Παρασκευή 7 Ιουνίου 2019

ΙΟΥΛΙΟΣ 1. ΑΓΙΟΙ ΑΝΑΡΓΥΡΟΙ ΚΟΣΜΑΣ & ΔΑΜΙΑΝΟΣ ΡΩΜΗΣ ΑΚΟΛΟΥΘΙΑ ΚΑΙ ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ





 

ΙΟΥΛΙΟΣ Α΄.

ΚΟΣΜΑ & ΔΑΜΙΑΝΟΥ ΑΝΑΡΓΥΡΩΝ ΡΩΜΑΙΩΝ

ΑΚΟΛΟΥΘΙΑ

Ποίημα Ἰωσήφ τοῦ ἐκ Φουρνᾶ.

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ παρόντα Τροπάρια. Ἦχος πλ. β´. Τριήμερος ἀνέστης Χριστέ.

Ἀνάργυροι Χριστοῦ ἀθληταί, καὶ κήρυκες πανεύφημοι, οἱ ἐν Ρώμῃ τὸν καλόν, ἐπὶ τῆς γῆς ἀγῶνα τελέσαντες· μὴ παύσησθε πρεσβεύειν, ὑπὲρ τῶν πίστει ἀνυμνούντων ὑμᾶς. (Δίς).

 

Ἐν βίῳ τῷ προσκαίρῳ Χριστέ, ἀπαύστως ἐκ τοῦ κλύδωνος, χειμαζόμενοι βοῶμεν ἐκτενῶς· σῶσον τὸν κόσμον ἅπαντα, πρεσβείαις τῶν ἁγίων καὶ σοφωτάτων Ἀναργύρων Σου.

 

Ὢ θεῖοι καὶ σεπτοὶ ἀθληταί, παγκόσμιοι Ἀνάργυροι,* οἱ ἰάσεις τοῖς αἰτοῦσι δωρεάν, παρέχοντες ἀφθόνως, πρεσβεύσατε Κυρίῳ, ὑπὲρ τῶν πίστει γεραιρόντων ὑμᾶς.

 

Δόξα. Ἦχος δ´.

Καταλιπόντες τὰ τερπνά, τῆς προσκαίρου ζωῆς, Ἅγιοι Ἀνάργυροι, προσεκολλήθητε Χριστῷ, τῷ δι᾿ ἡμᾶς ἐνανθρωπήσαντι· ὑπὲρ οὗ καὶ ἀθλήσαντες, ἐν κακουχίαις ἁπάσαις, στεφάνους ἀμαραντίνους, παρ᾿ Αὐτοῦ ἐδέξασθε, τοῦ ἀντιδοξάζοντος, τοὺς Αὐτόν δοξάζοντας. Καὶ νῦν Αὐτῷ παριστάμενοι, χαίρετε αἰωνίως καὶ συναγάλλεσθε, ἱκεσίας ποιούμενοι, ὑπὲρ τῶν πιστῶς ἐκτελούντων, ὑμῶν τὰ μνημόσυνα.

 

Καὶ νῦν. Θεοτοκίον

Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες· Σύ εἶ βάτος, ἐν ᾖ ἀφλέκτως  Μωσῆς κατεῖδεν, ὡς  φλόγα  τὸ  πῦρ  τῆς  θεότητος.

 

Εἰς τὸν Στίχον. Ἦχος β´. Οἶκος τοῦ Εὐφραθᾶ

Πηγὴ ὡς ἀληθῶς, τυγχάνει ἰαμάτων, ναὸς ὁ τῶν ἐνδόξων, καὶ θείων Ἀναργύρων, ἐν ᾧ πάντες συνέλθωμεν.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ ἐθαυμάστωσεν ὁ  Κύριος.

Νάματα ἐκ πηγῆς, τῶν θείων Ἀναργύρων, ἀρύσασθε ὑγείας, οἱ νόσοις συσχεθέντες, καὶ τὸν Χριστόν δοξάσατε.

 

 

Στ.: Ἰδοὺ δὴ τί καλόν ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφούς,  ἐπὶ  τῷ  αὐτῷ.

Χαίρετε εὐκλεεῖς, Κοσμᾶ Δαμιανέ τε, ὡς ἀναργύρως πᾶσι, τοῖς νόσοις συσχεθεῖσι, τὴν ῥῶσιν χαριζόμενοι.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Μῆτερ Θεοῦ, ἐντρύφημα Ἀγγέλων, χαρὰ τῶν Ὀρθοδόξων, παντὸς κόσμου προστάτις, καὶ κτίσεως Βασίλισσα.

 

Νῦν ἀπολύεις. Τρισάγιον. 

Ἀπολυτίκιον. Ἦχος πλ. δ´.

          Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν· δωρεὰν ἐλάβετε δωρεὰν δότε ἡμῖν.

Δόξα. Ἀπολυτίκιον ἄλλον. Ἦχος γ´. Θείας Πίστεως.

Θείου Πνεύματος, τῇ χειρουργίᾳ, θεραπεύετε, παντοίας νόσους, σὺν τῷ Κοσμᾶ Δαμιανὲ οἱ Ἀνάργυροι· ὁ γὰρ Σωτήρ ἰατροὺς ὑμᾶς ἔδειξεν, εἰς περιποίησιν πάντων καὶ ἴασιν· ὅθεν ῥύσασθε παθῶν δυσχεριῶν καὶ θλίψεων, τοὺς πόθῳ τῷ ναῷ ὑμῶν προστρέχοντας.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

 

ΜΕΓΑΛΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Ὅλην ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, θησαυρὸν ἀσύλητον, ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν· δωρεὰν ἔλαβον, δωρεὰν διδοῦσι, τοῖς νοσοῦσι τὰ ἰάματα· χρυσὸν ἢ ἄργυρον, εὐαγγελικῶς μὴ κτησάμενοι· ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκαν· ἵνα διὰ πάντων, ὑπήκοοι γενόμενοι Χριστῷ, ἐν παῤῥησίᾳ πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὕλην ἐβδελύξαντο, τὴν ἐπὶ γῆς φθειρομένην, οὐρανοπολῖται δέ, ἐν σαρκὶ ὡς Ἄγγελοι ἐχρημάτισαν, ἡ ὁμόφρων σύσκηνος, ξυνωρὶς ἡ  θεία, τῶν Ἁγίων καὶ ὁμόψυχος· δι᾿ ὃ τοῖς κάμνουσι, πᾶσι τὰς ἰάσεις βραβεύουσιν, ἀνάργυρον παρέχοντες, τὴν εὐεργεσίαν τοῖς χρῄζουσιν· οὓς ἐν ἐτησίοις, τιμήσωμεν ἀξίως ἑορταῖς, ὡς παῤῥησίᾳ πρεσβεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὅλην εἰσοικήσασα, ἐν ἑαυτῇ τὴν Τριάδα, δυὰς ἡ ἀοίδιμος, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεόφρονες· ὡς κρουνοὶ βλύζουσιν, ἐκ πηγῆς νάματα, ζωηφόρου τῶν ἰάσεων, ὧν καὶ τὰ λείψανα, πάθη δι᾿ ἀφῆς θεραπεύουσι· καὶ μόνα τὰ ὀνόματα, νόσους ἐκ βροτῶν ἀπελαύνουσι· πάντων τῶν προσφύγων, σωτήριοι τελοῦντες τῷ Χριστῷ, ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἕτερα Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσι.

Φιλεόρτων συστήματα, λαμπρυνθέντες τῷ πνεύματι, ἑορτὴν συστήσωμεν ἀγαλλόμενοι, τῶν Ἀναργύρων καὶ ᾄσματα, Θεῷ ἀναπέμψομεν, τῷ δοξάσαντι αὐτούς, ἐν σημείοις καὶ τέρασι· καὶ βοήσωμεν, ὁ Θεός τῶν ἁπάντων καὶ Δεσπότης, διατήρησον ἀτρώτους, ἡμᾶς τοὺς πίστει τιμῶντας Σε.

 

Τούς πανσέπτους θεράποντας, τοῦ Θεοῦ προσκυνήσωμεν, Κοσμᾶν τὸν ἔνδοξον σὺν Δαμιανῷ· τοὺς Ἀναργύρους τοῦ Πνεύματος, τὰ ἄνθη τὰ εὔοσμα, τοὺς τοῦ κόσμου ἰατρούς, ἰωμένους ὀξύτατα ἀναργύρως τε, τὰς ψυχάς καὶ τὰ σώματα ἀνθρώπων, τῶν ἐν πίστει ἐκτελούντων, αὐτῶν τὴν μνήμην τὴν ἔνδοξον.

 

Ἰατροί παναοίδιμοι, ἀθληταί γενναιότατοι, τῶν πιστῶν τὸ καύχημα τὸ περίδοξον, καὶ περιλάλητον ἄκουσμα, Ἀνάργυροι ἔνδοξοι, Κοσμᾶ καὶ Δαμιανέ, εὐσεβείας τὸ στήριγμα· διασώσατε, ἐκ παντοίων κινδύνων τοὺς ὑμνοῦντας, καὶ ὑμῶν τὴν θείαν μνήμην, περιχαρῶς ἑορτάζοντας.

 

Δόξα. Ἦχος πλ. β´. Ἀνατολίου.

Ἀτελεύτητος ὑπάρχει, τῶν Ἁγίων ἡ χάρις, ἣν παρά Χριστοῦ ἐκομίσαντο· ὅθεν αὐτῶν καὶ τὰ λείψανα, ἐκ θείας δυνάμεως, διηνεκῶς ἐνεργοῦσι τὰ θαυμάσια· ὧν καὶ τὰ ὀνόματα μόνα, ἐκ πίστεως ἐπιβοώμενα, τῶν ἀνιάτων ἀλγηδόνων ἀπαλλάττουσι· δι᾿ ὧν Κύριε καὶ ἡμᾶς, τῶν τῆς ψυχῆς καὶ  τοῦ σώματος, παθῶν ἐλευθέρωσον, ὡς Φιλάνθρωπος.

 

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 

Εἴσοδος, Φῶς ἱλαρόν,  προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Προφητείας  Ἠσαΐου  τὸ  Ἀνάγνωσμα  (Ἠσ.  μγ’, 9 – 14).

Τάδε  λέγει  Κύριος. Πάντα  τὰ  ἔθνη  συνήχθησαν  ἅμα  καὶ συναχθήσονται  ἄρχοντες  ἐξ  αὐτῶν. Τίς  ἀναγγελεῖ  ταῦτα  ἐν  αὐτοῖς; Ἤ  τὰ  ἐξ  ἀρχῆς,  τίς  ἀκουστά  ποιήσει  ὑμῖν; Ἀγαγέτωσαν  τοὺς  μάρτυρας  αὐτῶν καὶ  δικαιωθήτωσαν  καὶ  εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ  μοι  μάρτυρες  καὶ  ἐγώ  μάρτυς  Κύριος    Θεός  καὶ    παῖς  ὅν  ἐξελεξάμην, ἵνα  γνῶτε  καὶ  πιστεύσητέ  μοι  καὶ  συνῆτε, ὅτι  ἐγώ  εἰμί. Ἔμπροσθέν  μου  οὐκ  ἐγένετο  ἄλλος  θεός  καὶ  οὐκ ἔσται  πάρεξ  ἐμοῦ    σώζων. Ἐγώ  ἀνήγγειλα  καὶ  ἔσωσα. Ὠνείδισα  καὶ  οὐκ  ἦν  ἐν  ὑμῖν  ἀλλότριος. Ὑμεῖς  ἐμοί  μάρτυρες  καὶ  ἐγώ  μάρτυς  Κύριος    Θεός. Ὅτι  ἐξ  ἀρχῆς  ἐγώ  εἰμί  καὶ  οὐκ  ἔστιν    ἐκ  τῶν  χειρῶν  μου  ἐξαιρούμενος. Ποιήσω  καὶ  τίς  ἀποστρέψει  αὐτό; Οὕτω  λέγει  Κύριος    Θεός, ὁ  λυτρούμενος  ἡμᾶς, ὁ  Ἅγιος  Ἰσραήλ.

 

Σοφίας  Σολομῶντος  τὸ  Ἀνάγνωσμα (γ. 1 - 9).

Δικαίων  ψυχαί  ἐν χειρί  Θεοῦ  καὶ  οὐ  μὴ  ἅψηται αὐτῶν  βάσανος. Ἔδοξαν  ἐν  ὀφθαλμοῖς  ἀφρόνων  τεθνᾶναι  καὶ  ἐλογίσθη  κάκωσις    ἔξοδος  αὐτῶν  καὶ    ἀφ’ ἡμῶν  πορεία  σύντριμμα. Οἱ  δέ  εἰσίν  ἐν  εἰρήνῃ. Καὶ  γὰρ  ἐν  ὄψει  τῶν  ἀνθρώπων  ἐάν  κολασθῶσιν, ἡ  ἐλπίς  αὐτῶν  ἀθανασίας  πλήρης. Καὶ  ὀλίγα  παιδευθέντες, μεγάλα  εὐεργετηθήσονται. Ὅτι    Θεός  ἐπείρασεν  αὐτούς  καὶ  εὗρεν  αὐτούς  ἀξίους  ἑαυτοῦ. Ὡς  χρυσόν  ἐν  χωνευτηρίῳ  ἐδοκίμασεν  αὐτούς  καὶ  ὡς  ὁλοκάρπωμα  θυσίας  προσεδέξατο  αὐτούς. Καὶ  ἐν  καιρῷ ἐπισκοπῆς  αὐτῶν  ἀναλάμψουσι  καὶ  ὡς  σπινθῆρες  ἐν  καλάμῃ  διαδραμοῦνται. Κρινοῦσιν  ἔθνη  καὶ  κρατήσουσι  λαῶν  καὶ  βασιλεύσει  αὐτῶν  Κύριος  εἰς  τοὺς  αἰῶνας. Οἱ  πεποιθότες  ἐπ’ Αὐτῷ συνήσουσιν  ἀλήθειαν  καὶ  οἱ  πιστοί  ἐν  ἀγάπῃ  προσμενοῦσιν  Αὐτῷ, ὅτι  χάρις  καὶ  ἔλεος  ἐν  τοῖς  Ὁσίοις  Αὐτοῦ  καὶ  ἐπισκοπή  ἐν  τοῖς  ἐκλεκτοῖς  Αὐτοῦ.

 

Σοφίας  Σολομῶντος  τὸ  Ἀνάγνωσμα (α’, 15 – στ’, 3).

Δίκαιοι  εἰς  τὸν  αἰῶνα  ζῶσι  καὶ  ἐν  Κυρίῳ    μισθός  αὐτῶν  καὶ    φροντίς  αὐτῶν  παρά  Ὑψίστῳ. Διά  τοῦτο  λήψονται  τὸ  βασίλειον  τῆς  εὐπρεπείας  καὶ  τὸ  διάδημα  τοῦ  κάλλους  ἐκ  χειρός  Κυρίου. Ὅτι  τῇ  δεξιᾶ  Αὐτοῦ  σκεπάσει  αὐτούς  καὶ  τῷ  βραχίονι  ὑπερασπιεῖ  αὐτῶν. Λήψεται  πανοπλίαν  τὸν  ζῆλον  Αὐτοῦ  καὶ  ὁπλοποιήσει  τὴν  κτίσιν  εἰς  ἄμυναν  ἐχθρῶν. Ἐνδύσεται  θώρακα  δικαιοσύνην  καὶ  περιθήσεται  κόρυθα  κρίσιν  ἀνυπόκριτον. Λήψεται  ἀσπίδα  ἀκαταμάχητον  ὁσιότητα, ὀξυνεῖ  δέ  ἀπότομον  ὀργήν  εἰς  ρομφαίαν. Συνεκπολεμήσει  Αὐτῷ    κόσμος ἐπὶ τοὺς  παράφρονας. Πορεύσονται  εὔστοχοι  βολίδες  ἀστραπῶν  καὶ  ὡς  ἀπό  εὐκύκλου  τόξου  τῶν  νεφῶν, ἐπὶ  σκοπόν  ἁλοῦνται  καὶ  ἐκ  πετροβόλου  θυμοῦ  πλήρεις  ριφήσονται  χάλαζαι. Ἀγανακτήσει  κατ’ αὐτῶν  ὕδωρ  θαλάσσης, ποταμοί  δέ  συγκλήσουσιν  ἀποτόμως· ἀντιστήσεται  αὐτοῖς  πνεῦμα  δυνάμεως  καὶ  ὡς  λαίλαψ  ἐκλιμήσει  αὐτούς  καὶ  ἐρημώσει πᾶσαν  τὴν  γῆν  ἀνομία  καὶ    κακοπραγία  περιτρέψει  θρόνους  δυναστῶν. Ἀκούσατε  οὗν  Βασιλεῖς  καὶ  σύνετε, μάθετε  δικασταί  περάτων  γῆς, ἐνωτίσασθαι  οἱ  κρατοῦντες  πλήθους  καὶ  οἱ  γεγαυρωμένοι  ἐπὶ  ὄχλοις  ἐθνῶν. Ὅτι  ἐδόθη  παρά  Κυρίου    κράτησις  ὑμῖν  καὶ    δυναστεία  παρά  Ὑψίστου.

 

Εἰς τὴν Λιτήν. Στιχηρὰ Ἰδιόμελα. Ἦχος β´.

Ἡ πηγὴ τῶν ἰαμάτων, ἕνα καὶ μόνον ἐθεράπευε κατ’ ἔτος· ἡ σκηνὴ τῶν Ἀναργύρων, ἅπαν τὸ πλῆθος θεραπεύει τῶν νοσούντων· ἀνενδεὴς γὰρ ὑπάρχει καὶ ἀδαπάνητος, ὁ πλοῦτος τῶν Ἁγίων· ταῖς αὐτῶν ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς.

 

Πόθῳ θείῳ, καὶ ἔρωτι τῶν μελλόντων, πρακτικῶς πολιτευσάμενοι, τὰς σωτηρίους ὁδοὺς διηνύσατε· ὅθεν τὸ καρτερὸν τῆς ψυχῆς, ἀκηλίδωτον τηρήσαντες, τῶν ἐνύλων τελείως ἀντέστητε· Πνεύματι δὲ Θείῳ χρυσωθέντες, ἀχρύσως τὰς ἰάσεις, τοῖς νοσοῦσι παρέχετε·* δυὰς ἱερά, φωταυγὴς ξυνωρίς, πεφωτισμένον θεῖον ζεῦγος Ἀνάργυροι, οἱ ἐν θλίψεσι καὶ νόσοις, ἐπισκεπτόμενοι ἡμᾶς, καὶ τῶν ψυχῶν ἡμῶν τὰς νόσους, ἀναργύρως ἰώμενοι.

 

Μεγάλων ἀξιωθέντες δωρεῶν Πανεύφημοι, ἐν ταπεινότητι βίου, ἐν τῇ γῇ ἐπολιτεύεσθε· καὶ διερχόμενοι πανταχοῦ, δωρεὰν τῶν νοσούντων, τὰ πάθη ἰώμενοι, ὤφθητε Ἀγγέλων συνόμιλοι· Κοσμᾶ σὺν Δαμιανῷ τῷ σοφῷ, ἀδελφοὶ τερπνότατοι· καὶ ἡμῶν τὰ πάθη, ταῖς εὐχαῖς ὑμῶν ἰάσασθε.

 

Ἀγάλλεται ὁ χορός, τῶν Ἁγίων εἰς αἰῶνας· βασιλείαν γὰρ οὐρανῶν ἐκληρονόμησαν· γῆ τὰ λείψανα αὐτῶν δεξαμένη, εὐωδίαν διέπνευσε· δοῦλοι Χριστοῦ γεγόνασι, κατασκηνώσαντες εἰς ζωήν τὴν αἰώνιον.

 

Ἰατροὶ τῶν ἀσθενούντων, θησαυροί τῶν ἰαμάτων, σωτήρες τῶν πιστῶν, Ἀνάργυροι πανευκλεεῖς, τοὺς ἐν ἀνάγκαις κράζοντας, καὶ ὀδυνομένους ἰάσασθε· ἱκετεύοντες Θεὸν τὸν ἀγαθόν, λυτρώσασθαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ.

 

Ἐν ψυχῇ καθαρᾷ, καὶ διανοίᾳ διαυγεστάτῃ, δεῦτε πιστοὶ σὺν τοῖς Ἀγγέλοις, καὶ ἡμεῖς πανηγυρίσωμεν, τὴν πάντιμον μνήμην, τῶν Ἀναργύρων τοῦ Χριστοῦ· καὶ μετὰ πόθου καὶ πίστεως, αὐτοῖς ἐκβοήσωμεν· χαίροις Κοσμᾶ ἁγιώτατε, χαίροις Δαμιανὲ ἀξιάγαστε· χαίρετε ξυνωρίς, παμφαεστάτη καὶ πάντρεπνε· χαίρετε τῶν νοσούντων, ἰατροί ὀξύτατοι, καὶ πάσης τῆς οἰκουμένης, τὸ περίδοξον εὖχος καὶ ἄκουσμα· ὡς ἔχοντες παῤῥησίαν πρὸς τὸν Κύριον, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ´.

Πῶς μὴ θαυμάσωμεν, τοὺς ἀθλητικούς ὑμῶν ἀγῶνας, Ἅγιοι Ἀνάργυροι· ὑμεῖς γὰρ τὰ φθαρτά παριδόντες, καὶ ὡς σκύβαλα ἡγησάμενοι, προσεκολλήθητε Χριστῷ, τῷ δι᾿ ἡμᾶς ἐνανθρωπήσαντι· διὸ καὶ τοῖς ἴχνεσι Τούτου ἑπόμενοι, εὐαγγελικῶς τὸν βίον διηνύσατε· χάριν δὲ λαβόντες, τὴν τοῦ Ἁγίου Πνεύματος, πηγάζετε τοῖς πιστοῖς, ἰαμάτων χαρίσματα· ἐξαιτούμενοι τὸν Σωτῆρα Χριστόν, ἵνα ἄφεσιν δωρήσῃ, ταῖς ψυχαῖς τῶν πιστῶς ἑορταζόντων, τὴν πάμφωτον μνήμην ὑμῶν.

 

Δόξα. Ἦχος πλ. β´.

Φαιδρά καὶ ἐπίφωτος, ἀνέτειλε σήμερον, ἡ μνήμη τῶν Ἀναργύρων Χριστοῦ, λαμπρῶς καταλάμπουσα, ταῖς ἀκτῖσι τῶν θαυμάτων· δεῦτε οὖν φιλέορτοι, πιστῶς πανηγυρίσωμεν· δεῦτε τῇ σορῷ τῶν Ἁγίων, προθύμως πάντες προσδράμωμεν·, ὅπως ταχίστην ἴασιν ἀφθόνως, παρ᾿ αὐτῶν κομισώμεθα· ἀναργύρως γὰρ παρέχουσι πᾶσι, τῇ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, τῶν ἰαμάτων τὰ χαρίσματα.

 

Καὶ νῦν. Θεοτοκίον. Τριήμερος ἀνέστης Χριστέ.

Πανύμνητε κατάβαλε ἐχθρῶν, μιαιφονούντων ἰσχύν, καὶ τὴν λύπην τοῦ λαοῦ Σου, εἰς χαρὰν Παρθένε μετάβαλε· καὶ ἔλεος παράσχου, ὅπως σωθέντες ἀνυμνῶμεν Σε.

 

Εἰς τὸν Στίχον, Προσόμοια.  Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Τῶν Ἀναργύρων τῇ μνήμῃ, πάντες συνδράμωμεν, ἐν καθαρᾷ καρδίᾳ, καὶ ἁγνῷ συνειδότι, αὐτοῖς συνεκβοῶντες χαίροις δυάς, τῶν ἀσθενούντων ἡ ἴασις· ὅτι ὑμεῖς ἀπειλήφατε ἐκ Θεοῦ, τὴν ἐξουσίαν τῶν ἰάσεων.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Τὰς ἐντολάς τοῦ Κυρίου, καλῶς φυλάξαντες, φιλαργυρίας νόσον, ἐκτεμόντες πανσόφως, ἰᾶσθε ἀναργύρως· ὅθεν ὑμῶν, τὴν πανσέβαστον ἄθλησιν, ἀξιοχρέως τιμῶμεν· θαυματουργοί, ἱκετεύσατε σωθῆναι ἡμᾶς.

 

Στ.:  Ἰδού δὴ τί καλόν ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ  κατοικεῖν  ἀδελφούς  ἐπὶ  τῷ  αὐτῷ;

Ὡς παῤῥησίαν λαβόντες, παρά τοῦ μόνου Θεοῦ, τοῦ ἐλεεῖν καὶ σῴζειν, ἐκ ποικίλων κινδύνων, λυτρώσασθε τοὺς πίστει ὑμνοῦντας ὑμᾶς, θεοφόροι Ἀνάργυροι· καὶ ἐκ παθῶν καὶ κινδύνων καὶ πειρασμῶν, ψυχῆς ἅμα καὶ τοῦ σώματος.

 

 

 

 

Δόξα. Ἦχος πλ. β´.

Πάντοτε ἔχοντες Χριστόν, ἐνεργοῦντα ἐν ὑμῖν, Ἅγιοι Ἀνάργυροι, θαυματουργεῖτε ἐν κόσμῳ, ἀσθενοῦντας θεραπεύοντας· καὶ γὰρ τὸ ἰατρεῖον ὑμῶν, πηγή ὑπάρχει ἀνεξάντλητος· ἀντλουμένη δὲ μᾶλλον ὑπερεκβλύζει, καὶ χεομένη περισσεύεται· καθ᾿ ἑκάστην κενουμένη καὶ πληθυνομένη, πᾶσι χορηγοῦσα καὶ μὴ λειπομένη· καὶ οἱ ἀρυόμενοι κορέννυνται ἰάματα, καὶ αὕτη διαμένει ἀδαπάνητος· τί οὖν ὑμᾶς καλέσωμεν; θεράποντας ἰατρούς, ψυχῶν τε καὶ σωμάτων; ἰατῆρας παθῶν ἀνιάτων; δωρεὰν ἰωμένους ἅπαντας; εἰληφότας χαρίσματα; παρά τοῦ Σωτῆρος Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον. 

 

Ἀπολυτίκιον. Ἦχος πλ. δ´.

          Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν· δωρεὰν ἐλάβετε δωρεὰν δότε ἡμῖν.

Δόξα. Ἀπολυτίκιον ἄλλον. Ἦχος γ´. Θείας Πίστεως.

Θείου Πνεύματος, τῇ χειρουργίᾳ, θεραπεύετε, παντοίας νόσους, σὺν τῷ Κοσμᾶ Δαμιανὲ οἱ Ἀνάργυροι· ὁ γὰρ Σωτήρ ἰατροὺς ὑμᾶς ἔδειξεν, εἰς περιποίησιν πάντων καὶ ἴασιν· ὅθεν ῥύσασθε παθῶν δυσχεριῶν καὶ θλίψεων, τοὺς πόθῳ τῷ ναῷ ὑμῶν προστρέχοντας.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετά  τὴν  α’ στιχολογίαν  Κάθισμα. Ἦχος α´. Τόν τάφον Σου Σωτήρ.

Δυάδα σεπτήν, τῶν σοφῶν Ἀναργύρων, Κοσμᾶν τὸν θαυμαστόν, καὶ τὸν σύμπνοα τούτου, τὸν ἔνδοξον Δαμιανόν, ξυνωρίδα τὴν ἔνθεον, ἀνυμνήσωμεν, δεῦτε ἐν πίστει καὶ πόθῳ, ἑορτάζοντες, τὴν τούτων πάνσεπτον μνήμην, φαιδρῶς διαλάμπουσαν.

Δόξα. Ὅμοιον.

νάργυροι σεπτοί, ξυνωρίς θειωτάτη, Τριάδος τῆς  σεπτῆς, κήρυκες λόγῳ  καὶ  ἔργῳ· οἱ Λόγου  ἐκφάντορες,  καὶ  τῆς  Πίστεως  πρόμαχοι, ἑορτάζοντας, τοὺς τὴν λαμπράν ὑμῶν μνήμην, νόσων ζάλης τε, καὶ ἐκ παντοίας ἀνάγκης, ἐν τάχει λυτρώσασθε.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

λπίς Χριστιανῶν, Παναγία Παρθένε, Ὅν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ ἀεί Σε δοξάζουσι.

 

Μετά τὴν β´ στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχύ προκατάλαβε.

Φωστῆρες ὑπέρλαμπροι τῆς Ἐκκλησίας Χριστοῦ, ἐκ Ρώμης ἐκλάμψαντες τῇ οἰκουμένῃ σοφοί, Ἀνάργυροι ἔνδοξοι· πάρεστε ἀοράτως, τοῖς ὑμᾶς μελῳδοῦσι, κάμνοντας ἀσθενείᾳ, διασώσατε τάχος· ἐλπίζοντες γὰρ ἐφ᾿ ὑμᾶς, πίστει προστρέχομεν.

Δόξα. Ὅμοιον.

Πολλαῖς περιστάσεσι συνεχομένους ἡμᾶς, πεσεῖν δέ ἐγγίζοντας ἐν ἀπογνώσει δεινῇ, Ἀνάργυροι Ἅγιοι, ῥύσασθε ταῖς πρεσβείαις, ταῖς ὑμῶν Ἀθλοφόροι· σπεύσατε βοηθῆσαι, τοῖς θερμοῖς αἰτουμένοις, ὑμᾶς τὴν λύσιν σφαλμάτων καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

λπίς ἀκαταίσχυντε τῶν πεποιθότων εἰς Σέ, ἡ μόνη κυήσασα ὑπερφυῶς ἐν σαρκί, Χριστὸν τὸν Θεὸν ἡμῶν· τοῦτον σὺν τοῖς Ἁγίοις Ἀναργύροις δυσώπει, δοῦναι τῇ οἰκουμένῃ, ἱλασμὸν καὶ εἰρήνην, καὶ πᾶσιν ἡμῖν πρὸ τέλους βίου διόρθωσιν.

 

Μετά τὸν Πολυέλεον Κάθισμα. Ἐπεφάνης σήμερον.

ορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν φαιδρὰν πανήγυριν, τῶν Ἀναργύρων τῶν σοφῶν, ἐν εὐφροσύνῃ κραυγάζουσα, δυάς ἁγία, ἡμῖν ἀεί πρόστηθι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Τὰς ἀχράντους χεῖρας Σου, Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ Σε, καὶ τῷ Υἱῷ Σου κραυγάζοντας, πᾶσι παράσχου, Χριστὲ τὰ ἐλέη Σου.

 

Εἶτα, οἱ Ἀναβαθμοί. Τό α´ ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον. Ἦχος δ´: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στίχος: Τοῖς Ἁγίοις ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπό τῶν ἀνθρώπων.

Εἶτα ὁ Ν´ Ψαλμός.

Δόξα. Ταῖς τῶν Ἀναργύρων…

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον τῶν Ἁγίων. Ἦχος πλ. β´. Στίχος: λέησόν με ὁ Θεός…

Δεῦτε πιστοὶ σήμερον, πνευματικῶς πανηγυρίσωμεν, καὶ φαιδρῶς ἑορτάσωμεν, τὴν πάμφωτον μνήμην, τῶν σοφωτάτων Ἀναργύρων, καὶ χαρμονικῶς αὐτοῖς ἐκβοήσωμεν· χαίρετε στρατιῶται τοῦ Χριστοῦ γενναιότατοι· χαῖρε Κοσμᾶ, λαμπτὴρ διαυγέστατε· χαῖρε Δαμιανέ πανάριστε· χαίρετε ἄμφω ξυνωρὶς ὁμότροπε, καὶ ἰατροί ποικίλων νοσημάτων· μὴ παύσητε πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν μετά πόθου ἐκτελούντων, ὑμῶν τὰ μνημόσυνα.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων,  οὗ ἡ Ἀκροστιχίς:
Κλεινοὺς ἰατροὺς τῶν βροτῶν μέλπειν θέμις. Ἰωσήφ.

ᾨδὴ α' Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας

Καταστραπτόμενοι δόξῃ τῇ θεϊκῇ φωταυγεῖς Ἀνάργυροι, καταυγάσατε ἡμῶν, τὰς ψυχάς, σκεδάζοντες παθῶν, τὴν ἀχλύν, ὅπως ὑμᾶς πίστει γεραίρωμεν.

Λυμαντικῶν καθαρθέντες πρώην παθῶν, πόνων ἐπιδόσεσιν, ἐκκαθαίρετε ἡμῶν, χαλεπὰ νοσήματα σοφοί, καὶ τοὺς πόνους τῶν ψυχῶν ἐπικουφίζετε.

Ἐκ τοῦ τῶν ὅλων Δεσπότου τὰς δωρεάς, εἰληφότες Ἅγιοι, τῶν θαυμάτων δωρεάν, τὰ ἡμῶν ἰάσασθε πολλά, καὶ δυσίατα σαρκὸς πάθη δεόμεθα.

Θεοτοκίον

Νόμου τῆς φύσεως δίχα τίκτεις Ἁγνή, τὸν τοῦ νόμου πάροχον, Ἰησοῦν τὸν λυτρωτήν, ὃν δυσώπει ῥύσασθαι ἡμᾶς, Θεοτόκε τῶν πολλῶν ἀνομιῶν ἡμῶν.

 

ᾨδὴ γ', Οὐκ ἔστιν Ἅγιος ὡς σὺ

Ὁ κόσμος ᾄδει τὰς ὑμῶν, Ἅγιοι καθ' ἑκάστην, πολλὰς εὐεργεσίας καὶ θαυμάτων τὴν πληθύν, θαυματουργοὶ Ἰατροί, τῶν Ἀγγέλων ὄντως ἰσοστάσιοι.

Ὑμᾶς τοὺς δύο φωταυγεῖς, δυσωποῦμεν ἀστέρας, τοὺς ἐν ὕψει κειμένους, Ἐκκλησίας μυστικῶς, Κοσμᾶ καὶ Δαμιανέ, τὰς καρδίας, πάντων καταυγάζετε.

Ἰδοὺ συνήθροισται λαός, Ἅγιοι πανταχόθεν, τοῦ ὑμῶν ἀνυμνῆσαι τὰς μεγίστας δωρεάς, ἐν τῷ τεμένει ὑμῶν, ἀλλὰ πάντων, τὰς εὐχὰς πληρώσατε.

Θεοτοκίον

Ἁγία Δέσποινα ἁγνή, ὑπεράγιον Λόγον, σωματώσασα λόγῳ, τῶν ἀλόγων με παθῶν, ὑμνοῦντά σε εὐσεβῶς, θείοις λόγοις, λύτρωσαι πανάμωμε.

Καταβασία.

Τούς Σούς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντος, πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ Σου, στεφάνων δόξης ἀξίωσον.

 

Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.

Φαιδρά πανήγυρις, δεῦτε συνδράμωμεν, πιστῶς φιλέορτοι, καὶ ἐκβοήσωμεν, θεῖοι Ἀνάργυροι Κοσμᾷ, σὺν Δαμιανῷ τῷ κλεινῷ· πάθη τῶν ψυχῶν ἡμῶν, ἀλγηδόνας σωμάτων τε, τάχει ἐξιάσασθε, ἐνεργείᾳ τοῦ Πνεύματος· δωρεάν γὰρ ἐκ Θεοῦ λαμβάνοντες, δωρεάν τε ὑμεῖς δίδοσθε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Τήν νεκρωθεῖσαν μου, τοῖς παραπτώμασι, ψυχὴν Πανάμωμε, Δέσποινα ζώωσον, ὡς παῤῥησίαν μητρικήν, πρὸς τὸν Υἱόν Σου ἔχουσα· Σύ γὰρ μόνη ἔτεκες, ὑπὲρ νοῦν καὶ διάνοιαν, Λόγον τὸν συνάναρχον, τῷ Πατρί καὶ τῷ Πνεύματι, ζωήν καὶ ἀφθαρσίαν τῷ κόσμῳ, διδόντα ἀεί καὶ τὸ μέγα ἔλεος.

 

ᾨδὴ δ', Χριστός μου δύναμις

Τὰ θεῖα κλήματα, τὰ ὄντως εὔκαρπα, τῆς ἀμπέλου τῆς θείας τὸν μυστικόν, οἶνον ἀποστάζοντα, ἐν εὐφροσύνῃ τοὺς σοφούς, Ἀναργύρους εὐφημήσωμεν.

Ῥομφαία ὤφθητε, κατατιτρώσκοντες, δυσμενεῖς ἀοράτους, ὧν καὶ ἡμᾶς, τῶν βελῶν λυτρώσασθε, περιποιούμενοι ἡμῶν, τὴν ζωὴν σοφοὶ Ἀνάργυροι.

Οὐκ ἔστιν ἄνθρωπος, ὅστις οὐ κέκτηται, ἀγαθοὺς ὑμᾶς πρέσβεις πρὸς τὸν Χριστόν, Ἅγιοι Ἀνάργυροι, ὃν δυσωπήσατε πυρός, αἰωνίου λυτρωθῆναί με.

Θεοτοκίον

Σκηνώσας Κύριος, ἁγνὴ ἐν μέσῳ σου, τὴν σκηνὴν τὴν ἁγίαν, πηγὴν πολλῶν, δείκνυσιν ἰάσεων, καὶ καθαρτήριον παθῶν, Θεοτόκε ἀειπάρθενε.

 

ᾨδὴ ε', Τῷ θείῳ φέγγει σου Ἀγαθὲ

Τὸν θεῖον εἵλκυσαν φωτισμόν, τῶν ἀπαυγασμάτων τὴν πηγήν, ὁλοκαρδίως ποθήσαντες, καὶ φωταγωγοῦσιν ἡμᾶς ἑκάστοτε, θαυμάτων δᾳδουχίαις οἱ μεγαλώνυμοι.

Ὡραῖον ζεῦγος ὄντες σοφοί, αὔλακας ἐργάζεσθε ψυχῶν, θεοσημείαις ἑκάστοτε, τέμνοντες τὰ πάθη ὥσπερ ζιζάνια, καὶ ῥώσεως τὸν στάχυν ἑκατοστεύοντες.

Νενευρωμένοι σθένει Χριστοῦ, τοῦ ἐν τῇ κακίᾳ δυνατοῦ, πᾶσαν ἰσχὺν διωλέσατε, οὗ τῆς τυραννίδος ἡμᾶς λυτρώσασθε, ἀκοίμητοι προστάται ἡμῶν Ἀνάργυροι.

Θεοτοκίον

Ῥῦσαὶ με Δέσποινα ἀγαθή, τῶν πειρατηρίων τοῦ ἐχθροῦ, τῆς ἐν γεέννῃ κολάσεως, καὶ τῆς συνεχούσης αἰχμαλωσίας με, καὶ μὴ με καταισχύνῃς ὑμνολογοῦντά σε.

 

ᾨδὴ ς', Τοῦ βίου τὴν θάλασσαν

Οἰκοῦντες Ἀνάργυροι, ἐν χαρᾷ τοὺς οὐρανούς, ἐν τῷ σεπτῷ ναῷ ὑμῶν, παραγενέσθαι σπεύσατε καὶ ἡμῶν, τὰς νόσους τοῦ σώματος, καὶ καρδίας τὰ πάθη ἐξοικίσατε.

Τὴν θείαν εὐπρέπειαν, στολισθέντες εὐπρεπῶς, ὡς διπλοΐδα Ἅγιοι, γυμνοὺς ἡμᾶς ὑπάρχοντας ἀρετῶν, ἐνθέως στολίσατε, καὶ παθῶν ἀτιμίας ἐκγυμνώσατε.

Ὡς κόσμον τὰ θαύματα, περικείμενοι παντός, σωτῆρες κόσμου ὤφθητε, τῆς κοσμικῆς οὖν βλάβης πάντας ἡμᾶς, λυτρώσασθε Ἅγιοι, καὶ παθῶν ἀτιμίας καὶ κολάσεως.

Θεοτοκίον

Μὴ φλέξας τὴν μήτραν σου, πῦρ ὑπάρχων Ἰησοῦς, ἐκ σοῦ σαρκὶ προέρχεται, τοῦτον ἁγνὴ δυσώπησον τοῦ πυρός, καὶ πάσης κολάσεως, λυτρωθῆναι τοὺς πίστει ἀνυμνοῦντάς σε.

 

Κοντάκιον. Ἦχος β´.

Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, ἰατροί θαυματουργοὶ ἔνδοξοι· ἀλλά τῇ ὑμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση κατεβάλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.

Ὁ Οἶκος.

Πάσης συνέσεως καὶ σοφίας, ὑπέρκειται ὁ λόγος τῶν σοφῶν ἰατρῶν· τὴν ῥῶσιν γὰρ δωρεῖται πᾶσιν ἀφθόνως· ὅθεν κἀμοί διηγήσεως χάριν δεδώρηται, ὑμνῆσαι ὡς θεοφόρους εὐαρέστους Χριστοῦ καὶ θεράποντας, ἰαμάτων πλήθη παρέχοντας· ἀλγηδόνων γὰρ πάντας λυτροῦνται, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.

 

Συναξάριον

Μήν Ἰούλιος, ἔχων ἡμέρας λα·´

Τῇ α’ τοῦ  μηνός  μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ρώμῃ τελειωθέντων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς· Ἀμήν.

 

 

 

ᾨδὴ ζ', Δροσοβόλον μὲν τὴν κάμινον

Ἑπτερώσατε τὸν νοῦν πρὸς τὰ οὐράνια, καλῶν ταῖς ἐπιδόσεσι, καὶ γενόμενοι, κοινωνοὶ τῶν θείων δωρεῶν, ὑπόπτεροι ὄντες ἀετοί, πᾶσαν διέρχεσθε τὴν γῆν, θαυματουργοῦντες ἀεί.

Λαμπρυνθέντες ὥσπερ ὄρυζον Ἀνάργυροι, χρυσίον θείᾳ χάριτι, ἐπλουτήσατε, ἰαμάτων χάριν δαψιλῶς· διὸ οἰκτιρήσατε ἡμᾶς, χειμαζομένους χαλεπῶν, ἐπαγωγαῖς πειρασμῶν.

Παραθέμενοι Κυρίῳ καθαρὰ ὑμῶν, τὰ πνεύματα Ἀνάργυροι, τὰ ἀκάθαρτα, ἐκδιώκειν χάριν παρ’ αὐτοῦ, ἐδέξασθε πνεύματα ἀεί, ὧν τῆς κακίας τῆς πικρᾶς, ῥύσασθε πάντας ἡμᾶς.

Ἐκοιμήθητε δικαίοις ὀφειλόμενον, ὕπνον σοφοὶ Ἀνάργυροι, καὶ ἀκοίμητοι πρεσβευταὶ ὑπάρχετε πιστῶν· διὸ τῶν ψυχῶν ἡμῶν ἀεί, καὶ τῶν σωμάτων τὰ δεινὰ πάθη κοιμίσατε.

Θεοτοκίον

Ἱκετεύουσα μὴ παύσῃ τὸν φιλάνθρωπον, Θεὸν ἡμῶν Πανάμωμε, ὅπως λάβωμεν, παντελῆ συγχώρησιν κακῶν, καὶ τύχωμεν τῶν ἐν οὐρανοῖς, ἡτοιμασμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτόν.

 

ᾨδὴ η', Ἐκ φλογὸς τοῖς Ὁσίοις

Νοσημάτων παντοίων ὄντες πολέμιοι, συμμαχίᾳ τοῦ θείου Πνεύματος Ἅγιοι, παύσατε ἡμῶν, τῶν ψυχῶν τὰ νοσήματα, καὶ τὰς τῶν σωμάτων, κουφίσατε ὀδύνας.

Θεωροὶ τοῦ Κυρίου νῦν τῆς τερπνότητος, χρηματίζοντες ὄντως προσεπισκέπτεσθε, τοῦτον τὸν τερπνόν, θεοφόροι ναὸν ὑμῶν, καὶ πηγὴν θαυμάτων, πολλῶν ἐπιτελεῖτε.

Ἐκ πηγῆς Παραδείσου ἐκπορευόμενοι, ποταμοὶ ὥσπερ δύο ἅπαν ἀρδεύετε, πρόσωπον τῆς γῆς, ἰαμάτων τοῖς νάμασι, καὶ τῶν νοσημάτων, ξηραίνετε τους ὄμβρους.

Μακαρίων ἐλπίδων ἐπιλαβόμενοι, ὑπὸ πάντων ἀξίως νῦν μακαρίζεσθε, ὡς ἐκπληρωταί, μακαρίου Θεοῦ ἡμῶν, θείων θελημάτων, Ἀνάργυροι δειχθέντες.

Ἰατροὶ ἀνιάτων παθῶν Ἀναργυροι, τὰ ἀνίατα πάθη ἡμῶν ἰάσασθε, καὶ τῶν πειρασμῶν, τὸν χειμῶνα πραΰνατε, καὶ τῆς ἀθυμίας, σκεδάσατε τὰ νέφη.

Τριαδικὸν

Σὺν ἁγίοις Ἀγγέλοις ὑμνολογήσωμεν, τὸν Πατέρα καὶ Λόγον καὶ Πνεῦμα Ἅγιον, μίαν ἐν τρισί, χαρακτῆρσι Θεότητα, μίαν βασιλείαν, καὶ μίαν ἐξουσίαν.

 

 

 

 

 

ᾨδὴ θ', Θεὸν ἀνθρώποις

Ἰδοὺ ὁ οἶκος ὑμῶν τοῖς θαύμασι, πανευπρεπῶς, ὡς ἄστροις φωταυγέσι λαμπρύνεται, καὶ συμφώνως ὑμᾶς ἀγαλλόμενος, πάντοτε μακαρίζει, καὶ τὴν σεπτὴν ὑμῶν, μνήμην ἑορτάζει εὐσεβῶς, σεπτοὶ Ἀνάργυροι.

Ὡς φῶς ὡς δύο μεγάλοι ἥλιοι, τὸ νοητὸν στερέωμα κοσμεῖτε Ἀνάργυροι, καὶ σημείων ἀκτῖσι λαμπρύνετε πάντων πιστῶν καρδίας· ὅθεν κραυγάζομεν· Λύσατε τὸ σκότος, τῶν παθῶν ἡμῶν δεόμεθα.

Σκηνὰς τὰς ἄνω οἰκοῦντες Ἅγιοι, μέσον ἡμῶν γενέσθαι ἀοράτως σπλαγχνίσθητε, τῶν ἐν μέσῳ τῆς θείας σκηνῆς ὑμῶν, ὕμνους ἀναπεμπόντων, τῷ παντοκράτορι, καὶ μακαριζόντων, ἐκτενῶς ὑμᾶς πανεύφημοι.

Ἡ γῆ τοῖς ἄνω συνεπαγάλλεται, ἐν τῇ φαιδρᾷ καὶ θείᾳ ἑορτῇ ὑμῶν Ἅγιοι, ἣν τελοῦντας ἡμᾶς ἐκλυτρώσατε, σκότος ἀρρωστημάτων, πάσης στενώσεως, καὶ τῆς ἐν τῷ Ἅδῃ, χαλεπῆς σοφοὶ κολάσεως.

Θεοτοκίον

Φρικτὴν λοχείαν ἔχουσα Πάναγνε, ἐν τῇ φρικτῇ ἡμέρᾳ τῆς ἐτάσεως δέομαι, τῆς φρικτῆς ἀποφάσεως ῥῦσαί με, καὶ τῆς τῶν σῳζομένων στάσεως μέτοχον, ποίησον ὑμνοῦντα, σὲ πιστῶς θεοχαρίτωτε.

 

Ἐξαποστειλάριον. Ἕτερον. Φῶς ἀναλλοίωτον Λόγε.

Τούς τὴν ὑμῶν ἐκτελοῦντας, πάμφωτον μνήμην ἐν πίστει, Ἀνάργυροι θεόληπτοι, Κοσμᾷ σὺν τῷ Δαμιανῷ, φρουρεῖτε σκέπετε πάντας, δεινῶν ἐκ νόσων καὶ βλάβης, Σατάν τοῦ βροτοκτόνου.

Θεοτοκίον. Ὅμοιον.

Δεῖξον ὑπήκοα σπλάγχνα, Πανύμνητε Θεοτόκε, καὶ σῷζε τοὺς προσκυνοῦντας, τὴν ἄχραντόν Σου εἰκόνα· ὅτι εἰς Σὲ τὰς ἐλπίδας, ἔχομεν πάντες, ὡς ἀσφαλῆ προστασίαν.

 

Αἶνοι. Ἦχος δ´. Ἔδωκας σημείωσιν.

Νάμασι τοῦ Πνεύματος, ὡς ποταμοὶ προσκλυζόμενοι, καὶ σαφῶς πελαγίζοντες, τὴν κτίσιν ἀρδεύετε ταῖς θεοσημείαις, καὶ ταῖς παραδόξοις, τῶν ἰαμάτων παροχαῖς, καὶ ψυχοφθόρα πάθη ξηραίνετε, καὶ νόσους θεραπεύετε, καὶ φυγαδεύετε πνεύματα, θεοφόροι Ἀνάργυροι, πρεσβευταί τῶν ψυχῶν ἡμῶν.

 

Πάθη ἀλογώτατα, καθυποτάξαντες Ἅγιοι, ψυχικαῖς ταῖς δυνάμεσιν, ἀνθρώποις καὶ κτήνεσι τὰς εὐεργεσίας, ἐπιχορηγεῖτε παρά Χριστοῦ τὴν δωρεάν, τῶν ἰαμάτων καταπλουτήσαντες· διό τὴν ἱερὰν ὑμῶν, καὶ φωτοφόρον πανήγυριν, ἐκτελοῦντες αἰτούμεθα, φωτισμόν ταῖς ψυχαῖς ἡμῶν.

 

θεῖος ναός ὑμῶν, ὡς οὐρανός ἀναδέδεικται, φωταυγής καὶ οὐράνιος, ὡς ἄστρα τὰ θαύματα τὰ σωτηριώδη, νῦν προσκεκτημένος, καὶ ὥσπερ ἥλιον φαιδρόν, τῶν ἰαμάτων θείαν ἐνέργειαν, Κοσμᾶ μακαριώτατε, Δαμιανέ παναοίδιμε, τοῦ Κυρίου θεράποντες, πρεσβευταί τῶν ψυχῶν ἡμῶν.

 

νάργυροι ἔνδοξοι, Ὀρθοδοξίας ὑπέρμαχοι, καὶ νοσούντων ἀκέστορες, δυνάμει τοῦ Πνεύματος, τὴν χάριν λαβόντες, τὴν τῶν ἰαμάτων, πᾶσι προφθάνετε ἀεί, καὶ τὴν ὑγείαν ἐπιβραβεύετε· διό ὑμᾶς γεραίρομεν, καὶ τὴν πανσέβαστον ἄθλησιν, εὐσεβῶς ἑορτάζομεν, τὴν ὑμῶν, εὐκλεέστατοι.

 

Δόξα. Ἦχος πλ. δ´.

Τούς θεοῤῥύτους κρουνούς τῆς Χάριτος, τοὺς θαυματουργούς Ἀναργύρους, τοὺς ἐν Ρώμῃ ἐξαστράψαντας, σήμερον πιστοὶ φαιδρῶς ἑορτάσωμεν, καὶ πνευματικῶς πανηγυρίσωμεν· οὗτοι γὰρ ἐκ νεότητος, τοῖς ἴχνεσι τοῦ Χριστοῦ, εὐαγγελικῶς πολιτευσάμενοι, ᾔσχυναν γενναίως, τοῦ Βελίαρ τὰ ἔνεδρα, καὶ τῆς Ἁγίας Τριάδος, γενόμενοι κήρυκες, πλήθη δυσεβῆ, τῆς τῶν εἰδώλων πλάνης ἀπήλλαξαν· τῇ δέ ἐνεργείᾳ, τοῦ Παναγίου Πνεύματος, βραβεύουσι δωρεάν, τοῖς ἀσθενούσι τὰ ἰάματα· ὡς εὐεργέτας οὖν καὶ ἡμεῖς, τῷ κόσμῳ ἀναφανέντας, χρεωστικῶς αὐτούς, μακαρίσωμεν λέγοντες· ὦ πεφωτισμένη δυάς, ὦ θεῖον ζεῦγος, ὦ τερπνή ξυνωρίς, Κοσμᾶ καὶ Δαμιανέ παμμακάριστοι, μὴ παύσησθε πρεσβεύειν, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

 

Καὶ νῦν. Θεοτοκίον.

κ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία  Μεγάλη

 

Μεγαλυνάριον

ώσεως οὐκ οἶδεν ἄλλον μισθόν, ἀπαιτεῖν ἢ μόνον, τὴν εὐσέβειαν πρὸς Χριστόν, ἡ ἁγιωτάτη δυάς τῶν Ἀναργύρων, Κοσμᾶς Δαμιανός τε, οὓς μεγαλύνομεν.

 

 

 

 

 

 

 

ΕΤΕΡΟΙ ΚΑΝΟΝΕΣ

 

Ὁ α΄ Κανών. Γερμανοῦ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Τὸν Ἰσραὴλ ἐκ δουλείας.

Τοὺς θησαυροὺς τῶν ἰαμάτων, τῆς δωρεᾶς τοῦ Πνεύματος, τὸν πλοῦτον τοὺς ἡμῶν ἰατρούς, τοῦ Χριστοῦ θεράποντας, ᾠδαῖς ἀνευφημήσωμεν.

Φιλαργυρίας τὴν νόσον, προεκτεμόντες πάνσοφοι, τοῦ ἑαυτῶν φρονήματος, ἀναργύρως ἅπαντας, ἐνθέως θεραπεύετε.

Ταῖς ἱκεσίαις τῶν Ἁγίων, Ἀναργύρων Κύριε, τοὺς οἰκτιρμούς Σου ὡς ἀγαθός, τῷ λαῷ σου δώρησαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Ὡς ἐκ Θεοῦ εἰληφότες, Ἀνάργυροι ἔνδοξοι, τὴν χάριν τῶν ἰάσεων, τῶν ψυχῶν ἰάσασθε, πάθη καὶ σωμάτων ἡμῶν.

Θεοτοκίον.

Διὰ παντὸς Θεοτόκε, τὸν ἐκ Σοῦ ἱκέτευε, ἀῤῥήτῳ λόγῳ σαρκωθέντα Θεόν, πάσης περιστάσεως, λυτρώσασθαι τὴν ποίμνην Σου.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμῶν.

Κόσμος νοητός, Χριστοῦ τῆς Ἐκκλησίας, ὤφθη ἡ δυάς, τῶν θείων Ἀναργύρων, ὑπὲρ χρυσίον καὶ λίθον τίμιον χάριν, τῶν ἰαμάτων ἀπολάμπουσα.

Ξίφει μυστικῷ, ἀῤῥήτῳ χειρουργίᾳ, τέμνετε σοφοί, τὰ πάθη τῶν σωμάτων, καὶ ταῖς ψυχαῖς εὐρωστίαν εὐχαριστίας, τῆς πρὸς τὸν Κύριον πηγάζετε.

Ἴασαι ἡμᾶς, Χριστὲ ἐξ ἁμαρτίας, ψυχάς τε ὁμοῦ, καὶ σώματα νοσούντων, ταῖς τῶν σοφῶν Ἀναργύρῳ Σου ἱκεσίαις, ὅπως ὑμνοῦμέν Σου τὴν δύναμιν.

Χάριν ἐκ Θεοῦ, λαβόντες θεοφόροι, πηγάζετε πιστοῖς, τὰ ῥεῖθρα τῶν θαυμάτων, διὰ παντὸς ἀδιάλειπτον κεκτημένοι, τῶν ἰαμάτων τὴν ἀνάλυσιν.

Δεῦτε ἀκλινεῖς, τῆς πίστεως ὁπλῖται, Χριστὸς ὑμῖν βοᾷ, γενναῖοι στεφανῖται, κατατρυφήσατε δόξης τῆς αἰωνίου, καὶ μετ’ Ἀγγέλων συναγάλλεσθε.

Θεοτοκίον.

Χαίροις παρ’ ἡμῶν, ἁγία Θεοτόκε· χαῖρε ἡ χαράν, κυήσασα τῷ κόσμῳ· χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

 

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα τὴν ἀκοήν.

Κατενόησα τῶν σοφῶν, Ἀναργύρων τὴν χάριν, τῶν ἰαμάτων, καὶ ἐδόξασα Χριστὸν τὸν Θεόν.

Ὁδήγησον καὶ ἡμᾶς, ἐν τῇ σῇ ἀληθείᾳ, ταῖς ἰκεσίαις, ὁ Θεὸς τῶν Ἀναργύρων Σου.

Οἱ Ἅγιοι ἐκ Θεοῦ, εἰληφότες τὴν χάριν, πᾶσαν νόσον, τῶν ἀνθρώπων ἀπελαύνουσιν.

Πεφυτευμένοι ἐν οἴκῳ Θεοῦ, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, οἱ θεοφόροι, τὰ ἰάματα ἐξήνθησαν.

Θεοτοκίον.

Θεοτόκε καὶ νῦν ὡς ἀεί, ἐξ ἐχθρῶν παρανόμων, τῇ πρεσβείᾳ Σου, ἐλευθέρωσον τὴν ποίμνην Σου.

 

ᾨδὴ ε΄. Ὁ ἐκ νυκτὸς ἁγνοίας.

Τῶν ἀρετῶν τοὺς στύλους, ὡς τῆς σοφίας τὸν οἶκον βαστάζοντας, πάντες τοὺς ἀναργύρους, θείοις ἐγκωμίοις τιμήσωμεν.

Ἐν κροσσωτοῖς θαυμάτων, κεχρυσωμένοι τῷ πνεύματι πάνσοφοι, ὤφθητε κοσμηθέντες, καὶ πεποικιλμένοι τοῖς κατορθώμασιν.

Ὡς ψυχικῶν μωλώπων, καὶ σαρκικῶν ἀλγηδόνων ἰάματα, βρύοντες θεοφόροι, ῥύσασθε ἡμᾶς τῶν παθῶν ἡμῶν.

Οἱ ἐν βυθῷ τραυμάτων, ὡς ἐν λιμένι προσδράμωμεν, τῇ σορῷ τῶν Ἁγίων· βλύζει γὰρ παθῶν τὰ ἰάματα.

Ἀειφανεῖς ἀστέρας, τοὺς Ἀναργύρους ἀνέδειξας Κύριε, λάμποντας ἐν τῷ κόσμῳ, αἱμάτων τὰ κατορθώματα.

Τριαδικόν.

Τὴν συμφυῆ Τριάδα, τὴν ἐν Μονάδι οὐσίαν δοξάσωμεν, ἐν Υἱῷ τὸν Πατέρα, καὶ τὸ Πνεῦμα πάντες τὸ ἅγιον.

Θεοτοκίον.

Τὴν ἐν γαστρὶ τὸν Λόγον, λοχευσαμένην ἀφράστως καὶ μείνασαν, μετὰ τόκον παρθένον, πάντες Θεοτόκον ὑμνήσωμεν.

 

ᾨδὴ στ΄. Ὡς τὸν Προφήτην ἐῤῥύσω.

Οἱ τῆς θαλάσσης τοῦ βίου, ἀκλινῶς διελθόντες τὸ πέλαγος, λιμένα σωτήριον, τὰ ἄνω Βασίλεια, οἱ Ἀνάργυροι, εὐσεβῶς ἐκτήσαντο.

Ὁμονοοῦντες ἀλλήλοις, πρακτικαῖς θεωρίαις ἀνήχθητε, καὶ γῆν καταλείψαντες, τὴν ἄνω μητρόπολιν, ᾑρετίσασθε, Ἅγιοι Ἀνάργυροι.

Τριαδικόν.

Τὴν τρισυπόστατον φύσιν, ἐν Τριάδι προσώπων κηρύττοντες, Πατέρα δοξάσωμεν, Υἱὸν προσκυνήσωμεν, σὺν τῷ Πνεύματι, ἓν τὰ τρία λέγοντες.

Θεοτοκίον.

Ὡς Χερουβὶμ ὑπερτέραν, καὶ τῆς κτίσεως ὅλης ὑμνοῦμέν Σε, τὴν μόνην ἐν μήτρᾳ Σου, τεκοῦσαν τὸν Κτίστην Σου, καὶ ἀνοίξασαν, πύλας Παραδείσου ἡμῖν.

 

ᾨδὴ ζ΄. Ὁ δι’ Ἀγγέλου παῖδας.

Τῆς οὐρανίου δόξης, ἐρασταὶ γεγονότες, καὶ τῶν Ἀγγέλων σύσκηνοι, οἱ τῶν παθῶν διῶκται, νῦν τὸν χειμάῤῥουν τῆς τρυφῆς ἀπολαύετε.

Τὰ τῶν νοσούντων πλήθη, προσερχόμενοι πίστει, ὡς ἐκ πηγῆς ἀρύονται, τῆς θήκης τῶν λειψάνων, τῶν Ἀναργύρων Σου Χριστὲ τὰ ἰάματα.

Τριαδικόν.

Σὺν τῷ Πατρὶ ὑμνοῦμεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, προσωπικῶς χωρίζοντες· εἷς γὰρ Θεὸς ἐν τρισί, ταῖς ὑποστάσεσιν ἐστὶν ἀδιαίρετος.

Θεοτοκίον.

Ἡ ἐκ τῆς ῥίζης ἄνθος, τοῦ Ἰεσσαὶ καὶ τῆς ῥάβδου, τοῦ Ἀαρὼν βλαστήσασα, ἄχραντε Θεοτόκε, τὴν νεκρωθεῖσαν ἐξανέστησας φύσιν ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.

Τὸν τοῖς ὅπλοις τῆς ἄνω δυναστείας, πολεμίους τῶν νόσων τοὺς ἁγίους, νικητικαῖς ὀπλίσαντα θεραπείαις, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Τὸν δωρησάμενον τὴν χάριν τοῖς Ἁγίοις, θεραπεύειν τὰ πάθη τῶν νοσούντων, καὶ τῶν ψυχῶν ἰᾶσθαι τὰς ἀσθενείας, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Τὸν ἐν πίστει ἐλπίδι καὶ ἀγάπῃ, τοὺς Ἀναργύρους φαιδρύναντα Σωτῆρα, καὶ δι’ αὐτῶν τὰς νόσους ἀπελαύνοντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὸν παρασχόντα τὴν δωρεὰν ἐξ ὕψους, ἰαμάτων τοῖς θείοις Ἀναργύροις, τοῦ δωρεὰν ἰᾶσθαι τοὺς ἀσθενοῦντας, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ.

Τὴν σοφὴν δυάδα τιμήσωμεν τῶν Ἁγίων, τῆς Τριάδος ἔχουσαν, τὴν ἀθάνατον χάριν, καὶ μετὰ θάνατον ἰωμένην τὰ πάθη, τῶν ψυχῶν ὁμοῦ καὶ τῶν σωμάτων ἡμῶν.

Ἐν τῷ στερεώματι Χριστὲ τῆς Ἐκκλησίας, τοὺς φωστῆρας ἔπηξας, τοὺς μεγάλους τοὺς δύο, πνευματικῶς τοὺς σοφοὺς Ἀναργύρους, κόσμον καταλάμποντας τοῖς θαύμασιν.

Ἀγαλλιασώμεθα πάντες καὶ εὐφρανθῶμεν, ἀλαλάξωμεν τῷ Θεῷ, ἐν φωναῖς ἀσιγήτοις, ὅτι ἄνθρωποι ἐπὶ γῆς τεθάμμενοι, βρύουσιν ἡμῖν θεοπαρόχους πηγάς.

Πάντα τὰ ἐν κόσμῳ τερπνὰ ὡς ὄναρ ἀφέντες, τὸν σταυρὸν τοῦ κράζοντος· ἐμοὶ ἀκολουθεῖτε, ἐπ’ αὐχένας ἀναλαβόντες φωστῆρες, ἀποστολικῶς ἐπολιτεύσατε.

Σὲ  Χριστὲ δοξάζομεν πάντες καὶ εὐλογοῦμεν, τὸν ἐν τοῖς Ἁγίοις Σου, ἐνεργοῦντα δυνάμεις, καὶ δι’ αὐτῶν τῶν πιστῶν τὰς καρδίας, εἰς τὴν σὴν ἐπίγνωσιν στηρίζοντα.

Ὁ τοὺς Ἀναργύρους στερεώσας ἐν τῇ πίστει, καὶ διώκται δείξας αὐτούς, τῶν ἡμῶν νοσημάτων, ταῖς πρεσβείαις αὐτῶν ὡς οἰκτίρμων, σῶσον τὰς ψυχὰς ἡμῶν φιλάνθρωπε.

Τριαδικόν.

  Τριὰς ἁγία μονὰς ἡ μία θεότης, ὦ Τριὰς μονὰς ὁ Θεός, τρισυπόστατε φύσις, ῥῦσαι ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν,

Θεοτοκίον.

Σὺ εἶ Θεοτόκε τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, Σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς Σὲ προστρεχόντων, Σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

***

 

Ἕτερος Κανών.

Οὗ ἡ ἀκροστιχίς: Ἀναργύροις, δέησης αὕτη δευτέρα. Ἰωσήφ.

ᾨδὴ α’. Ἦχος β΄. Δεῦτε λαοί.

Αἴγλῃ Θεοῦ, πεπυρσευμένοι καὶ χάριτι, τῶν οὐρανῶν σκηνώματα, περιπολεύετε, φωτισμὸν σωτηρίας, Ἀνάργυροι πλουσίως, πᾶσιν αἰτούμενοι.

Νόμους Θεοῦ, διατηρεῖν ἡμᾶς πάντοτε, ἀπαρατρώτους Ἅγιοι, Χριστὸν αἰτήσασθε, τὸν ὑμᾶς τοῖς ἐν κόσμῳ, προστάτας δεδωκότα, καὶ ἀντιλήπτορας.

Ἄνθη τερπνά, τοῦ Παραδείσου ὑπάρχοντες, πιστοὺς εὐωδιάζετε, θαύμασιν Ἅγιοι· ὅθεν πίστει κραυγάζω· ἁπάσης δυσωδίας, παθῶν με ῥύσασθε.

Θεοτοκίον.

Ῥᾶνον ἁγνή, νῦν ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου, τὸν ἀγαθὸν καὶ εὔσπλαγχνον, καὶ ἐλεήμονα, ὑπὲρ λόγον τεκοῦσα, καὶ πάντων προστασία, νῦν χρηματίζουσα.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Γονίμους ἀρετῶν, νῦν ἐκτελέσαντες, ἁπάσης, ἀρετῆς τῇ εὐτεκνίᾳ, κατὰ χάριν υἱοὶ ὤφθητε, τοῦ Πατρὸς νῦν τῶν φώτων ἀξιάγαστοι.

Ὑμῶν ὑπὸ τὴν σκέπην, καταφεύγομεν, προστάται, ἀγαθοὶ τῶν ἐν ἀνάγκαις· ἐπισκέψασθε τὰς νόσους ἡμῶν, καὶ τὰς θλίψεις Ἀνάργυροι κουφίσατε.

Ῥαθύμως τὴν ζωήν, ἐκδαπανήσαντα, καὶ πάσαις, ἁμαρτίαις σπιλωθέντα, ἱκεσίαις ὑμῶν Ἅγιοι, μετανοίας με τρόποις ἐκλαμπρύνατε.

Θεοτοκίον.

Ὁ μόνος ἀγαθός, ὁ μόνος εὔσπλαγχνος, ὑπέδυ, τὴν ἀμόλυντόν Σου μήτραν, μολυνθέντας ἡμᾶς πάθεσιν, ἀναπλάσαι βουλόμενος πανάμωμε.

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Ἰατῆρες πανόλβιοι, πάσας ἡμῶν, ἰάσασθε τὰς νόσους, τῶν ψυχῶν δεόμεθα, θεῖοι Ἀνάργυροι.

Συντριβέντας καινούργησον, νῦν πρὸς ζωήν, ἡμᾶς ταῖς ἱκεσίαις, τῶν σῶν θεραπόντων, μόνο φιλάνθρωπε.

Δεδεμένους σειραῖς ἡμᾶς, ἁμαρτιῶν, ἐνθέῳ μεσιτείᾳ, διαλῦσαι σπεύσατε, παμμακάριστοι.

Θεοτοκίον.

Ἐπὶ Σοὶ τὰς ἐλπίδας μου, Μῆτερ Θεοῦ, ἀνέθηκα Παρθένε, πάσης κακονοίας, ἐχθροῦ με ῥύσασθαι.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Ἥπλωται κόσμῳ παντί, ὑπὲρ ἡλίου τὰς αὐγὰς λάμπουσα, ἡ δωρεά, ἡ τῶν ἰαμάτων, Ἀνάργυροι σοφοί, ἣν ἐκ τοῦ τῶν φώτων, Πατρὸς ἐπλουτήσατε.

Σῶσον ἡμᾶς ὁ Θεός, τῶν Ἀναργύρων προσευχαῖς πάντοτε, ταῖς χαλεπαῖς, βίου τρικυμίαις, περιστατουμένους, καὶ ἁμαρτημάτων, βυθῷ θαλαττεύοντας.

Θεοτοκίον.

Σεσαρκωμένον Θεόν, ἀποτεκοῦσα ὑπὲρ νοῦν Δέσποινα, τοῦτον ἁγνή, πάντοτε δυσώπει, παθῶν με σαρκικῶν, καὶ αἰωνιζούσης, κολάσεως ῥύσασθαι.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.

Ἀναργύρους πιστοὺς θεραπεύετε, χάριν ἀδαπάνητον βρύοντες πάντοτε, θαυματουργοὶ πανεύφημοι, τῶν Ἁγίων Ἀγγέλων συνόμιλοι.

Ὑπὲρ πάντων Χριστὸν ἱκετεύσατε, τῶν ἐν τῷ ναῷ ὑμῶν θεῖοι Ἀνάργυροι, ἐπορθριζόντων πάντοτε, εἰς Θεοῦ Παντοκράτορος αἴνεσιν.

Τῆς ἀμπέλου τῆς θείας γενόμενοι, κλήματα πολύφορα οἶνον πηγάζετε, τῶν ἰαμάτων Ἅγιοι, τῶν πιστῶν τὰς καρδίας εὐφραίνοντα.

Θεοτοκίον.

Ἡ τοῖς ἄνω τὰ κάτω συνάψασα, ἐν τῇ ὑπὲρ φύσιν κυήσει Σου πάναγνε, ἐν ἀγαθῇ συντήρησον, πολιτείᾳ ἡμᾶς ἀνυμνοῦντάς Σε.

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

Δολίαις ἀεί, λαλιαῖς ὁ πονηρός, ἀποσυλῶν με, εἰς ἀπωλείας, ἕλκει βάραθρα· τούτου με ῥύσασθε Ἅγιοι, τῆς κακοπραγίας καὶ μέλπειν, δυναμώσατε ψάλλοντα· εὐλόγητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν,

Ἐν πάσῃ τῇ γῇ, μακαρίζεσθε ἀεί, ὡς εὐεργέται, πάντων ἀνθρώπων, χρηματίζοντες, θαυματουργοὶ ἱερώτατοι· ὅθεν τῆς ὑμῶν προστασίας, ἐκ καρδίας δεόμεθα, πάσης ἡμᾶς ἐπιβουλῆς, ἐχθρῶν λυτρώσασθαι.

Ὑμῶν ὁ ναός, ὡς εὐώδης τοῦ Θεοῦ, σοφοὶ Παραδείσου, νῦν καθορᾶται, τὰ ἰάματα, ὡς ἀνθηφόρων ἡδύπνοα· ὅθεν δυσωποῦμεν ἁπάσης, δυσωδίας παθῶν ἡμᾶς, καὶ πειρασμῶν πολυειδῶν, ῥύσασθε Ἅγιοι.

Θεοτοκίον.

Τὸ ὄρος τοῦ Θεοῦ, ἀληθείας ἐμφανές, Σὺ εἶ Παρθένε ἁγνή, ἐν ᾧ σκηνώσας, ὁ ἀχώρητος, ὁμοιωθῆναι ἠθέλησε, δι’ ὑπερβολὴν εὐσπλαγχνίας, τοῖς ἀνθρώποις ᾧ ψάλλομεν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Ἐν ἀπαθείᾳ τὴν ζωήν, διανύοντες παθῶν, ποικιλοτρόπων, ἐγνωρίσθητε πᾶσι, θαυματουργοὶ ἰατροί· ἐντεῦθεν, ὑμᾶς λιτανεύομεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ῥᾶνον συνήθως ἐφ’ ἡμᾶς, τὰ ἐλέη Σου Χριστέ, ταῖς ἱκεσίαις, τῶν σοφῶν Ἀναργύρων, καὶ μὴ ἐάσῃς ἡμᾶ,ς παντοίαις, καταδυναστεύεσθαι, μηχαναῖς τοῦ πλάνου, ὅπως σε ἀνυμνοῦμεν.

Ἄγονε σπούδασον ψυχή, εὐτεκνίας ἀρετῶν, Θεῷ προσάξαι, μὴ ὡς ἄκαρπον ξύλον, ἐν τῇ γεέννῃ βληθῇς, καὶ μείνῃς, αἰωνίως κλαίουσα· σώθητι πρεσβείαις, τῶν θείων Ἀναργύρων.

Θεοτοκίον.

Ἴδε ἡ πύλη τοῦ φωτός, ἐπανοίγουσά Σοι νῦν, τῆς μετανοίας, τὰς εἰσόδους ψυχή μου, ἡ καλλονὴ Ἰακώβ, ἡ μόνη, τῶν βροτῶν ἀντίληψις· ταύτης μεσιτείαις, σπεῦσον ἐλεηθῆναι.

 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

Ὡς πανευδίους λιμένας, τοὺς σεπτοὺς ὑμῶν οἴκους, ὁ κόσμος κεκτημένος χαλεπῶν, τρικυμιῶν διασώζεται, ἀνυμνῶν καθ’ ἑκάστην, τὸν οὕτω χαριτώσαντα ὑμᾶς, ἐν σημείοις μεγίστοις, καὶ τέρασιν Ἀνάργυροι.

Στένω καὶ τρέμω καὶ κλαίω, πονηρὰ ἔχων ἔργα, καὶ ζῶν ἐν ἀμελείᾳ παντελεῖ· ἴδετε νῦν μου τὴν κάκωσιν, καὶ τὴν τῶν ἐπταισμένων, συγχώρησιν αἰτήσασθε Θεόν, ἱλεούμενον μόνον, τὸν ἀγαθὸν Ἀνάργυροι.

Ἡλιακῶν λαμπηδόνων, ὑπερλάμποντες σκότους, λυτρώσασθε ἡμᾶς ἁμαρτιῶν, καὶ πειρασμῶν ἐνοχλήσεως, καὶ τῆς ἀποκειμένης, τοῖς ἄφροσι κολάσεως ἐκεῖ, τοῦ Δεσπότου τῶν ὅλων, θεράποντες Ἀνάργυροι.

Θεοτοκίον.

Φωτοειδῆ Σε νεφέλην, τοῦ τῆς δικαιοσύνης, ὑπάρχουσαν ἡλίου ἀψευδῶς, ἐπιγινώσκοντες Δέσποινα, τῇ ἐν Σοὶ μεσιτείᾳ, ῥυσθείημεν ἐκ σκότους ἀφεγγοῦς, καὶ τῆς αἰωνιζούσης, κολάσεως πανάμωμε.

***

 

Ἕτερος Κανών.

Οὗ ἡ ἀκροστιχίς: ᾨδὴ τετάρτη τοῖς Ἀναργύροις πρέπει. Ἰωσήφ.

ᾨδὴ α’. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Ὡς φέγγει τῷ ἀνεσπέρῳ Ἅγιοι, καταλαμπόμενοι, φωτοειδεῖς δι’ ὅλου ἀληθῶς, χρηματίζετε ἥλιοι, τὴν οἰκουμένην ἅπασαν, περιαυγάζοντες τοῖς θαύμασιν.

Δαιμόνων τῆς κακουργίας Ἅγιοι, ἡμᾶς λυτρώσασθε, καὶ πονηρῶν ἀνθρώπων τὴν ἡμῶν, ἐκζητούντων ἀπώλειαν, ὅπως ὑμᾶς γεραίρομεν, χαριστηρίοις μελῳδήμασιν.

Ἡ κρίσις ὡς ἀληθῶς ἀνίλεως, τοῖς μὴ τὸν ἔλεον, προσεκτημένοις· πρόσεχε ψυχή, συμπαθῶς πολιτεύθητι, σῶσόν με λόγε κράζουσα, ταῖς προσευχαῖς τῶν Ἀναργύρων Σου.

Θεοτοκίον.

Τὴν μόνην ὑπερφυῶς κυήσασαν, τὸν ἀναλλοίωτον, ἐκδυσωπῶ Σε ἄχραντε ἁγνή, δεξιᾷ ἀλλοιῶσαί με, τοῦ Σοῦ Υἱοῦ πανάμωμε, τῇ παραβάσει ἀμαυρούμενον.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

Ἐλαῖαι πνευματικαί, οἴκῳ βλαστήσασαι Θεοῦ ὤφθητε, πάντων ἡμῶν πρόσωπα, θείοις ἱλαρύνοντες θαύμασιν.

Τοῖς ὄμβροις τῶν ἱερῶν, ὑμῶν καὶ θείων πρεσβειῶν Ἅγιοι, τὰ πονηρὰ ῥεύματα, τῶν ἐμῶν πταισμάτων ξηράνατε.

Ἀγγέλων συγχορευταί, πάσης στενώσεως ἡμᾶς ῥύσασθε, καὶ ἀπειλῆς Ἅγιοι, καὶ αἰωνιζούσης κολάσεως.

Θεοτοκίον.

Ῥομφαῖαι τοῦ δυσμενοῦς, ἀφ’ οὗ τῇ λόγχῃ Σοῦ Υἱὸς τέτρωται, Μήτηρ Θεοῦ πάναγνε, ὄντως Σε εἰς τέλος ἐξέλιπον.

 

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Τὸν ναὸν ὑμῶν ἀΰλοις ἐπιστασίαις, ἀποτελεῖτε πάντοτε, παθῶν ἰατρεῖον, καὶ φυγαδευτήριον, πνευμάτων ἑκάστοτε, τῶν τῆς πονηρίας πανεύφημοι.

Ἣν ἐδέξασθε ἐξ ὕψους θαυμάτων χάριν, νῦν πολυπλασιάζετε, εὐγνώμονες δοῦλοι, καὶ σεπτοὶ θεράποντες, Θεοῦ  χρηματίζοντες, ἔνδοξοι Κυρίου Ἀνάργυροι.

Τοὺς Ἁγίους ἐθαυμάστωσας Ἀναργύρους, ἐπὶ τῆς γῆς φιλάνθρωπε, τούτων ἱκεσίαις, ἐν ἡμῖν θαυμάστωσον, Χριστὲ τὰ ἐλέη Σου, καὶ τοὺς οἰκτιρμοὺς ὑπεράγαθε.

Οἷα βότρυες ἀμπέλου τῆς ζωηφόρου, οἶνον ἡμῖν προχέετε, θείων χαρισμάτων, Ἅγιοι Ἀνάργυροι, καρδίας εὐφραίνοντα, καὶ τὴν τῶν παθῶν μέθην παύοντα.

Θεοτοκίον.

Ἰατρεῖον χρηματίζεις τοῖς ἀσθενοῦσιν, Θεογεννῆτορ πάναγνε, πολλαῖς ἁμαρτίαις· ὅθεν Σοι κραυγάζομεν· τὰ πάθη πανάμωμε, τὰ τῶν καρδιῶν ἡμῶν ἴασαι.

 

ᾨδῇ ε’. Σὺ Κύριέ μου φῶς.

Σὺ Κύριε τοὺς Σούς, Ἀναργύρους ἀνέδειξας, ὡς εὔσπλαγχνος ἰατῆρας, τῶν ἐν νόσοις ποικίλοις, χειμαζομένων πάντοτε.

Ἁγίασον ἡμῶν, τῶν Ἁγίων δεήσεσιν, Πανάγιε Θεοῦ Λόγε, τὰς ψυχὰς μολυνθείσας, ἀμέτροις πλημμελήμασιν.

Νοσούντων ἰατροί, παρειμένην τοῖς πταίσμασιν, ἰάσασθε τὴν ψυχήν μου, καὶ τῆς αἰωνιζούσης, λυτρώσασθε κολάσεως.

Θεοτοκίον.

Ἀπόῤῥητος ἡ Σή, παναμώμητε γέννησις, ἀνέκφραστος ἡ λοχεία· τῶν γὰρ πάντων Δεσπότην, ἀσπόρως ἐνσωμάτωσας.

 

Ὠδὴ στ΄. Θύσω σοι.

Ῥαίνοντες, ὥσπερ ῥόδα ἐν κόσμῳ τὰ θαύματα, εὐωδιάζετε πάντων, τὰς ψυχὰς Ἀνάργυροι ἔνδοξοι, τὸ δυσῶδες, τῶν παθῶν παντελῶς ἐκδιώκοντες.

Γνώριμοι, ἕως ἄκραν τῆς γῆς χρηματίζετε, τοῖς ὑφ’ ὑμῶν καθ’ ἑκάστην, εὐεργετουμένοις· ὅθεν τιμᾶσθε, ὡς προστάται, τῶν πιστῶν θεοφόροι Ἀνάργυροι.

Ὕψιστε, Βασιλεῦ τῶν αἰώνων κατάβαλε, τὴν ἐν ἐμοὶ τῷ ἀθλίῳ, ἁμαρτίαν νῦν βασιλεύουσαν, ἱκεσίαις, τῶν σοφῶν Ἀναργύρων ὡς εὔσπλαγχνος.

Θεοτοκίον.

Ῥῦσαί με, τῶν τοῦ βίου σκανδάλων πανάμωμε· τοὺς ἐπεμβαίνοντας μάτην, καὶ κλονίζοντας τὴν καρδίαν μου, ἐναντίους, λογισμοὺς ἀποδίωξον Δέσποινα.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ,

Οἱ τὰ παρόντα, ἀνταλλαξάμενοι πρὸς τὰ μέλλοντα, κόσμος, Ἐκκλησίας ὤφθητε διαυγής, καὶ σωτῆρες τῶν ἐν θλίψεσιν, θεῖοι Ἀνάργυροι, ἰατροὶ τῶν νοσούντων πανθαύμαστοι.

Ἰσχὺν καὶ κράτος, τὸ παντοδύναμον θέμενοι, πᾶσαν, δυναστείαν Ἅγιοι τοῦ ἐχθροῦ, κατεβάλλετε Ἀνάργυροι, οὗ τῆς μοχθηρίας, καὶ ἡμᾶς ἐκλυτρώσασθε ἅπαντας.

Στενοχωρίας, ἀπογεννώσης ἤδη θάνατον, πάσης, ἀπειλῆς καὶ βλάβης φθοροποιοῦ, λυτρωθῆναι ἱκετεύσατε, ἡμᾶς Ἀνάργυροι, καὶ τοῖς ἐν ᾍδη δεινῆς κοιλάδος.

Θεοτοκίον.

Πύλη ἣν μόνος, Χριστὸς ὡς οἶδεν διώδευσεν, πύλας, μετανοίας ἄνοιξον δυσωπῶ, τῇ ψυχῇ μου καὶ κατάνυξον, νῦν τὴν καρδία ν μου, ἵνα πιστῶς ἀεὶ μακαρίζω Σε.

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Ῥήμασιν ἠγρεύσατε λαούς, πρὸς τὴν εὐσέβειαν, καὶ ἐπιστώσασθε, ἀπείροις θαύμασιν Ἅγιοι, διὰ τοῦτο μακαρίζεσθε, ὑπὸ τῶν γνώσει ἀληθεῖ, βοώντων πάντοτε· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἔχοντες ὑμᾶς πρὸς τὸν Θεόν, προστάτας πάντοτε, περισωζόμεθα, ἐκ τῶν ἐχθρῶν ἡμῶν Ἅγιοι, ἀπαράτρωτοι ἀκλόνητοι· ὅθεν γεραίροντες ὑμᾶς, πιστῶς κραυγάζομεν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Πύργο εὐσεβείας ἀῤῥαγεῖς, καὶ τεῖχος ἄπτωτον, πιστῶν ὑπάρχοντες, περιτειχίσατε Ἅγιοι, κλονουμένας τὰς ψυχὰς ἡμῶν, ταῖς ἐπηρείαις τοῦ ἐχθροῦ, ὅπως κραυγάζομεν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τριαδικόν.

Ἕνα τρισυπόστατον Θεόν, δοξολογήσωμεν, Πατέρα ἄναρχον, Υἱὸν συνάναρχον Πνεῦμά τε, συναΐδιον καὶ σύνθρονον, μίαν ὁμότιμον ἀρχήν, πιστῶς κραυγάζοντες· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Ἰάσω τὸ σύντριμμα ἡμῶν, καὶ τὸ ἀνόμημα, ἦρας τὸ χρόνιον, καὶ τὸ μεσότοιχον ἔλυσας, τοῦ  φραγμοῦ Κόρη πανάμωμε, τῷ ὑπὲρ νοῦν Σου τοκετῷ· ὅθεν κραυγάζομεν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.

Ἰσχύϊ Ἀνάργυροι θεῖοι, τὴν σαθρωθεῖσαν παραβάσει, πάλαι τῶν ἀνθρώπων τὴν φύσιν, δυναμωθέντες τὸν ἐγκαυχώμενον, ἐπὶ κακίᾳ τύραννον, πανωλεθρίᾳ παρεπέμψατε.

Ὡς δύο φωστῆρες ἐν ὕψει, τῆς Ἐκκλησίας τεθειμένοι, πᾶσαν καταυγάζετε κτίσιν, ταῖς φρυκτωρίαις τῶν ἀρετῶν ὑμῶν, καὶ τῶν θαυμάτων Ἅγιοι· ὅθεν ἐν πίστει μακαρίζεσθε.

Στέναξον ψυχὴ πρὸ τοῦ τέλους, ἐκμιμουμένη τὸν τελώνην, δάκρυσον καθάπερ ἡ πόρνη, καὶ τῷ τῶν ὅλων Δεσπότῃ βόησον· οἴκτειρον Λόγε σῶσόν με, τῶν Ἀναργύρων παρακλήσεσιν.

Ἡ περικαλλὴς καὶ φωσφόρος, δυὰς τῶν θείων Ἀναργύρων, φώτισον ἡμῶν τὰς καρδίας, ἀμαυρωθείσας ταῖς παραβάσεσιν, καὶ πρὸς τὸ θεῖον θέλημα, τοῦ Παντοκράτορος κατεύθυνον.

Θεοτοκίον.

Φέρουσα Χριστὸν ἐν ἀγκάλαις, νεύματι φέροντα τὰ πάντα, τοῦτον ἐκδυσώπει Παρθένε, χειρὸς ῥυσθῆναι τοῦ πολεμήτορος, τοὺς εὐσεβῶς τιμῶντάς Σε, καὶ καταχρέως μακαρίζοντας.

Ἕτερος Κανών.

Οὗ ἡ ἀκροστιχίς: ᾨδὴ πρεπόντως ὀγδόη τοῖς πανσόφοις. Ἰωσήφ.

ᾨδὴ α΄. Ἦχος πλ.  δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Ὡς λύχνοι τῆς θείας ἀνατολῆς, αὐγάσατε φέγγος, σωτηρίας τοῖς ἐν νυκτί, τῶν ἁμαρτημάτων συσχεθεῖσι, θείαις ὑμῶν ἱκεσίαις Ἀνάργυροι.

Δαιμόνων κακίας φθοροποιοῦ, παθῶν καταιγίδος, ἀσθενείας παντοδαποῦς, ῥυσθῆναι ἡμᾶς ἐκδυσωπεῖτε, τὸν τοῦ παντὸς συνοχέα Ἀνάργυροι.

Ἡ γῆ ἡγιάσθη τοὺς ἱερούς, ὑμῶν κεκτημένη, κατὰ τόπον σοφοὶ ναούς, καθάπερ λιμένας σωτηρίους, ἐν οἷς προστρέχοντες πίστει σωζόμεθα.

Θεοτοκίον.

Παλάτιον ὤφθης πανευπρεπές, τοῦ παμβασιλέως, καὶ Σωτῆρος καὶ Λυτρωτοῦ· τοῦτον οὖν δυσώπει Παναγία, πλημμελημάτων δοθῆναί μοι ἄφεσιν.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Ῥύσασθε με Ἅγιοι, τῆς συνεχούσης με θλίψεως, ἐκδυσωπῶ, καὶ ἀῤῥωστημάτων, τῶν δεινῶς χειμαζόντων με.

Ἔστησαν τὰ ῥεύματα, τῆς ματαιότητος χάριτι, οἱ εὐκλεεῖς· ὅθεν νοσημάτων, τὰς ἀβύσσους ξηραίνουσιν.

Πρόστητε δεόμεθα, τῆς ταπεινώσεως Ἅγιοι, πάντων ἡμῶν, καὶ τῆς ἐν γεέννῃ, καταδίκης λυτρώσασθε.

Θεοτοκίον.

Ὅλον με διάσωσον, περιστατούμενον πάθεσιν, καὶ λογισμοῖς, ἄχραντε Παρθένε, τὸν Σωτῆρα κυήσασα.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Νυσταγμοῦ ἀμελείας με, καὶ τῆς ἁμαρτίας ὕπνου λυτρώσασθε, ἀκοιμήτοις παρακλήσεσιν, πρὸς τὸν πάντων Κτίστην, ἀξιάγαστοι.

Τῶν ψυχῶν ἡμῶν τραύματα, καὶ τὰ τῶν σωμάτων ἀεὶ νοσήματα, ἰατρεύσατε Ἀνάργυροι, τῶν πιστῶν προστάται χρηματίζοντες.

Ὡς ναὸς χρηματίζοντες, Πνεύματος ἁγίου τοὺς ἐν ναῷ ὑμῶν, καταφεύγοντας Ἀνάργυροι, δυσχερείας πάσης, ἐκλυτρώσασθε.

Θεοτοκίον.

Συμπαθείᾳ Σου Δέσποινα, τὸν ἀσυμπαθῆ με καὶ ἀδιόρθωτον, οἰκτειρήσασα ἐλέησον, καὶ μελλούσης δόξης, καταξίωσον.

 

 

 

 

 

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.

Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε· ἱκεσίαις, τῶν ἀγαπησάντων Σε, ῥῦσαι κινδύνων τοὺς δούλους Σου.

Γαστρὶ τῆς διανοίας τὸν φόβον Θεοῦ λαβόντες, θαυμάτων οἱ Ἅγιοι, περιουσίαν ἐκύησαν.

Δαιμόνων ἐπηρείας καὶ βλάβης δεινῶν ἀνθρώπων, ῥύσασθε μακάριοι, τοὺς εἰς ὑμᾶς καταφεύγοντας.

Θεοτοκίον.

Ὁ πάντα ἐκ μὴ ὄντων ποιήσας ἐκ Σοῦ σαρκοῦται, παρθένον τηρήσας Σε, καὶ μετὰ τόκον πανύμνητε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.

Ἡ ἔνθεος ξυνωρὶς τῶν Ἁγίων, εἰς τὸν σύμπαντα διήκουσα κόσμον, Δαμιανός, καὶ Κοσμᾶς πᾶσαν νόσον, τῆς ἀνθρωπίνης ἐξαίρουσι φύσεως, καὶ σώζουσι τοὺς εἰς βυθόν, ἀενάως κακῶν θαλαττεύοντας.

Τηκόμενος χαλεπαῖς ἀλγηδόσιν, ἀμετρήτοις τε βαλλόμενος πόνοις, καὶ πρὸς αὐτάς, τοῦ θανάτου τὰς πύλας, νῦν προσεγγίζων Ἀνάργυροι ἔνδοξοι, οἰκτείρατε τῇ ὑμῶν, συμπαθείᾳ καὶ σώσατε δέομαι.

Οἰκοῦντες τοὺς οὐρανοὺς ἀενάως, καὶ πληρούμενοι χαρᾶς ἀποῤῥήτου, τοὺς ἐπὶ γῆς, ἀδιστάκτῳ καρδίᾳ, προσκαλουμένους ὑμᾶς ἐπισκέψασθε, κουφίζοντες πάσας ἡμῶν, τὰς ὀδύνας καὶ θλίψεις μακάριοι.

Θεοτοκίον.

Ἰάτρευσον τὰς ἡμῶν ἀσθενείας, τῶν σωμάτων καὶ ψυχῶν Θεοτόκε, τὸν ἰατρόν, καὶ Σωτῆρα τεκοῦσα, καὶ τὰς πολλὰς ἁμαρτίας ἐξάλειψον, καὶ ποίησον τῶν ἀγαθῶν, τῶν ἐκεῖθεν μετόχους πρεσβείαις Σου.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας,.

Συμπαθεὶς πεφυκότες, τὰς πολλὰς ἡμῶν νόσους, ἀποδιώξατε, κουφίσατε τὸ βάρος, Ἀνάργυροι τῶν πόνων, καὶ βοῶντας οἰκτείρατε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Πυρακτούμενοι πόθῳ, τοῦ Δεσπότου τῶν ὅλων, θεομακάριστοι, ἐφλέξατε τὰ πάθη, καὶ νῦν θαυματουργίαις, τοὺς βοῶντας δροσίζετε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀναλάμψαντες πίστει, ὡς πυρσοὶ θαλαττίων, κοσμικῶν περιστάσεων, πρὸς ὅρμον ἐκκαλεῖσθε, ἐνθέου σωτηρίας, τοὺς βοῶντας Ἀνάργυροι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νοσημάτων ποικίλων, καὶ πταισμάτων παντοίων, καὶ δεινῶν περιστάσεων, λυτρώσασθε τοὺς πίστει, ὑμᾶς ἐξαιτουμένους, καὶ βοῶντας Ἀνάργυροι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Σαρκωθέντα τὸν Λόγον, ὑπὲρ λόγον τεκοῦσα, θεοχαρίτωτε, ἀλόγων ἡμᾶς ῥῦσαι, παθῶν καὶ ἀτιμίας, ἐν αἰνέσει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Νικηταὶ τυράννου.

Οἰκισταὶ τῆς ἄνω, θείας μητροπόλεως, ἀποδειχθέντες, χώραν τε καὶ πόλιν, πᾶσαν διασώζετε, νόσων παντοίων, ἐκ Θεοῦ τὴν χάριν, λαβόντες πανεύφημοι· ὅθεν καταχρέως, ὑμᾶς ἀνευφημοῦμεν.

Φιλαργύρους τρόπους, παντελῶς μισήσαντες, ἀπὸ καρδίας, χρυσαυγεῖς φωστῆρες, ὤφθητε σκεδάζοντες, σκότος κακίας, καὶ τῶν νοσημάτων, τὴν ἀχλὺν διώκοντες, μέγιστοι προστάται, τῶν καταπονουμένων.

Ὄμβροις εὐσπλαγχνίας, τὰς ἡμῶν ἠρδεύσατε, σοφοὶ καρδίας, καὶ τῶν νοσημάτων, τὸν αὐχμὸν διώξατε, καὶ τὴν ὑγείαν, τοῖς ὑμᾶς αἰτοῦσιν, ἐπιχορηγήσατε, μιμηταὶ τοῦ πάντων, Ἀνάργυροι Δεσπότου.

Τριαδικόν.

Ἴσον κατ’ οὐσίαν, τῷ Πατρὶ δοξάζομεν, πιστοὶ τὸν Λόγον, καὶ τὸ θεῖον Πνεῦμα, ἕνα Θεὸν ἄκτιστον, ἀναβοῶντες· εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Σὲ τὴν ὑπὲρ λόγον, Θεὸν Λόγον τέξασαν, ἀνερμηνεύτως, ἀνυμνολογοῦμεν, Θεοτόκε Δέσποινα, καὶ μελῳδοῦμεν· εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἔφριξε, πᾶσα ἀκοή.

Ἴασαι, πάντων τὰς ψυχάς, καὶ τὰ σώματα πρεσβείαις δεόμεθα, τῶν Ἀναργύρων Σου, καὶ πᾶσαν βλάβην, μακρὰν ἀπέλασον, καὶ καταξίωσον τυχεῖν, τῆς σῆς ὡραιότητος, ἧς ἠξιώθησαν, οἱ καλῶς σε ἐπὶ γῆς θεραπεύσαντες.

Ὡς δύο, ἥλιοι τὴν γῆν, καταυγάζετε σημείοις καὶ τέρασιν, ἀποδιώκοντες, τῶν νοσημάτων, τὸ σκότος Ἅγιοι, Κοσμᾶ τε καὶ Δαμιανέ, φωστῆρες παγκόσμιοι· ὅθεν δοξάζεσθε, ὑπὸ πάντων τῶν πιστῶν ἀξιάγαστοι.

Στήριξον, πάντων τὰς ψυχάς, ἐπὶ πέτραν ἐντολῶν φιλάνθρωπε, ὡς ὑπεράγαθος, ταῖς ἱκεσίαις, τῶν Ἀναργύρων Σου, ἀπολυτρούμενος ἡμᾶς, νόσων τε καὶ θλίψεων, καὶ περιστάσεων, καὶ μελλούσης Ἰησοῦ κατακρίσεως.

Ἤνθησαν, ἐν ταῖς νοηταῖς, οἱ Ἀνάργυροι κοιλάσι τοῦ Πνεύματος, καὶ εὐωδίασαν, τῆς Ἐκκλησίας, ἅπαν τὸ πλήρωμα· τούτων πρεσβείαις ὁ Θεός, ἅπασαν ἀπέλασον, ἐκ τῆς καρδίας ἡμῶν, δυσωδίαν τῶν παθῶν, δυσωποῦμέν Σε.

Θεοτοκίον.

Φρούρησον, πάντων τὴν ζωήν, καὶ παθῶν ἀνεπιβούλευτον ποίησον, θεοχαρίτωτε, καὶ τῶν ἐκεῖθεν, μετόχους ἔργασαι, αἰωνιζόντων ἀγαθῶν, ὅπως Σε δοξάζομεν, καὶ μεγαλύνομεν, προστασία τῶν πιστῶν ἀκαταίσχυντε.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου