
κατ᾿ αὐτῶν ἀῤῥενοῖ τῶν δαιμόνων.
Εἰκάδι
τῇ ἐνάτῃ Ἄννα βίοτον λίπε τόνδε
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας.
Κάρας
τομὴν ἤνεγκε ῥώμῃ καρδίας,
βλάστημα
Ῥώμης, Μάρτυς Ἀναστασία.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Ἀβραμίου, καὶ Μαρίας τῆς ἀνεψιᾶς αὐτοῦ.
Σαρκὸς
νεκρώσας, Ἀβράμιε, πᾶν μέλος,
θανὼν
συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις.
Ἀφεῖσα
σαρκὸς τοὺς ἐραστὰς Μαρία,
ψυχῶν
ἐραστῇ μυστικῶς περιπλέκῃ.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων· Κυρίλλου, Μίνη καὶ
Μιναίου.
Ὑπόσχεσιν
μέλλοντος οὖσάν μοι στέφους,
Κύριλλος
οἶδα τὴν ἀπειλὴν τοῦ ξίφους.
Πίπτει
Μιναῖος ἐκ ξίφους, ἰδεῖν φθάσας
καὶ
τὸν Μίνην πεσόντα τοιούτῳ τέλει.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Σάββας ὁ Στρατηλάτης, ἔνθεν κἀκεῖθεν
κεντηθείς, τελειοῦται.
Σάββας
κατ᾿ ἄμφω κλήσεως μέρη Σάβας·
ὅθεν
κατ᾿ ἄμφω νύττεται λόγχαις μέρη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Μελιτινῆς.
Μελιτινὴ
ἵστατο γυμνὴ ἐν κρίσει,
ὡς
ἐν θριάμβῳ δι᾿ ἀγάπην Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἀθανασίου, τοῦ ἐκ
Σπάρτης τῆς Ἀτταλείας καταγομένου, ἐν Μουδανίοις δὲ μαρτυρήσαντος ἐν ἔτει 1653ῳ.
Διὰ
θανάτου ἀθανασίαν λάβε,
Ἀθανάσιε,
κῦδος ἱερωμένων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Τιμοθέου τοῦ Ἐσφιγμενίτου.
Τομὴν
κεφαλῆς Τιμόθεος ὑπέστη,
τιμῶν
κεφαλήν, Χριστὸν ὅν περ ἠγάπα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀβραμίου ἀρχιμανδρίτου, τοῦ Ῥοστοβίας
θαυματουργοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεὸς, ἐλέησον ἡμᾶς. Ἀμήν
ᾨδὴ ζ.
Ἀβραμιαῖοί ποτε
Ἱλαροτάτῃ
ψυχῇ, ἀνευφημοῦντες ἄθλους, Ὁσίας Ἄννης ἀνακράζομεν, ἀγάπῃ τοῦ Πνεύματος· Ὁ τῶν
Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Ἀναστασίμῳ
χαρᾷ, ἡ ἀῤῥενόφρων Ἄννα, δολίου πάγας κατεπάτησεν, εἰκόνα τηρήσασα, τῷ τῆς
Τριάδος, φωτὶ ἠγλαϊσμένην.
Στεφανωθεῖσα
σεπτῶς, τῆς καρτερίας κρίνοις, ἡ Ἄννα χάριτι προσείλκυσεν, εἰς ὄρος κενώσεως, τῶν
μοναζόντων, ἐνθέους παρατάξεις.
Θεοτοκίον.
Ἱλασκομένη
ἁγνή, ταῖς μητρικαῖς λιταῖς Σου, σεπτὴν Τριάδα ὁμόθρονον, παράσχου συγχώρησιν, ἀνομημάτων,
τοῖς πίστει Σε τιμῶσι.
ᾨδὴ δ΄. Λυτρωτὰ τοῦ παντός.
Στερηθεῖσα
συζύγου εὐγένειαν, καὶ χαρὰν τῶν τεκνίων σου ὕψωσας, τὴν θεαυγῆ καρδίαν σου, εἰς
Μονὰς φωτοφόρους, Ἄννα θεόφρον, ἐξαντλοῦσα ἀρχίφωτον εὔκλειαν.
Ἰσχυρᾷ
ἐν δυνάμει τοῦ Πνεύματος, ἀῤῥενώσασα φύσιν τοῦ θήλεος, Ἀβραμιτῶν ἐνέπηξας, ὑπερφώτιστον
Μάνδραν, Μῆτερ Ὁσία, Ταρασίου προνοίᾳ ἀμείνονι.
Δωρουμένη
εὐθεῖαν καρδίαν σου, ταῷ ζητοῦντι ἐν σοὶ ἐνδιαίτημα, ἐρατεινῶς κεκράτησαι,
νηφαλίῳ ἐν μέθῃ, Ἄννα φωσφόρε, τὸ Στενὸν τοῦ Βοσπόρου κλεΐζουσα.
Θεοτοκίον.
Ὢ
ἀῤῥήτου ἁγνείας Σου Δέσποινα, δι’ ἧς ἔθελξας Λόγον κατέρχεσθαι, εἰς μυροδόχον κῆπόν
Σου, τῆς καρύας βοῶντα· Ὤφθης φορεῖον, ὑπερφώτου Τριάδος ἐρίχρυσον.
ᾨδὴ θ’. Εὔα μεν τῷ τῆς παρακοῆς.
Ῥανίσιν
ἁγίων ἱλασμῶν ἐξέχεας, τὰς ἐλλάμψεις τῆς θεώσεως, Ἄννα ψυχαῖς ἐπιποθούσαις, τὴν
γνῶσιν τοῦ Τρωθέντος δι’ ἔρωτα, καὶ ἔλλαμψιν Ἀναστάσεως νέμοντος· ὅθεν σε
πάντες μεγαλύνομεν.
Ἀγγέλων
φαιδρῶν εἰς παμφαῆ πανήγυριν, εὐηράτως εἰσελήλυθας, Μῆτερ ᾠδὴν εὐχαριστίας, τοῦ
Πνεύματος χαρᾷ ἀναμέλπουσα· διόπερ ἀναβλυστάνεις χαρίσματα, Ἄννα τοὺς πόθῳ σε
γεραίρουσι.
Συντήρει
ἐν Πέτρᾳ στερεᾷ τὴν ἄχραντον, Ἐκκλησίαν ἀδιάσειστον, Ἄννα τὸν δρόμον μαρτυρίου,
δραμοῦσα εὐφεγγεῖ προαιρέσει σου, καὶ πάντων τῶν ὑμνητῶν σου τὸ μέτωπον,
σφράγισον Λόγου τῷ χαράγματι.
Θεοτοκίον.
Μαρτύρων
ὑπάρχεις ἀῤῥαγὴς παράκλησις, Θεοτόκε ἀειπάρθενε, Λόγου τῷ Πάθει μετασχοῦσα βροτῶν
προσειληφότος ταὸ φύραμα, ἀφύρτως εἰς ἀπειρόγαμον μήτραν σου, ἔνθα θεώσῃ τὸ ἀνθρώπινον.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ὀλύμπου
εὐφημήσωμεν, ἐλαίαν ὡραιόκαρπον, τὴν εἰρηνόδωρον Ἄνναν, θεουργικῶς ἀνδρωθεῖσαν·
ἐν Προύσῃ γὰρ ἐγείρασα, Μονὴν τὴν ἀγλαόφωτον, Ἀβραμιτῶν ἐξέκαυσε, ταῇ τοῦ
Χριστοῦ ἀγαπήσει, τῶν μοναζόντων χορείας.
Θεοτοκίον.
Ἐνθέως
ἀνυμνήσατε, τῶν Χερουβὶμ τὸ σύστημα, καὶ Σεραφὶμ ἡ χορεία, καὶ στρατιαὶ τῶν Ἀγγέλων,
τῶν Ἀρχαγέλων σύναξις, καὶ Θρόνων ἡ ὁμήγυρις, σὺν ἱεραῖς Δυνάμεσι, τὸν
Σαρκωθέντα ἀσπόρως, ἐν τῇ γαστρὶ τῆς Παρθένου.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Εὐφημήσωμεν
ᾄσμασι, Βυζαντίου τὸ καύχημα, γυναικείον χαύνωσιν ἀποῤῥίψασαν, καὶ ἀνδρωθεῖσαν τοῦ
Πνεύματος, ἐνθέοις δυνάμεσιν, Ἄνναν Εὐφημιανόν· καρτερίᾳ γὰρ κρείττονι, ἀπεσόβησε,
στυγερὰς ἐπιθέσεις τοῦ Βελίαρ, ὡς προπύργιον ὡραῖον, θεοφεγγοῦς ταπεινώσεως.
Προμηθείᾳ
τῇ κρείττονι, Ταρασίου ποιμάντορος, εἰς τὴν Προῦσαν ἔπηξας θεοτήρητον, Ἀβραμιτῶν
ἐνδιαίτημα, σεπτῶς μελῳδήσασα, ἀηδὼν ὡς λιγυρά, χαριστήριον αἴνεσιν· ὅθεν ἔρημον,
κατεπόλισας Ἄννα θεοῤῥῆμον, μοναζόντων τὰς πλειάδας, ἐν Ἐκκλησίᾳ φωτίζουσα.
Τοῦ
Κυρίου τῷ ἔρωτι, πυροδότησιν ἔσβεσας, μητρικῶν σου σπλάγχνων τὴν ἀκατάσχετον,
καὶ ἀθλοφόρου συγγόνου σου, σεπταῖς ἀντιλήψεσι, νευρωθεῖσα ἀνδρικῶς, εἰς τὸν
δόλιχον ἔδραμες, τῆς ἀσκήσεως· ὅθεν Ἄννα τιμῶμέν σου τὴν μνήμην, ἀρυόμενοι
πλουσίως, ἐρατεινὰς παρακλήσεις σου.
Θεοφρόνως
τιμήσασα, πορφυρίου τὰς ῥίζας σου, ἀριστέα θεῖόν σου ἰχνηλάτησας· διὸ τοῦ
κόσμου ἡδύτητα, εὐφροσύνως κατέπτηξας, κοινωνήσασα Χριστοῦ, παναχράντοις τοῖς
μώλωψιν, Ἄννα πάντιμε· ὅθεν πάγας συντρίψασα ἀπάτης, ἐπομβρίζεις ὑμνηταῖς σου,
τοὺς ὑετοὺς κατανύξεως.
Δόξα. Ἦχος πλ. δ΄.
Τῇ
νηπτικῇ σου χάριτι, τὴν Λαύραν τοῦ Ὀλύμπου ὡραΐσασα, ὤφθης περιστερὰ λελουμένη
τῷ γάλακτι τῆς μακροθυμία. Καὶ γὰρ κεκρυμμένη ἐν σχήματι ἀνδρικῷ, εὐκλεῶς ἐγηπόνησας
τὴν ἔρημον, ὡς Εὐφημιανὸς θεοφύλακτος· ὅθεν ἀνεγείρασα εἰς Προῦσαν πυργόβαριν τῆς
πίστεως, ᾀσματικῶς ἐπεθύμησας τῇ σκιᾷ καθῖσαι τοῦ Σταυροῦ· διὸ τῶν Ὁμολογητῶν ὡς
συνέκδημος, Ἄννα ἐρίτιμε, τοῦ δυσμενοῦς τῇ μανίᾳ τῆς οἰήσεως. Καὶ νῦν εὐαγῶς
κοσμούμενοι, τῷ ὑακίνθῳ τῆς συμπαθείας σου, καὶ τῷ σαρδίῳ τῶν εὐχῶν σου, ἀναβοῶμεν·
Κύριε δόξα Σοι.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
τοῦ Ὀλύμπου ἀμαρυγή, Ἄννα θεηγόρε, ἀνδρωθεῖσα τρισσοφαεῖ, χάριτι τοῦ Λόγου, καὶ
νείμασα τῷ κόσμῳ, ἐνθέους παρακλήσεις, τῆς Ἀναστάσεως.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός: Ἀμήν.
Ἤ
μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.
α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ.
β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ.
γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν
γεηρῶν τὰς ἡδονὰς παριδοῦσα, καὶ ἀνδρικῇ ἐν συνοδείᾳ κρυβεῖσα, θεοφεγγῶς ἐστήριξας
παμμάκαρ τὸν νοῦν, Πνεύματος ταῖς λάμψεσιν, ἀδαπάνητον χάριν· ὅθεν ἀναβλύζουσα,
τοῖς ποθοῦσιν εὐφρόνως, ἰχνηλατῆσαι δρόμον τοῦ Χριστοῦ, Ἄννα λιταῖς σου, ἡμᾶς
φωταγώγησον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν
ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα,
ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἄννα, προσδέχου ἐμὴν
ἱκεσίαν. Ἰσιδώρας Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀλήκτῳ
λατρεύουσα χαρμονῇ, πανεύφημε Ἄννα, Θεαρχίαν τὴν τριφαῆ, τὸ σκότο διάλυσον νοός
μου, ταῖς ἀστραπαῖς θεαυγοῦς ταπεινώσεως.
Νικήσασα Μῆτερ τὰς
ἀπηνεῖς, ἐφόδους τοῦ πλάνου, παντευχίᾳ σου ἀῤῥαγεῖ, ἐνίσχυσον Πνεύματος τῷ
σθένει, τοὺς ἀνυμνοῦντας τὸν ξένον σου δίαυλον.
Νευρώσασα πίστει
θεουργικῇ, τοῦ θήλεος φύσιν, ἐνεδύθης ὑπομονήν· διόπερ γενοῦ μοι ἀντιλήπτωρ, εἰς
μετανοίας πορείαν τὴν δύσβατον.
Θεοτοκίον.
Ἀγρύπνοις
πρεσβείαις Σου ἀγαθή, ἀθλίαν ψυχήν μου, ἐκκαθαίρουσα μυστικῶς, ἀνάδειξον ἔγχρυσον
φορεῖον, τοῦ Ζωοδότου Υἱοῦ Σου πανάχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Πρυτανεύουσα
Ἄννα, θεοφεγγεῖς χάριτας, δώρησαι ἡμῖν καρτερίας, τὴν ἱλαρότητα· καὶ γὰρ τοῦ
σύζυγος, καὶ τῶν τεκνίων τὸν πότμον, πρόσκλησιν λελόγισαι, θείας ἀθλήσεως.
Ῥυομένη
μανίας, τοῦ φθονεροῦ δράκοντος, Ἄννα συμπαθείας ἰσχύϊ, πάντας ὀχύρωσον, ἵνα οἰκτίρμονι,
καὶ φιλαδέλφῳ καρδίᾳ, λύωμεν σκοτόμαιναν, ταῆς κατακρίσεως.
Ὀδυνώμενον
σφόδρα, ἐν ἀλγεινοῖς πάθεσιν, ἴασαι κἀμὲ ταῖς εὐχαῖς σου, νέμουσα ἄφεσιν· καὶ γὰρ
κατηύγασας, ἐν ἀρχιφώτῳ εὐκλείᾳ, Ὄλυμπον καὶ Βόσπορον, Ἄννα θεόφωτε.
Θεοτοκίον.
Σελασφόρῳ
δεήσει, ἀγαθουργὲ ἄχραντε, φώτισον σεπτὴν Ἐκκλησίαν, διασκεδάζουσα, τῆς ἀγνωσίας
ἀχλύν, καὶ μητρικῇ Σου εὐνοίᾳ, γνῶσιν ἐπομβρίζουσα τὴν ἀκατάληκτον.
Διάσωσον,
ἐκ ψυχοφθόρων παγίδων τοῦ ἀρχεκάκου, τοὺς ἐν πίστει πανευλαβεῖ, εὐφρόνως
προστρέχοντας, θεόῤῥυτε Ἄννα, τῇ σῇ πρεσβείᾳ.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐν πεύκῃ κλεινῇ,
καὶ κέδρῳ κυπαρίσσῳ τε, πιστῶν θεαυγῆ προσείλκυσας συνέλευσιν, εἰς ὀσμὴν ἀρώματος,
Ζωοδότου Ἄννα καλλίνικε, Ἀβραμιτῶν Μονὴν θεουργικήν, ἐγείρασα Προῦσαν εἰς
πανόλβιον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δεξαμένη δεήσεις
μου, Ἄννα θεοδώρητε τὴν παράλογον, τῆς οἰήσεως ἀφάνισον, μῆνιν τὴν ἀόκνως
πολεμοῦσάν με.
Εὐεργέτις ὡς ἄμπελος,
Εὐφημιανέ με ἀῤῥήτως γλύκανον, εὐμενείας σου τοῖς βότρυσι, Μάνδραν τοῦ Ὀλύμπου
καθηδύνασα.
Χαρμοσύνοις
φωτίσμασι, ζόφωσιν κατάργησον ἀπογνώσεως, ἡ τὴν Προῦσαν ἀγλαΐσασα, Ἄννα ἐλπιδώροις
σου χαρίσμασι.
Θεοτοκίον.
Ὁλοχρύσεον ἔνδυμα,
φέρουσα Θεόνυμφε καθαρότητος, γυμνωθέντα με τοῖς πάθεσι, σκέπασον ἐν ὥρᾳ τῆς ἐτάσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσας λαμπρῶς,
Μῆτερ Ἄννα τὸν Οἰκτίρμονα, ὑετίζουσα λιταῖς σου φαειναῖς, ἱλασμοὺς τοῖς ἐκζητοῦσι
τὰς δεήσεις σου.
Ἔπαρον Χριστοῦ,
θείας χεῖράς σου πανεύφημε, καὶ παράσχου ὑμνηταῖς σου τὴν χαράν, κατευνάζουσαν
τῶν θλίψεων τὴν κάμινον.
Μέμνησο ἡμῶν, ἀνυμνούντων
σε πανάριστε, σὺν τῷ θείῳ σου ἀγλώττῳ ἀσκητῇ, διὰ σέβας τῶν Εἰκόνων
μαρτυρήσαντι.
Θεοτοκίον.
Ἥδυνον ἡμᾶς, ἐξαλείφουσα
πικρότητα, τῆς ἀρχαίας παραβάσεως ἁγνή, καὶ δωροῦσα τὴν ἀρχέγονον λαμπρότητα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νενίκημαι,
δυσμενοῦς τοῖς βέλεσι, καὶ τραυμάτων ἀλγηδόσι στενάζω· διὸ τῇ σκέπῃ σου Ἄννα
προστρέχω, ἐπιζητῶν ἀκεσώδυνα φάρμακα. Καὶ γὰρ ἐν σοὶ θεοπρεπῶς, ἐδοξάσθη
Χριστοῦ τὸ μαρτύριον.
Ἰθύνασα, τοῦ νοὸς
ὁρμήματα, εἰς τρισσόφωτον Χριστοῦ κοινωνίαν, τῶν Σεραφεὶμ προσεδέξω τὴν καῦσιν,
καθυπομείνασα χλεύης ἀπήνειαν· διὸ ἰάτωρ θαυμαστή, ψυχοφθόρων παθῶν μου
γενήθητι.
Καλλίστεφος,
μοναζόντων ἄγγελος, ἐνυπάρχουσα πανάριστε Ἄννα, ἀλαζονείας δεινὴν δυσωδίαν, ἐκ
τῆς ψυχῆς μου ἐξάλειψον, δέομαι· καὶ γὰρ μυρίπνοον Υἱόν, ἐν ὀσμῇ τῆς κενώσεως εἵλκυσας.
Θεοτοκίον.
Εὐφραίνουσα,
ταπεινῶν τὸ σύστημα, λαμπηδόσι χαρμοσύνου ἀγάπης, ἐν τῷ βαράθρῳ ἀθλίας ψυχῆς
μου, αὐτογνωσίας τὸ φῶς ἐξαπόστειλον. Φωτὸς ὑπάρχουσα τροφός, καὶ βροτῶν τιθηνὸς
πανακήρατος.
Διάσωσον,
ἐκ ψυχοφθόρων παγίδων τοῦ ἀρχεκάκου, τοὺς ἐν πίστει πανευλαβεῖ, εὐφρόνως
προστρέχοντας, θεόῤῥυτε Ἄννα, τῇ σῇ πρεσβείᾳ.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς τοῦ Ὀλύμπου ἡδύῤῥυτος
μέλισσα, ἐν τῷ κηρίῳ τῆς πίστεως ἥδυνας, σεπτῶν μοναστῶν τὰ συστήματα, ἀῤῥενωθεῖσα
Τριάδος ἐμπνεύσεσιν, ὦ Ἄννα, Βοσπόρου τὸ καύχημα.
Εἶτα,
οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα
τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.:
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ
κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, τῶν δέκα Παρθένων. Ζήτει αὐτὸ τῷ ΙΖ’ Σαββάτῳ τοῦ
Ματθαίου.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τῆς Σῆς Ὁσίας…
Καὶ
νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Πόθῳ τοῦ
Παντάνακτος, ὑπενεγκοῦσα ἔνθέως, σύζυγος καὶ τέκνων σου στέρησιν ἀδήριτον, Ἄννα
ἔνδοξε, εἰς βουνοὺς ἔδραμες, τῆς θεογνωσίας, ἀνδρωθεῖσα ἐν χρηστότητι· ὅθεν εἰς
Ὄλυμπον, ἔλαφος καθάπερ ταχύδρομος, τοὺς ὄφεις διεσπάραξας, Εὐφημιανοῦ ἐν τῷ
σχήματι. Καὶ νῦν δεχομένη, Χριστοῦ φωτοχυσίαν τριφαῆ, τοῖς ὑμνηταῖς σου
πρυτάνευσον, πταισμάτων τὴν ἄφεσιν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στεῤῥοτάτῃ καρδίᾳ,
ἀνδρικῶς ὑπερβᾶσα, θηλείας χαύνωσιν, ἰσχύϊ μαρτυρίας, καὶ σθένει εὐτολμίας, τοὺς
κραυγάζοντας ἔνδυσον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἱλαρότητι θείᾳ, τὸν
φλογμὸν αἰσθομένη, δεινῶν καὶ θλίψεων, Τριάδος ἐν τοῖς ὄμβροις, μετάβαλε εἰς
δρόσον, φλογοτρόφον στυγνότητα, τῶν ἐναγῶν μου παθῶν, ὦ Ἄννα θεσπεσία.
Ἀλγεινῶν σηπεδόνων,
καὶ ἀπείρων τραυμάτων, ὑπάρχων ἔμπλεως, προσφεύγω σου τῇ σκέπῃ, αἰτούμενος τὴν ῥῶσιν,
τῆς ψυχῆς καὶ τοῦ σώματος, Ἄννα τερπνὴ λαμπηδών, σεπτῆς ἐπιεικείας.
Θεοτοκίον.
Νεουργεῖς τὰς
καρδίας, ἐν τῷ οἴνῳ ἀγάπης τοῦ Πανοικτίρμονος, Παρθένε μεταδοῦσα, τὴν μέθην
θεουργίας, τοῖς ἐν πίστει κραυγάζουσιν· Ὁ Σαρκωθεὶς δι’ ἡμᾶς, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἴδοιμι αἴγλην,
φαεινοτάτης μορφῆς σου, Μῆτερ Ἄννα ἐν ὥρᾳ ἐξόδου, πίστει δυναμοῦσαν, τὴν ἔντρομον
ψυχήν μου.
Σίγμα φαιδρύνεις,
τοῦ Βυζαντίου θεόφρον, ἐν τοῖς πόνοις ἀσκήσεως ξένης, Ἄννα δωρουμένη, ἐνθέους
παρακλήσεις.
Ἵνα εὐφράνῃς, τοὺς
ταπεινούς σου ἱκέτας, μετανοίας κατάρδευσον ὄμβροις, πίστει προσκυνοῦντας, εἰκόνα
σου ἁγίαν.
Θεοτοκίον.
Δωροφοροῦσα, τῇ Ἐκκλησίᾳ
τὴν χάριν, τοῦ ἐλέους ἐκχέεις τὰ ῥεῖθρα, Κόρη ὡς χειμάῤῥους, ἀχράντου εὐλογίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡραίως χορηγοῦσα,
τῆς υἱοθεσίας, εἰρηνοδώρους ἐλλάμψεις ἀγάθυνον, τὰς σκοτεινάς μου ἐννοίας ἀειμακάριστε.
Ῥωννύουσα ἐμπύρως,
τοὺς ἀπεγνωκότας, τοῦ Παρακλήτου φαιδραῖς ἀντιλήψεσιν, ἐλπιδοφόρον ὑπάρχεις ἡμῶν
ἐχέγγυον.
Ἀνάψυξιν
παρέχεις, τοῖς ἀπεῤῥιμμένοις, ἐν τῷ βοθύνῳ πικρᾶς κατακρίσεως, τῆς ἁμαρτίας
διώκουσα τὴν σκοτόμαιναν.
Θεοτοκίον.
Σταλάζεις εὐφροσύνην,
Μῆτερ Θεοτόκε, τῶν ταπεινῶν ταῖς εὐώδεσι τάξεσι, κενοδοξίας τοὺς πύργους
κατεδαφίζουσα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις
Βυζαντίου ἡ φωτουργός, μετονομασθεῖσα, νουνεχῶς Εὐφημιανός, Μάνδραν μοναζόντων,
ἐγείρασα ἐν Προύσῃ, καὶ κάλλος ἐνδυθεῖσα, Ἄννα ἀρχίφωτον.
Χαίροις τοῦ
Βοσπόρου ἁγιασμός, καὶ τῆς Ἐκκλησίας, ἀπειρόδωρος τιθηνός, νήψεως τῷ ἄρτῳ, ἐκτρέφουσα
τὸν Λόγον καὶ οἴνῳ ἀφανείας, τοῦτον μεθύσκουσα.
Χαίροις τοῦ Ὀλύμπου
ἀμαρυγή, Ἄννα θεηγόρε, ἀνδρωθεῖσα τρισσοφαεῖ, χάριτι τοῦ Λόγου, καὶ νείμασα ἐν
κόσμῳ, ἐνθέου παρακλήσεις, τῆς Ἀναστάσεως.
Πόθῳ κατετρώθης
τοῦ Ποιητοῦ, οὐδόλως πληγεῖσα, ταῖς τοξείαις τοῦ πτερνιστοῦ, ὃν κατετροπώσω, ὀθνείᾳ
ταπεινώσει, τὴν Λαύραν τοῦ Ὀλύμπου, Ἄννα στηρίξασα.
ᾌσωμεν σεπτὸν Εὐφημιανόν,
κρύψαντα εὐφρόνως, θείας Ἄννης εὐλογητόν, ὄλβον ἀφθαρσίας, πλουσίως ἐκχεούση, ἰάσεων
ἀπείρων, θεῖα χαρίσματα.
Ἄννα ἐνδυθεῖσα τὰς
ἀστραπάς, θείου σου φωσφόρου, ἰχνηλάτησας ἐν χαρᾷ, δρόμον ξενιτείας, καλῶς ἀπωσαμένη,
ἡδέων τὴν ἀπάτην, καὶ ματαιότητα.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς,
ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ
εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό
λιτανευτικόν· Κύριε
ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν
Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ
παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μέλι, γεγευμένη
μυστικῶς, τῆς τρισσοφαοῦς κοινωνίας, Ἄννα καλλίφωτε, νέμεις τὴν γλυκύτητα, ταῆς
ἀγαθότητος, λυτρουμένη κακώσεων, παθῶν καὶ κινδύνων, πάντας τοὺς ὑμνοῦντάς σε, ἐν
καθαρότητι· ὅθεν, ἱλαρῶς ἐκβοῶμεν· Χαίροις τοῦ Ὀλύμπου ἡ κέδρος, πνέουσα ὀσμὴν
τῆς Ἀναστάσεως.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου