ΔΕΚΕΜΒΡΙΟΣ Ι΄.
ΘΩΜΑΣ ΟΣΙΟΣ ΔΕΦΟΥΡΚΙΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Ἱστῶμεν στίχους δ’
καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῆς ἡσυχίας ποθήσας τὴν ἀγαλλίασιν,
τοῦ Κυμινᾶ ἐρήμους, κατηγλάϊσας Πάτερ, φωτὶ τῆς νηπτικῆς σου διαγωγῆς, καὶ ἐμπόνων
δεήσεων, ἀναδειχθεὶς μοναζόντων φωταγωγός, ὦ Θωμᾶ φωτοειδέστατε.
Εἰς τὴν Μονὴν Γαλολείκτου, Θωμᾶ ἐξέλαμψας,
ὡς μοναστῶν ποιμάντωρ, κατεμφαίνων τῷ κόσμῳ, μεθέξεως ἐνθέου τὰς καλλονάς, καὶ
χαρὰν ἀναλλοίωτον, ἀνδρειότατῃ τῶν πόνων ὑπομονῇ, καὶ νοὸς τῇ καθαρότητι.
Ἀνδρειοφρόνως ἀντέστης, ψυχῆς στεῤῥότητι,
ἐπιδρομαῖς μυρμήκων, καὶ μυιῶν καὶ κωνώπων, δαιμόνων ἀποκρούων τὴν στυγεράν,
κατὰ σοῦ ἀγριότητα, τῇ σθεναρᾷ παντευχίᾳ τοῦ Λυτρωτοῦ, ὦ Θωμᾶ ἀειμακάριστε.
Ἀπὸ παιδὸς ἐντρυφήσας, τοῖς
θείοις γράμμασιν, ἐριαυγὴς ὡράθη, ἑστιάτωρ νηστείας· Θωμᾶ τὰς ἀναβάσεις ὅθεν
ποιῶν, θεωρίας ἐν ὄρεσι, τὰς λεγεῶνας θηρίων καὶ ἐρπετῶν, ταπεινώσει σου κατέῤῥαξας.
Δόξα. Ἦχος α΄.
Ἐν ἐγκρατείᾳ στηρίξας τὴν βαθεῖαν
καρδίαν σου, Θωμᾶ ἱλαρώτατε, ὡς ναὸς ηὐξήθης ἐν χάριτι, εὐαγγελιζόμενος Χριστοῦ
τὴν συγκατάβασιν. Κοπιάζων δὲ ὑπερβαλλόντω πρὸς τὸν καταρτισμὸν τῶν Ἁγίων, ἱερουργὸς
ὡς εὐαγής, πάντας συνήνωσας εἰς εὐχαριστίαν τῆς Τριάδος· διὸ κοινωνήσας τοῦ
Χριστοῦ τοῖς μώλωψιν, ἐν ἀδιαλείπτῳ δοξολογίᾳ, κατήργησας τὰς μεθοδείας τῆς
πλάνης· ὅθεν ἡμᾶς ἐλευθερῶν ἀπὸ τοῦ μένους τοῦ παλαμναίου δράκοντος, πρέσβευε ἵνα
κοινωνοὶ θείας φύσεως γενώμεθα.
Καὶ νῦν... Θεοτοκίον
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη,
καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι
ἡμᾶς, Παναγία Παρθένε.
Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος β΄. Οἶκος
τοῦ Εὐφραθᾶ.
Ὄρος τοῦ Κυμινᾶ, κατηύγασας εὐχαῖς
σου, Θωμᾶ στεφανηφόρε, ὡς μύστης θεωρίας, καὶ Λόγου ἐνδιαίτημα.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Πτέρυξιν ἐν χρυσαῖς, Μονῆς σου τὰ
νοσσία, κατέσκεπες θεόφρον, θηρὸς ἐκ τῆς μανίας, Θωμᾶ ἀπολυτρούμενος.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔγνως Δεφουρκινέ, ἀγάπης
κοινωνίαν, ἐν στάσεσι παννύχοις, ἐκτρέφων Βιθυνίαν, ὡς μάννα θεοδώρητον.
Δόξα. Τριαδικόν.
Ὄφιν τὸν νοητόν, συνέτριψα
παμμάκαρ, Θωμᾶ παντελεῆμον, Πατρὸς ἐν τῇ δυνάμει, Υἱοῦ τε καὶ τοῦ Πνεύματος.
Καὶ νῦν. Θεοτοκίον.
Ὤφθης πανευκλεής, τροφὸς τῆς Ἐκκλησίας,
Παρθένε Θεοτόκε, ἁγνῶν σου ἐξ αἱμάτων, ἐκθρέψασα τὸν Ἄναρχον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ
προκατάλαβε.
Τὴν πίστιν ἐτήρησας ὑπομονῇ
θαυμαστῇ, τελέσας τὸν βίον σου ἐρατεινὴν ἑορτήν, Θωμᾶ ὑπερένδοξε· ὅθεν τῆς
Βιθυνία, τὰς ἐρήμου λαμπρύνας, κάλλει τῷ ἀρχεγόνῳ, μοναστῶν ὡς ποιμάντωρ, κατέῤῥαξας
ἐνθέως σοφέ, βύθιον δράκοντα.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό·
Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς
γενναῖον ἐν Μάρτυσι.
Τῆς ἐρήμου τὸν φοίνικα, ἀγλαῶς ἀνυμνήσωμεν,
Ἐκκλησίαν ἅπασαν κατευφραίνοντα, ἐν τοῖς καρποῖς ταπεινώσεως, Θωμᾶν εὐμενέστατον,
τὸ μαρτύριον Χριστοῦ, καὶ γὰρ πίστεως χάριτι, ἐβεβαίωσε, πειρασμοὺς ὑπομείνας ἀνυποίστους,
σθεναρᾷ ἐν εὐψυχίᾳ, καὶ εὐγενείας χρηστότητι.
Ἐκ νεότητος ἔδραμες, εἰς ὁδὸν τὴν
ἐπώνυμον, τετρωμένος ἔρωτι τοῦ Παντάνακτος, καὶ εἰς τὸν γνόφον εἰσέφυσας, Θωμᾶ ἱερώτατε,
ἀγνωσίας εὐφεγγοῦς, ὑπομείνας στυγνότητα, τοῦ ἀλάστορος, ἐκδικοῦντα κωνώπων ἐπιθέσει,
ἑρπετῶν καὶ τῶν μυρμήκων, τοὺς ὑπὲρ φύσιν ἀγῶνάς σου.
Βιθυνίαν ἐμύρισας, ἐν τῇ σμύρνῃ θεώσεως,
μοναστὰς ἰθύνων Φωτὸς εἰς μέθεξιν. Καὶ γὰρ τελῶν ἀτελεύτητον, Θυσίαν αἰνέσεως,
κατηδάφισας Θωμᾶ, τοῦ Βελίαρ πυργώματα, μέγαν δράκοντα, δεδηχότα χιτῶνός σου τὸ
ἄκρον, σὺν ἀνόμῳ συνοδίᾳ, κατακρημνίσας εἰς φάραγγα.
Ἕτερα. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ὀχήματι θείας ἁρπαγῆς, Πάτερ ἀνελήλυθας,
ἐν πανηγύρει τῇ κρείττονι, λαμπρῶς κοσμούμενος, σεπτοῖς χρυσολίθοις, κρείττονος
ἀθλήσεως, Θωμᾶ Δεφουρκινὲ ἀξιάγαστε· διὸ θεσπέσιε, Ἐκκλησίας νῦν ὑπόδεξαι, ὑμνῳδίας,
καὶ δίκαιον ἔπαινον.
Πρωτόκτιστον κάλλος ἐνδυθείς,
μύστα ἀξιέραστε, ἐν τῇ ἐρήμῳ ἐμάκρυνας, ποθῶν τὴν ἄχραντον, μόνος πρὸς τὸν
Μόνον, θείαν συνδιάλεξιν· διόπερ νουνεχῶς τὴν πολύφροντιν, Θωμᾶ διέφυγες,
μοναζόντων διαποίμανσιν, ἐντρυφῆσαι, Χριστῷ προελόμενος.
Στρατῷ συνταχθεὶς πυρσοφαεῖ,
μάρτυς ἀναδέδειξαι, ἐν προαιρέσει θεόφρονι, Θωμᾶ πανθαύμαστε· ὅθεν παμμεγέθη,
δράκοντα ἠνάγκασας, προστάξει ὑπακούειν εὐτόνῳ σου, καὶ προσκολλώμενον, ἐν τῇ ᾤᾳ
ἱματίου σου, ἐπαξίως ῥιφῆναι εἰς φάραγγα.
Δόξα. Ἦχος πλ. β΄.
Ἀσκητικῶς δαπανώμενος ἐν ψυχῇ
καρτερόφρονι, θεοπρεπῶς τὴν Ἐκλησίαν ἐξέθρεψας τῷ μέλιτι τῆς Χριστογνωσίας, Θωμᾶ
ὑπερένδοξε· ὅθεν ἀπόστολος γέγονας, αἰωνίως κηρύττων τοῦ Λόγου τὴν σάρκωσιν.
Ψηλαφήσας γὰρ τὴν δεσποτικὴν Πλευράν, τῆς Ἀναστάσεως τὸ φάος τῇ ποίμνῃ σου
μετέδωκας. Κατατρυχόμενος τοίνυν ἐπὶ εἴκοσιν ἔτη, μυρμήκων, κωνώπων, μυιῶν τε
καὶ ὄφεων τοῖς φρυάγμασιν, ἀλώβητος ἔμεινας ἐν ἔρωτι ὀχυρωθεὶς ἀξιάγαστε. Καὶ νῦν
ἡμᾶς ταῖς εὐχαῖς σου ὀχύρωσον, ἐκ τῆς μανίας τοῦ θηρίου, ὁμολογοῦντας Τριάδα ὁμοούσιον.
Καὶ νῦν. Θεοτοκίον
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα,
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν·
συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν·
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει
αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς· ἐνωτίσασθε,
οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 4, 7-15)
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη· Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχήν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γάρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες,
μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι
χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἰδιόμελα Ἦχος α'
Παιδιόθεν ὡς πόλις τειχισθείς, τῷ
βηρύλλῳ τῆς ἐλπίδος καὶ τῆς πίστεως τῷ ἰάσπιδι, ἀπόρθητος ἐδείχθης ταῖς
προσβολαῖς τοῦ ἀντιχρίστου· διὸ πληροφορῶν τὴν διακονίαν σου, ηὐδόκησας ἐν ἀνάγκαις,
ἐν στενοχωρίαις, ἐν θλίψεσιν· ὅθεν καταλείψας τὴν τοῦ Ποιμένος φροντίδα, ἐν αἰθρία
διῆγες, καθάπερ τρυγὼν ἡ φιλέρημος. Λαμπρυνθεὶς οὖν τῇ φωταυγίᾳ τοῦ Πνεύματος, ἐπέγνωκας
πάντα τὰ ἄδηλα καὶ τὰ κρύφια. Καὶ νῦν στόλισον, Θωμᾶ πανσεβάσμιε, ἐν τῷ ὑακίνθῳ
τῆς αἰνέσεως καὶ τῆς φιλαδελφίας τῷ σαρδόνυχι, τοὺς τιμῶντας ἀξίως τὴν μνήμην
σου.
Ἦχος β΄.
Μεταβάντες εἰς τοῦ Σαγάρεως τὴν
περίοικον, ὑμνήσωμεν ἄγγελον φωταυγῆ, τὸν Ποιμένα τῆς Μονῆς τοῦ Γαλολείκτου,
λέγοντες· Χαίροις, Πάτερ Θωμᾶ ἱερώτατε, ὁ κιρνῶν τὸν Βασιλέα Χριστὸν οἶνον
χρηστότητος· χαίροις, ὁ διακονούμενος πολυτελῶς ὑπὸ τοῦ Σωτῆρος, εἰς Δεῖπνον τὸ
αἰώνιον. Καὶ νῦν, τῇ ἡδύτητι τοῦ Πνεύματος, διάλυσον τὴν πικρίαν τῶν παθῶν, ἣν ἡμᾶς
ὁ Βελίαρ ἐπότισε. Καὶ γὰρ πᾶσαν τὴν πομπὴν τούτου κατεπόντισας, ἀναδειχθεὶς τῶν
δαιμόνων ὁ κόλαφος.
Ἦχος γ΄.
Τοὺς ὑπὲρ φύσιν ἀγῶνάς σου τίς
διηγήσεται, Ὅσιε Θωμᾶ καλλίνικε; Καὶ γὰρ ἐν καμίνῳ βληθείς, τῇ ἑπταπλασίως ἐκκαυθείσῃ,
ἀκατάφλεκτος ἔμεινας, τοῦ Μεγάλου Ἀγγέλου τῇ χάριτι· ὅθεν ξίφει τῆς προσευχῆς, ἀποκτείνας
τὸν ὄφιν τῆς ἀνάνδρου δειλίας, εἰς αἰθέρα ἀνέβης αἰνέσεως, ὥσπερ θεοφόρος ἀετός,
κραυγάζων τῶν ᾀσμάτων σου τὸ ᾆσμα· διὸ ὡς φωταγωγὸς τῆς Ἐκκλησίας, ἐν βροντῇ
μεγάλῃ καὶ ἡμᾶς δίδαξον, κατακρημνίζειν τὸν δράκοντα, τοῦ Σωτῆρος ταῖς
δυνάμεσι.
Ἦχος δ΄.
Ἴχνεσιν τῶν Ἀποστόλων, Πάτερ Θωμᾶ
ἐφεπόμενος, τῶν ἡδέων κατεφρόνησας· ὅθεν γηπονήσας τὸν ἀγρὸν τῆς Βιθυνία,
θείοις ὑετοῖς τῶν δακρύων σου, ἐθέρισα χρυσικάρπους στάχυς θεωρίας. Διαῤῥήξας
τοίνυν τῆς ἐπάρσεως τὸν θῆρα, κατέτεμες τὰς ἄρκυς τοῦ βροτοκτόνου· τὸν ἀνεξιχνίαστον
διὸ καταλαβὼν πλούτου τοῦ Δεσπότου, Τριάδα ἐμεγάλυνας ἐν ταῖς ἐρήμοις τοῦ
Σαγάρεως. Πάντας ἡμᾶς ἐπιποθῶν, ἐν σπλάγχνοις Ἰησοῦ Χριστοῦ, εἰσάγαγε εἰς χαρὰν
τὴν αἰώνιον, ταῖς ἐνθέοις πρεσβείαις σου.
Δόξα. Ἦχος πλ. α΄.
Τῷ βάρει τῆς δόξης πλουτιζόμενος
διὰ τῶν θλίψεων, καὶ Ἀγγέλων τὸν βίον ποθῶν, τοῦ Σταυροῦ τὴν γνῶσιν μυστικῶς ἔγνωκας,
Θωμᾶ θεοφώτιστε· ὅθεν ἀνδρειοφρόνως καταργήσας σατὰν τὴν ἰσχύν, μετέσχες τῶν
μαρτύρων τῇ ἀγλαΐᾳ· διὸ κρυβεὶς εἰς τὸν γνόφον τῆς σιγῆς, ὡς πυρφόρος ὤφθης
Σεραφίμ. Ἥδιστα τοίνυν ἐναθλήσας εἰς Σαγάρεως τὰς ὄχθας, θεαυγεῖ ἐν ψυχῇ,
ποιμαντικῶς διηκόνεις τῇ Μάνδρᾳ σου. Καὶ νῦν ἀπολαύων ἀενάως, ἐλλάμψεις τῆς
Τριάδος, παρέχεις ἀγαλλίασιν, τοῖς πόθῳ σοι ἀναβοῶσι· Χαίροις τοῦ Λόγου ἐκτύπωμα.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ.
α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἐρατεινὸν πετεινόν, εἰς
τὰς ἐρήμους μελῳδῆσαν θεσπέσιον, τὸ ᾆσμα φιλαδελφίας, καὶ τοῦ Χριστοῦ τριφαεῖς,
πτέρυγας ζηλώσας ταπεινώσεως. Καὶ γὰρ καθυπέμεινας, τῶν μυρμήκων δεινότητα, καὶ
τὰς ἐφόδους, τῶν κωνώπων ἀήττητε, καὶ στυγνότητα ἑρπετῶν ἀκατάσχετον· ὅθεν ἀντανεπλήρωσας,
ἁγίων τὰ τραύματα, τὴν φαεινήν σου εἰκόνα, καθωραΐσας ἐν Πνεύματι· διὸ σοὺς ἱκέτας,
ἐνισχύεις ἐν ἀγάπῃ, Θωμᾶ μακάριε.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Χαίροις, ὁ τὴν ζωὴν τοῦ Χριστοῦ, ἰχνηλατήσας
καρτερίᾳ τῶν θλίψεων, γενόμενος τούτου δόξα, καὶ τῶν πιστῶν χαρμονή, πίστει ἀδιστάκτῳ
καὶ ἁπλότητι· διὸ κατεφρόνησας, τῶν δαιμόνων φρυάγματα, καὶ τῇ λατρείᾳ, τοῦ
Κυρίου προσήνεγκας, τῆς καρδίας σου εὐωδίαν ὑπέροχον· ὅθεν Θωμᾶ μακάριε, πιστῶς
διετράνωσας, Εὐαγγελίου τὴν χάριν, μαρτυρικῇ πολιτείᾳ σου, ῥυόμενος κόσμον, ἐκ
παγίδων τοῦ Βελίαρ, ταῖς ἱκεσίαις σου
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Λάμψον, τῆς Βιθυνίας ποιμήν, σὺν
τῇ σεπτῇ σου συνοδίᾳ τερπόμενος, ἡμέρᾳ ἐν ἑορτίῳ, καὶ χαρμονὴν τοῦ Χριστοῦ, ἅπασιν
ἀπόδος τοῖς ὑμνοῦσί σε. Καὶ γὰρ ἐκαρτέρησας, δρακοντείου τὰς μάστιγας, τῆς
θεωρίας, εἰσελθὼν εἰς τὴν θύελλαν, καὶ λαμπόμενος ἀστραπαῖς τῆς θεώσεως· ὅθεν
Θωμᾶ ὁμόσκηνος, ἐν χάριτι πέφηνας, Ἀθανασίου τοῦ Ἄθω, καὶ Μαλεΐνου θεόφρονος, ἡμῖν
ἐπομβρίζων, ὑετοὺς τῆς μετανοίας, καὶ κατανύξεως.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀγκαλισθεὶς ἐν πτωχείᾳ, τὸν ἄπειρον
πλοῦτον τῆς γνώσεως, προσήνεγκας Χριστῷ τὴν λογικήν σου λατρείαν. Τὰ σὰ
θελήματα τοίνυν, ὡς ἱερωτάτην θυσίαν παραδοὺς τῷ Σωτῆρι, ἠξιώθης βαδῖσαι ὁδοὺς
σκληράς. Τῆς νήψεως φωτὶ καὶ εἰρήνη καρδίας·
διὸ ἐνδυσάμενος ἀπαθείας τὰς λάμψεις, τὰς ἐνύλους φαιδρότητας ἀπέῤῥιψας.
Σπουδάζων γὰρ τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος, ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, ἐπὶ
χρόνους εἴκοσιν ἠναλώθης ταῖς ἐπιφοραῖς τοῦ ἀλάστορος. Γνώμῃ οὖν στεῤῥοτάτῃ, καὶ
ἀνοθεύτῳ χρηστότητι, ἀξιωθεὶς ὑπὲρ Χριστοῦ πάσχειν, δώρησαι ἡμῖν Τριάδος τὴν ἀγάπησιν,
Θωμᾶ ἀξιόθεε.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου
πολίτης.
Γηπονήσας ἐνθέως Βιθυνίας τὴν ἔρημον,
ὤφθης δεσποτείου Θυσίας κοινωνὸς ἱερώτατος, Θωμᾶ καταπατήσας ἐν Χριστῷ· διόπερ
τοῦ Βελίαρ συρφετόν, τὴν Μονὴν τοῦ Γαλολείκτου, ποιμαντικῇ σου χάριτι ἐλάμπρυνας.
Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν
ἰάματα.
Δόξα... Ἦχος δ΄. Ταχὺ
προκατάλαβε.
Τὴν πίστιν ἐτήρησας ὑπομονῇ
θαυμαστῇ, τελέσας τὸν βίον σου ἐρατεινὴν ἑορτήν, Θωμᾶ ὑπερένδοξε· ὅθεν τῆς
Βιθυνία, τὰς ἐρήμου λαμπρύνας, κάλλει τῷ ἀρχεγόνῳ, μοναστῶν ὡς ποιμάντωρ, κατέῤῥαξας
ἐνθέως σοφέ, βύθιον δράκοντα.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος
α’. Τὸν τάφον Σου Σωτήρ.
Σφραγίσας ἱερῶς, τοῦ Δεσπότου τοὺς
λόγους, ἐπάτησας στεῤῥῶς, ἐπὶ ὄφεων Πάτερ, μεγάλαυχον δράκοντα, δεδηχότα χιτῶνά
σου, εἰς τὴν φάραγγα, καθοδηγῶν ἀπωλείας, καὶ λυτρούμενος, δαιμονικῆς ἐκ
μανίας, Θωμᾶ τοὺς ἱκέτας σου.
Δόξα. Καὶ νῦν...
Θεοτοκίον
Ὑπάρχουσα ἁγνή, Ἐκκλησίας τὸ
μάννα, ἐκτρέφεις τὸν λαόν, καταργοῦσαν τὴν πεῖναν, θεώσεως ἄχραντε· τὸν Υἱὸν γὰρ
θηλάσασα, Σὺ γεγένησαι, τῶν γηγενῶν σωτηρία, ὑπουργήσασα, τῇ Ἀναστάσει Μαρία,
καὶ πάντας θεώσασα.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος
δ΄. Κατεπλάγη Ἰωσήφ.
Νηπιόθεν φωτισθείς, θεογνωσίας ἀστραπαῖς,
τοῦ Ζωοδότου τὴν Πλευράν, εὗρες ὡραίαν καλιάν, ὡσεὶ στρουθίον τὸν δράκοντα
διαφεύγων· ὅθεν ἐν Χριστῷ, Πάσχα θεόφωτον, ἔγνως ἱλαρῶς, διὰ τῶν θλίψεων· διὸ
πηγὰς ἀναβλύζεις ἰάσεων, θεοπειθέσι πρεσβείαις σου, Θωμᾶ συντρίβων τὰς
πυργοβάρεις, τοῦ δολοπλόκου ἀλάστορος.
Δόξα. Καὶ νῦν...
Θεοτοκίον
Ἱματίῳ θεϊκῷ, κατακαλύπτεις τὸν Ἀδάμ,
ἀναῤῥιγοῦντα τῷ κρυμῷ, παρακοῆς ὀδυνηρᾶς, καὶ εἰς θεώσεως φέρεις μυσταγωγίαν· ὅθεν
εὐλαβῶς, πάντες δοξάζομεν, φύσεων διττῶν, ἕνωσιν ἄφραστον, τὴν τελεσθεῖσαν ἁγίᾳ
νηδύϊ Σου, Παρθενομῆτορ Θεόνυμφε· δι’ ἧς ὁ Λόγος ἀναλλοιώτως, ἐν τῇ σαρκὶ
πεφανέρωται.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄.
Τὴν ὡραιότητα.
Γνώσει τοῦ Πνεύματος, Πάτερ ἀσκούμενος,
νήψεως δέδεξαι, αἴγλην ὑπέρφωτον, τῷ Εὐεργέτῃ παραδούς, ὅλην σου τὴν καρδίαν· ὅθεν
τὰ ἀπόκρυφα, ἀποῤῥήτως ἐπέγνωκας, τοῦ ἐν σοὶ χαρίσματος, μεριμνῶν πρακτικώτατα,
Θωμᾶ ἱλαστικῶς ἐπιχέων, πᾶσι τὰ ῥεῖθρα μετανοίας.
Δόξα. Καὶ νῦν...
Θεοτοκίον
Θείαν ἡδύτητα, πᾶσι μετέδωκας,
φθόνου πικρότητα, ἐξαφανίσασα, δι’ ἧς ὁ ὄφις τὸν Ἀδάμ, κατήνεγκε εἰς τὸν ᾍδη· ὅθεν
μεγαλύνομεν, μητρικήν σου χρηστότητα, ᾗπερ κατηγλάϊσας, καὶ σεπτῶς ἐθεούργησας,
Παρθένε τοὺς βοῶντάς σοι πόθῳ· Χαῖρε ἡ Κεχαριτωμένη!
Εἶτα, οἱ Ἀναβαθμοί·
τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν
(Λουκᾶ στ΄, 17-23). Ζήτει τῇ Κ΄ Ἰανουαρίου.
Δόξα:
Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Δουλεύσας τῷ Εὐαγγελίῳ θεοπρεπῶς,
ὤφθης ἡγήτωρ ἄμεμπτος, εἰς τὴν Μονὴν τοῦ Γαλολείκτου σπενδόμενος ἐπὶ τῇ
λειτουργίᾳ τῆς πίστεως· ὅθεν θησαυρίσας ἐν σοὶ τοῦ Χριστοῦ τὰ χαρίσματα, Θωμᾶ
φωτοφόρε, τοὺς μοναστάς σου ηὔφρανας, τῷ οἴνῳ τοῦ Σταυροῦ. Ἀξιωθεὶς τοίνυν
δοκιμασθῆναι ὡς χρυσὸς ἐν χωνευτηρίῳ, τῇ ῥύμῃ τοῦ δραπέτου διαβόλου, ὡράϊσμα ὤφθης
τῆς Βιθυνίας· διὸ ἡμᾶς στερέωσον τῷ Ἰησοῦ ἐκβοῶντας· Ὁ Κύριός μου καὶ ὁ Θεός
μου!
Ὁ Κανὼν τοῦ Ὁσίου,
οὗ ἡ ἀκροστιχίς: Θωμᾶ,
παρέχεις χάριν Τριάδος. Ἰσιδώρας Μ.
ᾨδὴ α’. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ
πεζεύσας.
Θεοδωρήτῳ ἐν φάει καταυγασθείς, ὦ
Θωμᾶ πανάριστε, ὡς ἀστὴρ ἑωθινός, τοῦ νοός μου λῦσον τὴν ἀχλύν, ἵνα μέλπω εὐλαβῶς
τὰ μεγαλεῖά σου.
Ὡραιοτάτην ἐμφαίνων τὴν χαρμονήν,
τοῦ Ἁγίου Πνεύματος, ἐν νεφέλη παμφαεῖ, ἐκ παιδὸς εἰσέδυσας Θωμᾶ, τῆς σοφίας ἐνδυθεὶς
τὴν ὡραιότητα.
Μυσταγωγὸς Ἐκκλησίας ἀναφανείς, ἱερῶς
ἐδίδαξας, Γαλολείκτου ἐν Μονῇ, τῆς Τριάδος πίστιν ἀληθῆ, ὡς νοσσία κατασκέπων
τοὺς μονάζοντας.
Θεοτοκίον.
Ἀδιαλείπτως πρεσβεύεις τῷ Λυτρωτῇ,
μητρικοῖς Σου δάκρυσι, διασώζουσα ἡμᾶς, ἐκ βελῶν τοξότου φθονεροῦ, ἐν τῇ σκέπῃ τῶν
πτερύγων Σου πανάμωμε.
ᾨδὴ γ’ Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Πόθος ἐνθέως ἀναφθείς, τῷ πυρὶ
Παρακλήτου, καταφλέγων σε Πάτερ, ἀπεμάκρυνε Θωμᾶ, εἰς πανερήμους βουνούς, ἡσυχίας
μέλιτι τρεφόμενον.
Ἄριστος ὤφθης ἀθλητής, εὐλαβὴς
γενναιόφρων, ἑρπετῶν βροτοκτόνων, καὶ ἐντόμων ἰταμῶν, ἐπιφορὰς ἐναγεῖς, ὑπομείνας
σθένει ταπεινώσεως.
Ῥώμῃ ἰσχύσας ἀληθεῖ, ὑπερφίαλον ὄφιν,
ἐταπείνωσας ὄντως, ὡς ὑπείκουσαν γαλῆν, καθοδηγήσας αὐτόν, εἰς παμφάγον
βάραθρον θεσπέσιε.
Θεοτοκίον.
Ἔνοικον ἔσχες ἀγαθή, ἐν σεπταῖς
Σου λαγόσι, τῆς Τριάδος τὸν Ἕνα, μορφωθέντα καθ’ ἡμᾶς, καὶ τοῦ θανάτου φθοράν, ἀναιροῦντα
φάει Ἀναστάσεως.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ὄλβον ἔντιμον, εὐχαριστίας, νέμων
πάντοτε, τῇ Ἐκκλησίᾳ, ἐν ταπεινώσει Θωμᾶ ἀξιάγαστε, τοῦ Γαλολείκτου φυτείαν
κατήρδευσας, θεολογίας ἐνθέοις τοῖς νάμασιν· ὅθεν λύτρωσαι, ἁγίαις λιταῖς σου ἅπαντας,
ἡμᾶς ἐκ τῆς ἀχλύος τῆς σκοτώσεως.
Δόξα. Καὶ νῦν...
Θεοτοκίον
Δεῦτε πίστεως, τῇ φωταυγίᾳ, θαῦμα
ᾄσωμεν, οἰκονομίας, ἀνευφημοῦντες τοῦ Λόγου τὴν κένωσιν· καὶ γὰρ Τριάδος τὸ ἔλεος
ἔγνωμεν, ἐν τῇ σαρκώσει Χριστοῦ Παντοκράτορος· ὅθεν τρίφωτον, στολὴν ἐνδυθέντες
χάριτος, δοξάζομεν τὸν Τόκον τῆς Θεόπαιδος.
ᾨδὴ δ’. Χριστός μου δύναμις.
Χριστοῦ τὴν κάκωσιν ζηλώσας Ὅσιε,
τῆς ἐρήμου ἐδείχθης ἐρωδιός, ὕμνον χαριστήριον, προσαναφέρων τῷ Θεῷ, τῷ τηροῦντί
σε ἐν ἔρωτι.
Ἐνθέως δέδεξαι τὸ φῶς τῆς
πίστεως, τοῦ θηρίου δαμάτωρ ἀναδειχθείς· ὅθεν τῆς οἰήσεως, ἐν τῇ δυνάμει τοῦ
Σταυροῦ, καταστρέφεις ὀχυρώματα.
Ἰσχύϊ Πνεύματος Θωμᾶ μαχόμενος,
βδελυρᾷ τῶν δαιμόνων πανστρατιᾷ, χρόνους ἐπὶ εἴκοσι, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ,
ἀριστείαις σου ἐλάμπρυνας.
Θεοτοκίον.
Σεμνὴ Θεόνυμφε, κρατὴρ ὡς ἔγχρυσος,
ἐν τῷ οἴνῳ μεθύσκεις τοὺς γηγενεῖς, θείας ἐνσαρκώσεως· καὶ γὰρ ἐν Σοὶ ὁ
Ποιητής, δούλου φύραμα προσείληφε.
ᾨδὴ ε’. Τῷ θείῳ φέγγει σου.
Χαρὰν λελόγισαι ἀληθῆ, θλίψεις καὶ
ἀτρύτους πειρασμούς, εὐχαριστῶν τῷ Κυρίῳ σου· νηπτικῷ διὸ φωτισμῷ, Θωμᾶ εὐγενῶς,
ἠγλάϊσας ποιμένος τραχὺν τὸν δόλιχον.
Ἀγγέλοις Πάτερ συλλειτουργῶν,
πτέρυγας ἐκτήσω χρυσαυγεῖς, ἐν ταπεινώσει ὑψούμενος, εἰς Μαρτύρων θείας αὐλάς,
Θωμᾶ φαεινέ, καὶ θέλγων Γαλολείκτου Μονὴν ἐν Πνεύματι.
Ῥερυπωμένην ταῖς ἡδοναῖς, κάθαρον
ψυχήν μου δυσωπῶ, ὁ ταπεινώσας τὸν αἴσχιστον, μιαιφόνον ὄφιν πιστῶς, Θωμᾶ ἀστραπαῖς,
σεπτῆς εὐχαριστίας καὶ κατανύξεως.
Θεοτοκίον.
Ἰλὺν παθῶν μου φθοροποιῶν, Κόρη ἱλασμῶν
Σου ταῖς πηγαῖς, ἀποσοβεῖς Θεονύμφευτε· παρατάξεις γὰρ ζοφεράς, καὶ δίφρους
σατάν, κατήργησας λοχείᾳ τῇ παρθενίῳ Σου.
ᾨδὴ στ’. Τοῦ βίου τὴν θάλασσαν.
Νικήσας θανάσιμον, τῆς ἐπάρσεως ἰόν,
ἐν τῷ βαράθρῷ ἔῤῥιψας, παρατάξεις δαιμόνων τὰς ζοφεράς, Θωμᾶ εὐγενέστατε, τῆς Τριάδος
ἀπείροις ἐν φωτίσμασι
Τηρήσας ἀλώβητον, τὴν εἰκόνα τοῦ
Χριστοῦ, θεοπρεπῶς ἐχύρωσας, ταῖς ἀκτῖσιν ἐνθέου ὑπομονῆς· διόπερ γεραίρει σε,
Κυμινᾶ ὁ βουνὸς ἀγαλλιώμενος.
Ῥοιζήτορι χάριτι, Ἰωάννῃ θαυμαστῷ,
θεοφεγγῶς παρέδωκας, ποιμασίας τὴν ῥάβδον ἀποσυρθείς, Θωμᾶ εἰς πανέρημον, καὶ
τερπνὸν ἡσυχίας καταφύγιον.
Θεοτοκίον.
Ἰάτειρα γέγονας, συγγενείας Σου ἁγνή,
τῆς ἁμαρτίας τραύματα, θεραπεύουσα Δέσποινα ἱλασμοῖς, Χριστοῦ ἐλεήμονος,
σαρκωθέντος τοῦ πλάσματος τῷ ἔρωτι.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Δεινὴν τοῦ σατὰν διέλυσας
θρασύτητα, φωτίζων ψυχὰς εἰς Γαλολείκτου σκήνωμα· ἱερὸν γὰρ πέφηνας, Ἀληθείας
Θωμᾶ ἐνδιαίτημα, συναρμόσας πανάριστα,
ποιμένος εὐθύνας, καὶ εἰρήνην νοός.
Ὁ Οἶκος.
Κατανοήσας τὴν πολυποίκιλον τοῦ
Θεοῦ σοφίαν, τοὺς πειρασμοὺς ἡγήσω δόξαν, καὶ τὰς κακουχίας ἄνεσιν, Θωμᾶ
πανσεβάσμιε· διὸ καταβὰς εἰς ᾅδου τὸν ζόφον, ἀνέβης καὶ εἰς πανήγυριν ἑόρτιον, συναρμόσας πανάριστα, ποιμένος εὐθύνας, καὶ
εἰρήνην νοός.
Συναξάριον.
Τῇ
Ι' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Θωμᾶ τοῦ Δεφουρκινοῦ.
Θωμᾶς
Θεὸν ἀῤῥαγεστάτην βάσιν,
κρείττων
πέφηνε μηχανῆς τῶν δαιμόνων.
Τῇ
δεκάτῃ φωσφόρος θάνε Θωμᾶς ποιμὴν μεγαλήτωρ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Μηνᾶ τοῦ καλλικελάδου, Ἑρμογένους,
καὶ Εὐγράφου.
Τμηθεὶς
ὁ Μηνᾶς, κἄν κελαδεῖν οὐκ ἔχῃ,
φιμοῖ
κελαδοῦν δυσσεβείας τὸ στόμα.
Τὴν
δυσσέβειαν ἐκπτύσας Ἑρμογένης,
ὑπῆρξε
Μάρτυς εὐσεβείας ἐκ ξίφους.
Τὰς
ἐκ μαχαίρας, Εὔγραφε, τρώσεις φέρων,
ὀξὺς
Θεοῦ κάλαμος ὤφθης εὖ γράφων.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Γέμελλου.
Ὑπὲρ
Θεοῦ Γέμελλος Ἐσταυρωμένου,
τὴν
ἐν ξύλῳ σταύρωσιν ἀσμένως φέρει.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Θεότεκνος, ξίφει τελειοῦται.
Ὁ
Θεότεκνος, οἷα τοῦ Θεοῦ τέκνον,
θνήσκει
προθύμως τοῦ Πατρὸς χάριν ξίφει.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μαριανός, λιθοβοληθεὶς τελειοῦται.
Ὁ
Μαριανὸς συντριβεὶς κᾶραν λίθῳ,
θείῳ
νοητῶς σφίγγεται ταύτην στέφει.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐγένιος, ξύλοις τυπτόμενος τελειοῦται.
Ὥσπερ
συνεστὼς Εὐγένιος ἐκ ξύλου,
πάσχων
ξύλοις ὑπῆρχε πρὸς ξύλα ξύλον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀθανασίου Ἐπισκόπου Μεθώνης.
Ἀθανάσιον
γεραίρει ἑορτίως Μεθώνη
τῷ
Δεσπότῃ τὸν ὕμνον ἀναφέρουσα πόθῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Παρθενομάρτυς Εὐλαλία, ἡ ἐν Μερίδῃ τῆς Ἰσπανίας, διὰ πυρὸς
τελειοῦται.
Κηρύττει
Χριστὸν Εὐλαλία εὐλάλως,
ἀθλοῦσα
πυρί, καὶ φλέγουσα τὴν πλάνην.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ Παῖδες ἐν Βαβυλῶνι.
Ἀφάτῳ σου εὐσπλαγχνίᾳ, παρέσχες
γάλα τῆς πίστεως, εἰς ἀρνία Μονῆς Γαλολείκτου, ἐκβοῶντα ἐν ἔρωτι· Εὐλογητὸς εἶ
Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Δαιμόνων πανωλεθρία, Θωμᾶ εὐτόνως
τεθέασαι, λειτουργῶν μυστικὴν τὴν Θυσίαν, καὶ κραυγάζων θεούμενος· Εὐλογητὸς εἶ
Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὁλόφωτος ὑμνηπόλος, ἐφάνης θείας
κενώσεως, εὐαγεῖ καρτερίας κινύρᾳ, μελῳδῶν Πάτερ Ὅσιε· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς
ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Στενάζοντος ἐν τῷ ᾍδη, Ἀδὰμ τὸ
τραῦμα ἰάτρευσας, τετοκυῖα Φιλάνθρωπον Λόγον, Ὃν ὑμνοῦμεν κραυγάζοντος· Εὐλογητὸς
εἶ Κύριε, ὁ τεχθεὶς ἐκ Παρθένου ἁγνῆς.
ᾨδὴ η’. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Ἱλαρόφωτον ὤφθης, ἄστρον τῆς
νήψεως, Βιθυνίαν φωτίζων, ταῖς ἀγλαΐαις σου· ὅθεν εἰδεχθῆ ἀχλύν, πλάνης
διέλυσας, κάρας δρακοντείου, ἐκκόπτων ἐν ἀνδρείᾳ.
Συνοδίτας ἀνεῦρες, δρόμον εἰς ἔναιμον,
Ἰωάννην καὶ Πέτρον, τοὺς θεοφάντορας· Φάος
νηπτικῆς ζωῆς, ὅθεν ἐξέχεας, αὔρᾳ λεπτοτάτῃ, Θωμᾶ θεολογίας.
Ἰοβόλους τοὺς ὄφεις, Πάτερ κατέῤῥαξας,
τοῦ προσώπου σου αἴγλῃ, καὶ τῇ χρηστότητι· πίστει γεωργῶν διό, ἄρουραν ἔνθεον, ἤνεγκας
τῷ Κτίστῃ, καρποὺς θεοειδείας.
Θεοτοκίον.
Δεδεγμένη Τριάδος, ὄλβον ἀείῤῥυτον,
καθωράθης τιθήνη, Κτίστου ἐρίδωρος, μέλιτι ζωῆς ἁγνή, πάντας εὐφραίνουσα, τοὺς
δοξολογοῦντας, σεπτήν Σου γαλουχίαν.
ᾨδὴ θ’. Θεὸν ἀνθρώποις.
ᾨδὴν προσάγων εὐχαριστήριον, σὺν
παρατάξει θείων Χερουβὶμ ἀγαλλόμενος, ὦ Θωμᾶ τὴν χάριν ὑετίζεις ἡμῖν, θαύμασιν ἐξαισίοις·
ὅθεν δοξάζομεν, Λόγον πανολβίως, ἐν ἁγίοις δοξαζόμενον.
Ῥοαῖς ἀχράντου δακρύων Ὅσιε, εἰς
φωτοφόρον ὄρος ἀνυψώθης θεώσεως, καθορῶν τὰ ἄδηλα θεόφρον Θωμᾶ, Πνεύματος τῇ ἐλλάμψει·
ὅθεν τιμῶμέν σε, πάσης Ἐκκλησίας, ὡς εὐήρατον διάκοσμον.
Ἀῤῥήτῳ φάει ἐνθέου ἔρωτος, ἐν τοῖς
σπηλαίοις ἔστης ὡς στρουθίον φιλέρημον, μελιφθόγγῳ ᾆσμα ἀναμέλπων Θωμᾶ,
κρείττονος καρτερίας· ὅθεν ἀντέκτισιν, δέξαι θεηγόρε, ὑμνῳδίας μου τὸ ψέλλισμα.
Θεοτοκίον.
Σωτῆρα πᾶσιν Ἁγνὴ ἐκύησας, τῆς
πεπτωκυίας Εὔας ἀναιροῦντα παράβασιν· βασιλείῳ ὅθεν ἐνδυθέντες στολῇ, ἔγνωμεν τῆς
Τριάδος, χάριν αἰώνιον, σὺν ταῖς οὐρανίαις στρατιαῖς καταλαμπόμενοι.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ἐνθέως εὐφημήσωμεν, Θωμᾶν τὸν ἀγλαόφωτον,
καταπλουτίζοντα πάντας, τῇ αἴγλῃ τοῦ Πνεύματος. Καὶ γὰρ πιστῶς τὸ φρύαγμα, τοῦ
λυμεῶνος δράκοντος, ἐν τῇ δυνάμει ἔσβεσε, τῆς θεωρίας τοῦ Λόγου, γενναιοφρόνως ἤθλησας.
Θεοτοκίον.
Παρθένε Θεονύμφευτε, πιπτόντων ἡ ἀνόρθωσις,
καὶ τετρωμένων ἡ ῥῶσις, ἀνάστησον ἐκ θανάτου, τοὺς πίστει μεγαλύνοντας, ὑπερφυὲς
μυστήριον, τοῦ ἀπειράνδρου Τόκου Σου, ἐξαφανίσαντος κύδος, πανωλεθρίας ἀρχαίας.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου
θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ὑπομονῇ
θεαυγεῖ, καὶ ἰσχύϊ τῆς πίστεως, ἡσυχίας γέγονας, ἐραστὴς πρακτικώτατος· τὰς
λεγεώνας διὸ ἐδάμασας, τῶν βροτοκτόνων θηρῶν πανάριστε, θείας μεθέξεως, καλλονὴν
ἀρχέγονον ἐπενδυθείς, καὶ τῆς Ἀναστάσεως, τὰ ἀμαρύγματα.
Πάτερ, νηπτικῇ χρηστότητι, ὡραιωθείς
θαυμαστῶς, Γαλολείκτου εἰς σκήνωμα, τὰς ψυχὰς ἐποίμανα, εἰς νομὰς κατανύξεως·
διὸ δρακόντων, μύλας συνέτριψας, ἐν ταπεινώσει Θωμᾶ μακάριε· ὅθεν εἰς ἔρημον, τὸν
Σωτῆρα ἔσπευδες καταλαβεῖν, ᾧπερ καὶ κατείληψαι, θεοειδέστατε.
Πάντες εὐαγῶς τιμήσωμεν,
Δεφουρκινοῦ φαεινοῦ, τὴν φωσφόρον πανήγυριν, συνελθόντες χάριτι, Κυμινᾶ εἰς τὴν
ἔρημον. Καὶ γὰρ στρατείαν, ὄφεων ἔπτυσε, τῇ παντευχίᾳ τοῦ θείου Πνεύματος· ὅθεν
ἑνότητος, θησαυρίζει εὔκλειαν ἐρατεινήν, βλύζων ἀπειρόδωρον, ἡμῖν παράκλησιν.
Χάριτι τοῦ Λόγου ᾄσωμεν, τῆς
Βιθυνία τερπνήν, καὶ ὡραίαν κυπάρισσον, σθεναρῶς βαστάσασαν, τῆς ἡμέρας τὸν
καύσωνα. Καὶ γὰρ ἐν πόνοις, πιστῶς καυχώμενος, τοῖς Ἀθλοφόροις ὤφθη ὁμόσκηνος,
νέμων ἀσύγκριτον, ὁ Θωμᾶς τοῦ Πνεύματος ἀμαρυγήν, πᾶσι τοῖ γεραίρουσιν, αὐτοῦ τὰ
τρόπαια.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀναχθέντες εἰς τὰς ὄχθας τοῦ
Σαγάρεως, ἐπαινέσωμεν ἀγλαῶς σήμερον, τὸν Ποιμένα τῆς Μάνδρας Γαλολείκτου ἀναμέλποντες·
χαίροις, στεῤῥὲ ἀδάμας τῆς πίστεως, οὐδόλως πτοηθεῖς τῶν δαιμόνων τῇ
στυγνότητι. Καὶ γὰρ φωτίζων ἐν Πνεύματι, τὰς διανοίας τῶν πιστῶν, ἐδαπάνησας
ποιμαντικῶς ὑπὲρ τῆς Ἐκκλησίας, τὴν σὴν ψυχὴν ἀκατάβλητε. Κακοπαθείας τοίνυν τοὺς
βουνοὺς διαλλόμενος, μαρτυρικῷ ἐν φρονήματι, εὐχαριστίας λειτουργίαν
προσήνεγκας, τῷ Δεσπότῃ τοῦ σύμπαντος· ὅθεν σήμερον, Θωμᾶ ὑπερένδοξε, ἀνυμνοῦμεν
τὰς ἀριστείας σου, ἀρυόμενοι πταισμάτων τὴν συγχώρησιν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός
ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ
χορός: Ἀμήν.
Ἤ
μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί
εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.
α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ.
β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ.
γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς
Βιθυνίας ἁγιάσας ἐρήμου, θεοφεγγέσι κατανύξεως ῥείθροις, τοῦ Γαλολείκτου
Μάνδραν κατεφώτισας, δρόμον τῆς θεώσεως, τοῖς μονάζουσι δείξας· ὅθεν ἱκετεύομεν,
Ἀμαλὴκ τὰς ἐνέδρας, διασκεδάσαι θείαις σου λιταῖς, πρὸς τὸν Δεσπότην, Θωμᾶ ἀεισέβαστε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν
ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν
ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ
παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι
διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα,
ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θωμᾶ, φώτισον
ψυχῆς μου βαθὺ σκότος. Ἰσιδώρας Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θωμᾶ ὡς θεόῤῥυτος
ποταμός, ποτίσας ῥοαῖς σου, Βιθυνίαν θεοπρεπῶς, ἀρδεύεις ψυχήν μου μαρανθεῖσαν,
τῆς ἀγνωσίας τῷ χείρωνι καύσωνι.
Ὡράθη θεόφωτος
Μωϋσῆς, τὸ πέλαγος σχίζων, ἀποῤῥήτοις σοῦ ἱλασμοῖς· διόπερ τὸν κόσμον
διασώζεις, ἐκ διφρηλάτου σατὰν τοῦ ἀλάστορος.
Μυρίπνουν ἐπέγνωκας
φωτισμόν, σεπτῆς θεωρίας, ἁγνοτάτῳ ἐν ὀδυρμῷ, δωρούμενος καῦσιν μετανοίας, τοῖς
ἐκζητοῦσι Θωμᾶ τὰς ἀκτῖνάς σου.
Θεοτοκίον.
Ἀχράντῳ τῆς
γνώσεως γλυκασμῷ, πικρίαν διώκεις, Θεονύμφευτε ἡδονῶν, ποιοῦσάν με ἔγχρυσον
φορεῖον, τοῦ Σαρκωθέντος ἀσπόρως ἐν μήτρᾳ Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φονευτοῦ
παλαμναίου, τὰς στυγερὰς μάστιγας, σθένει καρτερίας ἐνέγκας, ὄλβον ἐνδέδυσαι, τῆς
ἀγαθότητος, ἣν δαψιλῶς πρυτανεύεις, πᾶσι τοῖς προστρέχουσι, τῇ μεσιτείᾳ σου.
Ὡ
Ἠλίας αἰσχίστους, διαβολεῖς ἔσφαξας, Πάτερ ἐν μαχαίρᾳ διστόμῳ, τῆς ταπεινώσεως·
διὸ πρεσβείαις σου, ὑψηγορίας ἀνόμου, Πάτερ ἐλευθέρωσον, τοὺς σὲ γεραίροντας.
Τηρηθεὶς
τῇ δυνάμει, πυριφλεγοῦς ἔρωτος, Πάτερ τῆς ἐρήμου ἐγνώκεις, τὴν ἀγαλλίασιν, ἀντιδωρούμενος,
τοῖς ὑμνηταῖς σου τὴν γνῶσιν, τῆς συγκαταβάσεως, τοῦ πανοικτίρμονος.
Θεοτοκίον.
Ἱλαρῶς
διανέμεις, τῆς νηπτικῆς χάριτος, μέθην πανακήρατον Κόρη, τοῖς καταφεύγουσιν, εἰς
οἶκον ἄχραντον, εὐωδεστάτου Σου οἴνου, ἐκ ληνοῦ κενώσεως, ἀναβλυστάνοντος.
Διάσωσον,
ἀπὸ παγίδων δολίων τοῦ ἀρχεκάκου, τοὺς προσπίπτοντας εὐλαβῶς, φωσφόρῳ εἰκόνι
σου, Θωμᾶ παρακλῆτορ τῆς Ἐκκλησίας.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐν
Πέτρᾳ σεπτῶς, στηρίζων τοὺς ἱκέτας σου, Θωμᾶ θεουργέ, διάσωσον πρεσβείαις σου, ἐκ
βελῶν τοῦ δράκοντος, τοὺς βοῶντας ζέσει τοῦ Πνεύματος· Τῆς Βιθυνίας ἄστρον ὡς
λαμπρόν, τὸν ζόφον ἀπέλασον σκοτώσεως.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συρφετὸν
πονηρότατον, φάει αἰγλοφόρῳ τῆς ταπεινώσεως, καταῤῥίψας εἰς τὸ βάραθρον, πάντας
ἰχνευτῆράς σου ἀνάδειξον.
Ὁλοχρύσῳ ὀχήματι,
τέκνα σου ἀνέφερες εἰς πανήγυριν, κοινωνία φωτοδότιδος, ἧσπερ καταξίωσον τοὺς
δούλους σου.
Νηπτικῇ σου χρηστότητι,
ποίμνην Γαλολείκτου Θωμᾶ ἠγλάϊσας· ἀφανείας τὴν εὐπρέπειαν, ὅθεν ὑμνῳδοῖς σου ἀντιδώρησαι
Ψαλμικῶς ἀναδέδειξαι,
δένδρον εὐφραινόμενον ἐν τοῖς ῥεύμασι, μυροχεύμονος κενώσεως, Μῆτερ τῇ σκιᾷ Σου
με φυλάττουσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσας Θωμᾶ, τὴν
Θυσίαν τοῦ Κυρίου σου, διανύσας μαρτυρίου τὴν ὁδόν, καὶ παρέχων εὐψυχίαν τοῖς
τεκνίοις σου.
Χεῖράς σου
σεπτάς, ἀνυψῶν πρὸς τὸν Οἰκτίρμονα, ἐπομβρίζεις δωρεὰς πανευκλεεῖς, τῇ πατρίδι τῶν
ἐν πίστει δεομένων σου.
Ἥδυνον σοφέ,
μοναζόντων τὴν διάνοιαν, ἐμφυτεύων φωτισμοὺς ἱλαστικούς, ἐν τῇ κέδρῳ κυπαρίσσῳ
καὶ τῇ πεύκῃ τε.
Θεοτοκίον.
Σώτειρα βροτῶν, ἀνεδείχθης
Μητροπάρθενε, ἐκ καμίνου λυτρουμένη τῶν παθῶν, τοὺς πιστῶς ὁμολογοῦντας
Θεοτόκον Σε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μετέσχηκας,
θεουργοῖς ἐλλάμψεσι, τριφαοῦς καὶ Παντουργοῦ θεαρχίας, σεραφικῶς, πυρπολούμενος
Πάτερ, ἐν τῷ πυρὶ καυστικῆς ἀγαπήσεως· καὶ νῦν Θωμᾶ θαυματουργέ, τῆς ψυχῆς σου τὴν
φλόγα μετάδος μοι.
Οὐράνιον, χαρμονὴν
δεξάμενος, τῇ τελείᾳ σεαυτοῦ ἀπαρνήσει, Πάτερ Θωμᾶ ἰοβόλων δηγμάτων, καὶ φθονερῶν
αἰκισμῶν ἐλευθέρωσον, πάντας τοὺς σπεύδοντας πιστῶς, ταῖς θερμαῖς ἱκεσίαις σου Ὅσιε.
Ὑπήνεγκας, εὐσθενεῖ
πραότητι, τῶν κωνώπων ἰταμὰς ἐπιθέσεις, καὶ τῶν μυιῶν, καὶ μυρμήκων ἐφόδους, τῇ
παντευχίᾳ τῆς πίστεως Ὅσιε, ἡμᾶς εὐχαῖς σου δυναμῶν, ἐναντίον δεινῆς ἀπογνώσεως.
Θεοτοκίον.
Στρατεύματα, τῶν
ἀΰλων πάναγνε, ὑπερβαίνουσα ἀχράντῳ ἐν δόξῃ, δυναστικήν, καταργεῖς ἐξουσίαν, καὶ
ἀδικούντων τυράννων ἀπόνοιαν· τεκοῦσα γὰρ τὸν Λυτρωτήν, Σὺ ὑπάρχεις τοῦ κόσμου
Παντάνασσα.
Διάσωσον,
ἀπὸ παγίδων δολίων τοῦ ἀρχεκάκου, τοὺς προσπίπτοντας εὐλαβῶς, φωσφόρῳ εἰκόνι
σου, Θωμᾶ παρακλῆτορ τῆς Ἐκκλησίας.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁ συναρμόσας ἐρήμου
ἐνοίκησιν, τῇ πολυφρόντιδι δράσει ποιμάντορος, θεόφρον Θωμᾶ τοῦ ἀλάστορος,
καταποντίζεις τοὺς δίφρους ῥυόμενος, ἡμᾶς δυσωνύμου ἐπάρσεως.
Εἶτα,
οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Στ.:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν
(Λουκᾶ στ΄, 17-23). Ζήτει τῇ Κ΄ Ἰανουαρίου.
Δόξα:
Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ
νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἔρημον
κατώκησας, καταδιώκων τὸν Λόγον, ἔρωτι φλεγόμενος, τριφαοῦς μεθέξεως ἱερώτατε·
σταυρικοὺς μώλωπας, πόθῳ γὰρ ζηλώσας, κατεφρόνησας ὡς σκύβαλα, πλοῦτον εὐγένειαν,
δόξης τε προσκαίρου τὴν εὔκλειαν· διόπερ τὴν καχέσπερον, λύμην πτερνιστοῦ καὶ ἀναίδειαν,
θείᾳ ἐν δυνάμει, ἐξήλειψας Θωμᾶ Δεφουρκινέ, τοῖς ὑμνηταῖς σου δωρούμενος,
Κτίστου τὴν κατάληψιν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βαιοφόνων δαιμόνων,
καταργήσας τὰς ἄρκυς, Θωμᾶ θεσπέσιε, φωτὶ μακροθυμίας, καὶ χάριτος ἐλπίδι, ἐνισχύεις
τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀποῤῥήτως λατρεύσας,
τῇ Τριάδι ὀθνείᾳ, ἐν καθαρότητι, διώκεις τὴν ὀδύνην, στυγνῆς ἡδυπαθείας, δαδουχῶν
τοὺς κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεαυγεῖ σου
κενώσει, ἠριθμήθης ἐν τάξει, Ἀγγέλων ἔνδοξε, Θωμᾶ κατακαλύπτων, πτερύγων σου τῇ
σκέπῃ, τοὺς βοῶντας ἐν Πνεύματι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὑπερχέεις τὸ φῶς
Σου, τὸν φαιδρύνουσι Πόλιν τὴν ὑπερκόσμιον, βηρύλλῳ τῆς ἁγνείας, σμαραγδῷ ἀκακίας,
χρυσολίθῳ τε πίστεως, καὶ ὑακίνθῳ ἁγνή, εὐώδους παρθενίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κρήνη ὡράθης, τοῦ
Παραδείσου παμμάκαρ, ἐν τοῖς ῥέίθροις καρτερίας θεοδώρου, ἄρουραν πιαίνων, ψυχῆς
μου ξηρανθείσης.
Ὄμβρους ἐκχέεις,
θεουργικῶν ἰαμάτων, τοῖς νοσοῦσι δεινοτάτου ἐκ καρκίνου, θείας παρακλήσεως, Θωμᾶ
ἐπιβραβεύων.
Τῇ εὐαγεῖ σου,
καὶ ταχεινὴ ἀντιλήψει, τὰς δεινὰς αἰχμαλωσίας διαλύεις, παύων ἀνυποίστους,
δεσμίων ἀλγηδόνας.
Θεοτοκίον.
Ὄλβον παρέχεις,
παραμυθίας ἀῤῥήτου, τοῖς ἐν σκότει ἀπογνώσεως θρηνοῦσιν, ὥσπερ παρακλήτωρ, τοῦ
κόσμου Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀκηράτῳ,
ξένης εὐγενείας, τοὺς ὑμνητάς σου κοσμήσας συντήρησον, ἐν λειμῶνι ἀνθήμονος
κατανύξεως.
Ἱλέῳ συμπαθείᾳ, ῥῦσαι
θεοφόρε, ἐκ συμφορῶν ἀλγεινῶν καὶ κακώσεων, τοὺς καταφεύγοντας πίστει τῇ
μεσιτείᾳ σου.
Σοφίας τῇ νεφέλῃ,
χάριτι εἰσδύσας, τοῖς μονασταῖς διαχέεις ἀπέραντον, θεογνωσία τὴν δίψαν ἀειμακάριστε
Θεοτοκίον.
Ἰλὺν ἀλαζονείας,
Κόρη σελασφόρε, ἐκ τοῦ νοός μου ἀφάνισον δέομαι, αὐτομεμψίας τὴν δρόσον μου ὑετίζουσα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις νηπτικῇ
σου διαγωγῇ, Πάτερ ἀναβλύζων, ταπεινώσεως ὡς πηγή, ῥεῖθρα ἀπαθείας, σβεννύοντα
τὴν φλόγα, παθῶν τῆς ἀτιμίας, καὶ ταῆς οἰήσεως.
Χαίροις ὁ
συνάξει λειτουργικῇ, ἅπαντας εὐφραίνων, θεοῤῥύτῳ ἐν χαρμονῇ, θεῖος ὡς προΐστωρ,
Μονῆς τοῦ Γαλολείκτου, καὶ Λόγου Προανάρχου, ἔσοπτρον τίμιον.
Δρόμον ἀθλοφόρων
ἰχνηλατῶν, Πάτερ φαεσφόρε, καὶ τὴν πίστιν σου βεβαιῶν, φρόνημα ἀνδρείας, εὐφρόνως
ἐνισχύεις, τῶν πόθῳ εὐφημούντων, σὰ κατορθώματα.
Πάγας τοῦ Βελίαρ
καταπατῶν, ἐδείχθης ἐν ἄθλοις, τροπαιοῦχος θεουργικῶς· διὸ ἡ Ἐκκλησία, τιμᾷ σε ἐγκωμίοις,
Θωμᾶ ἀρυομένη, χάριν τοῦ Πνεύματος.
Ἴσχυσαν οὐδόλως τὰ
βδελυρά, βέλη τῶν δαιμόνων, καταπλῆξαί σου τὴν ψυχήν· ξένην γὰρ τοξείαν,
μεθέξεως ἐνθέου, ἐτρώθης διανέμων, θείαν παράκλησιν.
Λύχνον εἰρηνόδωρον
θεϊκόν, ἀνάψας ἐλέους, εἰς καρδίαν μου μυστικῶς, Θωμᾶ με καταυγάζοις, τῇ φαύσει
μετανοίας, καὶ ἔρωτι τοῦ Κτίστου, ἵνα δοξάζω σε.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς,
ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ
εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό
λιτανευτικόν· Κύριε
ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν
Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ
παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ὑμνῳδίαις ἱεραῖς,
ᾄσωμεν Θωμᾶν αἰγληφόρον, καὶ θεοφάντορα. Λύει γὰρ ἀνύποιστον, τῆς πονηρίας
κλοιόν, σταυροτύπως ἰώμενος, ψυχῶν καὶ σωμάτων, πάνδεινα νοσήματα, ὡς τοῦ
Χριστοῦ θεωρός· ὅνπερ, ἱκετεύει ἀπαύστως, λύσιν τῶν πταισμάτων παρέχειν, πᾶσι
καὶ ἀγάπης τὴν λαμπρότητα.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα
μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Μεγαλυνάριον.
Πάτερ ἐψηλάφησας μυστικῶς, Πλευρὰν
τοῦ Δεσπότου, ἀρυόμενος θεουργόν, χάριν καρτερίας, καὶ αἴγλην θεωρίας, Θωμᾶ τῆς
Βιθυνίας, ἔνδοξον καύχημα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου