Σάββατο 28 Μαρτίου 2020

ΜΑΪΟΣ Λ!! ΕΙΚΟΣΙ ΤΡΕΙΣ ΝΕΟΜΑΡΤΥΡΕΣ ΘΥΑΤΕΙΡΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ Λ!!
ΕΙΚΟΣΙ ΤΡΕΙΣ ΝΕΟΜΑΡΤΥΡΕΣ ΘΥΑΤΕΙΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τρεῖς σὺν τοῖς εἴκοσι δεῦτε Κυρίου Μάρτυρας, τοὺς ἐκ τῶν Θυατείρων ὁρμωμένους, ἐκθύμως γραφὰς τοῦ Κορανίου ὅλῃ ψυχῇ συνεργείᾳ τοῦ Πνεύματος ἀρνησαμένους καὶ πίστιν τοῦ Ἰησοῦ δεξαμένους, εὐφημήσωμεν.

Εὐρυμαθῆ Κορανίου ὄντως διδάσκαλον σὺν τῇ αὐτοῦ ὁμάδι φοιτητῶν εὐσχημόνως, ὧν ἤνοιξε τὰς κόρας χάρις Θεοῦ τῆς ψυχῆς γνῶναι ἅπασαν τῆς σωτηρίας ἀλήθειαν, μελιχροῖς καταστέψωμεν μελίσμασι.

μολογήσαντας πίστινΧριστοῦ τὴν σῴζουσαν εἴκοσι τρεῖς ἀρτίως Νεομάρτυρας Τούρκους ἐνώπιον ἀπίστων ὁμοεθνῶν τῶν αὐτῶν εὐφημήσωμεν, ὡς ἱερώτατα σφάγια, εὐλαβῶς εὐσεβόφρονες γηθόμενοι.

γαρ ἐκγόνους τὴν πίστιν Χριστοῦ τὴν ἄμωμον ἀσπασαμένους ἄρτι εὐφημήσωμεν ὕμνοις τερπνοῖς ἐν Θυατείροις καὶ ἀκλινῶς ἐναθλήσαντας κράζοντες· Ἐκ ῥίζης ἄνθη δυσώδους ἡδυτερπῆ καὶ εὐώδη κρίνα, χαίρετε.

Δόξα. Ἦχος β΄.
Τοὺς ἐξ ἀγνωσίας εἰς γνῶσιν ἐλθόντας καὶ ἐξ ἀπιστίας εἰς πίστιν ἑλκυσθέντας, εἴκοσι καὶ τρεῖς τῶν Θυατείρων Νεομάρτυρας τιμήσωμεν πανευλαβῶς αὐτοῖς ἀνακράζοντες· Οἱ ἀπαρνησάμενοι τὴν ἀσέβειαν Πνεύματος ἐπιπνοίᾳ καὶ νομίμως ὑπὲρ Χριστοῦ ἀθλήσαντες, μὴ παύσησθε Αὐτὸν ὑπὲρ ἡμῶν δυσωποῦντες τῶν τιμώντων ἐν ὕμνοις ὑμῶν τὴν καλὴν ἀλλοίωσιν καὶ τὴν πανένδοξον ἄθλησιν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.





Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δῆμον πανευσταλῆ Ἀγαρηνῶν Μαρτύρων τῶν Θυατείρων, δεῦτε, τῶν ὁμολογησάντων Χριστὸν ἀνευφημήσωμεν.

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εἴκοσι σὺν τρισὶ τῶν Θυατείρων Τούρκους διὰ Χριστοῦ τὴν πίστιν μαρτυρησάντων ὕμνοις φαιδροῖς ἐγκωμιάσωμεν.

Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαῖρε, ὁ τῶν γραφῶν διδάσκαλος τῶν Τούρκων σὺν φοιτητῶν σου δήμῳ ὁ καθομολογήσας Χριστοῦ τὸ μέγα ὄνομα.

Δόξα. Τριαδικόν.
Δόξα Σοι, ὁ Θεὸς ὁ φωτιστὴς ἀπίστων, Τριὰς ὑπεραγία, σὺν τῷ Πατρὶ καὶ Λόγῳ τὸ Πνεῦμα τὸ Πανάγιον.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε, ἡ εὐσεβεῖς ἀπαύστως ἐλεοῦσα, Κυρία Θεοτόκε, καὶ ῥυομένη πόνων τοὺς πρόσφυγας σῆς χάριτος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θυατείρων ὑμνήσωμεν Νεομάρτυρας, πνευματοφόρον Σεΐχην καὶ τοὺς αὐτοῦ μαθητάς, οὓς ἡ χάρις Θείου Πνεύματος προσείλκυσεν εἰς τὴν ἀλήθειαν Χριστοῦ καὶ στεῤῥῶς ὑπὲρ αὐτῆς ἠξίωσε μαρτυρῆσαι, ὡς θείας πίστεως στύλους ὀλιγοψύχους ἐνισχύοντας.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.









ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν εὐκλεῆ Θυατείρων χορὸν τιμήσωμεν σεπτῶν Νεομαρτύρων ἐν ἐσχάτοις τοῖς χρόνοις ἀθλήσαντα γενναίως διὰ Χριστόν, ἐν γραφαῖς Ὃν ἐγνώρισαν, δύο καὶ εἴκοσιν ἅμα σὺν τῷ αὐτῶν διδασκάλῳ τῷ στεῤῥόφρονι.

Εἰκάδα σὺν τῇ δυάδι νέων τῆς πίστεως Μαρτύρων ἀνυσάντων τῆς ἀθλήσεως τρίβον ἐν πόλει Θυατείρων ἄρτι λαμπρῶς εὐφημήσωμεν κράζοντες· Ἔκγονα Ἄγαρ, ἡ χάρις ὑμᾶς Χριστοῦ τοῦ Παντάνακτος ἐσόφισεν.

Βαθύνουν τοῦ Κορανίου γνώστην τιμήσωμεν, Ἀγαρηνὸν Σεΐχην Θυατείρων, ὃν χάρις προσείλκυσε Κυρίου καὶ εἰς Γραφὴν τὴν Ἁγίαν πολύτιμον εὑρόντα μάργαρον, Κύριον Ἰησοῦν, ἀληθείας ὡς νεόαθλον.

Σὺν μαθητῶν σου εἰκάδα, Σεΐχη πάνσοφε, ἀρτίως καὶ δυάδα ἐγκατέλιπες πλάνην σῆς πίστεως καὶ χαίρων τὸν Ἰησοῦν ὡς Θεὸν ὡμολόγησας ἄχρις αὐχένος σου θείου στραγγαλισμοῦ ἐν τοῖς Θυατείροις, ἔνδοξε.

Θαυμάτων ὤφθητε βρύσεις Θεοῦ τῇ χάριτι, ὑμῶν σὺν διδασκάλῳ Νεομάρτυρες θεῖοι, ἐν πόλει Θυατείρων οἱ ἀκλινῶς ὑποστάντες μαρτύριον χερσὶ τῶν πρὶν ὁμοπίστων ὑμῶν, στεῤῥοί, ὡς ἐγνώκατε ἀλήθειαν.

γαρηνοὺς Θυατείρων ἐγκωμιάσωμεν ἀπαρνηθέντας πλάνην καὶ Χριστῷ συνταχθέντας, ὡς Μάρτυρας γενναίους νέους λαμπρῶς τοὺς χερσὶ μαρτυρήσαντας τῶν ὁμοπίστων τῶν πρώην αὐτῶν στυγνῶς καὶ λαβόντας στέφη ἄφθαρτα.

Δόξα. Ἦχος πλ. β΄.
Τοὺς ἐκ τῆς σκοτίας τῆς πλάνης τῶν υἱῶν τῆς Ἄγαρ ἑλκυσθέντας πρὸς τὸ ἄδυτον φῶς τῆς τοῦ Χριστοῦ πίστεως, Σεΐχην θεόσοφον καὶ μαθητῶν αὐτοῦ πλειάδα ἐν Θυατείροις, ὡς Νεομάρτυρας ἐνδόξους τιμήσωμεν λέγοντες· Οἱ ὁλοθύμως τὴν ἀλήθειαν κηρύξαντες καὶ μὴ φεισάμενοι βασάνων ἐπωδύνων σαρκίου τρόπαια στήσαντες πίστεως ἐν μέσῳ κοινωνίας ἀπίστων, μὴ παύσησθε Χριστὸν ἡμῖν ἱλεούμενοι τοῖς τιμῶσιν ἐν ὕμνοις ὑμῶν τὸ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα·

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 10 )
γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνεσθε ἐν Κυρίῳ φιλομάρτυρες πάντες οἱ συνελθόντες τιμῆσαι τοὺς ἐν Θυατείροις ἐξ Ἀγαρηνῶν νεοάθλους, ἀρτίως κομισαμένους νίκης ἀϊδίου στεφάνους οὕτω κραυγάζοντες· Οἱ μεταστραφέντες εἰς Χριστοῦ τὴν πίστιν διὰ τοῦ ὑμῶν διδασκάλου καὶ ἀλείπτου εἰς μαρτύριον, μὴ παύσησθε σὺν αὐτῷ ἀδιαλείπτως πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τὸν διδάσκαλον τοῦ Κορανίου, ὃν ἐφώτισε τὸ Παράκλητον Πνεῦμα ἀποβαλεῖν τὸν ζόφον τῆς ἀπάτης καὶ γνῶναι τὸν λόγον τῆς ἀληθείας, εὐσχημόνως σὺν τοῖς αὐτοῦ μαθηταῖς εὐφημήσωμεν τοῖς ὑπ’ αὐτοῦ φωτισθεῖσι καὶ ἐν εὐλαβείᾳ αὐτοῖς εἴπωμεν· Νεομάρτυρες Θυατείρων ἐξ Ἀγαρηνῶν ὁρμώμενοι, εἴκοσι καὶ τρεῖς σταδίου πρώταθλοι, μὴ παύσηθε Χριστὸν ἡμῖν ἱλεούμενοι τοῖς τιμῶσιν ἐν ὕμνοις ὑμῶν τὸ μαρτύριον.

Ἦχος γ΄.
θεία Χάρις ὑμᾶς ἐφώτισεν ἀποτινάξαι τὴν πατρῴαν πλάνην καὶ Χριστὸν ὁμολογῆσαι, Θυατείρων Νεομάρτυρες, ἄχρι μαρτυρικοῦ θανάτου· διὸ ζωῆς τῆς αἰωνίου ἀπολαύοντες στεφηφόροι, ὡς ἀθληταὶ νομίμως ἀγωνισάμενοι, μὴ παύσησθε Χριστοῦ δεόμενοι ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Τὸν σοφὸν διδάσκαλον τοῦ Μωαμεθανικοῦ νόμου καὶ ὑφηγήτορα ἐν Θυατείροις τῆς νομικῆς ἐπιστήμης, οὐκ ἐξ ἀνθρώπων, ἀλλὰ θεόθεν τὴν κλῆσιν εἰς Χριστὸν δεξάμενον, σὺν τῷ χορῷ τῶν δι’ αὐτοῦ γνόντων τὴν ἀλήθειαν μαθητῶν καὶ συνάθλων αὐτοῦ ὑμνήσωμεν λέγοντες· Εἴκοσι καὶ τρεῖς Νεομάρτυρες, οἱ χερσὶ μιαιφόνοις τῶν ὑμῶν πρὶν ὁμοπίστων κτανθέντες, ἀξιώσατε καὶ τοὺς ὑμᾶς τιμῶντας ἀπολαῦσαι τῆς ἀφθίτου μακαριότητος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, ταὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Στιχηρὰ Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, Ἀγαρηνῶν μαθητῶν τῶν Θυατείρων ἡ ὁμὰς ἡ θεόλεκτος, ἀπάτην αὐτῶν πατρώαν λιποῦσα καὶ τοῦ Χριστοῦ κλῆσιν τὴν ἁγίαν καὶ ὑπέρλαμπρον ἐκθύμως κηρύξασα ἐν ἐσχάτοις τοῖς ἔτεσι καὶ μαρτυρίου τρίβοις ἀκολουθήσασα πίστει κράζοντες τὴν πανέορτον μνήμην σου ὕμνοις ἐγκωμιάζομεν, σαφῶς ὅτι ἤθλησας καὶ καθυπέμεινας πόνους καὶ ζοφερὰ κολαστήρια τῶν πρὶν ὁμοπίστων σοῦ χερσί, Νεομαρτύρων χορὲ ἀήττητε.

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, σχολάρχης ὁ εὐκλεὴς ἐν Θυατείροις, τροπαιοῦχε Νεόαθλε, Σχολείου πατρῴου νόμου τοῦ Μωαμεθανικοῦ, ὃν Θεοῦ ἡ χάρις
κατεφώτισε σκεδάσαι τὴν ζόφωσιν τῆς ἀπάτης καὶ ἅπασαν γνῶναι Κυρίου Ἰησοῦ τὴν ἀλήθειαν, θεοφώτιστε, καὶ αὐτὴν ὁμηγύρεσι διδάξαι τῶν φοιτώντων σοι, ἀλείπτης ὧν πέφηνας πρὸς ἀτραποὺς μαρτυρίου καὶ ἐναθλήσεως σκάμματα ὑπὲρ εὐσεβείας τῆς διασωζούσης πάντας σὲ μακαρίζοντας.

Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μνήμην ἐπιτελοῦντες λαμπρῶς ὑμῶν τὴν πάνσεπτον, κλεινοὶ Νεομάρτυρες τῆς πόλεως Θυατείρων, εἴκοσιν ἅμα καὶ τρεῖς, οἱ καταλιπόντες Θείᾳ Χάριτι τὴν πλάνην, ἀοίδιμοι, τὴν πατρῴαν καὶ ἄσμενοι σαφῶς χωρῆσαι πρὸς ἀθλήσεως σκάμματα, μεγαλύνομεν τὰ ὑμῶν κατορθώματα, στραγγαλισμοὺς καὶ καύματα πυρὸς ἅμα κρέμασιν ἐπὶ τοῦ ξύλου καὶ πλῆθος κολαστηρίων τὸ ἄμετρον, δι’ ὧν καὶ στεφάνους ἀπειλήφατε θεόθεν ἀϊδιότητος.

Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πιστοὶ οἱ τὴν ἀλήθειαν κατέχοντες καὶ Χριστὸν δοξολογοῦντες ὡς Σωτῆρα τοῦ κόσμου, τοὺς ἐν Θυατείροις ὑπὲρ τῆς ἀληθείας μαρτυρήσαντας ἀρτίως μεγαλύνωμεν ὡς εὐσταλεῖς νεοάθλους καὶ ἐν εὐλαβείᾳ αὐτοῖς εἴπωμεν· Οἱ Χριστῷ ἀεὶ συναγαλλόμενοι, ὡς τῆς ἀπάτης ἀρνηταὶ καὶ τῆς ἀληθείας Μάρτυρες, ἀξιώσατε καὶ ἡμᾶς τὴν ἀλήθειαν προφέρειν τῆς πίστεως καὶ Χριστὸν δοξάζειν τὸν ὑμᾶς ἀξίως στεφανώσαντα.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θυατείρων ὑμνήσωμεν Νεομάρτυρας, πνευματοφόρον Σεΐχην καὶ τοὺς αὐτοῦ μαθητάς, οὓς ἡ χάρις Θείου Πνεύματος προσείλκυσεν εἰς τὴν ἀλήθειαν Χριστοῦ καὶ στεῤῥῶς ὑπὲρ αὐτῆς ἠξίωσε μαρτυρῆσαι, ὡς θείας πίστεως στύλους ὀλιγοψύχους ἐνισχύοντας.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Νεόαθλοι στεῤῥοὶ Θυατείρων γενναῖοι, οἱ ἐξ Ἀγαρηνῶν τοῦ Χριστοῦ θείαν πίστιν ἐκθύμως κηρύξαντες καὶ πατρῴαν πατήσαντες πλάνην, ἔνδοξοι, ἄχρι σεπτοῦ μαρτυρίου, ἀπειλήφατε στεφάνους δόξης θεόθεν ἀφθίτου λαμπρότητος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μὴ παύσῃ τοὺς πιστοὺς ἐλεοῦσα, Παρθένε, καὶ σκέπουσα ἀεὶ, χαριτόβρυτε Μῆτερ, τοὺς σὲ μεγαλύνονταςθαυμασίων ὡς πέλαγος ἀχανέστατον καὶ ὡς ἀνάκτορον θεῖον ἀντιλήψεως καὶ ἀρωγῆς τῆς ἑτοίμης βροτῶν τοῦ συστήματος.

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Νεόαθλοι ἄριστοι τῶν Θυατείρων ταχὺ τὸν ζόφον ἐλύσατε τῆς πλάνης θείῳ φωτὶ καὶ ἄστρα ὡς πάμφωτα πᾶσαν τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ἐν ἐσχάτοις χρόνοις ὑμῶν γενναίοις κατηυγάσατε ἄθλοις· διὸ ὑμῶν τὴν μνήμην ἀεὶ στέφομεν ᾄσμασι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ζόφωσιν σκέδασον τῶν χαμαιζήλων παθῶν πιστῶν, Μητροπάρθενε, μεγαλυνόντων ἀεὶ πληθὺν θαυμασίων σου, ἄχραντε Θεοτόκε, καὶ τιμώντων ἐν ὕμνοις μνήμην Νεομαρτύρων ἱερὰν Θυατείρων, λιπόντων ἐν ἐσχάτοις καιροῖς πλάνης σκοτόμαιναν.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Δύο καὶ εἴκοσι Μάρτυρας μέλψωμεν τοὺς ἐναθλήσαντας ὑπὲρ τῆς πίστεως σὺν διδασκάλῳ τῷ αὐτῶν ἐν πόλει τῶν Θυατείρων ἐν ἐσχάτοις ἔτεσι φιλεόρτων οἱ σύλλογοι, ὡς λιπόντας τάχιστα τὴν πατρῴαν ἀσέβειαν ἐν ἄκρᾳ εὐλαβείᾳ βοῶντες· Χαῖρε, τῆς εὐσεβείας σμῆνος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς Χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον· Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος...
Εὐαγγέλιον· κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 -ιστ΄ 2 ): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν… Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῶν Ἀθλοφόρων, πρεσβείαις, Ἐλεῆμον,...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Χριστοῦ τὸ ὄνομα ὁμολογοῦντες παῤῥησίᾳ ἐν Θυατείροις χερσὶ τῶν πρὶν ὑμῶν ὁμοπίστων ἐκτάνθητε σὺν τῷ ὑμῶν διδασκάλῳ εἴκοσι καὶ δύο Νεομάρτυρες· μαρτυρικοῖς οὖν κεκοσμημένοι στεφάνοις τῆς οὐρανίου ἀπολαύετε δόξης καὶ χάριν εἰλήφατε πρεσβεύειν ὑπὲρ τῶν τιμώντων ὑμῶν τὸ μαρτύριον.

Εἶτα ὁ Κανὼν τῶν Νεομαρτύρων, οὗ ἡ Ἀκροστιχίς· Θυατείρων νέων Μαρτύρων ἐγκώμιον. Χ. Μ. Μ.  
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θυάτειρα, ἔνδοξοι Ἀγαρηνοὶ Νεομάρτυρες, τῇ πίστει σεμνύνονται καὶ μαρτυρίῳ ὑμῶν, ὅτι ὄνομα Χριστοῦ τοῦ Ζωοδότου ἀπίστων πρὸ βήματος ὡμολογήσατε.
μνοῦμεν τοὺς Μάρτυρας τῶν Θυατείρων ἐν ᾄσμασιν, Σεΐχην, Διδάσκαλον, ἐν ταῖς Γραφαῖς Ἰησοῦν τὸν γνωρίσαντα, καὶ μαθητῶν χορείαν αὐτοῦ ὑπὲρ πίστεως τὴν ἐναθλήσασαν.
θλήσαντας Μάρτυρας ἐν Θυατείροις τιμήσωμεν ἐσχάτοις ἐν ἔτεσιν Ἀγαρηνοῖς εὐλαβῶς, οὓς ἐφώτισε Παράκλητος τοῦ γνῶναι ἀλήθειαν πίστεως τὴν διασῴζουσαν.
Θεοτοκίον.
Τῶν δούλων σου πρόσδεξαι τὰς ἱκεσίας, Μητρόθεε, καὶ ταύτας προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ ὡς θυμίαμα εὐῶδες, Παναγία, φιλάνθρωπε Δέσποινα, κόσμου βοήθεια.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
ν χρόνοις ἐσχάτοις Θυατείρων τὴν χθόνα, πατρίδος τῆς ὑμῶν ῥοαῖς ἐπορφυρώσατε αἱμάτων, καλλιμάρτυρες, ὑμῶν σὺν ὑφηγήτορικαὶ ὑπαλείπτῃ πρὸς ἄθλησιν.
σχὺν οὐρανόθεν δεδεγμένοι ἠρνήσασθε πλάνην πατρικὴν καὶ γνόντες τὴν ἀλήθειαν ὑπὲρ αὐτῆς ἠθλήσατε καὶ τρόπαιον ἠγείρατε ἐν Θυατείροις τῆς πίστεως.
οαῖς τῶν σεπτῶν ὑμῶν αἱμάτων, Νεόαθλοι, τῶν μαθητικῶν, εἴκοσι δύο εὔτολμοι Ἀγαρηνοί, ἠθλήσατε, ὑμῶν σὺν ὑφηγήτορι ἐν Θυατείροις τῷ ἔμφρονι.
Θεοτοκίον.
ς πάντων πιστῶν παραμυθίαν ἐν δίναις καὶ βίου συμφοραῖς ἀεί σε μεγαλύνομεν τῶν εὐσεβῶν οἱ σύλλογοι καὶ σπεύδομεν ἑκάστοτε τῇ μητρικῇ παῤῥησίᾳ σου.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Νεομάρτυρας τῶν Θυατείρων μαθητεύοντας παρὰ τοὺς πόδας τοῦ Σεΐχου σὺν αὐτῷ καὶ ἀθλήσαντας, ὡς ἀρνητὰς τῆς ἀπάτης καὶ πίστεως προασπιστὰς τοῦ Χριστοῦ, εὐφημήσωμεν πόθῳ κράζοντες· Τῆς νίκης οἱ στέφη δράξαντες, ὑμῶν τοὺς ὑμνητὰς θεόθεν σκέπετε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ εὔσπλαγχνε τοῦ Ζωοδότου, εὐσυμπάθητε ἁγνὴ Παρθένε, ἐλεοῦσα μὴ ἐλλείπῃς τοὺς δούλους σου καὶ κατοικτίρουσα πάντας ἐν κλύδωσιν ὁμολογοῦντας σὴν θείαν ἀντίληψιν καὶ βοήθειαν καὶ σκέπην, Θεογεννήτρια, διάσωσμα βροτείου ὁμηγύρεως.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Νεομάρτυρες γενναῖοι Θυατείρων, ἠθλήσατε ἐν ἐσχάτοις χρόνοις διὰ τοῦ Χριστοῦ θεῖον ὄνομα, Ἀγαρηνοὶ μαθητὲς σὺν ὑφηγήτορι οὐρανόφρονι ὑμῶν, μεθ’ οὗ νῦν ἀγάλλεσθε.
Νικηφόροι πρὸς ἐπάλξεις οὐρανίους ἐδράμετε ὡς τοῦ μαρτυρίου τρίβον τὴν στενὴν ἐβαδίσατε ἐν Θυατείροις κεκοσμημένοι αἵμασι, Νεομάρτυρες τῆς εὐσεβείας ἀήττητοι.
γκαυχῶνται τῇ ἀθλήσει τῇ ὑμῶν τὰ Θυάτειρα, σὺν σεπτῷ Σεΐχῃ, καὶ ὑμῶν ἀλείπτῃ πρὸς ἄθλησιν, εἴκοσι δύο Νεόαθλοι καλλίνικοι, πλάνην τάχιστα πατρῴαν οἱ ἀρνησάμενοι.
Θεοτοκίον.
ραιότης τῶν παρθένων καὶ μητέρων, πανύμνητε Κεχαριτωμένη, ἡ μετὰ τὸν Τόκον σου πάναγνος ὡς πρὸ σοῦ Τόκου ὀφθεῖσα, ἐν ἁγνότητι τήρει πάντοτε ἡμῶν τοῦ ἔθνους νεότητα.



ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νεόαθλοι ἄριστοι, Θυάτειρα σεμνύνονται, τῆς Ἀποκαλύψεως ἡ πόλις, ὑμῶν τοῖς ἄθλοις καὶ Ἐκκλησία Χριστοῦ ὑμῶν μαρτυρίῳ τῷ σεπτῷ, τρεῖς ἅμα καὶ εἴκοσιν ἀθληταὶ καρτερόψυχοι.
Μαρτύρων ἠνύσατε τὸν δρόμον ὥσπερ ἄσαρκοι, νέοι μαθηταὶ τῶν Θυατείρων, σὺν διδασκάλῳ ὑμῶν σοφῷ, ἀθληταί, μεθ’ οὗ συναγάλλεσθε ἀεὶ ἐν τοῦ πόλου δώμασι τοῖς παμφώτοις, νεόαθλοι.
νεσκολοπίσθητε, πυρὸς καθυπεμείναε καῦσιν καὶ στραγγαλισμὸν αὐχένων διὰ τὴν πίστιν τὴν ἀληθῆ τοῦ Χριστοῦ ἐν πόλει ἀρτίως τῇ κλεινῇ Θυατείρων, ἔνδοξοι καὶ γενναῖοι νεόαθλοι.
Θεοτοκίον.
εόντων τοὺς δούλους σου ἀνάδειξον, πανύμνητε, ὑπερόπτας, Κεχαριτωμένη Θεογεννῆτορ, ἀνευφημοῦντας λαμπρῶς πληθὺν θαυμασίων σου, ἁγνή, καὶ τὴν σὴν ἀντίληψιν τὴν ἑτοίμην πρὸς στένοντας.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Τῶν μαθητῶν τὴν ὁμήγυριν Σεΐχου, γνόντος Κύριον, μέλψωμεν ὕμνοις κραυγάζοντες· Τῶν Θυατείρων Νεόαθλοι, Χριστοῦ, χαίρετε, κλῆσιν οἱ μεγαλύνοντες.
πὲρ Χριστοῦ ἐναθλήσαντες, ἀνασκολοπισμοὺς ὑπεμείνατε, πῦρ βρέμον, Μάρτυρες, στραγγαλισμοὺς καὶ αἰώρησιν ἀρτίως ἐπὶ ξύλου ὥσπερ ἀσώματοι.
οαῖς αἱμάτων, Νεόαθλοι, ὑμῶν τῶν Θυατείρων, καλλίνικοι, κατεφοινίξατε ὑμῶν τὴν χθόνα τὴν πάτριον καὶ στέφη ἀφθαρσίας κατεκοσμήθητε.
Θεοτοκίον.
ς ἀρωγὸν ἐν τοῖς κλύδωσι τοῦ βίου σε τιμῶντες, Μητρόθεε, καὶ καταφύγιον ἐν πειρασμοῖς καὶ στενώσεσι δοξολογοῦμεν Τόκον σὸν πανσεβάσμιον.













Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῶν Θυατείρων Νεομάρτυρας τιμήσωμεν, τοῦ Κορανίου μαθητὰς δύο σὺν εἴκοσι, οὕσπερ εἵλκυσεν εἰς πίστιν Χριστοῦ ἁγίαν ὁ αὐτῶν καθηγητὴς καὶ πρὸς μαρτύριον οὓς ὡδήγησε σὺν τούτῳ ὕμνοις πρέπουσι πόθῳ κράζοντες· Χαίροις, Δῆμε νεόαθλε.
Ὁ Οἶκος.
γγελοι οὐρανόθεν ὑμᾶς στέφουσι πάντας, νεόαθλοι σεπτοὶ Θυατείρων, οἱ πρὸς πίστιν ἐξ Ἀγαρηνῶν ἑλκυσθέντες Κτίστου καὶ πιστῶν τάγματα ὑμῶν βασάνους μέλποντες κραυγάζομεν ἐν εὐλαβείᾳ·
Χαῖρε, ὁμὰς εὐκλεῶν Μαρτύρων·
χαῖρε, πλειὰς ἀθλητῶν εὐτόλμων.
Χαῖρε, μαθητῶν καλλινίκων ὁμήγυρις·
χαῖρε, εὐλαβῶν ἐξ ἀπίστων πανήγυρις.
Χαῖρε, πάνσοφε διδάσκαλε, ὁ γνωρίσας τὸν Χριστόν·
χαῖρε, πάντιμε νεόαθλε, ὁ τροπώσας τὸν ἐχθρόν.
Χαῖρε, Ἄγαρ ἀπάτης ἀρνητῶν ἡ χορεία·
χαῖρε, θείας ἀγάπης ἡ ὁμὰς ἡ τιμία.
Χαίρετε, ἄστρα θάῤῥους νεόφωτα·
χαίρετε, κρίνα τόλμη νεόδρεπτα.
Χαῖρε, λαμπρῶν νεοάθλων τὸ σμῆνος·
χαῖρε, υἱῶν Ἄγαρ πλάνης τὸ ξίφος.
Χαίροις, Δῆμε νεόαθλε.

Συναξάριον.
Τῇ Λ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τῶν Ἁγίων, ἐνδόξων εἴκοσι καὶ τριῶν Νεομαρτύρων ἐξ Ἀγαρηνῶν τῶν ἐν Θυατείροις ἀθλησάντων.
Τρεῖς σὺν εἴκοσι Μάρτυρες Θυατείρων
Χριστὸν ἄρτι ἐμεγαλύνατε ἄθλοις.

Ψήφῳ Θεοῦ πρὸς θεῖον ἤρθη χωρίον,
γῆς, Ἰσαάκιος ἐκλιπὼν τὸ χωρίον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἐμμελείας, μητρὸς τοῦ Μεγάλου Βασιλείου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νατάλιος, ξίφει τελειοῦται
Xοροῦ γενέσθαι Mαρτύρων διὰ ξίφους,
τὸν Nατάλιον μαρτυροῦσιν αἱ βίβλοι.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Βαρλαάμ.
Tὸν Bαρλαὰμ ἔγνωκε καὶ τὰ γῆς ἄκρα,
ἄκρως ἐνασκήσαντα μέχρι γῆν ἔδυ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ῥωμανός, Τελέτιος, Χριστίνα, ξίφει τελειοῦνται καὶ οἱ σὺν αὐτῶν ἐν Νικομηδείᾳ καέντες.
Ῥώμῃ Ῥωμανὸς συμπνέων Tελετίῳ,
ἥκει μετ’ αὐτοῦ συντελεσθῆναι ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὔπλος, βύρσῃ βοὸς ἐλιχθείς, καὶ ἐν φλέγοντι ἡλίῳ τεθείς, τελειοῦται.
Φλέγουσι βυρσέλικτον Eὔπλον ἡλίῳ,
οἱ φῶς νοητοῦ μὴ βλέποντες ἡλίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βενανδίου τοῦ ἐν Γαλλίᾳ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυπριανοῦ τοῦ ἐξ Ἀντιοχείας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Βάθρα πίστεως Χριστοῦ ἀδιατάρακτα, σεπτοὶ νεόαθλοι τῶν Θυατείρων, ἡμῶν καρδίας στηρίζετε ὑμῶν δεήσεσι πρὸς τὸν Ὕψιστον, Οὗ καθωμολογήσατε κλῆσιν τὴν ὑπεραγίαν.
ναθλήσαντες ὑμῶν σὺν ὑφηγήτορι δύο σὺν εἴκοσι Ἀγαρηνοὶ φοιτηταί, ὑπὲρ θείας πίστεως Χριστοῦ ἐδείξατε τὴν ἀλήθειαν τὴν κρυπτομένην, ἔνδοξοι, ἐν σεπτῷ Εὐαγγελίῳ.
Γνῶσιν σῴζουσαν Σεΐχης ὡς ἀπέκτησε Πνεύματος χάριτι ἐκ τῆς Ἁγίας Γραφῆς αὐτὴν μετεφύτευσεν ὡς ἴον εὔοσμον, Νεομάρτυρες τῶν Θυατείρων πάνσοφοι, ἐν ὑμῶν σεπταῖς καρδίαις.
Θεοτοκίον.
Κόσμου σώτειρα, εὐλογημένη Δέσποινα, Θεογεννήτρια, ῥῦσαι ἡμᾶς πειρασμῶν, κινδύνων καὶ θλίψεων τοὺς μεγαλύνοντας προστασίαν σου τὴν ταχινὴν πρὸς ἅπαντας δεχομένους τὴν σὴν χαριν.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
φθητε τῆς ἑνδεκάτης ὥρας, νεόαθλοι, κληρονόμοι ἀφθαρτότητος, οἱ ἀπαρνησάμενοι πλάνην καὶ δεξάμενοι ἀγάπης Εὐαγγέλιον ζωῆς ὡς πάροχον ἀφθίτου, φοιτηταὶ Θυατείρων σὺν τῷ διδασκάλῳ ὑμῶν τε καὶ συνάθλῳ.
Μάρτυρες γενναῖοι Θυατείρων, εἰλήφατε στέφος νίκης, τρεῖς καὶ εἴκοσιν, αἰωνίου, ἔνδοξοι, ἐκ χειρῶν τοῦ Κτίσαντος, ὑμῶν τοῦ διανοίξαντος ψυχῶν τὰ ὄμματα γνωρίσαι τὴν ἀλήθειαν πᾶσαν καὶ δυνάμει θείᾳ ὑπὲρ αὐτῆς ἀθλῆσαι.
ασμοι εὐώδεις Θυατείρων, ἡδύνατε ταῖς ὀδμαῖς ὑμῶν τῆς πίστεως καὶ τῆς γενναιότητος τῶν ψυχῶν τὰ σύμπαντα πανδήμως ἑορτάζοντα ὑμῶν τὴν ἄθλησιν, εἰς πέρας ἣν ἠνέγκατε ἄρτι θείᾳ συμμαχίᾳ, νεόαθλοι γενναῖοι.
Θεοτοκίον.
λῃ σε ψυχῇ καὶ διανοίᾳ, Μητρόθεε, καὶ καρδίᾳ μεγαλύνομεν, τὴν ἀφράστως τέξασαν Λόγον τοῦ Παντάνακτος, τὸν σαρκωθέντα Κύριον ἐν τῇ νηδύϊ σου καὶ βρότειον θεώσαντα γένος ὄφεως ἀπάτῃτὸ πεπτωκὸς ἐκ πόλου.

ᾨδὴ θ΄ . Ἅπας γηγενής.
Νέοι τοῦ Χριστοῦ ὁπλῖται καὶ ἄριστοι σταδίου πρώταθλοι, οἱ καλῶς ἀθλήσαντες ἐν Θυατείροις καὶ δόξης κρείττονος ἀξιωθέντες, χαίρετε σὺν τῷ Παντάνακτι εἰς αἰῶνας τῶν αἰώνων, ἔνδοξοι, εὐσεβείας ὡς θεῖα κειμήλια.
Χάριν τὴν ὑμῶν ἀεὶ ἐκδεχόμεθα πιστῶν οἱ σύλλογοι, ἀνυμνοῦντες σκάμματα τοῦ μαρτυρίου ὑμῶν, νεόαθλοι τῶν Θυατείρων πάντιμοι, οἱ διανοίξαντες κόρας ἅψει ἀομμάτου, ἔνδοξοι, τῶν λειψάνων ὑμῶν, καλλιμάρτυρες.
Μέμνησθε πιστῶν τιμώντων παλαίσματα ὑμῶν τὰ ἔνδοξα, Θυατείρων Μάρτυρες, σὺν διδασκάλῳ ὑμῶν θεόφρονι, τῶν φοιτητῶν ὁ σύλλογος, ὁ τὴν ἀλλοίωσιν τὴν ἀρίστην ὑποστὰς πιθόμενος ταπεινῶς τοῖς σοφοῖς αὐτοῦ ῥήμασι.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, ὑψόθεν ἐπόμβρισον τοῖς εὐφημοῦσί σε ὑετὸν σῆς χάριτος καὶ ὄμβρον θεῖον τῆς προστασίας σου καὶ Τόκον σου δοξάζουσι τὸν ὑπεράγιον, ἐκ θανάτου σῴζοντα τοὺς δούλους σου αἰωνίου, πανύμνητε Δέσποινα.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Νεομαρτύρων ὅμιλον τῶν Θυατείρων μέλψωμεν τῶν ἐκ τῆς Ἄγαρ ἐκγόνων ἀπαρνησάντων τὴν πλάνην καὶ παῤῥησίᾳ ὄνομα Χριστοῦ τὸ ὑπεράγιον ἄχρι λαμπρᾶς ἀθλήσεως τῶν κηρυξάντων ἐν χρόνοις ἐσχάτοις ὕμνοις εὐτάκτοις.
Θεοτοκίον.
Καταφυγὴ καὶ στήριγμα πιστῶν, Θεογεννήτρια, χαρᾶς αἰτία μερόπων καὶ θεία παραμυθία ἐν πάσαις περιστάσεσι καὶ λυπηροῖς τῶν δούλων σου, νῦν τῶν φωνῶν ἐπάκουσον τῶν ἐκζητούντων σὴν χάριν καὶ ἀῤῥαγῆ προστασίαν.




Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Μάρτυρες νεόαθλοι τῶν Θυατείρων πανένδοξοι, μαθηταὶ γενναιότατοι Σεΐχου θεόφρονος, νόμου διδασκάλου καὶ ὑμῶν ἀλείπτου πρὸς μαρτυρίου ἀτραπούς, μεθ’ οὗ ἐν πόλῳ συνεπαγάλλεσθε, μὴ παύσησθε πρεσβεύοντες ὑπὲρ ἡμῶν τῶν ἐν ᾄσμασιν εὐφημούντων ἑκάστοτε τὰ ὑμῶν κατορθώματα.

Δεῦτε προσκυνήσωμεν τῶν Θυατείρων τοὺς Μάρτυρας, τοὺς τρεῖς ἅμα καὶ εἴκοσιν, ἐσχάτοις ἐν ἔτεσι τοὺς ἀποκτανθέντας μιαιφόνοις, οἴμοι, τῶν ὁμοπίστων πρὶν αὐτῶν, χερσί, τοῦ νόμου τὸν ὑφηγήτορα καὶ μαθητὰς ἀλκίφρονας αὐτοῦ, ὧν χάρις τοῦ Πνεύματος τῶν ψυχῶν κόρας ἤνοιξε γνῶναι πᾶσαν ἀλήθειαν.

Δῆμον θεοσύλλεκτον Νεομαρτύρων ὑμνήσωμεν Θυατείρων συγκείμενον ἐκ τοῦ ὑφηγήτορος φοιτητῶν εὐψύχων σὺν αὐτῶν τῷ πλήθει ἀπάτην τὴν προγονικὴν ἀρνησαμένων καὶ τὴν ἀλήθειαν Χριστοῦ τὴν διασῴζουσαν ἀσπασαμένων ὡς σκάμματος ἀθλοφόρων τῆς πίστεως πόθῳ κράζοντες· Χαίροιτε!

Χάρις ἡ τοῦ Πνεύματος τοῦ Παναγίου διήνοιξε τῶν ψυχῶν ὑμῶν ὄμματα Χριστοῦ πίστιν σῴζουσαντοὺς βροτοὺς οἰδέναι καὶ ῥοὰς αἱμάτων ἐκχῦσαι πόθῳ δι’ αὐτὴν στεῤῥοὶ νεόαθλοι, καλλιμάρτυρες, τῶν Θυατείρων εὔοσμα ῥόδα καὶ ἄνθη μυρίπνοα, ἐν ἐσχάτοις τοῖς ἔτεσι πᾶσαν κτίσιν ἡδύναντα.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε ἅπαντες πιστοὶ ἐν εὐλαβείᾳ τὴν μνήμην πανηγυρίσωμεν τῶν ἐν Θυατείροις Νεομαρτύρων, παῤῥησίᾳ τὴν πατρῴαν ἀπάτην ἀποῤῥιψάντων καὶ Χριστοῦ τὴν κλῆσιν ὁμολογησάντων οὕτω λέγοντες· Φοιτηταὶ δύο καὶ εἴκοσι μωαμεθανικοῦ νόμου Διδασκάλου, οἱ σὺν αὐτῷ ἀθλητικῶς τελευτήσαντες καὶ στεφανωθέντες, Χριστὸν δυσωπεῖτε ὑπὲρ τῶν τιμώντων ὑμῶν τὸ μαρτύριον.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ 'Απόλυσις.

Μεγαλυνάριον.
ν τοῖς Θυατείροις σεπτὸν χορὸν τῶν Νεομαρτύρων ἐξ ἀπίστων Ἀγαρηνῶν ἑλκυσθέντων ἄρτι εἰς πίστιν τὴν Ἁγίαν καὶ ἀθλησάντων πόθῳ ὕμνοις τιμήσωμεν.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου