Σάββατο 14 Μαρτίου 2020

ΣΕΠΤΕΜΒΡΙΟΣ 7. ΟΣΙΟΣ ΔΑΝΙΗΛ ΚΑΤΟΥΝΑΚΙΩΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ Ζ΄!!
ΔΑΝΙΗΛ ΟΣΙΟΣ ΚΑΤΟΥΝΑΚΙΩΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό, Κύριε ἐκέκραξα, Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια β΄τῆς Ἑορτῆς. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζομεν σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζοντες Παρθένον ἁγνήν.

Ἐξ Ἄννης σήμερον ῥάβδος, φυτὸν θεόσδοτον, ἡ Θεοτόκος ἔφυ, σωτηρία ἀνθρώπων· ἐξ ἧς ὁ τῶν ἁπάντων Δημιουργός, γεννηθεὶς ὑπὲρ ἔννοιαν, τὴν τοῦ Ἀδὰμ ἐκκαθαίρει ὡς ἀγαθός, πᾶσαν λύμην ἀγαθότητι.

Καὶ β’ τοῦ Ὁσίου. Ἦχος ὁ αὐτός. Πανεύφημοι μάρτυρες.
Κατέθελξας πόθῳ με, Χριστέ, καὶ τῷ Σῷ ἠλλοίωσας ἐνθέῳ ἔρωτι δοῦλόν σου τὸν πολυτλήμονα, γεγηθὼς κραυγάζων τὰ τερπνὰ κατέλιπες τοῦ βίου, Δανιὴλ ἀξιάγαστε, καὶ ἐπωμάδιον τὸν σταυρόν σου αἴρων ἤσκησας ἐν τῷ Ἄθῳ ἀρτίως ὡς ἄσαρκος.

Ποθῶν βιοτὴν μοναδικήν, Δανιὴλ θεσπέσιε, οἴκου σεμνοῦ καὶ πολύπαιδος βλαστὲ θειότατε, τῆς προσύλου πάσης καὶ ματαίας σχέσεως ἐκ τῶν ἐνιαυτῶν σῆς νεότητος ὑπερεφρόνησας καὶ Κυρίῳ εὐηρέστησας νυχθημέροις ἐν Ἄθῳ παλαίσμασιν.

Δόξα. Ἦχος β΄.
Τὸν σπόρον τῆς μοναχικῆς βιοτῆς δεξάμενος ἐν Σμύρνῃ ὡς γῆς ἀγαθὴ πλουσίους ἐν Ἄθωνι καρποὺς ἀρετῆς ἐξήνεγκας, Δανιήλ, μονοτρόπων ἐγκαλλώπισμα· τοῖς πάλαι γὰρ στοιχήσας ὁσίοις θεοπρεπῶς ἐπολιτεύσω καὶ σκεῦος εὔχρηστον γέγονας τοῦ Παρακλήτου Πνεύματος· καὶ νῦν Χριστοῦ τὴν μεγαλοπρέπειαν θεώμενος ἐν τῇ ἄνῳ πόλει μὴ παύσῃ Αὐτοῦ δεόμενος ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν τιμώντων τὴν μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· δεῦτε ὑποδέξασθε πόθῳ, τῆς παρθενίας τὸ καύχημα, ἐκ πέτρας βλυστάνουσαν στερεᾶς, τὴν πηγὴν τῆς ζωῆς, καὶ ἐκ τῆς ἀτεκνούσης, τὴν βάτον τοῦ ἀΰλου πυρός, καὶ καθαίροντος, καὶ φωτίζοντος τὰς ψυχὰς ἡμῶν.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅσιε Δανιήλ, ὁ τῶν Κατουνακίων τὴν ἔρημον οἰκήσας, ῥοαῖς αὐτὴν ἱδρώτων σῶν θείων καθηγίασας.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἄστρον ἀρτιφανὲς ἀμέμπτου πολιτείας, ἀνέτειλας ἐν ἄθῳ καὶ ἅπαντας ἀκτῖσι σῶν ἀρετῶν ἐφώτισας.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔνθεε Δανιήλ, ὁ χάριτι τῇ θείᾳ καὶ διακρίσει πάντας πιστοὺς χειραγωγήσας, ἀφθίτου δόξης ἔτυχες.

Δόξα. Τριαδικόν.
Σκέπε, Τριὰς σεπτή, τοὺς σὲ ὑμνολογοῦντας ψυχῆς ἐν κατανύξει καὶ Δανιὴλ καμάτους τοὺς ἱεροὺς γεραίροντας.

Καὶ νῦν. Θεοτοκίον.
Ἔφορε θαυμαστὲ τοῦ Ὄρους τοῦ Ἁγίου, Κυρία Θεοτόκε, ἐλέησον σοὺς δούλους ἀεί σε μακαρίζοντας.

Νῦν ἀπολύεις.... Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μετελθὼν πολιτείαν σεμνὴν ἐν Ἄθωνι, Κατουνακίων κοσμῆτορ, θεοειδὲς Δανιήλ, τὸ ἐκ πέτρας μέλι ἥδιστον παρήγαγεςτῆς ψυχοτρόφου ἀρετῆς ὥσπερ μέλισσα, σοφέ, ἀκάματος· ὅθεν πάντες τῶν σῶν χαρίτων τρυγῶντες ἀπεκδεχόμεθα σὴν εὔνοιαν.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν· διὸ καὶ χαίρει ἡ σύμπασα καὶ καινουργεῖται, συγχαίρει τε ὁμοῦ, ὁ οὐρανὸς καὶ ἡ γῆ. Αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφόν τῆς ζωῆς ἡμῶν.

Ἀπόλυσις.








ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῷμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Θεοτόκου γ΄. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Τῆς παγκοσμίου τῷ κόσμῳ, χαρᾶς ἀνέτειλαν, αἱ νοηταὶ ἀκτῖνες, προμηνύουσαι πᾶσι, τὸν ἥλιον τῆς δόξης, Χριστὸν τὸν Θεόν, ἐν τῇ γεννήσει σου ἄχραντε· σὺ γάρ μεσῖτις ἐδείχθης τῆς ἀληθοῦς, εὐφροσύνης τε καὶ χάριτος.

Ἡ προεόρτιος αὕτη, δόξα σου ἄχραντε, προκαταγγέλλει πᾶσι, τὰς τῆς σῆς εὐμενείας, λαοῖς εὐεργεσίας· σὺ γὰρ τῆς νῦν, εὐφροσύνης ἡ πρόξενος, καὶ τῆς μελλούσης αἰτία χαρὰς ἡμῖν, καὶ τρυφῆς θείας ἀπόλαυσις.

Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυῒδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.

Καὶ γ’ τοῦ Ὁσίου, ὅμοια.
Ὑπὲρ κηρίον καὶ μέλι, σεπτέ, σὲ ἥδυνανπατέρων θεοπνεύστων αἱ σοφαὶ παραινέσεις, αἱ ῥήσεις, νουθεσίαι καὶ διδαχαὶ ἐκ νεότητος χρόνων σου καὶ τὸ γλυκύτατον νέκταρ τῆς ἀρετῆς, Δανιήλ, ἐν σοὶ ἀπέσταζον.

Καλόν ἐστιν εἶναι ᾧδε, ἡμᾶς ἀνέκραζες, ὅτε τῆς Θεοτόκου κατεσκήνωσας ὄρος ἐφέσει ὁλοθύμῳ σοί, Δανιήλ, νεαυγὲς ἄστρον χάριτος, ἐπαγγελίας ὅ ἄλλην γῆν ἀληθῶς ἐλογίζου θεοοίκητον.

Τὸν ἐραστὴν ἡσυχίας καὶ ταπεινώσεως, ὑπακοῆς τὸ βάθρον, προσευχῆς τὸ ταμεῖον καὶ σύνοικον ἁγνείας καὶ ἀρετῆς, Δανιήλ, εὐφημήσωμεν, ὥσπερ θεράποντα τίμιον τοῦ Χριστοῦ καὶ ἀζύγων ὑποτύπωσιν.

Δόξα. Ἦχος πλ. β΄
Ὡς ἀστὴρ νεοφανὴς ἀνέτειλε σήμερον τῇ Ἐκκλησίᾳ ἡ φωτοφόρος μνήμη Δανιήλ, τοῦ νέου ὁσίου, μοναστῶν καὶ μιγάδων τοῦ Ἄθω χορείας καταυγάζουσα· οὗτος γὰρ ὑπακοῆς καὶ ταπεινώσεως πυρσεύμασι πρὸς ὕψος ἀρετῆς καὶ διακρίσεως ἤρθη καὶ ψυχῶν οἰακοστρόφος ἀπλανὴς ἐδείχθη τῶν ποθουσῶν τὴν θέωσιν· καὶ σὺν τοῖς ἀπ' αἰῶνος Ἀθωνίταις πατράσιν ἀγαλλόμενος ἐν πόλῳ δόξης ὡς αὐτῶν μιμητὴς καὶ ὁμότροπος Χριστῷ ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς.
Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ, ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄ 1 - 8 )
Ἀγαπήσατε δικαιοσύνην οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λοιγισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείαςφεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλώνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9 )
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.





Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 1 - 10 )
Τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεεῖς. Ψυχὴν πεινῶσαν μὴ λυπήσῃς καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ. Καρδίαν παρωργισμένην μὴ προσταράξῃς καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου. Ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ. Ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμὸν καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε· καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν. Προσφιλῆ συναγωγὴν σεαυτὸν ποίει καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου. Κλῖνον πτωχῷ τὸ οὖς σου καὶ ἀποκερίθητι αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι. Ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε. Γίνου ὀρφανοῖς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν· καὶ ἔσῃ ὡς υἱὸς Ὑψίστου καὶ ἀγαπήσει σε μᾶλλον ἤ μήτηρ σου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ Κατουνακίων ἡ περίχωρος καὶ σκίρτα ὁ Ἁγιώνυμος Ἄθως Δανιὴλ τοῦ ὁσίου τελοῦσα ἐν ᾄσμασι τὴν ἐτησίαν μνήμην· ὑπερφυῶς γὰρ οὗτος ἀσκήσας καὶ τῆς ἀρετῆς ὀφθεὶς σύνοικος θεοπρεπῶς ἐδοξάσθη καὶ Ἀγγέλων συνόμιλος γέγονε· καὶ νῦν τῆς μελλούσης ἀπολαύων μακαριότητος Θεὸν δυσωπεῖ τὸν εὐΐλατον Κύριον συναριθμῆσαι ἡμᾶς Ἁγίοις τοὺς αὐτοῦ τὰ σκάμματα μέλποντας.

Ἦχος β΄.
Ἐκ παιδὸς ἀγαπήσας τὸν Θεάνθρωπον Κύριον καὶ Αὐτοῦ τὰ ἐντάλματα ποθήσας τηρῆσαι ὑπερόπτης φθαρτῶν ἁπάντων, Δανιήλ, πέφηνας· σὺ γὰρ αἴρων ἐπωμάδιον τὸν ἐλαφρὺν τοῦ Σωτῆρος ζυγὸν πρὸς ἀσκητικοὺς ἐχώρησας ἀγῶνας καὶ τὸν νοῦν σου ἀνέτεινας πρὸς τὰ ἀΐδια καὶ μένοντα· αὐτῶν οὖν κατατρυφῶν νῦν ἐν οὐρανίοις λειμῶσι πρέσβευε τῷ ἐλεήμονι Θεῷ καὶ ἡμᾶς ἀξιῶσαι τῆς ἐν πόλῳ μακαριότητος.

Ἦχος γ΄.
Τὸν μὴ ἐπιλανθανόμενον τῆς φιλοξενίας κατὰ τὸ Παύλειον ῥῆμα καὶ ἑαυτὸν ἀναλώσαντα ταῖς γραπταῖς πρὸς τοὺς πιστοὺς νουθεσίαις, νέον Ἀθωνίτην πατέρα, Δανιὴλ τὸν πάνσοφον, ἐγκωμιάσωμεν· οὗτος γὰρ ὁλοθύμως προσκολληθεὶς τῷ Κυρίῳ καὶ τῆς πρακτικῆς ἀγάπης πρὸς Θεὸν καὶ τὸν ἔγγιστα ὀφθεὶς ἐνδιαίτημα, μοναστῶν ὑποτύπωσις καὶ κανὼν καὶ ὑπόδειγμα ὤφθη ἀρτίως ἐν ταῖς μεσημβριναῖς ὑπωρείαις τοῦ Ἄθωνος· ὅθεν πάντες θαυμάζοντες τὴν αὐτοῦ θεοφιλῆ πολιτείαν και ὡς κοινωνὸν τῆς δόξης Κυρίου γεραίροντες τὰς αὐτοῦ θεοπειθεῖς ἱκεσίας ἐκδεχόμεθα πρὸς βίον κρείττονα.


Δόξα. Ἦχος δ΄.
Θεοφιλεῖ ἀγωγῇ καὶ ἀσκήσει τοῖς πάλαι ἁμιλληθεὶς ὁσίοις τῶν ἴσων βραβείων ἐκείνοις μετέσχες, Δανιὴλ θεοφόρε, τελέσας ἐν Ἄθωνι τον ἀγῶνά σου· ὑψοποιῷ γὰρ ταπεινώσει καὶ ἡσυχίᾳ τελείᾳ σὸν βίον ἀνύσας τῷ σῷ ποθουμένῳ ὑπήντησας Νυμφίῳ καὶ τῆς Ἀγγέλων χαρᾶς ἠξιώθης ὡς ἰσάγγελος· καὶ νῦν Ἀθωνιτῶν ὁσίων συνὼν τοῖς δήμοις καὶ μακαρίας ἐμφορούμενος ἀγαλλιάσεως πάσης ἀνάγκης καὶ θλίψεως λύτρωσαι τοὺς ἑορτάζοντας τὴν μνήμην σου.

Καὶ νῦν... Τῆς Ἑορτῆς.
Ἡ παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος· ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις,ἀσκητικῶν.
Χαίροις, στρουθίον ἐρημικόν, ὁ ὑψιπέτης ἀετὸς τῆς ἀσκήσεως, ὁ πήξας τὴν καλιάν σου καμάτων ὑπερφυῶν ἐν Κατουνακίοις, πάτερ ὅσιε· ἀκάματε μέλισσα ἀρετῆς ἡ παράγουσα μέλι ἐκ πέτρας, Δανιὴλ μάκαρ, ἥδιστον διακρίσει σου καὶ σοφίᾳ ἐνθέῳ σου πάντας πιστοὺς καθήδυνας θερμῶς προσιόντας σοι, ὧν καὶ ἰθύντωρ ἐγένου πρὸς σωτηρίαν ἀλάνθαστος· Χριστὸν οὖν δυσώπει παρασχεῖν τοῖς σὲ τιμῶσι τὸ μέγα ἔλεος.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ ὑπερόπτης φθαρτῶν καὶ πάσης σχέσεως ῥεούσης, ἰσάγγελε, ὁ τρίβοις ἀκολουθῆσαι μοναδικῆς βιοτῆς, Δανιήλ, ποθήσας ἐκ νεότητος· βλαστὲ Σμύρνης ἔνδοξε, ἐπινεύσει τῆς χάριτος λαβὼν μητρός σου τὴν εὐχὴν ἀνεχώρησας ἐκ τοῦ οἴκου σου καὶ χοροῖς προσεχώρησας ἐπιζητούντων θέωσιν ἀζύγων, μακάριε, οὕσπερ ἠγλάϊσας ἄρτι ἀσκητικοῖς σου παλαίσμασιν εὐχῇ, ταπεινώσεικαὶ ὑπακοῇ ἀφάτῳ ἐν ὄρει Ἄθωνος.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ ἐν Χριστῷ ἀληθῶς τοῦ Νεκταρίου τοῦ σεπτοῦ φίλος γνήσιος, τῆς Τήνου καὶ τῆς Αἰγίνης μοναζουσῶν ἰθυντὴρ δι' ἐγγράφου λόγου πρὸς τελείωσιν· ὡς σκεῦος γὰρ Πνεύματος διαυγὲς χάριν εἴληφας ἐκ τοῦ μακρόθεν ἐπιλύειν προβλήματα καὶ πρὸς θέωσιν ὁδηγεῖν τοὺς προστρέχοντας ταῖς θείαις νουθεσίαις σου, πανσόφοις διδάγμασι καὶ φιλοθέῳ σου γνώμῃ, ἐρημιτῶν ὁμοδίαιτε τῶν πάλαι, ὁ ἄρτι, Δανιήλ, εὐαρεστήσας Χριστῷ ἀσκήσεσι.


Δόξα. Ἦχος πλ. δ΄.
Προσευχῆς καὶ νήψεως ἀρχέτυπον, οἰκείῳ σου παραδείγματι ἀπλανῶς ἴθυνας πρὸς τελείωσιν ἀσκητῶν καὶ εὐσεβούντων συστήματα, Δανιήλ, πνευματέμφορε ὅσιε· θεοσδότων γὰρ δωρεῶν τὸ πλήρωμα δεξάμενος καὶ τοῦ ἐχθροῦ ὡς ἱστὸν ἀράχνης λύσας τὰ μηχανήματα Θεῷ καὶ ἀνθρώποις εὐηρέστησας ἀσκήσει καὶ νουθεσίαις σου· μὴ παύσῃ οὖν τὸν σὲ ἀρτίως δοξάσαντα Κύριον ἡμῖν ἱλεούμενος τοῖς πόθῳ ἀνευφημοῦσι τὰ λαμπρά σου ἐν Ἄθωνι παλαίσματα πρὸς σωτηρίαν καὶ θέωσιν.

Καὶ νῦν... Τῆς Ἑορτῆς.
Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυΐδ, σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασις, καὶ τῆς Εὔας ἡ ἀνάκλησις, τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριήλ οἱ πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ, χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις.... Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μετελθὼν πολιτείαν σεμνὴν ἐν Ἄθωνι, Κατουνακίων κοσμῆτορ, θεοειδὲς Δανιήλ, τὸ ἐκ πέτρας μέλι ἥδιστον παρήγαγεςτῆς ψυχοτρόφου ἀρετῆς ὥσπερ μέλισσα, σοφέ, ἀκάματος· ὅθεν πάντες τῶν σῶν χαρίτων τρυγῶντες ἀπεκδεχόμεθα σὴν εὔνοιαν.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν· διὸ καὶ χαίρει ἡ σύμπασα καὶ καινουργεῖται, συγχαίρει τε ὁμοῦ, ὁ οὐρανὸς καὶ ἡ γῆ. Αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφόν τῆς ζωῆς ἡμῶν.

Ἀπόλυσις.










ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἀγκάλας πατρικάς, Δανιήλ, διανοίγων τοῖς σπεύδουσι ταῖς σαῖς πρὸς Θεὸν ἱκεσίαις σπουδαίως ἀνέπαυσας καὶ πρὸς δρόμον κατηύθυνας ἐπιγνώσεως καὶ σωστικῆς μετανοίας, θεοφώτιστε, τοὺς δαπανῶντας ἀσώτως τὸν βίον τὸν βρότειον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Τοῦ λίθου σφραγισθέντος.
Τεχθεῖσα παραδόξως, στειρωτικῶν ἐξ ὠδίνων, παρθενικῶν ἐκ λαγόνων, ἐκύησας ὑπὲρ φύσιν· ὡραῖος φανεῖσα γὰρ βλαστός, ἐξήνθησας τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, βοῶσί σοι Θεοτόκε· Δόξα τῇ νῦν προόδῳ σου σεμνή, δόξα τῇ παρθενίᾳ σου, δόξα τῇ κυοφορίᾳ σου, μόνη πανάχραντε.

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σπουδαίως ἐπέδωκαςτῷ ἀθλοθέτῃ Χριστῷ, ὡς δῶρον πολύτιμον ὅλην ἱκμάδα ψυχῆς τῆς σῆς καὶ ἀπείληφας πνεῦμα θεοσοφίας, Δανιὴλ θεοφόρε, ὥσπερ τῆς προσφορᾶς σου ἀντιμίσθιον θεῖον καὶ πέφηνας πατέρων σεπτῶν ἄρτι φῶς ἄδυτον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Ἀναβόησον Δαυΐδ, τί ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστὸς ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεύς, ἐπὶ τοῦ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τῆς διακρίσεως τὸ στηλογράφημα, εὐχῆς καὶ νήψεως τὸ ἐνδιαίτημα καὶ ἀκραιφνοῦς διαγωγῆς τὸν στῦλον τὸν φωτοφόρον, Δανιήλ, ὑμνήσωμεν τῶν ὁσίων τοῦ Ἄθωνος βήμασιν ἑπόμενον ἐν ἐσχάτοις τοῖς ἔτεσιν ἐκλάμψαντα ἐκθύμως βοῶντες· Χαῖρε, ἡσυχαστῶν λαμπρότης.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται, ἡ σύμπασα καὶ θεουργεῖται. Συγχάρητε ὁμοῦ, ὁ οὐρανός καὶ ἡ γῆ· αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.






Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον,...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχος. Ἐλέησόν με, ὁ Θεός…
Τὴν ἀσκητικὴν τρίβον ἀμέμπτως διανύσας καὶ ὀσφράδιον τῆς ἀρετῆς γενόμενος τῶν ἀπ' αἰῶνος ὁσίων τῆς δήμοις συνηρίθμησαι καὶ τῆς ἐν Χριστῷ μακαριότητος ἠξίωσαι, Δανιὴλ Ἀθωνῖτα, ἰσάγγελε· αὐτῆς καὶ ἡμᾶς ἀξίωσον πρεσβείαις σου πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἡσυχαστὰ ἐνθεώτατε, ὁ ἄκρᾳ ὑπακοῇ καὶ ἀσκήσει εἰς δυσαντίβλεπτα ὕψη ἀρθεὶς ὁσιότητος καὶ πιστοὺς ποδηγετήσας πρὸς θέωσιν.

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς· Δανιήλ, Κατουνακίων φωστῆρα, γεραίρω. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ
Δεδοξασμένε Ἀθωνῖτα ὅσιε, πνευματικὲ Δανιήλ, ἤδη συγχορεύων ταῖς Ἀγγέλων τάξεσι τὸν νοῦν μου φωταγώγησον φωτοφόροις εὐχαῖς σου, ὅπως ὑμνήσω ὁ ἄθλιος τὴν ἀγγελικὴν πολιτείαν σου.
Ἀπεριτρέπτῳ λογισμῷ ἐμάκρυνας, πάτερ σοφέ, Δανιήλ, σῆς πατρίδος Σμύρνης καὶ Σταυρὸν ἀράμενος Χριστοῦ ἐπ' ὤμων ἴθυνας τοὺς τιμίους σου πόδας πρὸς Ὄρος τὸ Ἁγιώνυμον, ὅ ἡγοῦ λιμένα οὐράνιον.
Νεολαμπὲς τῆς ἀρετῆς ἀμάρυγμα καὶ ἀκραιφνοῦς, Δανιήλ, ἀγωγῆς φωσφόρον σέλας, ἐξανέτειλαςἐν τοῖς ἐσχάτοις ἔτεσι καὶ τῶν Κατουνακίων συντόνοις μόχθοις σου ηὔγασας ἔρημον πετρώδη καὶ ἄνικμον.
Θεοτοκίον
Ἰσχὺν Υἱοῦ σου τοῦ σεπτοῦ κατάπεμψον πρεσβείαις τοῦ Δανιήλ, ἀσκητοῦ τοῦ νέου, Θεοτόκε Δέσποινα, ἡμῖν τοῖς καταφεύγουσιν ἐν δειναῖς τρικυμίαις τῇ μητρικῇ παῤῥησίᾳ σου πρὸς τὸν πανευΐλατον Κύριον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἠλιοὺ καὶ Προδρόμου ὡς ζηλητὴς ᾤκησας ἔρημον τῶν Κατουνακίων, ἥνπερ ἐπόλισας, θεοειδὲς Δανιήλ, καὶ καθηγίασας ὄμβροις τῶν δακρύων, ὅσιε, καὶ τῶν ἱδρώτων σου.
Λύσας ζόφωσιν, μάκαρ, παθῶν αὐγαῖς πόνων σου τῶν ἀσκητικῶν καὶ συντόνων αἴγλην ἐνδέδυσαι τῆς ἀπαθείας σαφῶς, ὥσπερ ἱμάτιον θεῖον, Δανιὴλ φωτόμορφε καὶ ἱλαρώτατε.
Καθαρότητι βίου εἰς ἀρετῆς μέγιστον ἤρθης, Δανιὴλ πάτερ, ὕψος καὶ τὸ τρισήλιον ὄντως δεξάμενος φῶς φλογίνη στήλη ἐδείχθης νήψεως καὶ χάριτος τῆς ὑπὲρ ἔννοιαν.
Θεοτοκίον
Ἀνωδύνως τεκοῦσα τὸν Πλαστουργόν, Δέσποινα, καὶ ζωῆς ἡμῶν κυβερνήτην, Θεοχαρίτωτε, λῦσον ὀδύνην ψυχῆς σῶν οἰκετῶν τῶν δυστήνων καὶ χαρᾶς τῆς κρείττονος νοῦν ἡμῶν ἔμπλησον.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον κόσμημα Κατουνακίων, νέον σέμνωμα πνευματοφόρων καὶ σεπτῶν Ἀθωνιτῶν, σὲ γεραίρομεν, ἡσυχαστὰ Δανιήλ, ἐνθεώτατε, τῆς προσευχῆς καὶ τῆς νήψεως πρόβολε, πόθῳ κράζοντες· Χριστὸν τὸν Θεὸν ἱλέωσαι ἡμῖν τοῖς μεγαλύνουσι σὴν ἄσκησιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἐορτῆς. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡμῖν, καὶ ἐκ Δικαίων προέρχεται εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδὰμ κατακρίνεται· ἡ Εὔα τῶν δεσμῶν ἠλευθέρωται· καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παῤῥησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Τῆς ὑπὲρ νοῦν ἵνα Χριστοῦ ὡραιότητος ἐν ἐσόπτρῳ θεωρῇς τὴν ἔκβασιν δι' ἡσυχίας καὶ προσευχῆς ἐν τοῦ Ἄθω ἐρημίαις ᾤκησας καὶ ἀειῤῥύτοις δάκρυσιν ἀληθῶς ἐθεώθης, Δανιήλ, καὶ συντόνοις ἀσκήσεσιν.
Ὁ ἀγαπῶν ὑπὲρ τοὺς πάντας τὸν Κύριον, Φιλοκαλίας ἀναγνῶστα ἔνθεε, θεοφορούμενε Δανιήλ, πολυτέκνων γεννητόρων ἔκθρεμμα καὶ ὑψηλὸν ἀνάστημα τοῦ Ἁγίου τοῦ Ὄρους, τοῦ ἐχθροῦ τὰς ἐνέδρας ἐπάτησας.
Ὕδωρ ζωῆς ἐν Σμύρνῃ, πάτερ, γευσάμενος ἐκ τῆς κρήνης ἐξομολογήσεως ἐπλήσθης χάριτος, Δανιήλ, καὶ ἐκκόπτων ἰδιόν σου θέλημα προσῆλθες εἰς τὸν Ἄθωνα, ἔνθα τῆς μετανοίας ποταμοὺς σωτηρίους ἐξέβλυσας.
Θεοτοκίον
Νύκτα παθῶν αὐγαῖς λιτῶν σου ἀπέλασον, Θεοτόκε, τῶν καταφευγόντων σοι καὶ ἦμαρ πάμφωτον ἀρετῆς, εὐλογημένη Μαριάμ, ἀνάτειλον τοῖς πόθῳ μακαρίζουσι σὲ εἰς πάντας αἰῶνας, Δανιὴλ τοῦ ὁσίου ἐντεύξεσι.






ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἀρσενίου ὁσίου, Δανιήλ, ἐν Πάρῳ λαμπρῶς τοῦ ἀσκήσαντος πρὸ ἀποταγῆς σου τῶν τοῦ κόσμου ἡδέων ἀπείληφας θείαν εὐλογίαν, ἵνα ἀζύγων προσχωρήσῃς τῶν ἐν Ἄθῳ βιούντων συστήμασι.
Κάλλει τῆς παρθενίας, Δανιήλ, ὁσίων σεπτῶν ἀκροθίνιον, ὤν κεκοσμημένος εἰς μονὴν θείου Παντελεήμονος Ἄθωνος προσῆλθες καὶ διηκόνησας προθύμως Σάββᾳ τῷ μοναχῷ τῷ θεόφρονι.
Ἱερώτατε πάτερ, τοῦ Χριστοῦ ἐπ' ὤμων σταυρὸν ἀράμενος, Δανιήλ, διῆλθες τὸν σὸν βίον δεινῶς κακουχούμενος καὶ ἀνῆλθες χαίρων εἰς θείας δόξης τὰς ἐπάλξεις τῶν Ἀγγέλων γενόμενος σύναυλος.
Θεοτοκίον
Ὡς μητέρα γλυκεῖαν τοῦ Θεοῦ τῶν ὅλων, Χριστοῦ τοῦ Παντάνακτος, Κεχαριτωμένη, εἰς αἰῶνας αἰώνων ὑμνοῦμέν σε καὶ παρακαλοῦμεν· μὴ διαλίπῃς δυσωποῦσα τὸν Υἱόν σου ὑπὲρ τῶν προσφύγων σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νεόφωτον ἄστρον ὄρους Ἄθωνος, Δανιήλ, Βατοπεδίου ἀζύγους ὑπακοῆς σου ἐφώτισας τρόπους καὶ περιΐπτασθαι πάντας κατέπιθες εἰς σφαίρας θείας οὐρανῶν ἐλαυνούσας γεώδη σκοτόμαιναν.
Φῶς πέφηνας κοσμικοῖς, ὡς ἔγραψεν, Ἰωάννης ὁ τῆς Κλίμακος, πάτερ, τοῖς καταφεύγουσι σαῖς νουθεσίαις ταῖς φωτοβόλοις, φωστὴρ ἱλαρώτατε ἐρήμου, μάκαρ Δανιήλ, εὐσεβῶν ποδηγὲ πρὸς τελείωσιν.
Ὡς Ἄγγελος τῷ Χριστῷ ἐδούλευσας, Δανιήλ, ἐν τῇ ἀνίκμῳ ἐρήμῳ Κατουνακίων καὶ πάσας χορείας τῶν ἀσκουμένων κατέπληξας πόνοις σου τῆς θεαρέστου ἀγωγῆς καὶ βιώσεως ὄντως θεόφρονος.
Θεοτοκίον
Σέ, Δέσποινα, προστασίαν ἄγρυπνον καὶ γλυκεῖαν κεκτημένοι ἐλπίδα ἐν τοῖς δεινοῖς καταφεύγομεν πίστει τῇ ταχινῇ ἀρωγῇ σου, Μητρόθεε, ὡς εἰς λιμένα ἀσφαλῆ καὶ τοῦ βίου λυτρούμεθα κλύδωνος.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἀθωνιτῶν ὁσίων πάντων τὸν ἑπόμενον τῇ ἀρετῇ καὶ διακρίσει ἐπαινέσωμεν τὸν ἐκλάμψαντα συνέσει καὶ ἐγκρατείᾳ, ὁδηγὸν εὐσεβοφρόνων ἀπλανέστατον τὸν γενόμενον τὰ πάντα πᾶσι κράζοντες· χριστοφίλητε Δανιήλ, χαῖρε, ὅσιε.
Ὁ Οἶκος
Ἄῤῥευστα τὰ ἐν πόλῳ, Δανιήλ, παιδιόθεν ἐπόθησας σοφῶς ἐν τῷ βίῳ· ὅθεν πάντα ῥευστὰ παριδὼν ἐν Κατουνακίοις τὸν σὸν νοῦν ἔτεινας πρὸς Κύριον καὶ ἤγειρας χοροὺς τῶν ἀσκητῶν βοᾶν σοι·
Χαῖρε, τοῦ Ἄθωνος μαργαρίτης·
χαῖρε, συνέσεως ὑποφήτης.
Χαῖρε, ἀηδὼν ἐγκρατείας γλυκύφθογγε·
χαῖρε, νοερῶν στρατευμάτων ὁμόσκηνε.
Χαῖρε, Σμύρνης γόνε τίμιε, ὁ ἀσκήσει θεωθείς·
χαῖρε, κρήνης πόμα ἥδιστον δροσοβόλου, θεϊκῆς.
Χαῖρε, τῶν ἐν τῷ Ἄθῳ ἀσκουμένων λαμπρότης·
χαῖρε, σεπτῶν πατέρων τῆς ἐρήμου φαιδρότης.
Χαῖρε, ἁγνείας φάρος ἀείφωτος·
χαῖρε, ξενίας πύργος χρυσότευκτος.
Χαῖρε, σεπτοῦ Νεκταρίου ὁ φίλος·
χαῖρε, χοροῦ ἀσκουμένων ὁ λύχνος.
Δανιήλ, χαῖρε, ὅσιε.

Συναξάριον
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σώζοντος.
Ἀντεῖχε Σῴζων σώματος πρὸς αἰκίας,
πρὸς τὸν μόνον σῴζοντα τὴν ψυχὴν βλέπων.
Ἑβδομάτη Σῴζων θάνε, τυπτόμενος χρόα λαμπρόν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Κασσιανῆς τῆς Ποιήτριας.
Χρυσοῦν Κασιανή, ὁ Παντάναξ μῆλον,
ἐπέδωκέ σοι Βασιλείας ἀγήρω.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Εὐόδου καὶ Ὀνησιφόρου.
Ὁδὸν τρέχων Εὔοδος εὐθεῖαν λόγου,
καὶ πάντας αὐτὴν ἐκδιδάσκων ἧν τρέχειν.
Φέρειν ὄνησιν πᾶσιν Ὀνησιφόρος,
φερωνύμως ἔσπευδε κηρύττων λόγον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐψύχιος ξίφει τελειοῦται.
Εὔψυχος Εὐψύχιος ἣν πρὸς τὸ ξίφος,
χαίρων ὅτι πλάσαντι τὴν ψυχὴν θύει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λουκᾶ, Ἡγουμένου τῆς Μονῆς τοῦ Σωτῆρος, τῆς ἐπιλεγομένης Βαθέος Ῥύακος.
Πάσης ὑπήρξας ἀρετῆς Λουκᾶ τύπος,
πάσης ἀποστὰς προσπαθείας γηΐνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σώζοντος τοῦ Κύπριου

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Δανιήλ, τοῦ Κατουνακιώτου
Χριστόν, Ὅν ὕμνησας ἐν Ἄθῳ ἀσκήσει
χείλεσι νῦν ὑμνεῖς, Δανιήλ, ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ θαυματουργοῦ, ἀρχιεπισκόπου Νοβογορδίας Ῥωσσίας

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Σεραπίωνος Πσκῶφ τοῦ Ῥώσσου.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Τόπον ἐπέλεξας σῶν πόνων, Δανιήλ, οὗ ἀποπνέουσιν οἱ λίθοι, ὥσπερ ὁ εὐλαβὴς Μωραϊτίδης, γράφει, ἀῤῥήτως ἁγιότητα ἐξ ἀγώνων νυχθημέρων.
ᾜσχυνας θείᾳ ἀγωγῇ σου, Δανιὴλ πνευματοφόρε, τὸν Βελίαρ καὶ μελέτῃ γραφῶν, εὐχῇ, γονυκλισίᾳ καὶ κατατήξει σώματος εὐηρέστησας Κυρίῳ.
Ῥαίνομεν ἅπαντες ᾀσμάτων μύρα, πάτερ Δανιήλ, τοὺς σοὺς καμάτους καὶ τὴν κάραν τὴν σὴν τὴν μυροβόλον πόθῳ ἐν τῇ σεπτῇ Καλύβῃ σου ἀσπαζόμεθα, παμμάκαρ.
Θεοτοκίον
Ἄνωθεν σκέπε, Θεοτόκε, Δανιὴλ τοῦ θεοφόρου ἱκεσίαις ἀσκουμένων πληθὺν τοῦ Ὄρους τοῦ Ἁγίου καὶ εὐσεβῶν ὁμήγυριν μεγαλύνουσάν σε, Μῆτερ.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Γέρας πάντιμον Ὄρους τοῦ Ἁγίου, Δανιήλ, ἐξ αὐτοῦ πανσόφως οὐκ ἐξῆλθες ὡς ὑπεσχέθης ἐν κουρᾷ σου,, ὅσιε, τῷ Σωτῆρι πάντων, Ὅν ψυχῆς σου ὅλης ἐφέσει κατεφίλεις.
Ἐξεχύθη τοῦ Πνεύματος ἡ χάρις ἡ οἰκοῦσα ἐν σοὶ εἰς ἅπασαν τὴν κτίσιν· σὺ γὰρ ἐπήγασας ὕδωρ σωτήριον τῷ γραπτῷ σου λόγῳ ταῖς ἐνασκουμέναις ἐν τῷ Κεχροβουνίῳ.
Ῥοῦν ἐξήρανας ῥύπου βορβορώδους ἐπομβρίᾳ σεπτῇ ἐπιστολῶν σου θείων τὸν τὰς καρδίας πάντων κατακλύζοντα, Δανιήλ, τῶν πίστει σὴν ἐπιζητούντων ἐν βίῳ προστασίαν.
Θεοτοκίον
Ἁγιάσματος οἶκος, Θεοτόκε, τὰς καρδίας ἡμῶν τῶν ἐναγῶν σου δούλων τῶν πρεσβειῶν σου ὑσσώπῳ ἐκκάθαρον, Κεχαριτωμένη, καὶ ἀΰλου πλῆσον αὐτὰς Υἱοῦ σου φέγγους.








ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἰθύνας σου τὸν βίον ἀπὸ παιδός, Δανιήλ, τὴν σὴν σάρκα ἐνέκρωσας καὶ τὸν σὸν νοῦν πρὸς Θεὸν ἀνέτεινας ἀκλινῶς·διόπερ τὸν μισόκαλον ᾔσχυνας εἰς τέλος θείᾳ ῥοπῇ καὶ τῆς φωτοφανείας Ἀγγέλων τῶν κυκλούντων τὸν τῆς δόξης Παντάνακτα ἔτυχες.
Ῥημάτων σου σοφίᾳ, ὦ Δανιήλ, ὁ θεόφρον ἠγάσθη Νεκτάριος κανονισμὸν ὁ σοὶ παραγγείλας αὐτοῦ μονῆς τῆς ἐν Αἰγίνῃ, ὅσιε, γνοὺς ἐν ταπεινώσει ἀσκητικῆς σῆς βιοτῆς τὸν πλοῦτον καὶ ἀρετῆς σου βάθος, διακρίσεως, πάτερ, ἀρχέτυπον.
Ὡς θεῖον κατευθύντορα τῶν ψυχῶν καὶ σοφὸν ὁδηγὸν λογιζόμενος ὁ πολιὸς Δανιήλ, Φιλόθεος, τῆς μονῆς τῆς Λογγοβάρδας πρόεδρος, σαῖς πανσόφοις ἔσπευδε συμβουλαῖς καὶ φιλοθέῳ γνώμῃ, ὁ πλάνην διακρίνειν εἰληφὼς χάριν ἄφθονον ἄνωθεν.
Θεοτοκίον
Χαρίτων σε ἀστείρευτον ποταμὸν καὶ κρουνὸν δωρεῶν πολυχεύμονα, Μῆτερ Θεοῦ, πάντες ἐπιστάμεθα οἱ πιστοὶ ἐκ τούτου ἀῤῥυόμενοι ὕδωρ τὸ ἁλλόμενον εἰς ζωὴν ἀγήρω τὴν ἐν πόλῳ, ἁγνὴ Παρθενομῆτορ, καὶ χαρὰν ὄντως διαινωνίζουσαν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀθωνιτῶν ὁμήγυρις πατέρων, ὑποδέξασθε ἐν τοῖς σκηνώμασι δόξης τὸν Δανιὴλ ὁλοθύμως ὑμᾶς τιμῶντα ὅσιον, ἡσυχαστὴν καὶ νήψεως τὸν ἐραστὴν ἀσκήσαντα καθάπερ Ἄγγελος ἄρτι φωτολαμπὴς καὶ φωσφόρος.
Προεόρτιον.
Ἡμέραν τὴν γενέθλιον, ἐκθύμως ἑορτάζοντες, τῆς Θεοτόκου Μαρίας, βροτῶν προστάτιδος θείας, καὶ πανσθενοῦς ἀκέστορος, βοῶμεν· Μητροπάρθενε, Ἰωακεὶμ τοκέως Σου, καὶ Ἄννης βλάστημα πέμψον, ἡμῖν χαρὰν οὐρανόθεν.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὤ, τοῦ παραδόξου θαύματος !
Πάτερ Δανιήλ, ἀσκήσεως θεοτερποῦς ἐραστής, ἡσυχίας καὶ νήψεως ζηλωτὴς καὶ ἄριστος ποδηγέτης πρὸς θέωσιν ψυχῶν ὑπάρχων ἀρτίως ἔλαμψας ἐν ἐρημίᾳ τοῦ ὄρους Ἄθωνος καὶ κατεφώτισας ἀρετῶν σου λάμψεσι καὶ ἀστραπαῖς τῶν σεπτῶν ἀγώνων σου χορὸν χριστώνυμον.

Πάτερ Δανιήλ, φιλέρημον στρουθίον ὥσπερ, σεπτὴν καλιὰν τῶν καμάτων σου ἐν ἐρήμῳ ἔπηξας τῆς ἐνθέου ἀσκήσεως καὶ τῷ Κυρίῳ ᾄδων ἑκάστοτε σὺν συνοδίᾳ τῇ τῇ μελίῤῥυτα ᾄσματα ἤνωσας γῆν τε καὶ οὐράνια καὶ ἀσκητῶν τὴν πληθὺν κατηύφρανας σοῖς προτερήμασι.



Πάτερ Δανιήλ, τῷ ἔρωτι τοῦ Ζωοδότου τρωθεὶςἸησοῦ ἐκ νεότητος Σμύρνην ἐγκατέλιπες γανυμένην σπαργάνοις σου καὶ εἰς τὸ Ὄρος τὸ Ἁγιώνυμον ἔδραμες χαίρων, καθάπερ ἔλαφος, ἄρτι, θεσπέσιε, ἐπὶ τὰς τοῦ ὕδατος πηγὰς ποθῶν ὕδωρ τὸ ζωήῤῥυτον ἀντλῆσαι, ὅσιε.

Πάτερ Δανιήλ, Καλύβην σου Πατέρων Ἀθωνιτῶν εὐπρεπέστατον μέλαθρον προσευχῆς ἀνέδιξας καὶ ξενίας πρὸς ἅπαντας· ὅθεν ἐν πόλῳ ξενίας κρείττονος τυχὼν πρεσβεύεις τῷ Παντοκράτορι δοῦναι ὑγίειαν ἄμφω τοῖς τιμῶσί σου πανευλαβῶς τὰ πρὸς ὁλοκλήρωσιν σεπτὰ παλαίσματα.

Δόξα. Ἦχος πλ. α΄.
Ἀειῤῥύτων σου δακρύων καὶ ἱδρώτων τοῖς χεύμασι τὴν στολὴν τῆς ψυχῆς σου κατελάμπρυνας καὶ σαπφείροις ἀρετῶν ἀσκητικῶν αὐτὴν κατεκόσμησας, Δανιήλ, διακρίσεως ἔσοπτρον· ὡς κρήνη γὰρ ζωήῤῥυτος ἐν Κατουνακίοις ψυχὰς ἀνέψυξας νάμασι νουθεσιῶν σου καὶ διαυγοῦς πολιτείας σου· διὸ νῦν κληρονόμος γενόμενος τῆς ἄνω Βασιλείας Κυρίῳ πρεσβεύεις ἀναψῦξαι τοὺς φλεγομένους τῇ ἁμαρτίᾳ καὶ ἁγιάσαι τοὺς εὐφημοῦντας τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Ἦχος πλ. α'. Τῆς Ἑορτῆς.
Ὦ μακαρία δυάς· ὑμεῖς πάντων γεννητόρων ὑπερήρθητε, ὅτι τὴν τῆς κτίσεως πάσης ὑπερέχουσαν ἐβλαστήσατε. Ὄντως μακάριος εἶ Ἰωακείμ, τοιαύτης παιδὸς χρηματίσας Πατήρ· μακαρία ἡ μήτρα σου Ἄννα, ὅτι τὴν Μητέρα τῆς ζωῆς ἡμῶν ἐβλάστησε· μακάριοι οἱ μαστοί, οἷς ἐθήλασας τὴν γαλακτοτροφήσασαν, τὸν τρέφοντα πᾶσαν πνοήν· Ὃν δυσωπεῖν ὑμᾶς παμμακάριστοι αἰτούμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Χαίροις, διακρίσεως ὁ κανών, Δανιήλ, πατέρων ἐγκαλλώπισμα νεαυγῶν, χαίροις, μονοτρόπων ἀλείπτης καὶ ἰθύντωρ, θεόφρον Ἀθωνῖτα, πρὸς βίον κρείττονα.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου