Τρίτη 10 Μαρτίου 2020

ΦΕΒΡΟΥΑΡΙΟΣ 27. ΟΣΙΟΣ ΕΦΡΑΙΜ ΚΑΤΟΥΝΑΚΙΩΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΖ΄!!
ΕΦΡΑΙΜ ΟΣΙΟΣ ΚΑΤΟΥΝΑΚΙΩΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ




ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΖ!!

ΕΦΡΑΙΜ ΚΑΤΟΥΝΑΚΙΩΤΗΣ ΟΣΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

 

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Ἀρχόμεθα Ὅσιε Ἐφραίμ, σοῦ τὴν μνήμην σήμερον, πανηγυρίζειν ἐν ᾄσμασι, καὶ μελῳδήμασι· ἵνα πληρωθῶμεν, εὐλογίας ἄνωθεν, ἐκ σοῦ τῆς πατρικῆς ἀγαθότητος, πάντα τὰ τέκνα σου, τὰ πλουτοῦντά σε πρὸς Κύριον, ἐν ὑψίστοις, πρεσβευτὴν θερμότατον.

 

Ἡ μνήμη σου Πάτερ ἡ σεπτή, ὡς ἀστὴρ ἀνέτειλε, καθοδηγοῦσα τὰ τέκνα σου, πρὸς βίον ἔνθεον, σοῦ τὰ ὑπὲρ φύσιν, ὄντως κατορθώματα, ὡς φῶτα σωστικὰ νῦν ἐκφαίνουσα, τοῖς μετ’ ἐφέσεως, σοῦ τὸν βίον ἐκμιμήσασθαι, ἐκζητοῦσι, Πάτερ ἁγιώτατε.

 

Ἀγρύπνοις ᾠδαῖς καὶ προσευχαῖς, εὐφημῆσαι σπεύδομεν, σὲ τὸν ἐσχάτοις ἐν ἔτεσι, νέον γενόμενον, Πνεύματος Ἁγίου, σκεῦος θεοποίκιλτον, λαμπρῦνον Ἐκκλησίας στερέωμα, καὶ κόσμου πέρατα, ἁγιάζον θείᾳ χάριτι, σῆς μεγίστης, Πάτερ ἁγιότητος.

 

Ἐπίβλεψον Ὅσιε Ἐφραίμ, οὐρανόθεν σήμερον, ἐπὶ τοὺς δούλους σου ἅπαντας, τοὺς εὐφημοῦντάς σε, ἐπὶ τῇ ἁγίᾳ μνήμῃ σου ἀοίδιμε, καὶ χάριτι ἡμᾶς ἐπισκίασον, ὅπως ἀξίως σοῦ, τοὺς ἀγῶνας καὶ τὰ σκάμματα, θεοφόρε, νῦν ἐγκωμιάσωμεν.

 

Δόξα. Ἦχος β΄.

Τὴν ἐν Χριστῷ συνάθροισιν ἡμῶν εὐλόγησον Ὅσιε Πάτερ Ἐφραίμ. Καὶ γὰρ τὴν παναοίδιμον μνήμην σου ἑορτάσαι συνήχθημεν ἐπὶ τὸ αὐτὸ ἅπαντες οἱ σὲ πατέρα πλουτοῦντες παμμακάριστε· ὅθεν συμπαράστηθι ἡμῖν καὶ τὰ ψαλμικῶς πρὸς σὲ ἀναπεμπόμενα ἡμῶν ἐγκώμια πρόσδεξαι.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἔλαμψας ὡς ἀστήρ, Ἐφραὶμ Κατουνακίων, τῇ οἰκουμένῃ πάσῃ· καὶ γὰρ ἐν σῇ καρδίᾳ, τοὺς πάντας περιέλαβες.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ἄθωνι ἐν κρυπτῷ, βιώσας θεοφόρε, τὴν δόξαν φεύγων κόσμου, παρὰ Θεοῦ τὴν δόξαν, τὴν ἄληκτον προσέλαβες.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὗρες ἐν οὐρανοῖς, Ἐφραὶμ ὅνπερ ἐζήτεις, Χριστὸν τὸν σὸν Νυμφίον· μεθ’ οὗ νῦν εἰς αἰῶνας, εὐφραίνῃ ἀγαλλόμενος.

 

Δόξα. Τριαδικόν.

Φῶς τὸ τρισσολαμπές, Πατέρα καὶ Υἱόν τε, σὺν Πνεύματι Ἁγίῳ, ἀχώριστον Τριάδα, ὁμολογοῦμεν ψάλλοντες.

 

Καὶ νῦν. Θεοτοκίον.

Πάναγνε μητρικῶς, τὰ τέκνα Σου εὐλόγει, καὶ τὸν Υἱόν Σου Μῆτερ, ἱκέτευε σωθῆναι, τοὺς πόθῳ σε γεραίροντας.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Γλυκασμὸν τῆς εὐχῆς τοῦ Χριστοῦ ἐπόθησας, ὑπακοῆς ἰσοβίου σταυρὸν ἠγάπησας, καὶ πειρασμῶν τὰς προσβολὰς ὡς βέλη πύρινα, ὑπομονῆς τῷ θυρεῷ, καὶ δακρύων σου ῥοαῖς, κατέσβεσας· ὅθεν πάντες· Κατουνακίων τὸ ἄνθος, Πάτερ Ἐφραὶμ σὲ μακαρίζομεν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἀκριβείας Ὅσιε τὸν θεοκίνητον δείκτην, ἐν τῷ συνειδότι σου, οἴακα ἀσάλευτον προσπηξάμενος, τὴν ὁδὸν ἔδραμες, τὴν εὐθεῖαν ὄντως, σοῦ τὸ θέλημα τὸ ἴδιον, γνώσει τῇ κρείττονι, πάντοτε σοφῶς ἀπαρνούμενος, ἐκζητῶν τὸ θέλημα, τὸ κατ’ εὐδοκίαν τοῦ Κτίστου σου· ὅθεν καὶ τὸν θεῖον, ἐκτήσω ἐν ψυχῇ σου πλατυσμόν, Ἐφραὶμ Ὁσίων τὸ καύχημα, Πάτερ ἁγιώτατε.

 

Κάλλος εὗρες ἄκτιστον, ἀπολεσθὲν Παραδείσῳ, τοῦ Ἀδὰμ πτωχεύσαντος, θεϊκοῦ προστάγματος παρακούσαντος· φίλτρον γὰρ Ὅσιε, νουνεχῶς νοήσας· δι’ οὗ χάρις ἡ τοῦ Πνεύματος ἐπανελκύεται, τὴν ὑπακοὴν μέχρις αἵματος, ἀγογγύστως Ὅσιε, ἔπιες αὐτῆς τὸ ποτήριον, δάκρυσι καὶ πόνοις, ἐμμένων τῷ σταυρῷ τῶν πειρασμῶν, παρακοὴν ὥσπερ θάνατον, Πάτερ λογιζόμενος.

 

Ἰησοῦ ὀνόματι, τὰ τοῦ νοὸς μαστιγώσας, πτώσεως σκιρτήματα, οἰκονόμον ἄριστον τοῦτον ἔδειξας, τρέφοντα καρδίαν σου, λογισμοῖς ἐνθέοις, οἷς καὶ πάντοτε σχολάζουσα, τὴν ἀδιάλειπτον, εὗρεν προσευχὴν δι’ ἧς γέγονεν, οἶκος τοῦ Κυρίου σου, ὅλον ἐν αὐτῷ σε βυθίζουσα· ὅθεν σοι βοῶμεν· ἐμφύτευσον γλυκύτατον Χριστοῦ, ἐν ταῖς ψυχαῖς ἡμῶν ὄνομα, Πάτερ ὁσιώτατε.

 

Δόξα. Ἦχος πλ. β΄.

Μάρτυς ὄντως ἀληθὴς γέγονας Ὅσιε, τὸ τῆς καρδίας σου αἷμα διὰ τὴν καταφλέγουσάν σε ἀγάπην τοῦ Χριστοῦ κενώσας. Καὶ γὰρ τὸν παλαιὸν ἄνθρωπον τῇ ἰωβείῳ σου ἐνέκρωσας ὑπομονῇ. Τίς οὖν δύναται τοὺς μέχρι θανάτου ἀγῶνάς σου διηγήσασθαι; ἐν γὰρ τῷ τῆς ὑπακοῆς σταδίῳ νέος ὤφθης ἀθλητής, ζηλώσας τῶν ἀρχαίων Πατέρων τὰ κατορθώματα· ὅθεν ὁσιώτατε Πάτερ Ἐφραίμ, Κατουνακίων τὸ καύχημα, μὴ παύσῃ πρεσβεύων Χριστῷ, ἵνα καὶ ἡμεῖς γνήσιά σου τέκνα φανῶμεν, αἴροντες προθύμως τὸν ἁγιάζοντα ἡμᾶς ζυγὸν τῆς αὐταπαρνήσεως.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Λιτή. Ἦχος α΄.

Ἅπαντες οἱ ἁπανταχοῦ νῦν δεῦτε μονασταί, οἱ τὴν πνευματικὴν ἕλκοντες πατρότητα ἐκ τοῦ Ὁσίου Ἰωσὴφ τοῦ Ἡσυχαστοῦ καὶ τῆς αὐτοῦ ἁγίας συνοδίας. Δεῦτε καὶ ὑμνήσωμεν τὸν θεοφόρον Πατέρα ἡμῶν, Ἐφραὶμ τὸν ἐν Κατουνακίοις, καὶ ὡς τέκνα γνήσια αὐτῷ προσείπωμεν· Πρέσβευε ὑπὲρ ἡμῶν Ὅσιε Πάτερ, ὁ ἔχων σπλάγχνα φιλοτεκνίας θεοτίμητα, ὅπως σὺν σοὶ ἐν οὐρανοῖς τὸν Χριστὸν εἰς αἰῶνας δοξάζομεν.

 

Ἦχος β΄.

Τῷ χιτῶνι τοῦ χαρμοσύνου πένθους περιβαλών σου τὴν ψυχήν, καὶ τῶν δακρύων ἄρτῳ τῷ νοητῷ αὐτὴν ψωμιζόμενος, τῶν παθῶν τὰ στίγματα ἐξελεύκανας, Ὅσιε Πάτερ Ἐφραίμ. Οὐχ ὡς ρεῖθρα γὰρ ποταμῶν, ἀλλ’ ὡς ὁρμὴν κατάῤῥακτῶν τῶν δακρύων σου οἱ ὀχετοὶ κατέκλυσαν τῆς καρδίας σου τὰ ἔγκατα. Ταύτην δὲ κεκαθαρμένην εὑρὼν ὁ Παράκλητος, ἐλθὼν ἐκεῖ κατώκησε καὶ σκεῦος σὲ ἀνέδειξε τῆς θείας χάριτος. Αὐτὸν νῦν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος γ΄.

Μήτηρ οὐ πέφυκεν ὑπακοῆς ἡ προσευχή, ἀλλ’ ἡ προσευχὴ θυγάτηρ πέλει τῆς ὑπακοῆς, ἔλεγες Ὅσιε Ἐφραὶμ μακάριε· ὅθεν ἡμᾶς ἀξίωσον τὰ βάθη κατανοῆσαι τοῦ μυστηρίου τούτου, ἵνα εὐχαρῶς καὶ εὐθαρσῶς ὑποταττόμεθα τοῖς πατράσι καὶ τοῖς ἀδελφοῖς ἡμῶν. Οὕτω γὰρ ἐξισχύσωμεν εἰς ὕψος ἀνελθεῖν τῆς θεοδέκτου προσευχῆς, καὶ μὴ συνετοὶ παρ’ ἑαυτοῖς φανῶμεν, ἀλλὰ τῷ νόμῳ τοῦ Πνεύματος στοιχήσωμεν. Αυτὸ ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δόξα. Ἦχος πλ. α΄.

Τῇ θεσμικῇ ἱερωσύνη τὴν κατὰ χάριν συγκεράσας, καθ’ ἑκάστην ὥραν μυστικῶς ἐν τῇ ψυχῇ σου τὸν κόσμον ἅπαντα πρὸς Χριστὸν ἀνέφερες. Θυσιαστήριον γὰρ τὴν καρδίαν σου καταστήσας, τὴν ἀναίμακτον λατρείαν νοερῶς προσέφερες διηνεκῶς προσευχόμενος· ὅτε δὲ τὴν θείαν ἐτέλεις λειτουργίαν, ὡς ἄγγελος οὐχ ὡς ἄνθρωπος ἐνώπιον τῆς ἁγίας ἵστασο τραπέζης, καὶ ὡς ἄϋλος ὄντως λειτουργός, Θεοῦ καὶ γένους ἀνθρωπίνου μεσίτης ἐγίνου. Καὶ νῦν ἐν οὐρανοῖς μέτοχος γενόμενος τῆς αἰωνίου θείας λειτουργίας, Πατὴρ ἡμῶν Ἐφραὶμ ἀοίδιμε, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν

Χαίροις, Ἡσυχαστοῦ Ἰωσήφ, τοῦ θειοτάτου, ἁγιώτατον βλάστημα· ἐκείνου γὰρ ἐκμαγεῖον, σῇ πολιτείᾳ φανείς, ἀρετῆς εἰς ὕψη ἀνελήλυθας· ἐκεῖνον ἠγάπησας, ὅλῃ καρδίᾳ σου Ὅσιε, καὶ ἐφοβήθης μαθητείας ἐν πνεύματι, ὡς διδάσκαλον· ὅθεν ἔλαβες ἅπαντα, Πνεύματος τὰ χαρίσματα, ἐκείνου θειότατε· οὕτω θεσμὸν ἡμῖν Πάτερ, ὑπακοῆς τὸν θεόσδοτον, δεικνύων ὡς βάσιν, τῆς Χριστῷ ἐγγινομένης, ἀνακαινίσεως.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, Κατουνακίων τὸ φῶς ὅπερ ἐκλάμψαν ἐν ἐσχάτοις τοῖς ἔτερσιν, ἀκτῖσί σου λαμπροτάταις, φωτίζεις πᾶσαν ὁδόν, πρὸς ζωὴν ἀπάγουσαν αἰώνιον· καὶ γὰρ κατεκάλυψεν, σκότος δεινὸν τὰς ψυχὰς ἡμῶν, ἀναλγησία τὰς καρδίας κατέψυξεν· ὅθεν σπεύδομεν, τῇ σῇ χάριτι κράζοντες· φῶς σὺ ὑπάρχων Ὅσιε, φωτί σου νῦν θέρμανον, τοὺς ἐν ληθάργω κειμένους, τῆς ῥαθυμίας ἱκέτας σου, καὶ ἔμπνευσον ζῆλον, ταῖς καρδίαις τῶν σῶν δούλων, Ἐφραὶμ θεόληπτε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πόθῳ, τοῦ γλυκυτάτου Χριστοῦ, ἰδεῖν τὸ κάλλος ἐπεθύμησας Ὅσιε· διὸ καὶ μετὰ δακρύων, κραυγῇ ἐφώνεις αὐτῷ· ὦ ἐλθὲ Χριστέ μου πολυέλεε, καὶ ἴδε τοῦ δούλου σου, τὴν ἀλγοῦσαν καὶ κράζουσαν, πτωχὴν καρδίαν, καὶ δακτύλῳ τῷ θείῳ σου, ἐφαψάμενος πῦρ ἀγάπης σου ἄναψον· ὅπως βοῶ σοι Δέσποτα, γλυκύτατε Κύριε, πᾶσαν τοῦ βίου φροντίδα, Χριστέ μου σοὶ ἀνατίθημι· ἰδεῖν γὰρ ἐλπίζω, τοῦ προσώπου σου τὸ κάλλος, τὸ ἀπερίγραπτον.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἐν τῇ καμίνῳ τῆς ὑπακοῆς Ὅσιε Πάτερ, ἔτεσι τεσσαράκοντα ἐδοκιμάζου, ὡς πάλαι ὁ λαὸς τοῦ Ἰσραὴλ ἐν τῇ αἰγυπτίᾳ ἐρήμῳ. Καὶ ὁ μὲν Ἰσραηλίτης λαός, τῷ γογγυσμῷ τῆς ἀπιστίας τὸν Θεὸν παρώργιζεν· σὺ δε, χαίρων ὑπέμεινας. Πιστὸς οὖν τοῖς παραγγέλμασι αὐτοῦ, ὁ τῶν πάντων Κύριος, εἰς γῆν σε ἤγαγεν τῆς ἐπαγγελίας. Οὐχὶ δὲ εἰς αἰσθητὴν τῆς Χαναάν, ἀλλ’ εἰς νοητὴν γῆν τῆς ἀπαθείας· ὅθεν ἀξίωσον καὶ ἡμᾶς βαδίσαι ἐν ᾗ ἐβάδισας ὁδῷ, Ἐφραὶμ ἁγιώτατε, ἵνα Χριστῷ εὐαρεστήσωμεν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Γλυκασμὸν τῆς εὐχῆς τοῦ Χριστοῦ ἐπόθησας, ὑπακοῆς ἰσοβίου σταυρὸν ἠγάπησας, καὶ πειρασμῶν τὰς προσβολὰς ὡς βέλη πύρινα, ὑπομονῆς τῷ θυρεῷ, καὶ δακρύων σου ῥοαῖς, κατέσβεσας· ὅθεν πάντες· Κατουνακίων τὸ ἄνθος, Πάτερ Ἐφραὶμ σὲ μακαρίζομεν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Δακρύων σου πηγαῖς, λογισμοῖς ἐναντίων, κατέσβεσας τὸ πῦρ, ὑπομένων ἀνδρείως, ἐχθροῦ τὰ τοξεύματα, τὰ σαλεῦσαι βουλόμενα, τῆς καρδίας σου, τὴν σταθερὰν καὶ τελείαν, ἀγαθότητα· διὸ σὲ πάντες τιμῶμεν, Ἐφραὶμ Πάτερ Ὅσιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀτόπων λογισμῶν, προσβολὰς Θεοτόκε, ἐχθρῶν τῶν καθ’ ἡμῶν, ἀπηνῶς κινουμένων, στεῤῥῶς ἀποσόβησον, καὶ εἰρήνην καθίδρυσον, ταῖς ψυχαῖς ἡμῶν, τὴν σταθερὰν καὶ τελείαν, ὅπως πάντοτε, τὸν σὸν Υἱὸν ἀπροσκόπτως, δοξάζομεν χαίροντες.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Πορευόμενος, ἔσπειρας Πάτερ, τῶν ἀγώνων σου, πολλοὺς τοὺς κόπους, καὶ σοῦ τοῖς δάκρυσι τούτους ἐπότισας· ὅθεν ἐρχόμενος ἦρας τὰ δράγματα, τῆς αἰωνίου ζωῆς ἀγαλλόμενος· Πάτερ Ὅσιε Ἐφραίμ, τῇ θερμῇ πρεσβείᾳ σου, ἱκέτευε Χριστὸν ὑπὲρ τῶν τέκνων σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν δακρύβρεκτον, τῆς μετανοίας, τοὺς βαδίζοντας, ὁδὸν Παρθένε, τῆς Σῆς μητρότητος φίλτρῳ δεόμεθα, μὴ διαλίπῃς γλυκαίνουσα πάντοτε, ἵνα στεῤῥὰν τὴν ἐλπίδα τηρήσωμεν, οἱ πυκτεύοντες ἐν ὅλῃ δυνάμει πάναγνε, κρατῆσαι τῶν παθῶν σαρκὸς καὶ πνεύματος.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Ῥωμαλέῳ πνεύματι, καταπαλαίσας, πεπτωκυίας φύσεως, τὴν ἀλογίαν τῶν παθῶν, Ἐφραὶμ Πατὴρ ἡμῶν Ὅσιε, θεῖον ἐδείχθης, δοχεῖον τῆς χάριτος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀσθενοῦντι πνεύματι, ἐξ ἁμαρτίας, τῶν παθῶν ζιζάνια, οὐκ ἐξισχύομεν ποσῶς, ἀποῤῥιζῶσαι πανάχραντε· Σοῦ δὲ τὴν θείαν, πρεσβείαν αἰτούμεθα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, κατὰ Ματθαίου. Κεφ. ια΄, 27-30. (Ζήτει τῇ Ε΄ Δεκεμβρίου)

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἑλέησόν με ὁ Θεός…

Ὅσιε Πάτερ, τοῦ ὄρους Ἄθω ὁ νεώτατος βλαστός, καὶ ἀσκητῶν περίδοξον καύχημα· ἡσυχίας ὁ ὄρος καὶ τοῦ χαρμοσύνου πένθους στάθμη ἀκριβεστάτη, ἱερωσύνης τε ἡ κατ’ ἄνθρωπον τελεία ἔκφανσις, Ἐφραὶμ παμμακάριστε, Κατουνακίων τὸ κλέος, πρόσδεξαι ἡμῶν τὰς φιλοπάτορας ὑμνῳδίας, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ὑπακοῆς τὸν μάρτυν, Ἐφραίμ, ὕμνοις τιμῶ.

ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

πέμεινας Ὅσιε τὸν σταυρόν, τῆς θεοπροβλήτου ἰσοβίου ὑπακοῆς· διὸ ταπεινώσεως εἰς βάθη, σὲ καταβάντα Χριστὸς νῦν ἀνύψωσε.

Παθῶν ἐκκαθάρας σοῦ τὴν ψυχήν, ῥεύμασι δακρύων διεξόδοις ταῖς νοεραῖς, ὑδάτων τῆς χάριτος θεόφρον, σοῦ τὴν καρδίαν Ἐφραὶμ κατεφύτευσας.

φάτῳ προνοίᾳ τῇ τοῦ Θεοῦ, ἔφθασας εἰς πόδας Ἰωσὴφ τοῦ Ἡσυχαστοῦ, καὶ τούτου διδάγμασι στοιχήσας, θεογνωσίας ἐφήψω ἀκρότητος.

Θεοτοκίον.

Καρδίας μου δάκρυσιν φλογεροῖς, ἐπικαμπτομένη Θεοτόκε ὡς ἀγαθή, ὁδὸν τῆς καθάρσεως βαδίζειν, ταῖς σαῖς πρεσβείαις βοήθει μοι δέομαι.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.

τὰ πάντα γινώσκων, προεγνωκὼς Ὅσιε, ἥνπερ κατορθώσειν ἐν πόνοις, ἄθλησιν ἤμελλες, ὑπερανθρώπῳ σε, ὑπακοῇ παρεώθει, ἵνα τὴν κατ’ ἄνθρωπον, φθάσῃς τελείωσιν.

πυρὶ φλεγομένη, Χριστοῦ θερμῷ ἔρωτι, Ὅσιε καρδία σου τρόπους, πλείστους ἐφεύρισκεν, ἵνα προσεύχηται, ἀδιαλείπτως ἐν πᾶσι· ὅθεν ὅλος γέγονας, οἶκος τῆς χάριτος.

Σταυρικῶς ἀπηρνήσω, σοῦ τὸ φθαρτὸν θέλημα, καὶ ὑπακοῇ ἀκροτάτῃ, ὕψος ἀκρότατον, Ἐφραὶμ κατέλαβες, ἐλευθερίας τῆς θείας, τοῦ πατρός σου θέλημα, ἐνστερνισάμενος.

Θεοτοκίον.

Ταπεινώσει Παρθένε, τὴν κεφαλὴν ἔκλινας, τῷ προαιωνίῳ Υἱοῦ Σου, θείῳ θελήματι, διακονήσασα, αὐτοῦ τῇ θείᾳ σαρκώσει· ὅθεν τούτῳ πρέσβευε, ὑπὲρ τῶν δούλων Σου.

 

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ἀπὸ νεότητος προκρίνας τὴν τρίβον, τὴν πρὸς τελείωσιν ἀνάγουσαν Πάτερ, τοῦ Ἄθωνος κατέφθασας εἰς ὄρος τὸ σεπτόν, ἔνθα τῆς ἀσκήσεως καὶ τῆς νήψεως εὗρες, πλοῦτον τὸν οὐράνιον κοπιάσας ἐνθέως· διὸ Ἐφραὶμ θεόφρον εὐλαβῶς, σοῦ τὴν ἁγίαν, τελοῦμεν πανήγυριν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Γεγηρακότες τὴν ψυχὴν Θεοτόκε, ἀπὸ τοῦ πλήθους τῶν παθῶν ἐκβοῶμεν· δυνάμεις ἀναζώωσον καὶ ὥσπερ ἀετοῦ, τὴν ἡμῶν νεότητα ἀνακαίνισον Μῆτερ, ἵνα κατορθώσωμεν τὴν ὁδὸν διανύσαι, καὶ καταφθάσαι τέλος ποθητόν, τῆς ἐν Κυρίῳ, Χριστῷ τελειώσεως.

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

ραμάτων τῆς χάριτος, δεκτικὴν κατέστησας τὴν καρδίαν σου· ὅθεν Πάτερ ἀναδέδειξαι, ὑποφήτης μέγιστος τοῦ Πνεύματος.

Νεκρωθεὶς ὡς πρὸς ἅπαντα, τῆς σαρκὸς ἀοίδιμε τὰ φρονήματα, μόνον φρόνημα ἐκέκτησο, ὃ καὶ ἐν Χριστῷ Ἐφραὶμ μακάριε.

Μοναζόντων ἰσάγγελον, ἀγαπήσας Ὅσιε τὸ πολίτευμα, ὄρους Ἄθω τὴν μακρόβιον, ἀσκητῶν παράδοσιν ἐτίμησας.

Θεοτοκίον.

θωνίτας καὶ ἅπαντας, μοναστὰς Παρθένε ταῖς ἱκεσίαις Σου, ἐκ κινδύνων διαφύλαττε, τοὺς Μητέρα ἄχραντον πλουτοῦντάς Σε.

 

 

 

 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς.

ήματα ζωῆς, προσλαβὼν παρὰ τοῦ στόματος, τοῦ πατρός σου Ἰωσὴφ Ἡσυχαστοῦ, θεία κρήνη, θείου λόγου Πάτερ δέδειξαι.

Τεῖχος τὸ χαλκοῦν, τοῦ κατ’ ἄνθρωπον θελήματος, τὸ χωρίον πάντα ἄνθρωπον Θεοῦ, σὺ συντρίψας, θείου σθένους τεῖχος γέγονας.

ψωσας τὸν νοῦν, ὡς ἱστίον Πάτερ ἄϋλον, καὶ ὠθούμενος τῇ αὔρᾳ τοῦ Θεοῦ, πρὸς λιμένα, τῆς θεώσεως κατήντησας.

Θεοτοκίον.

Νόσων νοητῶν, τὴν καρδίαν μου ἀπάλλαξον, καὶ κατεύθυνον τὴν ἄστατον ὁρμήν, τῆς ψυχῆς μου, Θεοτόκε πρὸς τὸν Κύριον.

 

ᾨδὴ στ’. Τὴν δέησιν.

βάδισας, ἀκριβῶς τοῖς ἴχνεσιν, Ἰωσὴφ Ἡσυχαστοῦ τοῦ πατρός σου, καὶ παρ’ αὐτοῦ, τὴν θεόσδοτον χάριν, κληρονομήσας Ἐφραὶμ θεοδόξαστε, ὤφθης αὐτοῦ συνεχιστής, καὶ πιστὸν ἀληθῶς ἀποτύπωμα.

Φωτόμορφος, προσευχῆς σὺ ἔμψυχος, στῦλος πέφηνας ἐσχάτοις ἐν χρόνοις, εὐχαῖς θερμαῖς, οἰκουμένην στηρίζων, καὶ ἐξ ἐρήμου τὴν χάριν τοῦ Πνεύματος, πᾶσιν ἐκπέμπων πατρικῶς, θεοφόρε Ἐφραὶμ παμμακάριστε.

ημάτων σου, θεοσόφων ἅπαντες, ἀκροώμεθα ὡς ζῶντός σου Πάτερ, καὶ σῆς φωνῆς, πατρικῶς νουθετούσης, γλυκαινομέναις καρδίαις ἀκούοντες, κράζομεν· Ὅσιε Ἐφραίμ, τὰ τεκνία σου Πάτερ εὐλόγησον.

Θεοτοκίον.

γγέλων Σε, καὶ ἀνθρώπων πάναγνε, τὴν βασίλισσαν θερμῶς εὐφημοῦμεν, καὶ μοναστῶν, ὄρους Ἄθωνος πάντες, ὡς ἐξαιρέτως προστάτιδα σέβομεν, ᾄδοντες ᾆσμά Σοι καινόν, υἱϊκῶς Θεοτόκε πανάχραντε.

 

Κοντάκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν γνησιώτατον, ἐν ταῖς ἀσκήσεσι, καὶ ὁμοιότατον, ἐν τοῖς χαρίσμασι, Ἡσυχαστοῦ τοῦ Ἰωσήφ, γόνον ἀνευφημοῦμεν· τὸν ἡμᾶς διδάξαντα, ὑπομένειν ἐν θλίψεσι, καὶ βαδίζειν χαίροντας, τὴν ὁδὸν πρὸς τὰ κρείττονα, Ἐφραὶμ ὑπακοῆς τὸν κανόνα, νέον, Κατουνακίων κλέος.

Ὁ Οἶκος.

Ἐν τῷ ἀδύτῳ βυθῷ τῆς καρδίας σου, εἰ δυνατὸν ἧν ἡμῖν παρακῦψαι, ὄντως ἐθεωρήσαμεν ἂν τὰς πρὸς Χριστὸν τῆς ἀγάπης σου φλόγας ἀκαταφλέκτως φλεγούσας σε, ὡς στήλην ἔρωτος ἐνθέου πεπυρωμένην. Τούτου τοῦ πυρὸς πεῖραν λαβών, καὶ τῆς ἡδύτητος αὐτοῦ ἀεὶ γευόμενος, πᾶσαν τῆς μοναστικῆς κλήσεως θλῖψιν χαίρων ὑπέμεινας· ὅθεν σε τὰ τέκνα σου νῦν μετ’ εὐφροσύνης τιμῶμεν, Ὅσιε Πάτερ Ἐφραίμ, νέον Κατουνακίων κλέος.

 

 

Συναξάριον.

Τῇ ΚΖ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Ἐφραὶμ τοῦ Κατουνακιώτου.

Πῦρ ἀγαπήσεως Χριστοῦ ἐν καρδίᾳ,

Εὗρες Εφραίμ, καὶ σὺν αὐτῷ νῦν ἀγάλλῃ.

Εἰκάδι Ἑβδομάτῃ Ἐφραίμ, δόξῃ ἐστέφθη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Προκοπίου τοῦ Δεκαπολίτου.

Οὐδέν, Δεκαπολῖτα, γῆς πᾶσαι πόλεις,
πρὸς τὴν νοητήν, ἔνθα περ τάττῃ, πόλιν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σίμωνος τοῦ Κυρηναίου.

Σταυρὸν Χριστοῦ ἀράμενος, Σίμων μάκαρ,

Χριστοφόρος γέγονας λελαμπρυσμένος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γελασίου τοῦ μίμου.

Φώτισμα μέλλων ἐκγελᾶν, γελᾷς πλάνην,
πλυθεὶς δὲ Γελάσιε, ἐκτέμνῃ κάραν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Στεφάνου, τοῦ συστησαμένου τὸ Γηροκομεῖον τοῦ Ἁρματίου.

Γήρει Στέφανος πρύτανις ζωῆς πόρου,
ὅν περ θανόντα Πρύτανις στέφους στέφει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θαλλελαίου.

Ὁ Θαλλέλαιος φαιδρῶς, ἥκει πρὸς πόλον,
θαλλοῖς ἐλαιῶν, ἀρεταῖς ἐστεμμένος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νήσιος, ὑπὸ νεύροις βοείοις μαστιγωθείς, τελειοῦται.

Νεύροις βοείοις Νήσιος πάσχων φέρει·
νευρούμενος γὰρ τῶν πόνων λήθην ἔχει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἀσκληπιοῦ καὶ Ἰακώβου.

Πάσαν δικαίως γῆν κρίνοντι Δεσπότῃ,
ἄνδρες δίκαιοι συμπαρέστησαν δύω.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τιμοθέου τοῦ ἐν Καισαρείᾳ.

Tὸν Tιμόθεον ὡς Θεοῦ τιμῷ φίλον,
οὗ καὶ τελευτῆ σφόδρα μοι τιμητέα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Θεσσαλονίκῃ· Ἀβουδαντίου, Ἀλεξάνδρου, Ἀντιγόνου, Καλάνου, Ἰανουαρίου, Μακαρίου, Σεβηριανοῦ, Τιτιανοῦ καὶ Φουρτουνάτου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Λεάνδρου ἐπισκόπου Σεβίλλης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἠλίας ὁ Τραπεζούντιος, ἀπαγχονισθείς, ἐν ἔτει 1749ῳ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τίτου τοῦ ἀπὸ στρατιωτῶν, τοῦ ἐν τοῖς Σπηλαίοις τῆς Λαύρας τοῦ Κιέβου ἀσκήσαντος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τίτου τοῦ Πρεσβυτέρου, τοῦ ἐν τοῖς Σπηλαίοις τῆς Λαύρας τοῦ Κιέβου ἀσκήσαντος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φωτίου τοῦ Ῥώσσου, τῆς Μονῆς Γιούρεβ τοῦ Νόβγκοροντ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥαφαήλ, ἐπισκόπου Μπρούκλιν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ ταῆς Ἰουδαίας.

θυνάς σου τὸν τόνον, τῆς καρδίας θεόφρον Ἐφραὶμ πρὸς Κύριον, καὶ ὤφθη οἰκουμένης, ἰσχὺς ἡ προσευχή σου, ἣν ἐν δάκρυσιν Ὅσιε, ὑπὲρ τοῦ κόσμου παντός, ἐξέχεας συντόνως.

Μυστηρίων ἀῤῤήτων, θεοφόρος ἐπόπτης Ἐφραὶμ γενόμενος, καὶ θείας ἀναβάσεις, εἰς δόξαν ἀπὸ δόξης, ἐν καρδίᾳ σου θέμενος, φορεὺς ἀΰλου φωτός, τῷ κόσμῳ ἀνεδείχθης.

ποπόδιον ἔθου, σοῦ τὸ ἴδιον θέλημα τοῖς πατράσι σου, τοῖς πᾶσι πάντα ὄντως, γενόμενος προθύμως· ὅθεν χάριν τὴν ἄκτιστον, εὗρες ἐν μέτρῳ Χριστοῦ, Ἐφραὶμ πνευματοφόρε.

Θεοτοκίον.

Μετὰ πάντων Ἁγίων, τῶν ἐν Ἄθῳ λαμψάντων Παρθένε πάναγνε, ἱκέτευε σωθῆναι, τοὺς πόθῳ σε Μητέρα, υἱϊκῶς Θεονύμφευτε, προβαλλομένους Χριστῷ, ἐλπίδι σωτηρίας.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Νέον σε Πάτερ, τῶν μοναζόντων τὰ πλήθη, κεκτημένοι νῦν προστάτην βοῶμεν· φρούρει ἡμᾶς πάντας, ὡς γνήσιά σου τέκνα.

ρους τοῦ Ἄθω, σὲ ἀρετῆς ὄρος μέγα, καὶ ἀσκήσεως ὡς ὅρον θεόφρον, ἔγνωμεν οἱ πόθῳ, τελοῦντές σου τὴν μνήμην.

σχὺν ἐξ ὕψους, Ἐφραὶμ παράσχου σοῖς τέκνοις, ἁγιότητος τὴν τρίβον γενναίως, ὅπως ταῖς εὐχαῖς σου, βαδίζωμεν θεόφρον.

Θεοτοκίον.

Σὲ μετὰ πόθου, ἐπικαλούμεθα Μῆτερ, σὺν Ἐφραὶμ ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, πάντοτε πρεσβείαν, ποιεῖτε Θεοτόκε.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Τιμῶμέν σου τὴν μνήμην, Ἐφραὶμ Κατουνακίων, καὶ πρὸς Χριστόν σε θερμὸν προβαλλόμεθα, μεσίτην θεῖον ἐν ὥρᾳ τῆς πάντων κρίσεως.

θύνων μὴ ἐλλίπῃς, ἡμᾶς πρὸς θεῖον τέλος, τῆς ἐν Χριστῷ ποθητῆς τελειώσεως· ἵνα σὺν σοὶ εἰς αἰῶνας ἐπαγαλλώμεθα.

Μετὰ τοῦ θεοφόρου, πατρὸς ἡμῶν ἀπαύστως, Ἡσυχαστοῦ Ἰωσὴφ συμπρεσβεύετε· ἵνα Χριστὸς μεθ’ ὑμῶν καὶ ἡμᾶς προσδέξηται.

Θεοτοκίον.

ποίας δόξης Μῆτερ, ἡμῶν οἱ κατὰ πνεῦμα, πατέρες νῦν ἐν ὑψίστοις τυγχάνουσι! Μεθ’ ὧν ἡμᾶς ὁ Υἱός Σου Παρθένε τάξειεν.

 

Ἐξαποστειλάριον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἐφραὶμ ἀοίδιμε Πάτερ, νῦν τῷ χορῷ τῶν ἀσκητῶν, ἐν οὐρανοῖς συγχορεύων, Χριστὸν ἱκέτευε θερμῶς, ὑπὲρ τῶν πίστει τελούντων, τὴν παναγίαν σου μνήμην.

Θεοτοκίον.

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τίς διηγήσεται Πάτερ, Ἐφραὶμ πολύαθλε, σοῦ τῶν πολλῶν ἀγώνων, ἀνηκούστους τοὺς ἄθλους; Διῆλθες γὰρ τὸν βίον στένων βοῶν, δακρυῤῥόοις δεήσεσιν, ἵνα Χριστὸν ἐν καρδίᾳ σου αἰσθητῶς, προσελκύσῃς ἁγιώτατε.

 

Ἀσκητικούς σου ἱδρῶτας, Ἐφραὶμ ἀοίδιμε, ὡς αἷμα μαρτυρίου, προσδεξάμενος ὄντως, Χριστὸς ὁ ἀθλοθέτης νῦν σοὶ βοᾷ· δεῦτερο τέκνον γλυκύτατον, καὶ εἰς αἰῶνας εὐφράνθητι μετ’ ἐμοῦ, ὡς ἐν βίῳ ἐπεπόθησας.

 

Νῦν ἡ ἁγία ψυχή σου, Ἐφραὶμ μακάριε, ἐπὶ τῇ θείᾳ θέᾳ, τοῦ Χριστοῦ ἀνακράζει· Νυμφίε Ἰησοῦ μου ὢ τῆς πολλῆς, γλυκυτάτης σου χάριτος! ἥτις πληροῖ τὴν καρδίαν μου θαυμαστῶς, καὶ ἀκόρεστος εὑρίσκομαι!

 

Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, Ἐφραίμ θεόληπτε, μετὰ τοῦ ἀοίδιμου, Ἰωσὴφ τοῦ πατρός σου, καὶ πάντων τῶν Ἁγίων νῦν κατοικῶν, τὸν Χριστὸν καθικέτευε, ὅπως προσδέξηται Ὅσιε καὶ ἡμᾶς, ὅπου ἡμεῖς αὐλίζεσθε.

 

Δόξα. Ἦχος πλ. α΄.

Ὢ τῆς αἰωνίου χαρᾶς, ἥτις τοὺς Χριστιανοὺς ἀναμένει! ἔκραζες Ὅσιε. Ὢ τῆς πνευματικῆς μέθης, ἥτις ἑτέρους διανοίγοι ὀφθαλμοὺς πρὸς θέασιν τῆς φύσεως τῆς τοῦ Θεοῦ δοξολογίας!  Αὐτῆς νῦν τῇ νηφαλίῳ μεθέξει ἀγαλλόμενος Ὅσιε Πάτερ Ἐφραίμ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Ἰσοβίου Πάτερ ὑπομονῆς, καὶ ἀκριβεστάτης θεοφόρε ὑπακοῆς, τὴν ὁδὸν βαδίσας ἐν πάσῃ προθυμίᾳ, Χριστῷ καθωμοιώθης, Ἐφραὶμ μακάριε.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου