ΜΑΪΟΣ Θ΄!!
ΙΕΡΩΝΥΜΟΣ ΣΙΜΩΝΟΠΕΤΡΙΤΗΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰωὴλ μητροπολίτου Ἐδέσσης)
ΕΝ
ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Ἱστῶμεν στίχους δ΄ καὶ
ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Τοῦ Ἄθωνος Ὄρους τὸν σεπτόν, καὶ λαμπρὸν
ἡγούμενον, τῶν Ἀθηναίων διδάσκαλον, τὸν Ἱερώνυμον, ἐν ὁμοφωνίᾳ, πάντες οἱ
φιλάγιοι, τιμῶντες ἐπαινέσωμεν ᾄσμασι, τὸν πολυέραστον, τούτου βίον καὶ τὰ
θαύματα, καὶ τὰ ἄλλα, αὐτοῦ κατορθώματα.
Αὐγαῖς Παρακλήτου σοφισθείς, γέρον Ἱερώνυμε,
τοὺς προσελθόντας σοι ἔθρεψας, σεμνοῖς διδάγμασι, ἐν τῷ Μετοχίῳ, Ἀθηνῶν
πανόσιε, διὸ ἱεροκῆρυξ γεγένησαι, καλῶν τὰ τέκνα σου, διανῦσαι τὴν σωτήριον,
μετανοίας, ὁδὸν θεοστήρικτε.
Στηρίξας τὸν νοῦν σου πρὸς Θεόν, τοῦ ἐχθροῦ
ἐσκέδασας, τὰ πονηρὰ ἐννοήματα, καὶ ὀνειδίσματα, τῶν συμμοναζόντων, ἐν Μονῇ τοῦ
Σίμωνος, καὶ ὤφθης τῶν Πατέρων ὁμόηθος, καὶ ἰσοστάσιος, ἐπ' ἐσχάτων, τοῖς συνοῦσί
σοι, τύπον ὄντως, διδοὺς ταπεινώσεως.
Ἐν μέσαις Ἀθήναις ἀληθῶς, ὡς ὅσιος ἤστραψας,
ἐν προσευχαῖς καὶ δεήσεσι, παννύχοις στάσεσι, ταῖς πολλαῖς νηστείαις, καὶ
δακρύων χεύμασι, εὐφραίνων τῶν ἀγγέλων τὰ τάγματα, ἀειμακάριστε, Ἱερώνυμε καὶ
γέγονας, Ὀρθοδόξοις, πατὴρ καὶ διδάσκαλος.
Δόξα. Ἦχος β΄.
Δεῦτε φιλέορτοι πάντες, δεῦτε μοναζόντων
τοῦ Ἄθω ὁμήγυρις, δεῦτε καὶ κροτήσαντες χεῖρας, ὑμνήσατε χείλεσι, καὶ λαμπρῶς ἐπαινέσατε,
τὸν ἐν ἱερομονάχοις, τῆς διακρίσεως λύχνον, ἀσκήσεως ἐραστήν, καὶ σοφὸν
διδάσκαλον, Ἱερώνυμον τὸν θεόφιλον. Οὗτος γὰρ ἐν τῇ Σίμωνος Πέτρᾳ, ἀλλὰ καὶ ἐν Ἀθήναις,
ποδηγὸς ἐγένετο, κοσμικῶν καὶ μιγάδων, ἀσφαλῶς δεικνύων τοῖς πᾶσι, τὴν ὁδὸν τοῦ
Κυρίου, ὃν καθικετεύει ἐν οὐρανοῖς ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόστιχα Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἅγιε τοῦ Θεοῦ, μὴ παύσῃ ἱκετεύων, ὑπὲρ τῶν
σὲ φιλούντων, πολλὴν γὰρ παῤῥησίαν, ἐν τῷ Κυρίῳ ἔσχηκας.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Κύριε Βασιλεῦ, προστάτευσον τὸν Ἄθω, καὶ
Σίμωνος τὴν Μάνδραν, ἱκετηρίαις θείαις, Ἱερωνύμου μάκαρος.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πόλις τῶν Ἀθηνῶν, καὶ πᾶσα Ἐκκλησία, ἑόρτασον
ἐνθέως, τὴν μνήμην τοῦ ὁσίου, Ἱερωνύμου ᾄσμασι.
Δόξα.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, εὐχαῖς
Ἱερωνύμου, ἡμᾶς ἐκ τῶν σκανδάλων, τοῦ πονηροῦ ἐκλύτρωσαι.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, τοῦ κόσμου θεία σκέπη, ἀπάλλαξον
σοὺς δούλους, ἐκ νόσων ἀνιάτων, καὶ θλίψεων Πανάχραντε.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα Σίμωνος Πέτρα, Ἱερώνυμε τὰ
σὰ ὀστέα, καὶ ἐν Ἀθήναις παμμάκαρ εὐφραίνεται, τῆς Ἀναλήψεως θεῖον μετόχιον, σὺ
γὰρἐσχάτως ὡς ὄντως διδάσκαλος, καθωδήγησας ὀρθῶς τῶν πιστῶν πληρώματα, πρὸς
τρίβον τὴν σωτήριον μακάριε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις
ΕΝ
ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ΄ καὶ ψάλλομεν γ’ τῆς Ἑορτῆς. Καὶ γ’ τοῦ Ὁσίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν
μάρτυσι.
Τὸν Χριστὸν Ἱερώνυμε, θεοφόρε ἠγάπησας,
πάντα ἡγησάμενος τὰ ἐγκώμια, καὶ ἡδονὰς ὄντως σκύβαλα, ὡς Παῦλος Ἀπόστολος,
θεοσόφως σημειοῖ· διὰ τοῦτο ἐχώρησας, ἐν τοῖς σκάμμασι, τῶν ἁγίων Πατέρων ἀντιγράφων,
ἐν πιστότητι τοῦ βίου, καὶ ἱεροῖς ἀγωνίσμασι.
Ἡ σορὸς τῶν λειψάνων σου, ὡς χρυσίον
πολύτιμον, ἐκ τοῦ τάφου ἅγιε Ἱερώνυμε, ἀναδυθεῖσα ἐσκόρπισε, ἀρώματα χάριτος,
τοῖς σοῖς φίλοις θαυμαστῶς, καὶ νοσοῦντας ἰάσατο, σὺ γὰρ Πνεύματος, πολυτίμητον
ὤφθης τοῦ Ἁγίου, τὸ ἀλάβαστρον καὶ σκεῦος, καὶ ποταμὸς ὁ ἀείῤῥοος.
Πρὸς σὲ χεῖρας ἐκτείνομεν, ἱκεσίας καὶ
κάμπτομεν, πρὸ τῆς σῆς εἰκόνος ἡμῶν τὰ γόνατα, ὡς ταπεινοί σου ὑμνήτορες, ζητοῦντες
τὰ πρόσφορα, καὶ κατάλληλα ψυχῆς, καὶ τὴν ῥῶσιν τοῖς σώμασι, καὶ ὁλόφωτον, τῆς
σῆς μάνδρας ἐν Ἄθωνι τὴν σκέπην, καὶ τοῖς σὲ ὑμνολογοῦσι, τὴν ἀρωγὴν Ἱερώνυμε.
Δόξα. Ἦχος πλ. β΄.
Ἐξ ἁπαλῶν ὀνύχων, ἐγκαρδίως τὸν Χριστὸν ἀγαπήσας,
ἐπὶ τὸν Ἄθωνα ἔδραμες, τῶν μοναστῶν τὸ ἱερὸν τριβώνιον ἐνδυσάμενος. Ἐν τῇ Μονῇ
γὰρ τοῦ Σίμωνος, ὡς ἔνσαρκος ἄγγελος βιώσας, ταπεινοφροσύνῃ καὶ ἀτυφίᾳ, καὶ
καθαρότητι νοός, καθυπέταξας τὰ πάθη τῆς σαρκός, τῇ συνεργείᾳ τοῦ Ἁγίου
Πνεύματος. Διὸ πάντες οἱ φιλάγιοι, ἐπὶ τῇ μνήμῃ σου συνελθόντες, γηθοσύνως
μέλπομεν· Χαίροις τοῦ Ἄθωνος κλέος, ὁ ἐν τοῖς ἴχνεσι τῶν πρὸ σοῦ, Πατέρων
στοιχήσας, ἐν τοῖς ἐσχάτοις χρόνοις, καὶ ὡς ἥλιος φωτίσας, μοναστὰς καὶ
μιγάδας· χαίροις τῶν ποδηγῶν διδάσκαλε, ὁ στερεώσας τῇ πίστει τοὺς συνόντας
σοι, καὶ κουφίσας τὸ βάρος, τῶν ἀμπλακημάτων μονοτρόπων καὶ κοσμικῶν· χαίροις ὁ
ἐν Ἀθήναις ὀφθείς, θαυμαστὸς σύμβουλος πολλῶν ὀρθοδόξων, τῶν ἐκζητούντων τὴν
σήν, χάριν καὶ δύναμιν. Καὶ τανῦν πάτερ Ἱερώνυμε, ἐν ταῖς τάξεσι τῶν ἀσκητῶν
συναριθμηθείς, μὴ ἐλλείπῃς πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας
καὶ ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (κεφ. 10,7)
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία
Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητός, ὃς οἶδε
σύνεσιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς.
Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ
τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ.
Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς
ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ
Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ
ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ
καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε
καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά.
Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ.
Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ.
4,7)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει
ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολλιὰ
δέ ἐστιφρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ
γενόμενος ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ
σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ
καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου
πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον,
ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ.
3,1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται
αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων,
ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν
καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας.
Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ ἐν Ἄθωνι Μονὴ τῆς
Σίμωνος Πέτρας, ὡς ἐκθρέψασα ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις, ἄνδρα ὅσιον, ἔχοντα
ἐν ἑαυτῷ, τὴν χάριν τοῦ Παναγίου Πνεύματος. Οὗτος γὰρ ὁ μακάριος, τὸ ἐγκόσμιον
θέλημα, τοῦ παλαιοῦ ἀνθρώπου, νικητικῶς ἐδαφίσας, ἀνελήλυθεν ἐν τῷ ὄρει, τῆς ἀπαθείας
καὶ τῆς θεώσεως, ποδηγὸς γενόμενος, τῶν συμμοναστῶν αὐτοῦ, ὁδηγῶν αὐτούς, εἰς
νομὰς σωτηρίας. Διὸ καὶ ἡμεῖς, τὴν μνήμην αὐτοῦ τιμῶντες, ἱκετικῶς λέγομεν·
πάτερ Ἱερώνυμε, ταῖς σαῖς θερμαῖς ἱκεσίαις, πρὸς τὸν φιλάνθρωπον Θεόν, τὴν σὴν
μονὴν περιφρούρησον, ἐκ πάσης συμβάσεως, καὶ τοῦ ἀντικειμένου σκανδάλων τε, καὶ
πάντων τῶν κακῶν.
Ἦχος β΄.
Ἐνδεδυμένος τὴν πανοπλίαν τῆς χάριτος, τὸν
ψευδόμενον ἐφευρετὴν διάβολον, ἐπιτυχῶς ἀντέκρουσας. Οὗτος γὰρ πάτερ Ἱερώνυμε, ὡς
ὁ Κύριος εἶπε, ψεύστης ἐστιν καὶ ὁ πατὴρ αὐτοῦ ἑωσφόρος, διὰ δὲ δολίων
τεχνασμάτων, καταβαλεῖν σε ἐπειράθη, ἀλλ' ἡττήθη ὑπὸ σοῦ, τῇ καρτερηκότητι, καὶ
τῷ σῷ ταπεινῷ φρονήματι, ἐπὶ τῇ ἐλπίδι πρὸς Χριστόν· ὃν καθικέτευε, ὡς πατὴρ
πολυφίλητος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Οὐκ ἔδωκας τοῖς βλεφάροις σου νυσταγμόν,
νυχθημερὸν ἀγωνιζόμενος, τὸν καλὸν ἀγῶνα, πάτερ Ἱερώνυμε. Ἀγαπήσας γὰρ τὴν κατὰ
Χριστὸν πτωχείαν, καὶ ἔχων μόνον, διατροφὰς καὶ σκεπάσματα, κατὰ τὸ λόγιον τοῦ
Παύλου, τὰς ἡμέρας ἐξεμέτρησας, τοῦ θεοφιλοῦς βίου σου, καταλιπὼν παράδειγμα τοῖς
πᾶσι, λιτότητος καὶ πενίας, καὶ ἀποῤῥίψεως τῶν ἡδέων τοῦ κόσμου. Διὸ συναγωνιστὴς
γενόμενος, τῶν θείων Πατέρων, καὶ μετατεθείς, ἐν ταῖς ἁγίαις μοναῖς, ὑπὲρ ἡμῶν ὅσιε
τῶν μνημονευόντων σου, διηνεκῶς ταῖς ἁγίαις σου λιταῖς, μὴ παύσῃ μνημονεύων, τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Ὥσπερ ἡ ὄρνις, περιθάλπει τὰ νοσσία ἑαυτῆς,
οὕτω καὶ σὺ ὁσιώτατε, τοὺς κατὰ πνεῦμα υἱοὺς καὶ θυγατέρας σου, ὡς φιλόστοργος
πατήρ, τῷ σῷ παραδείγματι πρῶτον, καὶ εἶτα τοῖς λόγοις σου, ἐκ παγίδος τοῦ
πτερνοσκόπου, διεφύλαξας. Πάντες γὰρ ἐν Ἀθήναις, προσέβλεπον, ἐν υἱϊκῇ ἀγάπῃ,
πρὸς τὸ πρόσωπόν σου, τὸ ἱλαρὸν καὶ μειλίχιον, καὶ κατηυφραίνοντο, ἔχοντες τοιοῦτον
ἐν πνεύματι πατέρα, τοῦ Ἁγίου Πνεύματος ὄργανον, καὶ τοῦ Χριστοῦ, γνήσιον
διδάσκαλον· ὃν δυσώπει εὐχαῖς σου, πάτερ Ἱερώνυμε, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν ἀεισέβαστον
μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ἁγίου Ὄρους βλαστός, Σίμωνος
Πέτρας, ποδηγὸς ἀκριβέστατος, ὁμόηθος τῶν Πατέρων, ἱερωσύνης φωστήρ, ἐν ἐσχάτοις
χρόνοις παναοίδιμε· ὡς σκεῦος γὰρ χάριτος, Παρακλήτου ἐδίδαξας, τοῖς ἀσκουμένοις,
ἐν τῇ μάνδρᾳ σου ὅσιε, τὴν ταπείνωσιν, καὶ τὰ ἄλλα χαρίσματα· ὅθεν σε Ἱερώνυμε,
λαμπρῶς μακαρίζομεν, καὶ εὐσεβῶς τὴν σὴν μνήμην, ἐπιτελοῦμεν ἐν ᾄσμασιν, αἰτοῦντες
αὐγαῖς σου, τοῦ νοὸς ἡμῶν τὸ σκότος, λυθῆναι Ἅγιε.
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.
Χαίροις τῶν ἐν Ἀθήναις πιστῶν, ἀνδρῶν
γυναίων καὶ παιδίων διδάσκαλος, ὁ θεῖος ἐξομολόγος, καὶ ἱερεὺς εὐλαβής,
φροντιστὴς πενήτων ὁ φιλάνθρωπος, νοσούντων ἀντίληψις, κλονουμένων τὸ στήριγμα,
τῶν δαιμονώντων, σωστικὴ συμπαράστασις, πεπτωκότων τε, ἡ τελεία ἀνόρθωσις, Ἅγιε
Ἱερώνυμε, πατὴρ θεοδώρητε, τοῦ μετοχίου ὁ πύργος, καὶ μοναζόντων τὸ πρότυπον, μὴ
παύῃ πρεσβείαις, τοὺς ἐν πταίσμασι πεσόντας, ἐλευθερώσασθαι.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Πάτερ δοκιμασθεὶς ὡς χρυσός, ἐν πειρασμοῖς
τοῦ ἀντιδίκου ἀλάστορος, καὶ ἄλλαις συκοφαντίαις, τῶν κακοφρόνων ἀνδρῶν, ἐν Ἀθήναις
μάκαρ, καὶ ἐν Ἄθωνι, ἐξῆλθες λαμπρότερος, συνδρομῇ θείας χάριτος, καὶ τῆς
Πανάγνου, τῇ ἀλκῇ Ἱερώνυμε, καὶ ἐσκέδασας, τοῦ ἐχθροῦ πειρατήρια, νῦν δὲν ἀξιοτίμητε,
ὁσίων συνέκδημε, ἐν ταῖς μοναῖς τῶν ἀΰλων, τὴν σὴν πατρίδα πρεσβείαις σου, ἀεὶ
προστατεύων, μὴ ἐλλείπῃς οἱ σοὶ φίλοι, καθικετεύομεν.
Δόξα. Ἦχος πλ. δ΄.
Τῷ ἰδίῳ θελήματι, καθ' ἑκάστην ὥραν θνῄσκων,
καὶ καθαρθεὶς συντόνοις ἀσκήσεσι, καὶ τῶν δακρύων ῥείθροις, καὶ ἀπεκδυσάμενος τὸν
παλαιὸν ἄνθρωπον, ἐπολιτεύσω ὡς ἄσαρκος, προκαλῶν εἰς ἔπαινον, τῶν ἀγγέλων τὰς
τάξεις. Ὅθεν ὁσιώτατε, πάτερ Ἱερώνυμε, ἀνῆλθες εἰς ὄρος θεωρίας, καὶ μετὰ τῶν ὁσίων
Πατέρων συνδιαιτώμενος, παῤῥησίαν ἔσχηκας, πρὸ τοῦ θρόνου τοῦ Δεσπότου· μὴ ὀκνήσῃ
ἱκετεύων, ὑπὲρ πάντων ἡμῶν, τῶν περιχαρῶς τιμώντων, τὰ σὰ μνημόσυνα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα Σίμωνος Πέτρα, Ἱερώνυμε τὰ
σὰ ὀστέα, καὶ ἐν Ἀθήναις παμμάκαρ εὐφραίνεται, τῆς Ἀναλήψεως θεῖον μετόχιον, σὺ
γὰρἐσχάτως ὡς ὄντως διδάσκαλος, καθωδήγησας ὀρθῶς τῶν πιστῶν πληρώματα, πρὸς
τρίβον τὴν σωτήριον μακάριε.
Δόξα. Ἕτερον Ἦχος δ΄. Ταχὺ
προκατάλαβε.
Ποθήσας τὸν Κύριον, ἐξ ἀγκαλῶν σῆς
μητρός, εἰς Ἄθωνα ἔδραμες, συμμοναστὴς γεγονώς, ὁσίοις πανεύφημε, σὺ γὰρ τῶν ἱερέων,
ἐνδυθεὶς τὸν χιτῶνα, ηὔγασας ἐν Ἀθήναις, Ὀρθοδόξων τὰ πλήθη, καὶ νῦν πάντας
φυλάττεις, λιταῖς Ἱερώνυμε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος
α΄. Τὸν τάφον σου Σωτήρ.
Ἐν Ἄθῳ ὡς ἀστήρ, Ἱερώνυμε πάτερ, ἀνέτειλας
πολλούς, ταῖς αὐγαῖς σου φωτίζων, ἀλείπτης γὰρ θεόσοφος, ἀνεδείχθης ἀγῶσί σου, ὅθεν
σήμερον, τὴν σὴν ἐπέτειον ὕμνοις, ἑορτάζοντες, τοὺς θαυμαστούς σου ἀγῶνας,
φαιδρῶς μεγαλύνομεν.
Δόξα.
Ἐν μέσῳ Ἀθηνῶν, ἐπ' ἐσχάτων τῶν χρόνων, ὡς
λύχνος θαυμαστός, διακρίσεως ὤφθης, ἰώμενος τὰ τραύματα, τῶν ψυχῶν συμβουλίαις
σου, καὶ ὡς ἕτερος, σὺ Μωϋσῆς καθωδήγεις, τοὺς συνόντας σοι, πρὸς τὴν ὁδὸν τοῦ
Κυρίου, σοφὲ Ἱερώνυμε.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Μετὰ τὴν β΄ Στιχολογίαν,
Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Συκοφαντίας, μοναστῶν ἀνοήτων, ἐν τῇ Μονῇ
σου, Ἱερώνυμε πάτερ, καὶ κοσμικῶν ὁμοίως διεσκέδασας, βίου καθαρότητι, προσευχαῖς
καὶ νηστείαις, ἀτυφίᾳ λόγων σου, ὥσπερ ἄγγελος ἄλλος, διὸ καὶ κάραν ἔθραυσας ἐχθροῦ,
πατρὸς τοῦ ψεύδους, καὶ πάσης κακώσεως.
Δόξα Πατρί.
Ὡς ἐλεήμων, Ἱερώνυμε πάτερ, ἐν ταῖς Ἀθήναις,
τοὺς πτωχοὺς καὶ τοὺς ξένους, καὶ σιτοδότης ἄριστος ἐψώμισας, σὺ γὰρ ἀφιλάργυρος,
καὶ μὴ ἔχων θεόφρον, πλούτη τὰ ἐπίγεια, ὡς ὁ Παῦλος ὁ μέγας, τύπος ἐγένου ὅσιε
ζωῆς, τοῖς ὀρθοδόξοις, πιστοῖς ἀξιάγαστε.
Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ.
δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰ σὰ λείψανα πάτερ τὰ ἱερά, ὥσπερ
χείμαρρος ὤφθησαν δωρεῶν, σοφὲ Ἱερώνυμε καὶ πολλοῖς ἐχαρίσατο, τὴν ἰατρείαν
πάτερ ψυχῆς καὶ τοῦ σώματος, καὶ τοῦ νοὸς εἰρήνην, παθῶν τὴν ἀφάνειαν. Ὅθεν
γηθοσύνως, ἀσπαζόμεθα κάραν, καὶ πάντα ὀστέα σου, τὰ μυρίπνοα Ἅγιε, αἰτούμενοι ἅπαντες,
ταῖς ἱκετηρίαις ταῖς σαῖς, ἐκφυγεῖν τὸ σκότος τὸ ἐξώτερον, καὶ τυχεῖν
Βασιλείας, τῆς ἄνω ἐλπίζομεν.
Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς
ἐν τοῖς ἁγίοις αὐτοῦ.
Εὐαγγέλιον ὁσιακόν.
Ὁ Ν΄.
Δόξα. Ταῖς τοῦ σοῦ ὁσίου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Πατρικῇ συνδεόμενος ἀγάπῃ, τοῖς
πνευματικοῖς σου τέκνοις, ἡμέρας καὶ νυκτὸς ἐδέου, ὑπὲρ αὐτῶν πρὸς τὸν Κύριον,
Πάτερ Ἱερώνυμε. Ὡς φιλόστοργος γὰρ πατήρ, ἔκλαιες μετὰ τῶν θλιβομένων, καὶ χαρὰν
ἔσχες μεγίστην, ἐπὶ τῇ προκοπῇ αὐτῶν. Διὸ καὶ πολλοὶ ἐγένοντο ἔκθαμβοι, διά τε
τοὺς ψυχωφελεστάτους λόγους, τὴν ἁπλότητα τῶν ἠθῶν σου, τὴν πρὸς τοὺς πτωχοὺς ἐλεημοσύνην
σου, τὸν εὐαγγελικόν σου βίον, καὶ τὴν ἄμετρον πρὸς Χριστὸν ἀγάπην σου. Εἰς ὃν
πρέσβευε διηνεκῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα οἱ Κανόνες. Κανὼν τῆς
Ἑορτῆς καὶ δύο Κανόνες τοῦ Ἁγίου.
Κανὼν τοῦ Ἁγίου πρῶτος, οὗ
ἡ ἀκροστιχίς·
Ὅσιε Ἱερώνυμε πρέσβευε ὑπὲρ ἡμῶν. Ἰωήλ
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὁσίως ἐβίωσας, ἐπὶ τῆς γῆς Ἱερώνυμε, διὸ
καὶ κατῴκησας, ἐν οὐρανίαις μοναῖς, διαιτώμενος, πατράσι τοῖς ὁσίοις, μεθ' ὧν
πάτερ πρέσβευε, ὑπὲρ τῶν φίλων σου.
Σοφῶς Ἱερώνυμε, τὴν σὴν Μονὴν ἐν τῷ Ἄθωνι,
διῴκησας χάριτι, τοῦ θείου πνεύματος, καὶ ἀνέπαυσας, χορὸν συνασκητῶν σου, ὡς ἔνσαρκος
ἄγγελος, θεοχαρίτωτε.
Ἰσχύσας πανεύφημε, τῶν σαρκικῶν ἐξεγέρσεων,
ἐκτήσω ἀπάθειαν, τὴν κορυφὴν ὀρεκτῶν, καὶ ἐγύμνασας, τῷ βίῳ σου καὶ λόγοις,
πατέρων τὸν σύλλογον, ἐν ὄρει Ἄθωνι.
Θεοτοκίον.
Ἐλπίδα ἀκλόνητον, καὶ τὸ γλυκὺ παραμύθιον,
ἡμῶν τῶν ἐν πταίσμασι, πεσόντων Δέσποινα, σὲ γιγνώσκομεν, ὡς τὸν Χριστὸν τεκοῦσα,
τὸν αἴροντα ἅπαντα, βροτῶν τὰ πταίσματα.
Κανὼν τοῦ Ἁγίου δεύτερος,
οὗ ἡ ἀκροστιχίς· Ἱερώνυμον
τιμῶμεν τὸν νέον ὅσιον. Ἰωήλ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην
φαραώ.
Ἱερωνύμου τὰ πολλὰ θαυμάσια ἐκδιηγούμενοι,
ταῖς αὐτοῦ πρεσβείαις, Ἰησοῦ μου φώτισον, τὸν νοῦν ταῖς ἐνεργείαις σου, καὶ
καρδίαν ὁμοίως, ὅπως ὑμνήσωμεν ᾄσμασι, τούτου τὰ σημεῖα καὶ θαύματα.
Ἐξ ἡλικίας παιδικῆς ἠγάπησας τὸν μόνον
Κύριον, καὶ πολλαῖς εὐχαῖς σου, παρεκάλεις ὅσιε, ἐλθεῖν εἰς ὄρος Ἅγιον, τῆς
Παρθένου Μαρίας, καὶ ἐνδυθῆναι τὸν τρίβωνα, τῶν ἀσκητευόντων μακάριε.
Ῥωσθεὶς δυνάμει τοῦ Χριστοῦ παντάνακτος,
τὸν ἀντικείμενον, πτερνιστὴν ἀρχαῖον, ἀνδρικῶς ἐνίκησας, καὶ ὤφθης Ἱερώνυμε, τῶν
ἀρχαίων Πατέρων, ὁ μιμητὴς καὶ ὁμότροπος, πάντας καταπλήττων τῷ βίῳ σου.
Θεοτοκίον.
Ὦ τῆς πολλῆς σου προμηθείας Δέσποινα,
θεοχαρίτωτε, πῶς ἡμᾶς σκεπάζεις, ἐκ πολλῶν συμβάσεων, ὡς καὶ κακῶν προθέσεων,
τοῦ ἀρχαίου βελίαρ, τοῦ ἀεὶ διαστρέφοντος, ἐντολὰς καὶ νόμους τοῦ Κτίσαντος.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους
Ἰσχὺν εἰληφὼς ἐκ τοῦ Κυρίου, καὶ χάριν
πολλὴν καὶ φωτισμόν, τοὺς λογισμοὺς διώρθωσας, τῇ προοράσει Ἅγιε, τῶν κατὰ πνεῦμα
τέκνων σου, πάτερ σεμνὲ Ἱερώνυμε.
Ἑώρας τῇ θείᾳ προοράσει, πολλὰ
παρελθόντα ἀκριβῶς, ὁμοῦ καὶ τὰ ἐρχόμενα, διὸ καὶ προεφύλαξας, υἱοὺς καὶ
θυγατέρας σου, ἐκ τῶν παγίδων τοῦ δράκοντος.
Ῥωσθεὶς οὐρανόθεν θεοφόρε, ἐκτήσω
χαρίσματα πολλά, ἐν οἷς καὶ τὴν διάκρισιν, καὶ ὤφθης Ἱερώνυμε, ὁ ἀπλανὴς
διδάσκαλος, καὶ προφητῶν ἰσοστάσιος.
Θεοτοκίον.
Ὦ μῆτερ Παρθένε Θεοτόκε, ἱλέωσον Κύριον
Χριστόν, εὐχαῖς καὶ ἱκεσίαις σου, ἵνα ῥυσθῶμεν ἅπαντες, ἀσθενειῶν τοῦ σώματος,
καὶ ψυχικῶν ἐνοχλήσεων.
Κανὼν τοῦ Ἁγίου δεύτερος. Ὁ στερεώσας
κατ' ἀρχάς.
Νῦν ἐν Ἀθήναις εὐλαβῶς, τὸ σὸν
μνημόσυνον πάτερ, ἐπιτελοῦμεν Ἱερώνυμε ὕμνοις, ἐκζητοῦντες ταπεινῶς, τὴν σὴν πρὸς
τὸν Φιλάνθρωπον, πρεσβείαν ὑπὲρ πάντων, τῶν σὲ τιμώντων πανόλβιε.
Ὑποταχθεὶς ὁλοσχερῶς, θελήματα τοῦ
Κυρίου, προοράσεως τὸ χάρισμα ἔσχες, καὶ δι' αὐτῆς σεμνοπρεπῶς, πολλοὺς ἐποδηγέτησας,
στεῤῥῶς πρὸς Βασιλείαν, τῶν Οὐρανῶν Ἱερώνυμε.
Μεμαθηκὼς τὴν μυστικήν, τῶν ἀσκητῶν
πολιτείαν, ἀνεδείχθης ἀκριβὴς μοναζόντων, Ἱερώνυμε σεπτέ, πατήρ τε καὶ
διδάσκαλος, αὐγάζων τοὺς συνόντας σοι, τῇ βιοτῇ καὶ τοῖς λόγοις σου.
Θεοτοκίον.
Ὅλος ἐκ βάθους τῆς ψυχῆς, Θεοχαρίτωτε Μῆτερ,
ἱκετεύω σε καὶ λέγω ὁ τάλας· σκορπισμὸν τὸν τοῦ νοός, κατάπαυσον δυνάμει σου,
καὶ δός μοι εἰρηναίους, συλλογισμοὺς καὶ κατάστασιν.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ πρῶτον ἱέρευσας ἐν τῇ Μονῇ σου καλῶς,
καὶ εἶτα διέλαμψας ἐν ταῖς Ἀθήναις σοφέ, ὡς ἄστρον πολύφωτον, σὺ γὰρ τῇ
ταπεινώσει, καὶ ἀσκήσει συντόνῳ, εἵλκυσας Παρακλήτου, ἐνεργείας πλουσίως, διὸ
καὶ ἐχορήγεις, πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Τὸ τῆς Ἑορτῆς.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Νέος ὤφθης ἐλεήμων, Ἱερώνυμε ὅσιε, ἐν τῷ
μετοχίῳ, Σίμωνος τῆς Πέτρας τοὺς πένητας, καὶ ἐνδεεῖς ἀδελφούς σου ὡς
φιλόστοργος, καὶ φιλεύσπλαγχνος, ἐπιστηρίζων ἑκάστοτε.
Ὑπὸ τὴν σὴν σκέπην πάτερ, τῶν ἀπόρων τὸν
σύλλογον, ἐν κλειναῖς Ἀθήναις, ὅσιε ποικίλως ἐστήριξας, ἐν λόγοις θείοις καὶ ἔργοις,
καὶ ἐν χρήμασι, μιμησάμενος, τὸν Ἰησοῦν Ἱερώνυμε.
Μυστικῶς ἐν ταῖς οἰκίαις, τῶν πενήτων
διέβαινες, καὶ παρέσχες τούτοις, πάντα τὰ χρειώδη ὡς ἄγγελος, δωρεοδότης
θεόφρον Ἱερώνυμε, διὸ εἴληφας, ἐν οὐρανῷ τὴν ἀντίδοσιν.
Θεοτοκίον.
Ἐπεγνώσθης τοῦ ἐλέους, τὸ δοχεῖον
Πανάμωμε, χορηγοῦσα πᾶσι, πάντα τὰ χρειώδη τοῦ σώματος, καὶ τῶν ψυχῶν ἀναγκαῖα ὡς
γεννήσασα, ἐλεήμονα, Υἱὸν τοῦ κόσμου διάσωσμα.
Κανὼν τοῦ Ἁγίου δεύτερος. Σύ μου ἰσχύς.
Νῦν ὁ λαός, ἐν ταῖς Ἀθήναις ἀγάλλεται,
καὶ ἐν Ἄθῳ, Σίμωνος κοινόβιον, πανηγυρίζει σεμνοπρεπῶς, τὴν σὴν θείαν μνήμην, ἀειμακάριστε
ἅγιε, καὶ ψάλλουσι τὸν βίον, καὶ τὰ θαύματα πάντα, Ἱερώνυμε ὅσα ἐποίησας.
Τὰς ἀρετάς, καὶ τὰ χαρίσματα ἅπαντα, ἃ ἐκτήσω,
ἐν πολλαῖς ἀσκήσεσι, καὶ διακρίσει τῇ σωστικῇ, ὥσπερ ἐδιδάχθης, μακροχρονίως
πανόλβιε, ὑπὸ τοῦ Παρακλήτου, τῷ λαῷ τοῦ Κυρίου, ἐπεδείξω Χριστοῦ Ἱερώνυμε.
Ἵνα Χριστοῦ, ὦ Ἱερώνυμε ὅσιε, τὸ βραβεῖον,
ἄνω ὄντως κλήσεως, καθάπερ γράφει ὁ μαθητής, ὁ κλητὸς καὶ μέγας, τῆς οἰκουμένης
διδάσκαλος, κερδίσῃς ἐπαξίως, ἐν τῷ κόσμῳ ἠσκήθης, ὡς οἱ πάλαι Πατέρες καὶ ἅγιοι.
Θεοτοκίον.
Μῆτερ Θεοῦ, σῷζε τοὺς σὲ ἱκετεύοντας, ἐκ
παγίδων, τοῦ ἀρχαίου δράκοντος, ταῖς σαῖς πρεσβείαις πρὸς τὸν Χριστόν, σὺ γὰρ ὤφθης
Κόρη, παντὸς τοῦ κόσμου ἡ σώτειρα, ὡς τέξασα ἀσπόρως, τὸν κτίστιν τῶν ἁπάντων,
τοῦ ἀνάρχου Υἱὸν τὸν συνάναρχον.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Παιδείαν πολύτιμον, πανόσιε προσείληφας,
ἐκ τῶν πειρασμῶν τοῦ ἀντιδίκου, καὶ ἐξ ἀνθρώπων τῶν μωρολόγων σοφέ, διὸ καὶ
πολλὴν ἐκ τοῦ Θεοῦ, ἔσχες τὴν ἀντίδοσιν, πλουτισμὸν ἤγουν χάριτος.
Ῥημάτων ἐσκέδασας, τῶν ἀσεβῶν κατηγόρων
σου, δείξας Ἱερώνυμε παμμάκαρ, φρόνησιν θείαν, διαγωγὴν θαυμαστήν, σὺν τούτοις
διάκρισιν σαφῆ, ἅμα δὲ ταπείνωσιν, καὶ ἀγάπην ἀπέραντον.
Ἐδίδασκες ὅσιε, τῶν πειρασμῶν ὠφέλειαν,
λόγοις σου καὶ βίῳ ἐν Ἀθήναις, πᾶσι παρέχων, θεῖον ὑπόδειγμα, ἅγιε σαυτὸν μὴ
δειλανδρῶν, πρὸ τῶν ἐν τοῖς ψέμμασι, ἀναιτίως πληττόντων σε.
Θεοτοκίον.
Σὲ Πάναγια Δέσποινα, ὡς προειποῦσα ἄριστα,
γένη τῶν ἀνθρώπων καὶ ἀγγέλων, ὑμνολογοῦσι, τὰ μεγαλεῖά σου, καὶ τόκον τὸν θεῖόν
σου σεμνή, τὸν ἐλευθερώσαντα, τοὺς βροτοὺς ἐκ τοῦ δράκοντος.
Κανὼν τοῦ Ἁγίου δεύτερος. Ἵνα τί με ἀπώσω.
Ὥσπερ ῥεῦμα χαρίτων, ἐν Ἀθήναις γέγονε,
μονὴ Ἀναλήψεως· πολλοὺς γὰρ ἰάσω, ἐκ παθῶν τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ τῶν
δαιμονώντων, τὴν ζάλην πάτερ θεραπεύσας, χαριτόβρυτος ὤφθης πανόσιε.
Μεριμνῶν ὑπὲρ πάντων, τῶν ἐχόντων ὅσιε,
χρείας τοῦ σώματος, σιτοδότης κόσμου, ἀνεδείχθης ἐσχάτως πανάριστε, ἐν Ἀθήναις
μέσαις, ψωμίζων τοὺς ἀπορουμένους, Ἰωσὴφ μιμηθεὶς τὸν τρισόλβιον.
Ἐνεφάνης θεόφρον, ἐν ὀνείροις τοῖς
τέκνοις σου Ἱερώνυμε, διδάσκων καὶ λέγων, τοῦ Θεοῦ ἐντολὰς καὶ τὰ κρίματα,
θεραπεύων ἅμα, τὰς νόσους καὶ τὰς κακουχίας, τῆς ψυχῆς καὶ τοῦ σώματος Ἅγιε.
Θεοτοκίον.
Νῦν τὴν γλῶτταν ἀνθρώπων, τῶν
μακαριζόντων σε ὕμνοις πρεσβείαις σου, τρανῶσαι μὴ παύσῃ, Θεοτόκε Παρθένε Πανύμνητε,
ἵνα στεντορείᾳ, τὰ σὰ σημεῖα τὰ μεγάλα, διηγήσωνται πάντα οἱ δοῦλοί σου.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην καὶ
πάντιμον.
Βαβαὶ τῆς θείας ἀγάπης σου! Ἐποίεις τὰ αὐτὰ
τῷ Κυρίῳ σου, διὸ τοὺς μείρακας, καὶ τῶν παιδίων τὸν ὅμιλον, ἠγάπας Ἱερώνυμε, ἀξιάγαστε.
Ἐμφρόνως πάτερ ὡδήγησας, τοὺς νέους καὶ
νεάνιδας Ἅγιε, ὦ Ἱερώνυμε, παιδαγωγῶν διακρίσει σου, τὰ ὑδαρώδη γνώμης, αὐτῶν
θελήματα.
Ὑπὸ τὴν σκέπην σου Ὅσιε, τῶν τέκνων σου
τὰ τέκνα ἐτήρησας, μακρὰν τῶν πράξεων, τῶν σαρκικῶν ἀπολαύσεων, καὶ μολυσμῶν ἀτόπων,
καὶ παραπτώσεων.
Θεοτοκίον.
Ἐκ τῆς νηδύος σου Ἄχραντε, προῆλθεν ὁ Υἱός
σου καὶ Κύριος, καὶ διεσώσατο, τῶν γηγενῶν τὰ συστήματα, ἐκ τῆς πικρᾶς
δουλείας, τοῦ πολεμήτορος.
Κανὼν τοῦ Ἁγίου δεύτερος. Ἱλάσθητί μοι
Σωτήρ.
Τὸ βάρος ἀσθενειῶν, ἐν ταῖς ἐσχάταις ἡμέραις
σου, ὡς τὸν Σταυρὸν τοῦ Χριστοῦ, θεόφρον ἐβάστασας, καὶ εἴληφας ἅγιε, ἐκ χειρῶν
Κυρίου, τὸ βραβεῖον Ἱερώνυμε.
Ὁ νοῦς σου θεοειδής, ἐδείχθη ὄντως
μακάριε, διὸ ὡς οἱ παλαιοί, ἐνήργεις καὶ ἔπραττες, παρέχων τὴν ἄφεσιν, τοῖς σὲ
λοιδωροῦσι, καθ' ἡμέραν Ἱερώνυμε.
Νενίκηται ὑπὸ σοῦ, ὁ πτερνιστὴς Ἱερώνυμε,
μὴ φέρων τῆς ἀρετῆς, τῆς σῆς τὰ θαυμάσια, εὐχὰς πρὸς τὸν Κύριον, καὶ πυκνὰς
νηστείας, καὶ τῆς γνώμης ἀνεξίκακον.
Θεοτοκίον.
Νοσοῦντί μοι τὴν ψυχήν, Θεοχαρίτωτε
Δέσποινα, λιταῖς σου πρὸς τὸν Χριστόν, ὑγείαν παράσχου μοι, καὶ δός μοι τὴν ἄνεσιν,
ἵνα ψάλλω μῆτερ, τῶν χαρίτων σου τὸ πέλαγος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς τῶν ὁσίων μιμητὴν τὸν ἀκριβέστατον,
καὶ καθηγούμενον ἐν Ἄθῳ Ἱερώνυμον, οἱ πιστοὶ ἐπευφημήσωμεν ἐγκαρδίως· ἐν Ἀθήναις
γὰρ ὡς ἄγγελος ἐβίωσε, καὶ πολλοὺς πρὸς τὸν Σωτῆρα καθωδήγησε· διὸ κράζομεν· χαίροις πάτερ πανεύφημε.
Ὁ Οἶκος
Ἄγγελος ἐν τῷ Ἄθῳ, Ἱερώνυμε ὤφθης, ἐν
χρόνοις τοῖς ἐσχάτοις θεόφρον, ὡς ἡγούμενος γὰρ τῆς Μονῆς, τοῦ ὁσίου πατρὸς
μάκαρ τοῦ Σίμωνος, ἐφώτισας μονάζοντας, καὶ κοσμικοὺς τοὺς σοὶ βοῶντας·
Χαῖρε τὸ σκεῦος πολλῶν χαρίτων,
χαῖρε τὸ μέλος χοροῦ ἁγίων·
Χαῖρε κοινοβίου τοῦ Σίμωνος καύχημα,
χαῖρε παντὸς Ἄθω μολπὴ καὶ μελώδημα·
Χαῖρε ὅτι ἐταπείνωσας σεαυτὸν διὰ
Χριστόν,
χαῖρε
ὅτι κατενίκησας τὸν ἀόρατον ἐχθρόν·
Χαῖρε ὅτι ἐν μέσῳ Ἀθηνῶν διαλάμπεις,
χαῖρε ὅτι ἀνδρείως τὰ σὰ πάθη σκεδάζεις·
Χαῖρε ἀνδρῶν ἀζύγων τὸ καύχημα,
χαῖρε σεμνῶν ἐγγάμων τὸ θάρσημα·
Χαῖρε πολλῶν κοσμικῶν βακτηρία,
χαῖρε βροτῶν ἀσθενῶν θεραπεία·
Χαίροις
πάτερ πανεύφημε.
Συναξάριον
Τῇ ἐνάτῃ τοῦ αὐτοῦ μηνός,
μνήμη τοῦ Ὁσίου.
Ἱερώνυμε
μνήσθητι ἡμῶν πάντων,
τῶν τὴν μνήμην
σου ἐν ὕμνοις γεραιρόντων.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἡσαΐου.
Ὃς ἄσπορον
προεῖδεν υἱομητρίαν,
πρισθεὶς ἄναρχον
εἶδεν υἱοπατρίαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου.
Τὸν
Χριστοφόρον οἶδά σε Χριστοφόρος,
Χριστῷ
τυθέντα τῷ Θεῷ διὰ ξίφους.
Τῇ
αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Μάρτυρες Καλλινίκη καὶ Ἀκυλῖνα, αἱ διὰ τοῦ Ἁγίου
Χριστοφόρου πιστεύσασαι τῷ Χριστῷ, σούβλαις ἀπὸ ποδῶν ἕως ὤμων διαπαρεῖσαι
τελειοῦνται.
Ἔχει τράπεζαν
Σατανᾶς πάλιν νέαν,
Γύναια σουβλίζουσιν οἱ πλάνοι δύω.
Γύναια σουβλίζουσιν οἱ πλάνοι δύω.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἐπιμάχου καὶ Γορδιανοῦ.
Ἀνεῖλεν Ἐπίμαχον
ἀθλητήν ξίφος,
θείον μαχητήν, εὺσθενῆ κατὰ πλάνης.
Oὐ δὲ προσεῖχε Γορδιανός, τῷ ξίφει,
ψυχὴν ἑαυτοῦ θαρσοποιὼν τῷ στέφει.
θείον μαχητήν, εὺσθενῆ κατὰ πλάνης.
Oὐ δὲ προσεῖχε Γορδιανός, τῷ ξίφει,
ψυχὴν ἑαυτοῦ θαρσοποιὼν τῷ στέφει.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Νικολάου τοῦ Νέου τοῦ ἐν Βουνένοις τῆς
Θετταλίας ἀθλήσαντος.
Ὡς ὁ Χριστὸς
τρωθείς, Νικόλαε λόγχῃ,
Αὐτῷ ἔδραμες
ὑπαντῆσαι εἰς πόλον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαξίμου, Πατριάρχου Ἱεροσολύμων
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κωνσταντίνου τοῦ Μάρτυρος, βασιλέως τῶν Σκώτων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δημητρίου, μεγάλου Πρίγκηπος Μόσχας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωσὴφ τῆς Ὅπτινα.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὑπερέβαλες, ὁσίους τε καὶ μάρτυρας, ἐν τῇ
ἀσκήσει σου, καὶ ἀρεταῖς σου ὁμοῦ, καὶ γέγονας ὅσιε, ζωῆς ὑπόδειγμα, Ἱερώνυμε,
τῶν Ἀθηνῶν ὡράϊσμα, καὶ τοῦ Ἄθωνος τὸ κλέος.
Πανσεβάσμιε, τὸν νοῦν σου ἐπεστήριξας,
πρὸς τὰ οὐράνια, καὶ τὰς μονὰς τοῦ Πατρός, διὸ καὶ ἐνίκησας, κόσμου τὰ
θέλγητρα, τὰ φθειρόμενα, καὶ πάντα τὰ ἐγκόσμια, Ἱερώνυμε θεόφρον.
Ἐθεράπευσας, ἐνεργουμένους ὅσιε, τῇ
ταπεινώσει σου, καὶ ἱεραῖς σου εὐχαῖς, διὸ νῦν παρίστασαι, τῷ θείῳ βήματι, τοῦ
Παντάνακτος, καθικετεύων πάντοτε, ὑπὲρ πάντων τῶν σῶν φίλων.
Θεοτοκίον.
Πᾶσα Δέσποινα, ἡ οἰκουμένη μέλπει σε,
καθάπερ εἴρηκας, καὶ προσκυνεῖ τὴν μορφήν, τοῦ σοῦ εἰκονίσματος, τὴν
χαριτόβρυτον. Σὺ γὰρ γέγονας, τῷ τόκῳ σου ἡ σώτειρα, παντὸς γένους τῶν ἀνθρώπων.
Κανὼν τοῦ Ἁγίου δεύτερος. Θεοῦ
συγκατάβασιν.
Ἐτέλεις ἐν δάκρυσι, τὸ τοῦ Κυρίου δεῖπνον
πανεύφημε, Ἱερώνυμε πάτερ, ἐν μετοχίῳ τῆς Ἀναλήψεως, ὑπὲρ τῶν σῶν μνημονεύων ἑκάστοτε,
ἵνα ῥυσθῶσιν ἐχθροῦ, τοῦ πολεμήτορος.
Ὁ βίος σου ἅγιος, ἀλλ' ἐξ ἴσου σοφὸς καὶ
ὁ λόγος σου, ἐπεγνώσθη ἐν πᾶσι, τοῖς ἐρχομένοις πρὸς σὲ Ἱερώνυμε, καὶ ἐκζητοῦσι
τὴν σὴν χειραγώγησιν, τὴν προστασίαν τὴν χάριν καὶ δύναμιν.
Νομίμως ἐξήσκησας, τῶν ἀσωμάτων σεμνὸν ἐπάγγελμα,
Ἱερώνυμε πάτερ, ἐν κοινοβίῳ θείῳ τοῦ Σίμωνος, καὶ διαπρέψας ἐν τούτῳ ἐν τούτῳ ἡγούμενος,
ὡς καὶ πατὴρ μοναστῶν, σὺ ἀναδέδειξαι.
Θεοτοκίον.
Οἱ δοῦλοί σου ἔγνωμεν, σὲ ἀρωγὴν ἐλπίδα
καὶ σύμμαχον, ἐν δεινοῖς προστασίαν, ἀμαχωτάτην Παρθένε δύναμιν, καὶ γηγενῶν τὴν
φρουρὸν καὶ ἀσφάλειαν· σὺ γὰρ ἐτέξω Χριστόν, Ἀειμακάριστε.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἤρθης πρὸς τὸ ὕψος τῶν ὁσίων, καὶ ᾤκησας
Ἱερώνυμε μακάριε, ἐν τοῖς τούτων δόμασι, διὸ νῦν παρίστασαι, τῷ θρόνῳ τοῦ
Παντάνακτος, καὶ ἱκεσίαις σου, ὑπὲρ τῶν σὲ τιμώντων πρεσβεύεις, τῶν ἐπιτελούντων
τὴν σὴν ἁγίαν μνήμην.
Μέμνησο ἐν τοῖς ἐπουρανίοις, ἡμῶν τῶν ἱκετῶν
σου Ἱερώνυμε, τῶν ἐν περιστάσεσι, καὶ πολλαῖς κακώσεσι, ψυχῆς τε καὶ τοῦ
σώματος, ὁμοῦ καὶ θλίψεσι, ἐν γῇ τὴν βιοτὴν διαγόντων, ἵνα ἐγκαρδίως Χριστὸν
δοξολογῶμεν.
Ὦ τῆς σῆς κοιμήσεως θεόφρον, ἐν μέσῳ τῶν
Ἀθηνῶν ὡς ἄλλος ἥλιος, ἔλαμψας καὶ ηὔγασας, πλήθη τῶν συνόντων σοι, καὶ ἐπὶ σὲ
τὸ λόγιον, τοῦ Ἀρχιποίμενος, Σωτῆρος, ἐπληρώθη παμμάκαρ, ὅτι ὥσπερ φάος, οἱ
δίκαιοι φανοῦσι.
Θεοτοκίον.
Νῦν τῶν γηγεγῶν χορεῖαι πᾶσαι,
λατρεύουσι τὸν σὸν τόκον Ἀειπάρθενε, καὶ σὲ μακαρίζουσι, ὅτι μήτηρ γέγονας, τῇ
συνεργείᾳ Πνεύματος, τοῦ Λόγου Δέσποινα, Πατρὸς τοῦ ἀγεννήτου ἀσπόρως· ὦ τῆς σῆς
λοχείας, τῆς ὑπὲρ φύσιν Μῆτερ.
Κανὼν τοῦ Ἁγίου δεύτερος. Ἑπταπλασίως
κάμινον.
Σεσοφισμένος γέγονας, Παρακλήτου τῇ
χάριτι, πυκνῶς ἐπιστέλλων, τοῖς σοῖς τέκνοις γράμματα, ὡς τὸ πάλαι ἔπραττον, οἱ
τῶν Πατέρων μέγιστοι· διὸ καὶ ἐκ πλάνης, καὶ παθῶν θανασίμων, ἐξήρπασας
παμμάκαρ, πολλοὺς ἐκ τῶν ἀνθρώπων, ὀρθῶς καθοδηγήσας, πρὸς τρίβον τοῦ Κυρίου.
Ἱερωνύμου σήμερον, ἡγουμένου τῆς
Σίμωνος, ἡ πάμφωτος μνήμη, καὶ λαμπρὰ πανήγυρις, ἀνέτειλεν ἅπασι, χαρὰν καὶ ἀγαλλίασιν,
οὗτος γὰρ ἀεί, ἐκδυσωπῶν τὸν Δεσπότην, ὑπὲρ ἡμῶν καὶ πάντων, τῶν τιμώντων τὴν
μνήμην, αὐτοῦ τε καὶ τὸν βίον, ἐν ὕμνοις ἑορτίοις.
Ὁλοκαρδίως σύλλογος, μοναστῶν ἐν τῷ Ἄθωνι,
τὴν μνήμην σου πάτερ, ὡς καὶ τὰ ἐπίλοιπα, νηστείαν καὶ ἄσκησιν, καὶ ὀφθαλμῶν
σου δάκρυα, διάκρισιν θείαν, καὶ προόρασιν μάκαρ, πτωχῶν ἐπικουρίαν, καὶ
πεσόντων ἐν λάκκῳ, θεόφρον βοηθείας, σεμνῶς ἐξιστοροῦσιν.
Θεοτοκίον.
Νενοσηκότες Δέσποινα, ἐκ πολλῶν
παραβάσεων, ἁμαρτάδων παντοίων, τῆς ψυχῆς καὶ σώματος, ὑπάρχοντες ἅπαντες, οἱ
σοὶ ἱκέται κράζομεν, μὴ παύσῃ εὐχαῖς σου, ἰατρεύουσα πάντα, νοσήματα καὶ πάθη,
τὰ ἕλκη τῆς ψυχῆς μου, ἰάτειρα γὰρ ὤφθης, ἡμῶν τῶν δυστυχούντων.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἴασιν βροτοῖς, τὰ σὰ θεῖα λείψανα, πάτερ
παρέχουσι, νόσους θεραπεύουσιν, ἐνεργουμένων δίδωσιν ἴασιν, καὶ τῶν δαιμόνων
παύουσι, πᾶσαν ἐνέργειαν, καὶ καμνόντων, ἅγιε χαρίζουσι, τῆς ψυχῆς στηριγμὸν Ἱερώνυμε.
Ὥσπερ θησαυρόν, ἐν Ἄθῳ ἡ μάνδρα σου, ὦ Ἱερώνυμε,
ἔχει τὰ ὀστέα σου, χαρίζει μύρα, πάτερ βλυστάνοντα, καὶ τοῖς πιστοῖς παρέχοντα,
ψυχῆς τὰ πρόσφορα, καὶ εἰρήνην, ἅγιε πανθαύμαστε, τῶν ὁσίων Πατέρων ὁμόηθε.
Ἡ σεπτὴ μονή, τοῦ Σίμωνος ἅγιε, καὶ τὸ
μετόχιον, θείας Ἀναλήψεως, ἐν ταῖς Ἀθήναις πανηγυρίζουσι, ἐπὶ τῇ θείᾳ μνήμῃ
σου, ἐκδιηγούμενοι, τὰ σημεῖα, καὶ πολλά σου θαύματα, τοὺς σοὺς λόγους καὶ βίον
τὸν ἄριστον.
Θεοτοκίον.
Λῦσον Μαριάμ, ταῖς ἱκετηρίαις σου, πρὸς
τὸν Φιλάνθρωπον, τόκον σου καὶ Κύριον, ἀμπλακημάτων ἐμῶν τὸν σύνδεσμον, ἵνα
σεμνὴ ἐλεύθερος, πάσης στενώσεως, ἀνακράζω, χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.
Κανὼν τοῦ Ἁγίου δεύτερος. Ἐξέστη ἐπὶ
τούτῳ ὁ οὐρανός.
Ἰδεῖν κατηξιώθης ἐν οὐρανοῖς, ὁμοίως καὶ
ἐν γῇ Ἱερώνυμε, ὄψιν Θεοῦ, φθάσας εἰς τὸ ἄκρον τῶν ἀγαθῶν, τῆς θεοπτίας ὅσιε, ἐξ
οὗ καὶ ἐπεθύμεις διακαῶς, μονὰς τοῦ παραδείσου, Πατρὸς Θεοῦ ἀνάρχου, καθὼς ὁ
Κύριος προέφησε.
Ὡς πάλαι οἱ Πατέρες θεοειδεῖς, δι' εὐχῶν
καὶ δεήσεων ἅπαντες, καὶ νηστειῶν, ἔφθασαν γενέσθαι ἐπὶ τῆς γῆς, τοῖς ἀσκουμένοις
πρότυπα, καὶ τοῖς ἐν τῷ κόσμῳ ὑπογραμμός, τῷ βίῳ σου ὁμοίως, ἐν τοῖς ἐσχάτοις
χρόνοις, ὤφθης παμμάκαρ Ἱερώνυμε.
Ἡ θήκη τῶν ὀστέων σου ποταμός, ἀνεδείχθη
ἰάσεων ὅσιε, καὶ χορηγός, χαρισμάτων πάτερ ὑπερφυῶν, στηρίζουσα τοὺς πίπτοντας,
καὶ τοὺς ἀλγουμένους ἐν τῇ ψυχῇ, καὶ πάντας τοὺς αἰτοῦντας, παθῶν τὴν ἰατρείαν,
Ἀρχιμανδρῖτα Ἱερώνυμε.
Θεοτοκίον.
Λιμὴν καὶ προστασία ἁμαρτωλῶν, καὶ ἀλγούντων
τὸ ἄμισθον ἴαμα, ἄρτος πτωχῶν, τῶν ἀπηλπισμένων καταφυγή, τῶν εὐσεβῶν
κραταίωμα, καὶ τῆς οἰκουμένης ὁ στηριγμός, Πανάχραντε Παρθένε, τῷ σῷ Υἱῷ ἐγένου,
διὸ καὶ πάντες σε γεραίρομεν.
Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς
συνέλθωμεν.
Ἐν Ἄθῳ πάτερ ἔστησας, τῶν παθῶν τὴν
πλημμύραν, τῇ σταθηρᾷ ἀσκήσει σου, ταῖς εὐχαῖς ἐγκαρδίοις, καὶ τοῦ νοὸς ἀτυφίᾳ,
Ἱερώνυμε μάκαρ· διό καὶ πρὸς ἀπάθειαν, ὡς οἱ πάλαι πατέρες, κατασταθείς, μοναστῶν
ἐγένου τοῦ βίου τύπος, καὶ κοσμικῶν παράδειγμα, ἐν ἐσχάτοις τοῖς χρόνοις.
Καὶ τῆς ἑορτῆς
Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν οὐρανίων
ταγμάτων.
Σίμωνος Πέτρας ἡ μάνδρα, σήμερον
τέρπεται, καὶ ἐν Ἀθήναις ταύτης, τὸ μετόχιον χαίρει, τελοῦντες τὴν σὴν μνήμην
περιχαρῶς, Ἱερώνυμε ὅσιε· σὺ γὰρ ἐσχάτως ἐδείχθης πολυειδῶς, τῶν πιστῶν πατὴρ
φιλόστοργος.
Ἀσκητικῶς ἐν τῷ ὄρει, βιώσας ἅγιε, παθῶν
τὰς ἐξεγέρσεις, καὶ νοὸς τὰς ἐπάρσεις, ἀνδρείως ἐταπείνωσας τοῦ Χριστοῦ, καὶ
καλῶς ἀντεισήγαγες, ἐν τῇ καρδίᾳ σου ὅσιε ἀρετάς, Ἱερώνυμε μακάριε.
Ἐν ταῖς Ἀθήναις ἐφάνης, πατὴρ
φιλόστοργος, ἀλείπτης τῶν σῶν τέκνων, καὶ διδάσκαλος θεῖος, τῆς πίστεως θεόφρον
τῆς ἀληθοῦς, τοῦ Χριστοῦ Ἱερώνυμε, διὸ μὴ παύσῃ πρεσβεύων διηνεκῶς, ὑπὲρ τούτων
ἀξιάγαστε.
Τὰ σὰ ὀστέα ὡς ὄλβον, ὄντως κατέχομεν, ἐν
τῇ σεπτῇ Μονῇ σου, Ἱερώνυμε πάτερ, καὶ ταῦτα ἀσπαζόμενοι εὐλαβῶς, ἐξαιτοῦμεν τὴν
χάριν σου, καὶ τῆς σαρκὸς νοσημάτων, ὡς καὶ ψυχῆς, θεραπείαν καὶ τὴν ἴασιν.
Δόξα. Ἦχος πλ. α΄.
Ἀσκητικῶς ἐπὶ τῆς γῆς βιώσας, τὸ κατ' εἰκόνα
Θεοῦ διετήρησας, καὶ τὸν χαρακτῆρα τοῦ Χριστοῦ ἐτίμησας. Ἐκ βραχείας γὰρ ἡλικίας
τὸν νοῦν σοφίσας, ἐπὶ τὸν Ἄθωνα ἔδραμες, γεγονὼς ὑπήκοος τῆς Παρθένου Μαρίας. Ἀνυψωθεὶς
δὲ τῷ πνεύματι καὶ περιβληθείς, τῆς ἱερωσύνης τὴν στολήν, ἐν μέσαις Ἀθήναις ἐκ
τοῦ ὄρους κατελθών, τὸν λαὸν τοῦ Θεοῦ ἐκατήχησας, τοῖς λόγοις καὶ τοῖς σοῖς
χαρίσμασι, ὁδηγήσας πολλοὺς εἰς μετάνοιαν καὶ ὁδὸν σωτηρίας, ὑπὲρ ὧν μὴ παύσῃ
πρεσβεύων, πάτερ Ἱερώνυμε, τοῦ σωθῆναι τὰς ψυχὰς αὐτῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον
Χαίροις ἀσκουμένων ὑπογραμμός, τοῦ Ἄθωνος
κλέος, Ἀθηναίων ἡ χαρμονή, χαίροις τῶν ὁσίων, προσθήκη λαμπροτάτη, καὶ Σίμωνος ἡγῆτορ,
ὦ Ἱερώνυμε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου