+
ΙΟΥΛΙΟΣ ΚΕ΄
ΚΟΙΜΗΣΙΣ
ΑΓΙΑΣ ΑΝΝΗΣ
ΕΝ
Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Εἰς τό·
Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος
δ’. Ἔδωκας σημείωσιν.
Νόμου
δικαιώματα, διατηροῦσα ἀλώβητα, καὶ Θεῷ Παντοκράτορι, ἀμέμπτως δουλεύουσα, ἠξιώθης
Ἄννα, μήτηρ χρηματίσαι, τῆς κατὰ σάρκα τὸν Χριστόν, ἀποτεκούσης ἁγνῆς
Θεόπαιδος· μεθ’ ἧς σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου κοίμησιν, γεγηθότι
φρονήματι, ἑορτάζομεν σήμερον.
Ζωῆς
τὸ παλάτιον, Ἄννα θεόφρον κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τὴν ὄντως ἀκήρατον,
καὶ συναγελάζῃ, χορῷ τῶν Δικαίων, κατατρυφῶσα δαψιλῶς, τῆς τοῦ Δεσπότου ἀγαλλιάσεως·
διό σου τὴν μετάστασιν, θεοπρεπῶς ἑορτάζομεν, καὶ πιστῶς σε γεραίρομεν, εὐσεβούντων
συστήματα.
Πύλην
τὴν οὐράνιον, Ἄννα θεόφρον κυήσασα, πρὸς οὐράνιον σκήνωσιν, ἀνέδραμες ἔνδοξε,
καὶ τῆς θείας δόξης, νῦν ἐπαπολαύεις, ἧς καὶ ἡμᾶς τοὺς τὴν σεπτήν,
πανηγυρίζοντας ἐκδημίαν σου, πρεσβείαις σου ἀξίωσον, παθῶν τὸν ζόφον
σκεδάζουσα, καὶ δεινῶν περιστάσεων, τὴν ἀχλὺν ἐκδιώκουσα.
ᾌσμασιν
ὑμνήσωμεν, χαρμονικῶς ὦ φιλέορτοι, καὶ πιστῶς μακαρίσωμεν, τὴν πάνσεπτον
κοίμησιν, Ἄννης τῆς Ἁγίας, ἐξ ἧς ἐγεννήθη, ἡ σωτηρία τῶν βροτῶν, καὶ ἡ τοῦ
γένους παντὸς ἀνάκλησις, καὶ ταύτῃ ἐκβοήσωμεν· Θεοπρομῆτορ πανσέβαστε, σαῖς εὐχαῖς
ἡμᾶς λύτρωσαι, τοῦ πυρὸς τῆς κολάσεως.
Δόξα. Καὶ νῦν. Ἦχος β’.
Θεοπρεπῶς
ἐν νόμῳ ἐμπρέπουσα, καὶ τὸν Θεὸν θεραπεύουσα, ἠξιώθης τεκεῖν ἐν γήρατι, τὴν
τεκοῦσαν τὴν πηγὴν τῆς ζωῆς, Ἄννα παμμακάριστε· ὡς γὰρ θυσίαν μυστικήν, τὰς τοῦ
βίου σου πράξεις, Κύριος Σαβαὼθ προσεδέξατο· διὸ ἡ ζωή σου μακαρία ὤφθης, καὶ ἡ
κοίμησις ἔνδοξος· πρὸς γὰρ τὴν ὄντως ζωὴν μεθέστηκας, ὑπὲρ ἡμῶν πρεσβεύουσα, σὺν
Ἰωακεὶμ τῷ σῷ κλεινῷ συνεύνῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
οἱ γηγενεῖς, στησώμεθα χορείαν, ἐν τῇ ἐνδόξῳ μνήμῃ, Ἰωακεὶμ καὶ Ἄννης, αὐτοὺς
φαιδρῶς γεραίροντες.
Στ.:
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι
πρέπει αἴνεσις.
Χαίροις
ἡ νοητή, χελιδὼν ἡ τὸ ἔαρ, Ἄννα Χριστοῦ Προμῆτορ, τῆς χάριτος τῆς θείας, τῷ
κόσμῳ προμηνύσασα.
Στ.:
Μακάριοι πάντες οἱ φοβούμενοι ταὸν
Κύριον.
Αἶνον
πάντες Θεῷ, προσοίσωμεν συμφώνως, τὴν τῶν Δικαίων μνήμην, Ἰωακεὶμ καὶ Ἄννης, ἐνθέως
ἑορτάζοντες.
Δόξα. Τριαδικόν.
Πάτερ
σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, Τριὰς ὑπεραγία, λιταῖς τῶν Προπατόρων, ἐλέησον
τὸν κόσμον σου.
Καὶ νῦν. Θεοτοκίον.
Μόνη
Χριστιανῶν, ἐλπὶς ἁγνὴ Παρθένε, σὺν τοῖς γεννήτορσί σου, δυσώπει τὸν Υἱόν σου, ὑπὲρ
οἰκείων δούλων σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος δ' Ταχὺ προκατάλαβε
Ζωὴν
τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον,
ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ,
πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Ἁγίας Ἄννης
Ἦχος α' Τῶν οὐρανίων ταγμάτων
Μνήμην
τελοῦντες Δικαίων, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν φαιδρῶν καὶ ἁγίων,
δοξάζομεν ἀπαύστως, ᾠδαῖς μυστικαῖς, τὸν οἰκτίρμονα Κύριον, τὸν ἀναδείξαντα τούτους
εἰς τὴν ἡμῶν, σωτηρίαν ἀκλινεῖς πρεσβευτάς.
Ἡ
πρώην ἄγονος στεῖρα, ἡ ἐκβλαστήσασα, τὴν ἀπαρχὴν τοῦ γένους, τῆς ἡμῶν σωτηρίας,
σήμερον μετέστη πρὸς τὴν ζωήν, τὴν ἐκεῖθεν αἰτοῦσα Χριστόν, τοῦ δωρηθῆναι
πταισμάτων τὸν ἱλασμόν, τοῖς ἐν πίστει ἀνυμνοῦσιν αὐτόν.
Μνήμην
Δικαίων τελοῦντες, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς
προσκαίρου, πρὸς ἄληκτον καὶ θείαν, μεταστήσαντα νῦν, ὡς Μητέρα ὑπάρχουσαν, τῆς
σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός.
Ἕτερα Στιχηρὰ Ἦχος α' Ὢ τοῦ παραδόξου θαύματος
Ἴδε
φωταυγὴς πανήγυρις, καὶ φαιδρὰ ἡμέρα, καὶ κοσμοχαρμόσυνος, ἡ κοίμησις ἡ σεπτὴ
καὶ ἀξιέπαινος, τῆς Ἄννης τῆς εὐκλεοῦς, ἐξ ἧς ἐτέχθη Ζωὴν ἡ κυήσασα, ἡ ἔμψυχος
Κιβωτός, ἡ τὸν ἀχώρητον Λόγον χωρήσασα, ἡ τῆς ἀθυμίας λύσις, καὶ χαρὰς ἡ πρόξενος,
ἡ παρέχουσα πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.
Ὢ
τοῦ παραδόξου θαύματος! ἡ ζωῆς τὴν πηγήν, θαυμαστῶς κυήσασα, τὴν μόνην ἐν
γυναιξίν, εὐλογημένην Ἁγνήν, μεθίσταται ἐκ ζωῆς, τῆς ἐπικήρου πρὸς τὴν ἀτελεύτητον,
ἡ Ἄννα ἡ εὐκλεής, γῆθεν ἀρθεῖσα πρὸς τὰ οὐράνια, συνευφραινομένη δήμοις, τῶν Ἀγγέλων
σήμερον, ἧσπερ νῦν τὴν ἁγίαν, ἑορτάζομεν πανήγυριν.
Σήμερον
φαιδρὰν πανήγυριν, τῶν πιστῶν χορεῖαι, τῇ σεπτῇ κοιμήσει σου, τελοῦμεν πανευλαβῶς,
ἐν θείῳ Πνεύματι· ἐφέστηκε γὰρ ἡμῖν, τῶν ἰαμάτων ἀστράπτουσα χάριτας, καὶ φλέγουσα
πονηρά, ἐν ἀερίων πνευμάτων συστήματα, καὶ φωταγωγοῦσα φρένας, τῶν πιστῶς ὑμνούντων
σου, ἀξιάγαστε, Ἄννα, τὴν σεβάσμιον μετάστασιν.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'
Οἱ
ἐξ ἀκάρπων λαγόνων, ῥάβδον ἁγίαν τὴν Θεοτόκον βλαστήσαντες, ἐξ ἧς ἡ σωτηρία τῷ
κόσμῳ ἀνέτειλε, Χριστὸς ὁ Θεός, τὸ ζεῦγος τὸ ἄμωμον, ἡ ξυνωρὶς ἡ ἁγία, Ἰωακεὶμ
καὶ Ἄννα· οὗτοι μεταστάντες πρὸς οὐρανίους σκηνάς, σὺν τῇ αὐτῶν θυγατρί, ὑπεραχράντῳ
Παρθένῳ, μετ' Ἀγγέλων χορεύουσιν, ὑπὲρ τοῦ κόσμου πρεσβείαν ποιούμενοι, οὓς καὶ
ἡμεῖς συνελθόντες, εὐσεβῶς ὑμνοῦντες λέγομεν· οἱ διὰ τῆς θεόπαιδος καὶ πανάγνου
Μαρίας, προπάτορες Χριστοῦ χρηματίσαντες, πρεσβευσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν,
συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει
αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε
οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα,
οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ
ὡς ὁλοκαρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 4, 7-15)
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη.
Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ
ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα.Ἦχος α'
Τὴν
ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας, φαιδρῶς ἡ γεννήσασα, σήμερον ἐκ γῆς μεθίσταται, Ἄννα
ἡ πανσεβάσμιος. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ τῶν ᾀσμάτων ἄνθη ἀναλαβόντες,
πρὸς αὐτὴν ἀνακράξωμεν· Σῶφρον Ἄννα, μακαρία ἡ κοιλία σου, ἡ τὴν Μητέρα τοῦ Θεοῦ
Λόγου βαστάσασα· καὶ οἱ μαστοί σου ὡραῖοι, οἷς αυτὴν ἐθήλασας· καὶ γὰρ αὕτη
τεκοῦσα ἀσπόρως τὸν ζωοδότην, σὺν αὐτῷ ἠξίωται βασιλεύειν, καὶ σὲ νῦν μεταστήσας,
πρὸς ἄληκτον καὶ θείαν ζωήν, τῇ Μητρὶ αὐτοῦ οἰκεῖν καὶ συναγάλλεσθαι κατηξίωσεν.
Ὅθεν δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, σὺν αὐτῇ πρεσβεύειν, τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β'
Δεῦτε
φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν Ἄννης τὴν σεβάσμιον
κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τήν θεόπαιδα, ἐξ ἧς
ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων, καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ'
Δεῦτε
ἅπαντες πιστοί, τὴν τῶν Δικαίων μνήμην φαιδρῶς ἑορτάσωμεν, Ἰωακεὶμ καὶ Ἄννης τῶν
Προπατόρων σήμερον, ὅτι ἔτεκον ὑμῖν τὴν Μητέρα τοῦ Σωτῆρος, Μαρίαν τὴν ἀμώμητον.
Ὅθεν πρὸς αὐτοὺς ἀνακράξωμεν· Ζεῦγος ἁγιόλεκτον, ξυνωρὶς ἁγία καὶ Θεοτίμητε, τὸν
ἐκ τῆς ὀσφύος ὑμῶν ἀνατείλαντα Χριστον τὸν Θεόν, αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. α'
Ὦ
μακαρία δυάς, ὑμεῖς πάντων γεννητόρων ὑπερήρθητε, ὅτι τὴν τῆς κτίσεως πάσης ὑπερέχουσαν
ἐβλαστήσατε, ὄντως μακάριος εἶ Ἰωακείμ, τοιαύτης παιδὸς χρηματίσας πατήρ. Μακαρία
ἡ μήτρα σου Ἄννα, ὅτι τὴν Μητέρα τῆς ζωῆς ἡμῶν ἐβλάστησας. Μακάριοι οἱ μαστοί,
οἷς ἐθήλασας τὴν γαλακτοτροφήσασαν τὸν τρέφοντα πᾶσαν πνοήν, ὃν δυσωπεῖν ἡμᾶς
παμμακάριστοι αἰτούμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια.Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ἀληθῶς
Χαίροις
ἡ νοητὴ χελιδών, ἔαρ τῆς χάριτος ἡμῖν ἡ γνωρίσασα, ἀμέμπτως ἐν σωφροσύνῃ βιωσαμένη
καλῶς, καὶ τῆς παρθενίας τὸ κειμήλιον σεμνῶς ὠδινήσασα, Θεοτόκον τὴν ἄμωμον, Ἀμνὰς
τιμία, ἡ κυήσασα δάμαλιν, τὸν ἐξαίροντα, ἀμνὸν κόσμου τὰ πταίσματα, Λόγον λόγῳ
γεννήσασαν, τὴν μόνην ἀπείρανδρον, Ἄννα προμῆτορ Κυρίου, τοῦ σὲ ἐκ γῆς μεταστήσαντος,
ὃν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ὑμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ.
Ἀγαλλιᾶσθε
δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Χαίροις
πεποθημένη Θεῷ, ἐκλελεγμένη ἁγιότητος, λάμψεσι, τοῦ νόμου δυὰς τιμία, ἡ τὰς ἐμφάσεις
καλῶς, ἐν τῇ θείᾳ χάριτι μεθαρμόσασα, Χριστὸν τὴν τεκοῦσαν, τὸν ἀρχηγὸν τῆς ζωῆς
ἡμῶν, αὐτοὶ τεκόντες, Ἰωακεὶμ ὁ θεόληπτος, καὶ ἡ ἔνθεος, Ἄννα ἡ πανσεβάσμιος, λύχνοι
οἱ ἀνατείλαντες, λαμπάδα τὴν ἄσκιον, οἱ εὐθηνοῦντες τὴν χάριν, τὴν Θεοτόκον τὴν
ἄχραντον, μεθ' ἧς δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ.
Μακάριοι
πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Χαίροις
εὐλογημένη ἡ γῆ, ἡ τὴν θεόβλαστον τῷ κόσμῳ ἀνθήσασα, ἡ νόμῳ ἀδιαλείπτως, ἐμμελετῶσα
Θεοῦ, καὶ τὴν χάριν πᾶσιν ὑπογράψασα, δεσμὰ τῆς στειρώσεως ἡ φυγοῦσα τῷ τόκῳ
σου, καὶ τῷ θανάτῳ, τὴν φθορὰν ἀνταμείψασα, καὶ πρὸς ἔνθεον, μεταστᾶσα λαμπρότητα,
Ἄννα θεομακάριστε, Προμῆτορ Χριστοῦ τοῦ Θεοῦ, ἡ φωτοφόρον λυχνίαν, τὴν Θεοτόκον
κυήσασα, μεθ' ἧς ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ'
Δεῦτε
πᾶσα ἡ κτίσις, ἐν κυμβάλοις ψαλμικοῖς, εὐφημήσωμεν Ἄνναν τὴν θεόφρονα, τὴν τὸ
θεῖον ὄρος ἀποκυήσασαν ἐκ λαγόνων αὐτῆς, καὶ πρὸς ὄρη νοητά, καὶ Παραδείσου
σκηνώματα, σήμερον μεταβεβηκυῖαν, καὶ πρὸς αὐτὴν βοήσωμεν· Μακαρία ἡ κοιλία
σου, ἡ βαστάσασα ἀληθῶς, τὴν τὸ φῶς τοῦ κόσμου ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ
οἱ μαστοί σου ὡραῖοι, οἱ θηλάσαντες τὴν θηλάσασαν Χριστόν, τὴν τροφὸν τῆς ζωῆς ἡμῶν,
ὃν καθικέτευε τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος δ' Ταχὺ προκατάλαβε
Ζωὴν
τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον,
ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ,
πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε. (γ΄)
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα Ἦχος γ' Τὴν ὡραιότητα
Ἡ
εὐκλεέστατος καὶ ἀξιέπαινος, Ἄννα ἡ ἔνθεος, καὶ πανσεβάσμιος, γῆθεν ἀρθεῖσα ἐκ
ζωῆς, προσκαίρου διαιωνίζει, εἰς ζωὴν ἀθάνατον, μέτ' Ἀγγέλων χορεύουσα, σὺν τῇ
θυγατρὶ αὐτῆς, καὶ ἀχράντῳ Μητρὶ τοῦ Θεοῦ, πρεσβεύουσα ἀπαύστως σωθῆναι, τοὺς πίστει
ταύτην μακαρίζοντας.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Τὰς
νόμου ἐντολάς, θεαρέστως τηροῦσα, μητέρας Ἰσραήλ, ὑπερῆρας ἁπάσας, τὴν μόνην ἀειπάρθενον,
Θεοτόκον κυήσασα, ἁγιόλεκτε, Ἄννα Προμῆτορ Κυρίου, μεταστᾶσα δέ, ἐκ γῆς πρὸς θεῖον
νυμφῶνα, Δικαίων ὑπέρκεισαι.
Δόξα. Καὶ νῦν.
Ἡ
κλῆσίς σου σεμνή, θείαν χάριν ἐκφαίνει· διὸ τοῖς εὐλαβῶς, χαριτώνυμε Ἄννα, ὑμνοῦσί
σου τὴν κοίμησιν, χάριν αἴτει καὶ ἔλεος, καὶ συγχώρησιν, ἁμαρτιῶν πολυτρόπων, οἷα
μάμμη Χριστοῦ τοῦ Σωτῆρος, ἡμῶν δὲ προσφύγιον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐκ
τῆς γῆς μεθέστηκας, Ἄννα θεόφρον, πρὸς ζωὴν τὴν ἄληκτον, οἷα Προμῆτορ τοῦ
Χριστοῦ, Ὃν ἐκτενῶς καθικέτευε, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει
αἴνεσις.
Στίχ.
Μακάριοι
πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ… Ζήτει
τῇ Η’ Σεπτεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν
Προπατόρων…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Τῇ
τοῦ Θεοῦ βουλῇ, ὡς καθαρὰ τὴν ψυχὴν διηκόνησας, τὴν τούτου Παναγίαν Μητέρα, ἐν
γήρατι τέξασα, Ἄννα πολυΰμνητε· καὶ καλῶς τελέσασα τὸν τῆς ἐν γῇ παροικίας
δρόμον, πρὸς αἰωνίους μονὰς ἀνέδραμες, καὶ τῶν ὑπὲρ λόγον ἀγαθῶν ἠξιώθης, ὡς τῆς
πανάγνου Θεοτόκου, Μήτηρ πανευκλεής. Καὶ νῦν δυσωποῦμέν σε· σὺν αὐτῇ πρέσβευε,
τῷ ἐλεήμονι Κυρίῳ, σώζεσθαι ἡμᾶς τοὺς εὐλαβῶς σε μακαρίζοντας.
Ὁ α’ Κανὼν τῆς Ἁγίας Ἄννης
ᾨδὴ α', Ἦχος δ' Ἀνοίξω τὸ στόμα μου
Πταισμάτων
συγχώρησιν, καὶ τῶν κακῶν ἀπολύτρωσιν, καὶ βίου διόρθωσιν, καὶ θείαν ἔλλαμψιν,
νῦν μοι αἴτησαι, τὴν σὴν φωσφόρον μνήμην, γεραίροντι σήμερον, Ἄννα πανεύφημε.
Ζωὴν
τὴν κυήσασαν, θεοπρεπῶς ἀπεκύησας· διὸ πρὸς ἀείζωον, ζωὴν μεθέστηκας, ἀπολαύουσα,
χαρᾶς ἀνεκλαλήτου, φωτὸς ἀνεσπέρου τε, Ἄννα θεόκλητε.
Ἡ
χάρις ἡ ἔνθεος, πρὸς τὴν χαρὰν μεταβέβηκεν, ἀσπόρως ἣν ἔτεκε, θυγάτηρ ταύτης ἁγνή,
καὶ παρίσταται, πολλῇ σὺν παῤῥησίᾳ, Κυρίῳ πρεσβεύουσα, σωθῆναι πάντας ἡμᾶς.
Θεοτοκίον
Ἐκ
σοῦ ἡμῖν ἔλαμψε, δικαιοσύνης ὁ Ἥλιος, καὶ πᾶσαν κατηύγασε, θεογνωσίᾳ τὴν γῆν,
καὶ διέλυσεν, ἀχλὺν τῆς ἀθεΐας, Ἁγνὴ παναμώμητε, καὶ παμμακάριστε.
Ὁ β’ Κανῶν τῆς Ἁγίας.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Πεποικιλμένη
ἀρετῶν τοῖς κάλλεσιν ὅλη μετάρσιος, θεοειδὴς ὅλη, ὅλη ἐξαστράπτουσα, ἐκ δεξιῶν
παρίστασαι, τῆς Μητρὸς τοῦ Δεσπότου, οἷα Μητρὶ παρεχούσης σοι, Ἄννα θεοφόρε τὰ
αἴσια.
Ὡς
παῤῥησίαν πρὸς Χριστὸν πανεύφημε πλουτοῦσα Ἄννα πολλήν, εὐΐλατον τοῦτον,
ποίησον τοῖς δούλοις σου, ἐν ὥρᾳ τῆς ἐτάσεως, καὶ τῆς εὐκταιοτάτης, ἐκ δεξιῶν
παραστάσεων, τούτου καταξίωσον ἅπαντας.
Θεοτοκίον
Χαῖρε
Παρθένε τῶν πιστῶν τὸ στήριγμα· χαῖρε Ἀγγέλων χαρά· τῶν ἀσκητῶν χαῖρε, σκέπη καὶ
διάσωσμα· χαῖρε τοῦδε τοῦ κλήρου σου, καταφύγιον μέγα καὶ ἀσφαλὲς περιτείχισμα,
ἄχραντε καὶ τεῖχος ἀπόρθητον.
Καταβασία.
Ἀνοίξω τὸ στόμα μου, καὶ
πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί· καὶ ὀφθήσομαι,
φαιδρῶς πανηγυρίζων· καὶ ᾄσω γηθόμενος, Ταύτης τὰ θαύματα.
ᾨδὴ γ', Οὐκ ἐν σοφίᾳ
Τὴν
συλλαβοῦσαν, τὸν συνέχοντα πάντα συνέλαβες, καὶ ἐκύησας Χριστόν, τὴν ὑπὲρ λόγον
κυήσασαν· διό σου τὴν κοίμησιν, Ἄννα γεραίρομεν.
Μετ'
ἐγκωμίων, ἐκτελεῖται ἡ ἔνδοξος μνήμη σου· ὅτι ἔτεκες ἡμῖν, τὴν ἐγκωμίων ἐπέκεινα,
ἁγνὴν Θεομήτορα, Ἄννα θεόκλητε.
Ἥλιος
ὥσπερ τῇ σελήνῃ τῇ Ἄννῃ ἑνούμενος, ὁ κλεινὸς Ἰωακείμ, τῆς παρθενίας ἀκτῖνα γεννᾷ,
δι' ἧς τῆς Θεότητος, αὐγὴ ἐπέλαμψε.
Θεοτοκίον
Σὲ
προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα,
πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.
Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Πλήρης
αῤῥήτου φωτισμού, πλήρης χαρᾶς ἀνεικάστου, πλήρης Πνεύματος ἁγίου ὑπάρχει, ἡ
σεπτὴ καὶ εὐκλεής, καὶ παναγία μνήμη σου, Θεοπρομῆτορ Ἄννα, ἣν ἐπαξίως
γεραίρομεν.
Γλῶσσα
οὐ σθένει σε βροτῶν, ἀνευφημῆσαι ἀξίως, ἀξιΰμνητε Προμῆτορ Κυρίου· σὺ γὰρ
τέτοκας ἡμῖν, τὸν λογικὸν Παράδεισον, τὴν τῆς ζωῆς Μητέρα, καὶ ἐγκωμίων ἐπέκεινα.
Ἐκ
ῥίζης σὺ πανευκλεοῦς, ῥάδαμνος ἅγιος ἔφυς, καὶ ἐξήνθησας ἡμῖν παραδόξως, τὴν
Παρθένον καὶ ἁγνήν, ἐξ ἧς ὁ πάντων Κύριος, τεχθεὶς ὡς οἶδε μόνος, πάντας τὸν
κόσμον διέσωσεν.
Ἀπὸ
τῆς γῆς πρὸς οὐρανόν, μεθισταμένη ἐν δόξῃ, θεοδόξαστε Προμῆτορ Κυρίου, τῆς
Τριάδος τῷ φωτί, περιφανῶς ἠγλάϊσαι· διὸ ἀνευφημοῦμεν, τὴν σὴν ἁγίαν
μετάστασιν.
Θεοτοκίον
Ναὸς ἐδείχθης καθαρός, Παρθενομῆτορ
Μαρία, τοῦ τὰ πάντα πανσθενῶς καὶ πανσόφως, ὑποστήσαντος Χριστοῦ, καὶ τάξαντος
καὶ φέροντος, ὃν ἐξιλέωσαί μοι, ταῖς μητρικαῖς σου δεήσεσι.
Καταβασία.
Τοὺς Σούς ὑμνολόγους Θεοτόκε, ὡς
ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντος, πνευματικόν, στερέωσον· καὶ ἐν τῇ
θείᾳ δόξῃ Σου, στεφάνων δόξης ἀξίωσον.
Κάθισμα Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον
Τῆς
μητρὸς τοῦ Δεσπότου καὶ Ποιητοῦ, μήτηρ γέγονας Ἄννα πανευκλεής, αὐτοῦ τὰ προστάγματα,
ἀνενδότως φυλάττουσα· διὰ τοῦτο θανοῦσα, ζωὴν πρὸς ἀθάνατον, μετετέθης ὄντως,
καὶ φῶς πρὸς ἀνέσπερον· ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ἐν
πνεύματι, φωτιζόμεθα πάντοτε, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
ᾨδὴ δ', Ὁ καθήμενος ἐν δόξῃ
Τὰ
ἐν νόμῳ γεγραμμένα, μελετῶσα ἐτέλεσας, καὶ τοῦ νομοθέτου, μήτηρ τῆς μητρὸς ἐχρημάτισας·
διὸ νῦν πᾶσα ἡ κτίσις ἐποφείλει σοι, ἐκτελοῦσά σου, χαρμονικῶς τὸ μνημόσυνον.
Μακαρία
ἡ κοιλία ἀληθῶς ἡ βαστάσασα, τὴν τὸ φῶς τοῦ κόσμου, ἔνδον ἐν κοιλίᾳ βαστάσασαν,
καὶ οἱ μαστοί σου ὡραῖοι, ὡς θηλάσαντες, τὴν θηλάσασαν, Ἄννα Χριστόν τὴν τροφὴν
ἡμῶν.
Ὡς
βιώσασα ἀμέμπτως, τὴν ἀμέμπτως κυήσασαν, Θεοτόκον Κόρην, Λόγον τοῦ Πατρὸς ἀπεκύησας,
καὶ πρὸς αὐτὸν μετὰ δόξης προσεχώρησας, θεουμένη, σεπταῖς μετοχαῖς ἀληθέστατα.
Θεοτοκίον
Τῆς
παρθένου ἡ κοιλία, θημωνία ὡς ἅλωνος, ἀληθῶς ἐδείχθη, στάχυν ἀγεώργητον ἔχουσα,
δι' οὗ ἐκτρέφεται πᾶσα κτίσις, κράζουσα· Παντοδύναμε, Δόξα Χριστὲ τῇ δυνάμει
σου.
Ἕτερος. Σύ μου ἰσχύς.
Σοῦ
τῆς σεπτῆς, ψυχῆς τὰς βάσεις ἐρείσασα, τοῖς τοῦ νόμου, θείοις διατάγμασι, καὶ
πειθαρχοῦσα ταῖς τοῦ Θεοῦ, ἐντολαῖς θεόφρον, ἐπάξιον ἐνδιαίτημα, τοῦ Πνεύματος ἐγένου·
διὰ τούτου καὶ μήτηρ, τῆς Μητρὸς τοῦ Θεοῦ ἐχρημάτισας.
Ἡ
φωταυγής, καὶ ἀξιέπαινος μνήμη σου, νῦν ἐπέστη, Ἄννα πανσεβάσμιε, ἡλιακὰς
στίλβουσα αὐγάς, καὶ φωταγωγοῦσα, τῶν εὐσεβῶν τὰ συστήματα, καὶ θείας εὐφροσύνης,
καὶ τερπνῆς θυμηδίας, ἀξιοῦσα τοὺς πόθῳ σε μέλποντας.
Ὑπὲρ
υἱούς, τῶν γηγενῶν κεχαρίτωσαι, ὑπερήρθης, πάντων παναοίδιμε, αῶν γεννητόρων ὡς
ἀληθῶς, ὑπὲρ τοὺς Δικαίους, πάντας θεόφρον ὑπέρκεισαι· τῆς ὄντως γὰρ Παρθένου,
μήτηρ ὤφθης ἁγία, τῆς τὸν Κτίστην τεκούσης καὶ Κύριον.
Τὸ
τηλαυγές, καὶ ἀκηλίδωτον ἔσοπτρον, τὸ ταμεῖον, τῆς θείας ἐλλάμψεως, ὁ εὐαγὴς οἶκος
τοῦ Θεοῦ, παστὰς ἡ τιμία, τὸ τιμαλφέστατον τέμενος, ταὸ θεῖον ὄντως σκεῦος, ἡ
φωτόμορφος χάρις, ἡ θεόκλητος Ἄννα ὑμνείσθω μοι.
Θεοτοκίον
Ὡραίαν σε πάναγνε μόνην εὑράμενος, ἐξ
αἰῶνος Λόγος ὁ προάναρχος, τὴν Ἰακὼβ Κόρη καλλονήν, καὶ ἐν σοὶ σκηνώσας, δι' εὐσπλαγχνίαν
ἀνέπλασε, τὴν φύσιν τῶν ἀνθρώπων, ὃν δυσώπει ἀπαύστως, ἀπὸ πάσης ῥυσθῆναί με
θλίψεως.
Καταβασία.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς
ἐκ τῆς Παρθένου σαρκώσεως, Σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν
ἐκραύγαζε· δόξα τῇ δυνάμει Σου Κύριε.
ᾨδὴ ε', Ἀσεβεῖς οὐκ ὄψονται
Οὐρανὸν
ἐκύησας, ἐν γῇ ὡς ἀληθῶς, τὴν τεκοῦσαν τὸν οὐρανοῦ, ποιητὴν τὸν σήμερον, σὲ
μεταθέμενον, πρὸς τὰ ἐπουράνια, μετὰ δόξης Ἄννα ἔνδοξε.
Ταῖς
ἀΰλοις τάξεσιν, ἀΰλω τῷ νοΐ, συγχορεύεις περιχαρῶς, πληρουμένη λάμψεως, τῆς
πλουτοδότιδος, ἀλλ' ἡμῶν μνημόνευε, τῶν ἐν πίστει μεμνημένων σου.
Ἱεσσαὶ
βλαστήσασαν, ἐκ ῥίζης ἐμφανῶς, εὐθαλῆ ῥάβδον τὴν Ἁγνήν, ἐκβλαστάνεις ἔνδοξε, τὴν
ἐκβλαστήσασαν, ἄνθος τὸ ἀμάραντον, Ἰησοῦν τὸν Λυτρωτὴν ἡμῶν.
Θεοτοκίον
Ἐπὶ
σὲ κατέφυγον, τὴν μόνην κραταιάν, τῶν πιστῶν σκέπην, ἐπὶ σοὶ τὴν ἐλπίδα τίθημι,
τῆς σωτηρίας μου, Παναγία Δέσποινα, Θεοτόκε μὴ παρίδῃς με.
Ἕτερος.Ἵνα τι με ἀπώσω.
Ὁ
τὸ πᾶν διεξάγων, καὶ διευθετῶν καὶ συνέχων ὡς βούλεται, καὶ δεσπόζων πάντων, ὡς
Θεὸς προειδώς σου τὸ ἄμεμπτον, ἡρετίσατό σε, καὶ τῆς Μητρὸς αὐτοῦ θεόφρον, ἐπαξίως
μητέρα προώρισεν.
Μέγα
ὄντως τὸ κλέος, μέγα τὸ ἀξίωμα τὸ σὸν πανένδοξε, τῆς Μητρὸς γὰρ μήτηρ, τοῦ τῶν ὅλων
Θεοῦ ἐχρημάτισας· διὰ τοῦτο πᾶσαι, αἱ πατριαὶ τῆς γῆς ἁπάσης, ἀσιγήτως ἀεὶ σὲ
γεραίρουσιν.
Θεοτοκίον
Μητροπάρθενε Κόρη, πάναγνε,
πανάμωμε, Θεοχαρίτωτε, ταῖς Σαῖς ἱκεσίαις, τὸν Υἱὸν καὶ Θεόν Σου καὶ Κύριον, ἐξιλέωσαί
μοι, καὶ τῶν παθῶν καὶ τῶν πταισμάτων, τὸν σὸν δοῦλον ἐκλύτρωσαι τάχιον.
Καταβασία.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ
Σου· Σὺ γὰρ Ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας
ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύοντα.
ᾨδὴ ς', Θύσω σοι, μετὰ φωνῆς
Κυρίου,
Ἰησοῦ τοῦ Θεοῦ οἱ προπάτορες, Ἰωακείμ τε καί, Ἄννα, οἱ δικαιοσύνῃ κεκοσμημένοι,
ἐπαξίως, ἐν ᾠδαῖς εὐφημείσθωσαν σήμερον.
Ἁπάντων,
ἐγκωμίων ἡ Ἄννα ὑπέρκειται, ὅτι παντὸς ἐγκωμίου, τὴν ὑπερκειμένην ἐκύησε· διὰ
τοῦτο, ἐν χορῷ τῶν Ἁγίων αὐλίζεται.
Φωσφόρος,
καὶ λαμπρότητος πλήρης ἡ μνήμη σου, μαρμαρυγὰς τοῖς ἐν κόσμῳ, τὰς σωτηριώδεις ἐκπέμπουσα,
σῶφρον Ἄννα, χαρισμάτων παντοίων ἀνάπλεως.
Θεοτοκίον
Ἐξ
Ἄννης, ἡ τοῦ κόσμου ἐτέχθης Βασίλισσα, τὸν τοῦ παντὸς Βασιλέα, καὶ τεκοῦσα καὶ
παρθενεύουσα, μετὰ τόκον, Χερουβὶμ ἀνωτέρα πανάμωμε.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Χρεωστικῶς
οἱ πιστοί, τὴν πανσεβάσμιον κοίμησιν, τῆς Ἄννης ταῆς εὐκλεοῦς, τελέσωμεν
σήμερον· καὶ γὰρ ἀπεκύησε, τὴν Παρθένον Κόρην, ἀπαρχὴν τῆς σωτηρίας ἡμῶν.
Πλουσίας
ἐν οὐρανοῖς, τὰς ἀντίδοσεις ἐλάβετε, Προπάτορες τοῦ Χριστοῦ, ἀθάνατον εὔκλειαν,
καὶ στέφος ἀμάραντον, καὶ λῆξιν ἀγήρω, καῖ τρυφὴν μὴ διαῤῥέουσα.
Θεοτοκίον
Ναὸς ἐδείχθης Θεοῦ, τοῦ ἀχωρήτου
Πανάχραντε, ναὸν κᾀμὲ τῆς αὐτοῦ, δεῖξον θείας χάριτος, Παναγία Δέσποινα, ταῖς
σαῖς ἱκεσίαις, καὶ συντήρησον ἀλώβητον.
Καταβασία.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτήν οἱ θεόφρονες, τῆς Θεομήτορος,
δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεόν δοξάζοντες.
Κοντάκιον Ἦχος β' Τὰ ἄνω ζητῶν
Προγόνων
Χριστοῦ, τὴν μνήμην ἑορτάζομεν, τὴν τούτων πιστῶς, αἰτούμενοι βοήθειαν, τοῦ ῥυσθῆναι
ἅπαντας, ἀπὸ πάσης θλίψεως, τοὺς κραυγάζοντας· ὁ Θεὸς γενοῦ μεθ' ἡμῶν, ὁ τούτους
δοξάσας ὡς ηὐδόκησας.
Ὁ Οἶκος
Προφητικῶς
συνέλθωμεν πάντες, τοῦ ἀξίως ὑμνῆσαι τῆς προγόνου Χριστοῦ τὴν παναγίαν μετάστασιν·
Σήμερον γὰρ ἐκ τῆς προσκαίρου μεταστᾶσα ζωῆς, ἐν τοῖς ἐπουρανίοις μετὰ χαρᾶς τὴν
πορείαν ποιουμένη ἀγάλλεται, καὶ ὡς οὖσα Μήτηρ τῆς ὄντως ἀληθοῦς Θεοτόκου,
κραυγάζει πιστῶς· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, ὅτι ἔτεκον τὴν τούτου Μητέρα
ἐν τῇ γῇ. Γένοιτο οὖν μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησε.
Συναξάριον.
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης,
μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
Μήτηρ
τελευτᾷ Μητροπαρθένου Κόρης,
Ἡ
τῶν κυουσῶν μητέρων σωτηρία.
Πέμπτῃ
ἐξεβίωσε μογοστόκος εἰκάδι Ἄννα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ
Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων.
Λόγοι
Βελίαρ οἱ λόγοι Ὠριγένους,
Οὕσπερ
καθεῖλον προσκυνηταὶ τοῦ Λόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων· Ηλιοὺ ἀρχιεπισκόπου
Θεσσαλονίκης, καὶ Ζαχαρίου ἐπισκόπου Λευκάδος, ἐκ τῶν μελῶν τῆς Ε’ Οἰκουμενικῆς
Συνόδου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ὀλυμπιάδος τῆς διακόνου.
Ὀλυμπιὰς
πεσοῦσα πατρίδος φίλης,
πρὸς
τὸν ἄνω χαίρουσα βαίνει πατρίδα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Εὐπραξίας.
Εὐπραξία
πρόσεισι Χριστῷ πλουσίᾳ,
πολλαῖς
κομῶσα ψυχικαῖς εὐπραξίαις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Σάκτου, Ματτούρου, Ἀττάλου
καὶ Βλανδίνης.
Τρεῖς
ἐξ ἑνὸς πνίγουσιν ἄνδρας σπαρτίου,
ὡς
τρίπλοκόν τι σπαρτίον συνημμένους.
Νίκης
ἀγῶνος ἱππικοῦ τῇ Βλανδίνῃ,
δίδωσι
λαμπρὰ παμβασιλεὺς τὰ στέφη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου τοῦ Καλλίδη,
Μητροπολίτου Ἡρακλείας καὶ Ῥαιδεστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μακαρίου τῆς Ζελτοδόβας, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', Ὁ διασώσας ἐν πυρὶ
Ὡς
τῆς ζωῆς τῆς ἀληθοῦς, Ἄννα τὴν μητέρα τεκοῦσα, πρὸς τὴν ζωὴν τὴν ἀληθῆ, μετετέθης
πιστῶς ἀνακράζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Ἡ
τῆς μητρὸς τοῦ Λυτρωτοῦ, μήτηρ χρηματίσασα Ἄννα, ἀπὸ τῆς γῆς πρὸς οὐρανόν, ἀρεταῖς
κοσμουμένη ἀνέδραμες, ἐν αἰνέσει κραυγάζουσα· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Πρὸς
ἀτελεύτητον ζωήν, πρὸς εὐρυχωρότατον πλάτος, τοῦ Παραδείσου τῆς τρυφῆς, πρὸς ἀνέσπερον
φῶς ἐξεδήμησας, θεοφόρε κραυγάζουσα· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Ὡραϊσμένη
καλλοναῖς, ταῖς τῶν ἀρετῶν τὸν ὡραῖον, ὑπὲρ υἱοὺς τῶν γηγενῶν, ἀπεκύησας Λόγον πανάμωμε,
τὸν τερπναῖς ὡραιότησι, τοὺς αὐτὸν ὑμνολογοῦντας κατακοσμοῦντα.
Ἕτερος. Θεοῦ συγκατάβασιν.
Φυγοῦσα
τὸ ὄνειδος, τῆς ἀπαιδίας Ἄννα περίδοξε, μήτηρ μόνη ἐδείχθης, τῆς ὄντως μόνης ἀπειρογάμου
Μητρός· μεθ’ ἧς συμψάλλεις ἀλήκτως χορεύουσα· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρωνἡμῶν.
Τὸ
θεῖον ἀνάκτορον, τοῦ Βασιλέως τῶν βασιλέων Χριστοῦ, γαλουχήσασα Ἄννα, ἐμεγαλύνθης
ὑπὲρ υἱοὺς γηγενῶν, καὶ σοῦ τὸ πάντιμον ᾄδεται ὄνομα, ἐν οὐρανῷ καὶ ἐν γῇ, οἷα
Προγόνου Χριστοῦ.
Φυλῆς
ἐκβλαστήσασα, τῆς βασιλίδος Ἄννα θεόληπτε, τῆς Μητρὸς τοῦ Δεσπότου, καὶ
Βασιλέως μήτηρ γεγένησαι, καὶ Βασιλείας τῆς ἄνω τετύχηκας, ἧς καὶ ἡμεῖς ταῖς
λιταῖς, τύχοιμεν πάντες ταῖς σαῖς.
Θεοτοκίον
Θεὸν
ἡ κυήσασα, ἀνερμηνεύτως μόνη πανύμνητε, δυσωποῦσα μὴ παύσῃ, τοῦ οἰκτειρῆσαι λαὸν
καὶ ποίμνην σου, καὶ διασῶσαι ἐκ πάσης κακώσεως, τοὺς ἐκβοῶντας ἀεί· χαῖρε
Παρθένε Ἁγνή.
Καταβασία.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ
θεόφρονες, παρά τὸν Κτίσαντα· ἀλλά πυρός ἀπειλήν, ἀνδρείως πατήσαντες,
χαίροντες ἔψαλλον, Ὑπερύμνητε· ὁ τῶν
πατέρων Κύριος, καὶ Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η', Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ
Ἡ
μήτηρ τῆς μόνης Θεοτόκου, ἡ στεῖρα τὸ πρίν, νῦν δὲ προμήτωρ Χριστοῦ, ὥσπερ τῆς
στειρώσεως, οὕτω τῆς νεκρώσεως, ἐκδυσαμένη ἔνδυμα, ἐν χώρᾳ ζώντων βοᾷ· τὸν Κύριον
ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Χριστὸς
σοι τὰς πύλας ἐκπετάσας, τὰς ἄνω περιχαρῶς καθυπεδέξατο, πύλην ὅτι ἔτεκες, ἣν αὐτὸς
διώδευσε, καὶ κεκλεισμένην ἔδειξε, μετὰ τὴν πάροδον, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν
σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἁγίως
τὸν βίον ἐκτελοῦσα, Ἁγίας ἀειπαρθένου Μήτηρ γέγονας, ἥτις τὸν πανάγιον, Λόγον ἀπεκύησεν,
ἁγιασμὸν καὶ λύτρωσιν ἡμῖν παρέχοντα, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν,
εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Πολλοῖς
συνεχόμενον κινδύνοις, καὶ σάλῳ τῆς ἁμαρτίας κινδυνεύοντα, ὅρμον πρὸς ἀκύμαντον,
αὔραις ταῖς τοῦ Πνεύματος, Θεογεννῆτορ Δέσποινα, νῦν καθοδήγησον· λιμὴν
Χριστιανῶν γὰρ ὑπάρχεις· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἕτερος. Ἑπταπλασίως κάμινον.
Πατριαρχῶν
ὁ σύλλογος, Ἀποστόλων ὁ θίασος, καὶ τῶν Προφητῶν Ἱεραρχῶν ὁμήγυρις, Μαρτύρων Ὁσίων
τε, καὶ τῶν Δικαίων ὅμιλος, σὺν τοῖς Ἀσωμάτοις, σὲ ἀξίως αἰνοῦσιν, ὡς πάντων ὑπερτέραν,
τῶν Ἁγίων θεόφρον· Προμήτωρ γὰρ ἐδείχθης, τοῦ πάντων Βασιλέως.
Χάρις
θεόφρον κέκλησαι, καὶ τῆς χάριτος πέπλησαι, καὶ χάριτος θείας ἐπλήρωσας ἅπαντας·
τὴν πλήρη γὰρ τέτοκας, ἁπάσης θείας χάριτος, τὴν θεοπρεπῆ, καὶ Μητροπάρθενον
Κόρη, ἐξ ἧς ἡ τῶν ἁπάντων, σωτηρία ἐτέχθη, καὶ πλάνη κατηργήθη, καὶ ὄφις ἐνεκρώθη.
Θεοτοκίον
Ἐπὶ τῆς γῆς ἀνέτειλεν ὁ ἀνέσπερος Ἥλιος, διὰ τῆς ἐκ σοῦ
παρθενικῆς γεννήσεως πανάχραντε Δέσποινα, καὶ τοὺς βροτοὺς ἀπήλλαξε, τῆς εἰδωλικῆς
καὶ ζοφερᾶς σκοτομήνης∙ διὸ καὶ νῦν με μᾶλλον, τῆς αὐτοῦ θεαρχίας, καταύγασον
ταῖς αἴγλαις, καὶ φρούρει τὸν σὸν δοῦλον.
Καταβασία.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ πόκος
τῆς Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νῦν δέ ἐνεργούμενος, τὴν
οἰκουμένην ἅπασαν ἐγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ', Εὔα μὲν τῷ τῆς παρακοῆς
Εὔα
μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ στειρώσεως κατάρας,
λυθεῖσα εὐλογίαν τὴν τέξασαν, ἐκύησας ἁγνὴν Θεομήτορα· ᾗ συγχορεύεις ἀξιάγαστε.
Ἐκ
γῆς τῆς γαστρός σου ἀληθῶς γεγέννηται, γῆ ἁγία ἀγεώργητος, στάχυν βλαστήσασα ἀσπόρως,
τοῦ κόσμου τὸν τροφέα καὶ Κύριον, τὸν σὲ πρὸς τὴν τρυφὴν τὴν ἀδάπανον, Ἄννα
πανσόφως μεταστήσαντα.\
Ἐδέξατο
ἄλυπος ζωὴ καὶ ἄφθαρτος, μετὰ τέλος σὲ πανεύφημε, ξύλου ζωῆς νυνὶ μετέχεις,
Δικαίων συνευφραίνῃ συστήματι, καὶ θείων Ἀσωμάτων στρατεύμασιν· ὅθεν σε πάντες
μακαρίζομεν.
Ἡ
μνήμη σου σήμερον ἡμῖν ἀνέτειλε, τοῦ ἡλίου τηλαυγέστερον, φέγγει πλουσίων
χαρισμάτων, ἡμᾶς καταφαιδρύνουσα Πάνσεμνε, καὶ ζόφον παθημάτων ἐξαίρουσα, ἥν ἐκτελοῦντας
ἡμᾶς φύλαττε.
Θεοτοκίον
Μαρία
κυρία τοῦ παντός, παντοίοις με δουλωθέντα πλημμελήμασι, σὺ ἐλευθέρωσον· αὐτὴ γάρ,
τὸν ἐλευθερωτὴν πάντων τέτοκας, δουλείας τὸν ἡμᾶς λυτρωσάμενον, τῆς ἁμαρτίας θείῳ
νεύματι.
Ἕτερος. Ἐξέστη ἐπὶ τούτῳ.
Μετέστης
πρὸς τὸ ὄντως ὃν ἐραστόν, πρὸς οὐράνιον λῆξιν καὶ ἄληκτον, πρὸς θεῖον φῶς, πρὸς
τὸ πανυπέρτατον ἀγαθόν, ὅπου χαρὰ ἡ ἄῤῥητος, ὅπου τὸ ἀκρότατον ἐφετόν, ὁ ἦχος ἔνθα
ἔστιν, ὁ τῶν ἑορταζόντων, ὧν ἀπολαύσαιμεν θεόληπτε.
Στησώμεθα
χορείαν πνευματικήν, ψαλμικῶς τῷ Θεῷ ἡμῶν ᾄσωμεν, Δαβιτικῶς, ᾆσμα καινὸν θεῖον
τῇ ἑορτῇ, τῆς εὐκλεοῦς Προμήτορος, τοῦ Θεοῦ τῶν ὅλων καὶ Ποιητοῦ, καὶ κράξωμεν ἐν
πίστει· Ἄννα Θεοπρομῆτορ, ῥῦσαι κινδύνων τὰς ψυχὰς ἡμῶν.
Τοὺς
πόθῳ καὶ ἀγάπῃ εἰλικρινεῖ, τῷ σεπτῷ σου ναῷ προσεδρεύοντας, καὶ σὲ θερμῶς, ἀνυμνολογοῦντας
Ἄννα σεμνή, ἐκ πάσης βλάβης φύλαττε, καὶ παντοίας λύτρωσαι πειρασμῶν, καὶ θείας
μετουσίας, τῆς ἄνω Βασιλείας, μετόχους δεῖξον παμμακάριστε.
Θεοτοκίον
Νηδὺν Χριστὲ Σωτήρ μου παρθενικήν, ἐνοικήσας ἐφάνης τῷ κόσμῳ
σου, θεανδρικῶς, ἄτρεπτος ἀσύγχυτος ἀληθῶς, καὶ καθυπέσχου πάντοτε, μετὰ τῶν σῶν
δούλων εἶναι σαφῶς· διὸ τῆς σὲ τεκούσης, πρεσβείαις τὴν εἰρήνην, πάσῃ τῇ ποίμνῃ
σου πρυτάνευσον.
Καταβασία.
Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι
λαμπαδοχούμενος· πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν
πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω, χαίροις Παμμακάριστε, Θεοτόκε Ἁγνὴ
Ἀειπάρθενε.
Ἐξαποστειλάριον Ἦχος β' Τοῖς Μαθηταῖς
Χρεωστικῶς
ὑμνήσωμεν, τὴν θεόκλητον Ἄνναν· τὴν Θεοτόκον αὕτη γάρ, τὴν Παρθένον Μαρίαν, κυήσασα
παρ' ἐλπίδα, ἀγχιστεὺς κατὰ σάρκα, Χριστοῦ τοῦ Λυτρωτοῦ ἡμῶν, ἀνεδείχθη τοῦ ταύτην,
θεοπρεπῶς, προσλαβόντος σήμερον ἐν ὑψίστοις, ὑπὲρ ἡμῶν πρεσβεύουσα, καὶ εἰρήνης
τοῦ κόσμου.
Αἶνοι. Ἦχος α' Τῶν οὐρανίων ταγμάτων
Μνήμην
τελοῦντες αἰσίαν, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου
πρὸς τὴν ἄληκτον δόξαν, μεταστήσαντα νῦν, ὡς μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης
ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός. (Δίς)
Μνήμην
ἁγίαν τελοῦντες, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν σεπτῶν καὶ ἀμέμπτων,
δοξάζομεν ἀπαύστως, τὸν λυτρωτήν, καὶ οἰκτίρμονα Κύριον, τόν μεταστήσαντα τούτους
πρὸς τὴν ζωήν, τὴν ἀγήρω καὶ ἀνώλεθρον.
Πρὸς
τὰς ἀΰλους χορείας, καὶ τῶν Δικαίων σκηνάς, ἔνθα Ἀγγέλων τάξεις, ἔνθα δῆμος Ἁγίων,
χαρὰ ἑορταζόντων ἄγεται νῦν, τῶν Δικαίων τὰ πνεύματα, Ἰωακεὶμ καὶ τῆς Ἄννης, οὓς
εὐσεβῶς, εὐφημοῦντες μακαρίσωμεν.
Δόξα. Καὶ νῦν. Ἦχος β'
Δεῦτε
φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν, Ἄννης τὴν σεβάσμιον
κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τὴν θεόπαιδα, ἐξ ἧς
ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων καὶ ἁγιάζων τὰς ψυχὰς
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου