+ ΙΟΥΛΙΟΣ
Γ΄.
ΠΑΝΑΓΙΑ
ΓΑΛΑΚΤΟΤΡΟΦΟΥΣΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ ́ καὶ ψάλλομεν τὰ
ἑξῆς Προσόμοια. Ἦχος α ́. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ
παραδόξου θαύματος! ὥσπερ γάλα ζωῆς, τὰς ἀΰλους χάριτας, ἡ πάναγνος Μαριάμ,
βλύζει τοῖς πέρασιν· ἐκτρέφητε οὖν πιστοί, τῇ παρ’ Αὐτῆς γαλουχίᾳ τοῦ
κρείττονος· κορέσθητε δαψιλῶς, τοῦ νοητοῦ γλυκασμοῦ ἀνακράζοντες·
Γαλακτοτροφοῦσα χαῖρε, ἡ ἀπαύστως τρέφουσα, δωρεαῖς ζωηφόροις, τοὺς πιστῶς Σὲ
μεγαλύνοντας.
Βαβαὶ τῶν
Σῶν χαρισμάτων Ἁγνή! Σὺ γὰρ ὥσπερ μήτηρ, εὔνους καὶ φιλότεκνος, ποικίλως
εὐεργετεῖς, ἡμᾶς τὰ τέκνα Σου· ὡς ἄλλην γὰρ γαλουχόν, τὴν εὐαγῆ Σου Εἰκόνα
ἀνέδειξας, πρὸς αὔξησιν ἐν Χριστῷ τιθηνουμένην τοὺς πόθῳ κραυγάζοντας·
Γαλακτοτροφοῦσα χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ θηλάσας ὡς βρέφος, ἐκ τοῦ Σοῦ
ἀχράντου γάλακτος.
Τὴν πρὸς
ἡμᾶς Σου προμήθειαν, δι’ ἧς προνοεῖσαι, ἐν στοργῇ τῶν δούλων Σου, καὶ θάλπεις
νυχθημερόν, τοὺς πεποιθότας Σοι, οὐ σθένει γλῶσσα βροτῶν, ἀλλ’ οὐδ’ Ἀγγέλων
ὑμνῆσαι ὡς ἕνεστι, πλὴν δέχου ὡς ἀγαθή, ἡμῶν τὸν πόθον τῶν πίστει βοώντων Σοι·
Γαλακτοτροφοῦσα χαῖρε, ἡ τροφὸς καὶ ἔφορος, τῶν ἀπαύστως αἰνούντων, τῆς
προνοίας Σου τὸ πέλαγος.
Ἕτερα. Ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Ἁγίασμαὤφθη
νοητόν, ἡ λαμπρὰ ἐμφέρεια, τῆς Σῆς Εἰκόνος Πανάχραντε, ἐν ᾗ τὸν Κύριον, ταῖς
χερσὶ κρατοῦσα, τρέφεις ὥσπερ νήπιον, τῷ Σῷ παρθενικῷ Κόρη γάλακτι· ἣν
ἀσπαζόμενοι, τὰς ψυχὰς ἁγιαζόμεθα, ἀνυμνοῦντες, τὴν Σὴν ἀγαθότητα.
Σάββας ὁ
θεράπων Σου Ἁγνή, ὥσπερ ἱλαστήριον, καὶ κιβωτὸν ἁγιάσματος, σεμνῶς μετήγαγεν,
ἐκ τῆς Παλαιστίνης, τὴν θεοχαρίτωτον, Εἰκόνα Σου ἐν Ὄρει τοῦ Ἄθωνος, θαύματα
βρύουσαν, τοῖς ἐνθέως προσπελάζουσι, καὶ ὑμνοῦσι, Σοῦ τὴν ἀγαθότητα.
Μαστὸν τῷ
τῶν ὅλων Ποιητῇ, μητρικῶς προτείνουσα, καὶ γαλουχοῦσαν ὡς νήπιον, τὸν
ὑπερούσιον, ἐν τῇ Σῇ Εἰκόνι, ὁρωμένη Πάναγνε, ἐκπλήττεις ἀληθῶς τοὺς θεόφρονας,
τοῖς μεγαλείοις Σου· ὅτι Μήτηρ ἀπειρόζυγος, ἀνεδείχθης, Χριστοῦ τοῦ
Παντάνακτος.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ ́.
Παρθενικῆς
πανηγύρεως, τῶν ψυχοτρόφων διαδόσεων, δεῦτε πιστοὶ τρυφήσωμεν· ἡ γὰρ
ἀειπάρθενος Θεοτόκος, πρὸς εὐφροσύνην ἑόρτιον, καὶ μετουσίαν ἀνώλεθρον, τῶν
εὐσεβῶν συγκαλεῖ τὸ πλήρωμα· διὸ τῶν παρ’ Αὐτῆς ἀγαθῶν ἀπολαύοντες θεοφρόνως
εἴπωμεν· ἐθαυμαστώθη ὡς ἀληθῶς, ἡ ἔνσωμος Εἰκών Σου Κόρη, ὅτι ἡ δόξα ἡ ἄῤῥητος,
Σοῦ τῆς θυγατρός, τοῦ οὐρανίου Βασιλέως, ἐν αὐτῇ ἐκκέχυται, παρέχουσα ἡμῖν, τὰ
πρὸς σωτηρίαν αἰτήματα.
Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. κγ ́ 10-17).
Ἐξῆλθεν
Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ,
καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ
ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ
ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ
Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ·
αὐτῆς, καὶ εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ.
Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ
ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ
Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ
τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ
πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε
ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ
τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν: Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν,
Καὶ ἐφοβήθη καὶ εἶπεν Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ ̓ ἤ οἶκος
Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. μγ ́ 27, Μδ ́, 1-4).
Ἔσται ἀπὸ
τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ
ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος
Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς
βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη
αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι ̓ αὐτῆς,
ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι
ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ
τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με
κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ
ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ ́ 1).
Ἡ σοφία
ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ
ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆςοἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν.
Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα,
λέγουσα: Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν :
Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε
ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε
σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν
ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε
κακούς, ἵναμὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν,
καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας,
φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν
ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α ́.
Εὐφραίνεται
ἐνθέως, καὶ σφόδρα ἐξίσταται πᾶς πιστός, ὁρῶν ἐν Εἰκόνι, ὡς ἐν ἐσόπτρῳ τὴν
δόξαν Σου Ἄχραντε. Σὺ γὰρ ἐν αὐτῇ ὁρωμένη, ὥσπερ βρέφος ἀτελές, τὸν τὰ πάντα τῇ
δρακὶ κατέχοντα, μητρικῶς περιστέλλεις, καὶ γάλακτι ἐκτρέφεις, τὸν τὴν ζωὴν
πᾶσιν ἐμπνέοντα· ὢ τῶν ἀνεκφράστων μεγαλείων Σου! ὄντως ὑπεράνω τῶν οὐρανῶν, ἡ
μεγαλοπρέπειά Σου ἤρθη, καὶ τῆς αἰνέσεώς Σου, ἡ γῆ ἐπλήσθη· ὅτι τοὺς ἐν γῇ
οὐράνωσας, τῷ ἀχράντῳ τόκῳ Σου.
Μητρικῆς Σου
χρηστότητος, ἀκραιφνὲς πρὸς ἡμᾶς τεκμήριον, τὴν εὐαγῆ Σου Εἰκόνα, ἀνέδειξας
Κόρη· ὅθεν αὐτῇ προσερχόμενοι, ἁγιασμὸν καὶ λύτρωσιν, ἀληθῶς κομιζόμεθα, καὶ
ὑμνοῦμεν γηθοσύνως, Γαλακτοτροφοῦσα τὴν χάριν Σου.
Σάββας ὁ
θεσπέσιος, οἷακλῆρον ἀκήρατον, τοῖς Σιωνίταις κατέλειπε, Γαλακτοτροφοῦσα τὴν
μορφήν Σου· ὁ δὲ τούτῳ ὁμώνυμος, ὥσπερ κλῆμα κατάκαρπον, ἐν Ἄθῳ ταύτην
μετεφύτευσεν· ἐξ ἧς τῶν δωρεῶν Σου τοὺς βότρυας, ἀκορέστως τρυγῶντες, γραφικῶς
Σοι βοῶμεν· τί ἐκκαλιώθησαν οἱ μαστοί Σου Ἄχραντε; Τί ἐκκαλιώθησαν οἱ μαστοί
σου ἀπὸ οἴνου καὶ ὀσμὴ ἱματίων Σου, ὑπὲρ πάντα τὰ ἀρώματα; ὅτι μύρον τὸ
ἀκένωτον, ἀκενώτως τιθηνήσασα, εὐφραίνεις καὶ σώζεις τὰς ψυχὰς ἡμῶν.
Τὴν ζωηφόρον
νεφέλην, τὴν ὑετίζουσαν κόσμῳ ὕδωρ τὸ ἁλλόμενον, συμφώνως ὑμνήσωμεν Μαρίαν τὴν
Θεόπαιδα, χαῖρε πρὸς αὐτὴν βοῶντες, ἅρμα πολυώνυμον, ἐν ᾧ ἐπέβη σωματικῶς, ὁ
τοῖς Χερουβὶμ ἐποχούμενος· χαῖρε, λειμὼν θεοφύτευτε, ἐξ οὗ ἀνηρότως ἐβλάστησε,
τῆς ζωῆς τὸ ξῦλον· χαῖρε, ἡ γαλακτουργοῦσα τοῖς πιστοῖς, τὰ κρείττονα
χαρίσματα, δι’ ὧν ἡμᾶς ἐκτρέφεις, ὡς μήτηρ φιλόστοργος, Γαλακτοτροφοῦσα
Παρθένε· διὸ ἀπαύστως δοξάζομεν τὴν πρὸς ἡμᾶς Σου εὐμένειαν.
Δόξα. Καὶ νῦν. Ἦχος β ́.
Δαβιτικῶς
ἀλαλάξωμεν τῷ πνεύματι, ἐναρμόνιον μέλος ἐξάδοντες τῇ Θεοτόκῳ Παρθένῳ. Τὸ
πρόσωπόν Σου λιτανεύσουσι, λέγοντες, οἱ πλούσιοι τοῦ λαοῦ, διὰ παντὸς
Ὑπερένδοξε· οὐ μόνον γὰρ Ἀγγέλους τῇ ἀΰλῳ θεωρίᾳ Σου εὐφραίνεις, ἀλλὰ καὶ
βροτῶν συστήματα, τῇ ὑλικῇ Σου μορφῇ ἁγιάζεις. Ἀλλ’ ὦ παμμακάριστε Κόρη,
φύλαξον ἡμᾶς ἐκ τῶν σκανδάλων τοῦ ὄφεως, καὶ μετὰ τέλος ἀξίωσον, τῶν οὐρανίων
ἀπολαύσεων.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α ́. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἡ
γαλουχὸς τῆς ζωῆς, ἡ τὸν τροφέα τῶν ἁπάντων καὶ πρύτανιν, ὡς νήπιον τιθηνοῦσα,
καὶ γαλουχοῦσα σεμνῶς, οἷα Μήτηρ τούτου ἀειπάρθενος· πηγὴ θεολάξευτος, ζωηφόρως
βλυστάνουσα, τῇ οἰκουμένῃ, θεϊκῆς ἀγαθότητος, τὰ ὁρμήματα, εἰς ψυχῶν
περιποίησιν· ἄβυσσος ἡ ἀπέραντος, ἐλέους καὶ χάριτος, ἡ πελαγίζουσα κόσμῳ, τῶν
οἰκτιρμῶν τὴν γλυκύτητα· πιστῶν ἡ προστάτις, καὶ ἀντίληψις καὶ σκέπη, καὶ
καταφύγιον.
Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι
τοῦ λαοῦ.
Φέρεις, ἐν
ταῖς ἀγκάλαις Σεμνή, τὸν ὁμοούσιον Πατρὶ καὶ τῷ Πνεύματι, καὶ τοῦτον οἷάπερ
βρέφος, ἐκ τῶν ἁγνῶν Σου μαστῶν, μητρικῶς θηλάζεις Μητροπάρθενε· καὶ ταύτα
θεώμενοι, τῇ ἁγίᾳ Εἰκόνι Σου, τεθαμβημένοι, ἀνυμνοῦμεν τὴνδόξαν Σου, καὶ βοῶμέν
Σοι, ἐκ μυχίων Πανάμωμε· πόλις Θεοῦ ὑψίπυργε, ἡμᾶς περιτείχισον, ταῖς
πυργοβάρεσι Κόρη, τῆς ἀῤῥαγοῦς προστασίας Σου, ὡς ἂν τῆς μανίας, τοῦ ἀρχαίου
βροτοκτόνου, ῥυσθῶμεν Ἄχραντε.
Στ. Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ
καὶ γενεᾷ.
Γάλα,
ζωοποιὸν ἀληθῶς, ἀγαλλιάσεως Παρθένε ἀμείνονος, καὶ μέλι ἀθανασίας, ὑπὸ τὴν
γλῶσσαν τὴν Σήν, ὡς Σολομὼν ἔφη ᾀσματίζων σοι· διὸ τὰς ποιότητας, καὶ τὴν θείαν
ἐνέργειαν, τούτων πλουσίως, ταῖς ψυχαῖς ἐναπόσταξον, τῶν ὑμνούντων Σου, τὴν
ὑπέρφωτον ἔλλαμψιν· ὄρος γὰρ ὤφθης σύσκιον, Χριστοῦ τοῦ Παντάνακτος, δρόσον
ζωῆς αἰωνίου, καὶ γλυκασμὸν ὑπερκόσμιον, προρέουσα πᾶσι, Γαλακτοτροφοῦσα Κόρη,
τοῖς Σὲ δοξάζουσι.
Δόξα. Καὶ νῦν. Ἦχος δ ́.
Τῶν Σῶν
οἰκτιρμῶν τὰς δωρεὰς θηλάζοντες, ὡς θηλὴν πνευματικήν, τὴν Σὴν Εἰκόνα Παρθένε
γεραίρομεν· δι’ αὐτῆς γὰρ βλύζεις τῷ κόσμῳ, τῶν ἀγαθῶν Σου τὴν χάριν· ἐν αὐτῇ
οὖν πάντες προστρέχοντες, εὐλαβῶς Σοι βοῶμεν· ἴδε φιλόστοργε τὰ τέκνα Σου, τῇ
Σῇ Εἰκόνι παρεστῶτα, καὶ τὸ Σὸν ἐπιβοώμενα ἔλεος· μὴ ἀποστρέψῃς ἀφ’ ἡμῶν τὸ
πρόσωπόν Σου, ἀλλὰ παράσχου πᾶσι Γαλακτοτροφοῦσα, τὰ πρὸς σωτηρίαν αἰτήματα, ὡς
ἐλεήμων καὶ φιλάγαθος.
Νῦν ἀπολύεις, Τρισάγιον,
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὴν θείαν
Σου Εἰκόνα ὡς τῆς δόξης Σου σκήνωμα, Γαλακτοτροφοῦσα Παρθένε, προσκυνοῦντες
δοξάζομεν· ἐκ ταύτης γὰρ πηγάζεις μυστικῶς, τὸ γάλα τῶν ἀΰλων δωρεῶν, καὶ
ἐκτρέφεις τὰς καρδίας καὶ τὰς ψυχάς, τῶν πίστει ἐκβοώντων Σοι· δόξα τοῖς
μεγαλείοις Σου Ἁγνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου ἀφάτῳ χρηστότητι.
(γ ́).
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α ́. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς στήλην
ἀγαθῶν, ὡς θεόγραφον πλάκα, καὶ κλῆμα νοητόν, τῆς σεπτῆς Σου προνοίας, τὴν
πάνσεπτον Εἰκόνα Σου, Θεοτόκε κατέχομεν· ἐν ᾗ Ἄχραντε, οἷάπερ Μήτηρ θηλάζεις,
τὸν τὰ σύμπαντα, τρέφοντα θείᾳ δυνάμει· διὸ ἀνυμνοῦμέν Σε.
Δόξα. Καὶ νῦν.
Ὁ Σάββας ὁ
κλεινός, βασιλόπαις Παρθένε, ἐκ γῆς τῆς ἱερᾶς, τὴν σεπτήν Σου Εἰκόνα, ὡς γῆν
θεογεώργητον, γεωργοῦσαν τὰ κρείττονα, μετεκόμισεν, ἐν τῷ πανσέπτῳ Σου κλήρῳ·
ἣν ἐκ πίστεως, καταφιλοῦντες ἀντλοῦμεν, τὴν χάριν τὴν ἄφθονον.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ ́. Κατεπλάγη Ἰωσήφ.
Καταπλήττονται
σεμνῶς, οἱ θεωροῦντες εὐπρεπῶς, ἐν Εἰκόνι Σε Ἁγνή, βρέφος κρατοῦσαν ταῖς χερσί,
τὸν συνοχέα τῶν ἁπάντων καὶ Κύριον, καὶ τούτῳ τὸν μαζόν, φρικτῶς προτείνουσαν,
καὶ γάλα ἐξ αὐτοῦ, ἁγνῶς θηλάζοντα, καὶ τὴν Σὴν ἄῤῥητον δόξαν δοξάζουσι, καὶ
θεοφρόνως βοῶσί Σοι· χαῖρε Παρθένε, Ἀγγέλων θαῦμα, καὶ βροτῶν ἀνακαίνισις.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Τὴν θείαν
Εἰκόνα Σου περικυκλοῦντες πιστῶς, καὶ ταύτην Πανάχραντε καταφιλοῦντες σεμνῶς,
πρὸς Σὲ τὸ πρωτότυπον, ὄμμασι διανοίας, ἀναγόμεθα πίστει, κράζοντές Σοι Παρθένε, ἀπὸ βάθους
καρδίας· ἵλεως γενοῦ ἡμῖν, Γαλακτοτροφοῦσα τοῖς δούλοις Σου.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ ́ ἤχου.
Προκείμενον: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι
τοῦ λαοῦ.
Στ. Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ
καὶ γενεᾷ.
Εὐαγγέλιον, τῷ τῆς ΙΕ ́ Αὐγούστου.
Δόξα. Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν. Τῆς Γαλακτοτροφούσης...
Ἰδιόμελον. Ἦχος β ́. Στ. Ἐλέησόν με ὁ Θεός...
Ἡ τὸν Θεὸν
ὡς βρέφος θηλάσασα, καὶ μητρικῶς ἐν ὠλέναις Τοῦτον περιστείλασα, ὄχημα
πυρίμορφον, τοῦ Παντοκράτορος ἐδείχθης· διὸ ῥῦσαι ἡμᾶς πυρὸς αἰωνίζοντος,
Παρθένε πανύμνητε, καὶ θείας ἐλλάμψεως, τὰς ψυχὰς ἡμῶν πλήρωσον.
Εἶτα, οἱ δύο Κανόνες τῆς Θεοτόκου.
Ὁ α’ Κανών, οὗ ἡ ἀκροστιχίς: Γαλακτοτροφούσης
τὴν χάριν αἰνέσω. Γερασίμου.
ᾨδὴ α ́. Ἦχος δ ́. Ἀνοίξω τὸ στόμα μου.
Γαλήνης τὸν
πρύτανιν, μητροπρεπῶς γαλουχήσασα, εἰρήνην καὶ λύτρωσιν, καὶ φωτισμὸν ἀληθῆ,
Κόρη ἔλλαμψον, τοῖς πόθῳ προσιοῦσι, τῇ θείᾳ Εἰκόνι Σου, καὶ Σὲ γεραίρουσι.
Ἀγκάλαις
συνέχουσαν, τὸν συνοχέα τῆς κτίσεως, καὶ Τούτῳ προτείνουσαν, τὴν καθαράν Σου
θηλήν, ἐν Εἰκόνι Σε, θεώμενοι Παρθένε, τὸ Σὸν ὑπεράῤῥητον, κλέος δοξάζομεν.
Λειμὼν
θεοφύτευτος, ἀρωματίζων τοῖς πέρασιν, ὑπὲρ τὰ ἀρώματα, τῶν ἱματίων τῶν Σῶν,
ὀσμὴν εὔχαριν, ὡς Σολομὼν κραυγάζει, Εἰκών Σου ἡ ἄχραντος, ὤφθη Πανάμωμε.
Ἀνάθημα
ἔνθεον, καὶ δῶρον ὄντως ὑπέρτιμον, ἐκ γῆς Σιωνίτιδος, Σάββας ὁ Ὅσιος, ἐν τῷ Ἄθωνι,
ἐκόμισεν ἐνδόξως, τὴν θείαν Εἰκόνα Σου, Θεογεννήτρια.
Καλῶν τὸ
ἀκρότατον, βρεφοπρεπῶς τιθηνήσασα, καλὴ καὶ πανάμωμος, καὶ θεαυγὴς καὶ λαμπρά,
ἀναδέδειξαι, ὦ Γαλακτοτροφοῦσα, ἡμᾶς ἀγλαΐζουσα, τῇ φωταυγεῖᾳ Σου.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Γάλακτι ζωῆς
ἡμᾶς θρέψον Παρθένε. Γερασίμου.
ᾨδὴ α ́. Ἦχος πλ. δ ́. Ὑγρὰν διοδεύσας.
Γεώργιον
ὤφθη θεοπρεπές, ἡ θεία Εἰκών Σου, γεωργοῦσα διὰ παντός, Γαλακτοτροφοῦσα
Θεομῆτορ, ψυχῶν ὁμοῦ καὶ σωμάτων τὴν ἴασιν.
Ἁγίῳ μαστῷ
Σου υἱοπρεπῶς, τὰ χείλη προσάγων, ὁ τῶν ὅλων Δημιουργός, πανάγνῳΣου γάλακτι
ἐτράφη, ὁ Σὲ Μητέρα καλέσας πανάφθορον.
Λαμπρά Σου ἡ
ὄψις καὶ τηλαυγής, ὡραῖον τὸ εἶδος, καὶ τὸ πρόσωπον γαληνόν, Γαλακτοτροφοῦσα
καθορᾶται, ἐν τῇ μορφῇ τῆς σεπτῆς ἐμφερείας Σου.
Ἁγνῆς
τιθηνείας θεανδρικῶς, ἡ θεία Εἰκών Σου, τὸ μυστήριον ἐκδηλοῦ, καὶ πάντας
ἐκπλήττει Θεοτόκε, τοὺς καθορῶντας τὸν Κτίστην θηλάζοντα.
Κρατοῦσα ὡς
νήπιον ταῖς χερσί, Γαλακτοτροφοῦσα, τὸν Σωτῆρα καὶ Λυτρωτήν, Αὐτὸν ἐκδυσώπει
ὥσπερ Μήτηρ, τοῦ λυτρωθῆναι ἡμᾶς τῆς κολάσεως.
Καταβασία.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται
Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς
πανηγυρίζων· καὶ ᾄσω γηθόμενος, Ταύτης τὰ θαύματα.
ᾨδὴ γ ́. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.
Τῆς Σῆς πρὸς
ἡμᾶς κηδεμονίας, τρανὸν στηλογράφημα Ἁγνή, καὶ ἱερὸν συμβόλαιον, ἀγαθοδότως
δέδωκας, τὴν εὐαγῆ Εἰκόνα Σου, ἐγγυωμένην τὰ κρείττονα.
Ὁ μάννα τὸ
πάλαι ἐν ἐρήμῳ, ἐκθρέψας λαὸν τοῦ Ἰσραήλ, τῷ Σῷ πανάγνῳ γάλακτι, υἱοπρεπῶς
ἐκτρέφεται, καὶ γαλουχεῖται Δέσποινα, ὁ περιέχων τὰ σύμπαντα.
Τὸν Κτίστην
θηλάζουσα ὡς βρέφος, ὡς Μήτηρ ἀκήρατος Αὐτοῦ, ὁρᾶσαι ἐν Εἰκόνι Σου, Θεογεννῆτορ
ἄχραντε, καὶ καταπλήττεις ἅπαντας, τοῖς ὑπὲρ νοῦν μεγαλείοις Σου.
Ῥαγεῖσα τῇ
Σῇ ἐπισκιάσει, ἡ Σὴ ἁγιόγραφος Εἰκών, ὡς πέτρα ὑδατόῤῥυτος, τὸ ὕδωρ τὸ
ἀθάνατον, τῆς θεϊκῆς χρηστότητος, προσεπιῤῥέει τοῖς δούλοις Σου.
Ὀσμὴν
ζωηφόρου ἐπιπνοίας, ὡς θεῖον ἀλάβαστρον Ἁγνή, καὶ μυριοθήκη εὔοσμος, μορφή Σου
ἡ ἐνσώματος, προσεφαπλοῖ Πανύμνητε, ἐν ταῖς ψυχαῖς τῶν ὑμνούντων Σε.
Ἕτερος. Οὐρανίας ἁψῖδος.
Τῆς μορφῆς
Σου τὸ εἶδος, πλησιφαῶς ἤστραψε, Γαλακτοτροφοῦσα Παρθένε, ἐν τῇ Εἰκόνι Σου,
ὁρᾶται Ἄχραντε, μητροπρεπῶς τιθηνοῦσα, τὸν τὰ βρέφη πλάττοντα, καὶ διατρέφοντα.
Ἱλαρότητος
πλήρης, καὶ μητρικῆς χάριτος, ἡ θεοχαρίτωτος ὄψις, ἐν τῇ Εἰκόνι Σου, ὁρᾶται
Ἄχραντε, μητροπρεπῶς τιθηνοῦσα, τὸν τὰ βρέφη πλάττοντα, καὶ διατρέφοντα.
Ζωοδώρητον
χάριν, νέκταρ τρυφῆς κρείττονος, δεῦτε ἀπαρύσασθε πάντες, ψυχῆς εὐθύτητι, ἐκ
τῆς ἀχράντου μορφῆς, τῆς τὸν Χριστὸν γαλουχούσης, καὶ αὐτῇ βοήσωμεν· χαῖρε
Μητρόθεε.
Ὡραιώθη
ἐκπάγλως, ἡ Σὴ Εἰκὼν Ἄχραντε, τὸν ὡραῖον κάλλει ὡς βρέφος, γαλακτουχούμενον,
ὡραίως φέρουσα, τόν οὐρανὸν ἐν τοῖς ἄστροις, καὶ τὴν γῆν τοῖς ἄνθεσι,
καθωραΐσασα.
Ἡλιόμορφος
θρόνος, καὶ παμφαὲς ὄχημα, Γαλακτοτροφοῦσα ὁρᾶσαι,ἐν τῇ Εἰκόνι Σου, ἀγκάλαις
φέρουσα, τὸν Βασιλέα τῆς δόξης, τὸν δι’ ἀγαθότητα, βροτὸν γενόμενον.
Καταβασία.
Τούς Σούς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα
καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντος, πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ
δόξῃ Σου, στεφάνων δόξης ἀξίωσον.
Κάθισμα. Ἦχος πλ. δ ́. Τὸ προσταχθὲν μυστικῶς.
Γαλακτουχοῦσα
τὸν τροφέα τῶν ἁπάντων, σωματωθέντα ἐκ τῶν Σῶν ἁγνῶν αἱμάτων, μητρικῶς Αὐτὸν
ἐνείλησας σπαργάνοις· ὢ θαῦμα! Πῶς μήτηρ ὤφθης τοῦ Ποιητοῦ, καὶ τοῦτον οἷάπερ
βρέφος ἐν ταῖς χερσί, περιέσχες Πανάμωμε· ὡς ἀκατάληπτα τὰ Σά! ἀλλὰ σῶσον τοὺς
ψάλλοντας· χαῖρε Νύμφη Ἀνύμφευτε.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.
ᾨδὴ δ ́. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.
Φίλτρον
Μητροπάρθενε τὸ μητρικόν, πρὸς τὸν Σὸν Υἱὸν τὸν Θεάνθρωπον, λαμπρῶς δηλοῦσα, ἡ
ἁγία Σου μορφή, ὅλη πέλει χαρίεσσα, ἐν τῷ ὑλικῷ χαρακτῆρί Σου.
Ὅρμον
ἀκλυδώνιστον καὶ γαληνόν, Γαλακτοτροφοῦσα εὑράμενοι, τὴν Σὴν Εἰκόνα, ἐν καιρῷ
τῶν πειρασμῶν, ἐν ταύτῃ καταφεύγομεν, καὶ πολλῶν κινδύνων λυτρούμεθα.
Ὑπομειδιῶσα
μητροπρεπῶς, πρὸς τὸν Σὸν Υἱὸν Σου τὸ πρόσωπον, πλήρης ἀγάπης, ἐπικλίνεις
ἱλαρῶς, καὶ Τοῦτον ὥσπερ νήπιον, Κόρη τιθηνεῖς ἐν ἀγκάλαις Σου.
Στόματι καὶ
χείλεσι παρθενικοῖς, κατασπαζομένη πυκνότατα, καθάπερ Μήτηρ, τὸν Σὸν ἄσπορον
Υἱόν, τούτῳ προτείνεις χαίρουσα, Κόρη τὸν μαστόν Σου τὸν ἄχραντον.
Ἡ Σὴ
ἁγιόγραφος πάλαι Εἰκών, Γαλακτοτροφοῦσα μετήνεκται, ἐκ Παλαιστίνης, τῇ βουλήσει
Σου ἁγνή, ἐν Ὄρει τῷ τοῦ Ἄθωνος, ἁγιαστικὴν χάριν νέμουσα.
Ἕτερος. Εἰσακήκοα Κύριε.
Σαρκωθεὶς ἐξ
αἱμάτων Σου, Γαλακτοτροφοῦσα ὁ Ὑπερούσιος, ἐν ἀγκάλαις Σου συνέχεται, γάλακτι
ἀχράντῳ Σου τρεφόμενος.
Ἡ μορφή Σου
τερψίθυμος, ἐν τῇ Σῇ Εἰκόνι δείκνυται Ἄχραντε, τιθηνοῦσα οἷα νήπιον, τὸν
ζωογονοῦντα τὰ ἀρτίτοκα.
Μητρικῆς Σου
χρηστότητος, Γαλακτοτροφοῦσα τὴν ἱλαρότητα, ἐφ’ ἡμῖν ῥᾶνον τοῖς τέκνοις Σου,
χαρμονῆς πληροῦσαν τὰς ψυχὰς ἡμῶν.
Ἀειπάρθενος
ἔμεινας, εἰ καὶ Μήτηρ ὤφθης τοῦ Παντοκράτορος· ἀποῤῥήτως γὰρ ἐκύησας, τὸν ὑπὸ
Σοῦ Κόρη γαλουχούμενον.
Καταβασία.
Τήν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς
ἐκ τῆς Παρθένου σαρκώσεως, Σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν
ἐκραύγαζε· δόξα τῇ δυνάμει Σου Κύριε.
ᾨδὴ ε ́. Ἐξέστη τὰ σύμπαντα.
Σαρκὸς
ὁμοιώματι, ἐκ Σοῦ ἄνθρωπος τέλειος, Γαλακτοτροφοῦσα καθωράθη, ὁ ὑπεράνω πάσης
σαρκὸς καὶ ἀρχῆς, καὶ γάλα ἐθήλασεν ἐκ Σοῦ, ὁ βλυστάνων ἅπασι, τοῦ ἐλέους τὴν
ἄβυσσον.
Τὴν στάμνον
τὴν ἔμψυχον, τὴν κιβωτὸν τὴν ἔγχρυσον, τὴν τοῦ Λόγου ἄχραντον Μητέρα, τὴν
χορηγοῦσαν τὰς ὑπὲρ νοῦν δωρεάς, τοῖς ἀσπαζομένοις σχετικῶς, ταύτης τὸ
Ἐκτύπωμα, ὀρθοδόξως ὑμνήσωμεν.
Ἡ φύσις ἡ
ἄστεκτος, ὦ θαῦμα! Πῶς συνέχεται, Γαλακτοτροφοῦσα ἀνθρώπινως, ἐν ταῖς ἀχράνταις
καὶ καθαραῖς Σου χερσί; Πῶς δὲ γαλουχεῖται ὡς βροτός, ὁ τῶν ὅλων πρύτανις; ἀλλ’
ὡς οἶδεν ὁ Εὔσπλαγχνος.
Νοεῖν οὐ δυνάμεθα,
τὸ μέγα Σου μυστήριον, Γαλακτοτροφοῦσα Θεοτόκε· ἐν γὰρ Εἰκόνι τῇ Σῇ θεώμενοι,
τὸν Θεὸν ὡς βρέφος ἀτελές, γάλακτι τρεφόμενον, ἀληθῶς ἐξιστάμεθα.
Ἕτερος. Ὀρθίζοντες βοῶμέν Σοι.
Συμπάθειαν
ἐμφαίνει οὐράνιον, ὡς ἀληθῶς, τὸ σεμνόν Σου πρόσωπον, ἐν τῇ Εἰκόνι Σου Ἄχραντε.
Θεὸν
ἀπειρογάμως κυήσασα, καὶ ὡς τροφός, Τούτου χρηματίσασα, ἐκ τῆς φθορᾶς, κόσμον
ἔσωσας.
Ῥημάτων
γλυκυτάτων προσρήματα, τῷ Σῷ Υἱῷ, προσφωνοῦσα Ἄχραντε, τῇ Σῇ Εἰκόνι παρίστασαι.
Ἐθήλασε
μαζόν Σου τὸν ἄχραντον, βρέφος ἐκ Σοῦ, γεννηθεὶς ὁ Ἄχρονος, καὶ τηλαυγῶς Σε
ἐδόξασε.
Ψυχῶν
θεοπρεπῆ ἀγαλλίασιν, ἡ Σὴ Εἰκών, ἀναβλύζει Δέσποινα, καὶ τῶν σωμάτων ἰάματα.
Καταβασία.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ
Σου· Σὺ γὰρ Ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας
ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύοντα.
ᾨδὴ στ ́. Τὴν θείαν ταύτην.
Χείλη ἁγνὰ
ὥσπερ νήπιος, προσάγων τῷ μαζῷ Σου Πανάμωμε, ὁ Ὑπερούσιος, γαλακτουχούμενος
φέρεται, μητροπρεπῶς Παρθένε, ἐν ταῖς ἀγκάλαις Σου.
Ἀγεωργήτως
ὡς ἄμπελος, τὸν βότρυν τῆς ζωῆς ἐν ὠλέναις Σου, φέρειςΠανύμνητε, καὶ διατρέφεις
Σῷ γάλακτι, τὸν τῆς ζωῆς τὸ νέκταρ, κόσμῳ πηγάζοντα.
Ῥήμασι
θείοις ἑπόμενοι, τοῦ Σάββα ἀληθῶς τοῦ θεόφρονος, τὸ Σὸν Ἐκτύπωμα, οἱ μονασταὶ
ἐδωρήσαντο, τῷ τούτῳ συνωνύμῳ Θεοχαρίτωτε.
Ἰάσεις
πλείστας πηγάζουσα, ὦ Γαλακτοτροφοῦσα Θεόνυμφε, ἡ Σὴ ἐμφέρεια, οἵα νεφέλη
θεόδροσος, ἡμᾶς καλύπτεις τοῖς θαυμασίοις Σου.
Νόμῳ μητρώῳ
Ἀκήρατε, Χριστὸν ὃν ἀνωδύνως ἐκύησας σεμνῶς θηλάζουσα, Μήτηρ πανάφθορος
πέφηνας, τὸ τῆς ἁγνείας κάλλος, διαφυλάττουσα.
Ἕτερος. Τὴν δέησιν.
Ὁ Ὕψιστος,
σαρκωθεὶς ἐκ μήτρας Σου, καὶ ἀτρέπτως νηπιάσας ὡς οἶδε, μητροπρεπῶς, ὑπὸ Σοῦ
γαλουχεῖται, καὶ τοῦ μαζοῦ Σου ἁπτόμενος φέρεται, ἐν τῇ Εἰκόνι Σου Ἁγνή,
νηπιότητος τρόπῳ χαρίεντι.
Νῦν θήλασον,
ὦ Υἱέ μου ἄσπορε, ἐν χερσί Σου ἀγκαλίζουσα κράζεις, τῷ προελθόντι ἐκ Σοῦ
ἀλοχεύτως, τὸν Σὸν μαστὸν τούτῳ Κόρη προτείνουσα· ταῦτα δὲ βλέποντες τρανῶς, ἐν
Εἰκόνι Σου Σὲ μεγαλύνομεν.
Προσκλίνουσαν,
τὸ σεμνόν Σου πρόσωπον, τῷ φιλτάτῳ Σου Υἱῷ Θεοτόκε, καὶ τιθηνοῦσαν Αὐτὸν ὥσπερ
βρέφος, ὡς ἐν ἐσόπτρῳ τῷ Σῷ Ἐκτυπώματι, θεώμενοί Σε εὐλαβῶς,τὴν Σὴν ἄῤῥητον
δόξαν δοξάζομεν.
Ἀνάγραπτον,
ἐμφανῶς παρίστησιν, ἡ ἁγία Σου Εἰκὼν Θεοτόκε, τῆ πρὸς ἡμᾶς Σου ἀγάπης τὸν
πλοῦτον, καὶ τῆς εὐνοίας τῆς Σῆς τὰ γνωρίσματα· ἣν προσκυνοῦντες εὐσεβῶς, τὴν
πολλήν Σου ὑμνοῦμεν συμπάθειαν.
Καταβασία.
Τήν θείαν ταύτην καὶ πάντιμον,
τελοῦντες ἑορτήν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν
ἐξ αὐτῆς τεχθέντα, Θεόν δοξάζοντες.
Κοντάκιον. Ἦχος β ́. Τὴν ἐν πρεσβείαις.
Τὴν μητρικῶς
θηλάζουσαν ὥσπερ βρέφος, τὸν ἐξ αὐτῆς ἀνερμηνεύτως γεννηθέντα, τὴν μόνην
Θεοτόκον ὑμνήσωμεν, τὴν Γαλακτοτροφοῦσαν Χριστὸν τὸν Θεὸν ἡμῶν· πολλῶν γὰρ κινδύνων ἡμᾶς ῥύεται.
Ὁ Οἶκος.
Πᾶσα ἡ δόξα
Σου Ἁγνή, ἡ ἔνδον κεκρυμμένη, κατὰ τὸν ἔνθεον Δαβίδ, πλουσίως ἐξεχύθη, καὶ
κατεκάλυψε τερπνῶς, τὴν θείαν Σου Εἰκόνα· ἔνθεν δεδοξασμένη τηλαυγῶς, ἁγιασμοῦ
τε πλήρης, πρόκειται πᾶσι τοῖς πιστοῖς, καὶ εὐπρεπῶς ἐκπλήττει, τοὺς εὐλαβεῖς
προσκυνητάς, Παρθένε Θεοτόκε· ἀπειρογάμου γὰρ λοχείας, καὶ θεανδρικῆς
τιθηνείας, τὸ ὑπὲρ νοῦν μυστήριον, θεοειδῶς ἐκφαίνει. Διὸ εὐσήμοις χείλεσι,
κηρύττομεν Γαλακτοτροφοῦσα τὴν πρὸς ἡμᾶς Σου προμήθειαν, καὶ μετὰ πόθου ταύτην
προσκυνοῦμεν· πολλῶν γὰρ κινδύνων ἡμᾶς
ῥύεται.
Συναξάριον.
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς
Γαλακτοτροφούσης.
Γάλα νοητὸν
πηγάζει Θεοκῦμον,
Γαλακτοτροφοῦσα
ἡ θεία Εἰκών σου.
Θεοτόκου
Μαρίης γέρας ἀγλαὸν τριτάτῃ ὕδειν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὑακίνθου, τοῦ Κουβικουλαρίου.
Ἐξ
ἀρετῆς μὲν Ὑάκινθος ὡς λίθος,
Λαμπρὸς
πλέον δὲ ἐκ ῥοῆς τῶν αἱμάτων.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀνατολίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Δύνας,
Ἀνατόλιε τοῦ βίου τέλει.
Τῷ
μὴ δύνοντι προσπελάζεις ἡλίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Θεοδότου, Θεοδότης, Δολινδούχ,
Διομήδους, Εὐλαμπίου καὶ Ἀσκληπιάδου.
Τμηθεῖσι
Θεοδότῳ καὶ Θεοδότῃ,
Θεὸς θεῶν
δίδωσιν ἄξια στέφη.
Ὑπὲρ Θεοῦ
τείναντος ὡς δεῤῥιν πόλον,
τείνει
Δολινδοὺν τὸν τένοντα τῷ ξίφει.
Ἐκ σπονδύλων
ἔσπεισεν αἷμα Κυρίῳ,
ἄσπονδος
ἐχθρὸς δαιμόνων Διομήδης.
Τι ταὴν
κεφαλήν, δήμιε, κλῖνον, λέγεις,
Εὐλαμπίω,
κλίνοντι πᾶν σπάθῃ μέλος;
Ἀσκληπιάδης
τὴν θάλασσαν εἰσέδυ,
ζητῶν
ἐφευρεῖν τὸν καλὸν μαργαρίτην.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Μάρκου καὶ Μωκιανοῦ.
Ὑπέσχε
Μάρκος τῇ τομῇ τὸν αὐχένα,
ὁδὸν
χαράττων Μωκιανῷ τοῦ πάθους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἡλιοδώρου, ἐπισκόπου Ἀλτίνου τῆς Ἰταλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωακείμ, ἡγουμένου τῆς Μονῆς Νοτενῶν Ἀχαΐας.
Τὸν Ἰωακεὶμ
Χριστὸς λαμπρῶς δοξάζει,
ὡς αὐτὸν
δοξάσαντα ἤδη ἐν βίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Γεράσιμος ὁ Καρπενησιώτης, ἐν
Κωνσταντινουπόλει, ἐν ἔτει 1812ῳ, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου
Ὁσιομάρτυρος Ῥαφαὴλ τοῦ ἐν Λέσβῳ, γενομένης ἐν ἔτει 1961ῳ.
Ὥσπερ
θησαυρὸς γῆθεν τὸ λείψανόν σου
ὤφθη Ῥαφαήλ,
πιστῶν εἰς σωτηρίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικοδήμου, τῆς Λίμνης Κόζα, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασιλείου τοῦ Γιαροσλάβλ, τοῦ πρίγκιπος, τοῦ
Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κωνσταντίνου τοῦ Ῥώσσου, τοῦ πρίγκιπος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασιλείου, ἐπισκόπου Ῥιαζὰν καὶ Μουρώμ, τοῦ
Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Μιχαὴλ καὶ Θωμᾶ, τοῦ Σολβισεγκόντσκ, τῶν διὰ
Χριστῶν σαλλῶν, τῶν Ῥώσσων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τῆς Μόσχας, τοῦ διὰ Χριστὸν σαλλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνατολίου τοῦ ἐν τῷ Σπηλαίῳ, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Φιλίππου,
Μητροπολίτου Μόσχας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ ́. Ὁ διασώσας ἐν πυρί.
Ἀρωματίζουσα
τερπνῶς, Γαλακτοτροφοῦσα Παρθένε, τῆς πρὸς ἡμᾶς Σου ἀρωγῆς, ἡ ἁγία Εἰκών Σου
τὰς χάριτας, ὡς φιάλη ἀρώματος, κατευφραίνει τὰς αἰσθήσεις, τῶν προσιόντων.
Ἴδε τὰ τέκνα
Σου Ἁγνή, βλέψον φιλοστόργως Παρθένε, τοὺς παρεστῶτας εὐλαβῶς, Σῇ παντίμῳ
Εἰκόνι Ἀκήρατε, καὶ αἰτοῦντας ἐν δάκρυσιν, ὡς νοσσία τετρυγότα, τὸ ἔλεός Σου.
Νήπιον
βρέφοςἀτελές, τὸν ὑπερτελῆ Θεὸν Λόγον, γαλακτουχούμενον σεμνῶς, Σαῖς ἀχράντοις
ἀγκάλαις κατέχουσα, ἐν ὠσὶ τούτου λάλησον, ἀγαθὰ ὑπὲρ Σῶν δούλων, Εὐλογημένη.
Ἐνατενίζουσα
Ἁγνή, πλήρης μητρικῆς εὐμενείας, τῷ ὑπερθέῳ Σου Υἱῷ, τὸν ἀκήρατον μαστόν Σου
θηλάζοντι, Αὐτῷ βοήσον Δέσποινα· σῶσον τέκνον τοὺς Σοὺς δούλους, ὡς ἐλεήμων.
Στηλογραφία
ἐμφανής, Γαλακτοτροφοῦσα Παρθένε, ἡ παναγία Σου Εἰκών, Σῆς πολλῆς πρὸς ἡμᾶς
ἀγαθότητος, ἀνεδείχθη παρέχουσα, τοῖς προστρέχουσι τὴν χάριν, τῶν ἰαμάτων.
Ἕτερος. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν
ἄφθονον νέμει καὶ ψυχῶν θεραπεύει τὰς ἀφορήτους πληγάς, ἡ ἄχραντος Εἰκών Σου, ὦ
Γαλακτοτροφοῦσα, τοῖς ἐκ πόθου κραυγάζουσι· χαῖρε Παρθένε ἁγνή, ὑπερευλογημένη
Θηλήν Σου τὴν
ἁγίαν ὁ πλουσίως ἐκχέων τῶν δωρεῶν τοὺς κρουνούς, θηλάζων οἷα βρέφος, ὁρώμενος
Παρθένε, τῇ παντίμῳ Εἰκόνι Σου, ἐκπλήττει πᾶσαν ψυχήν, τῇ ἄκρᾳ εὐσπλαγχνίᾳ.
Ἐνορῶντες
Παρθένε, τὴν σεπτήν Σου Εἰκόνα, Σὲ ἐκτυποῦσαν φαιδρῶς, θηλάζουσαν ὡς βρέφος,
τὸν τρέφοντα τὰ πάντα, εὐφροσύνης πληρούμεθα, καὶ ἀνυμνοῦμεν ἀεί, τὴν Σὴν
μεγαλωσύνην.
Νηπιάσας
ἀτρέπτως ὁ τὸ πᾶν οὐσιώσας παντοδυνάμῳ ῥοπῇ, κρατεῖται ταῖς χερσί Σου, Ἁγνὴ καὶ
τιθηνεῖται, καὶ σπαργάνοις ἐμπλέκεται, καὶ διασώζει ἡμᾶς, τοὺς Σὲ ὑπερυψοῦντας.
Ἐπομβρίαις ἀΰλοις
ζωτικῆς χορηγία ὡς συμπαθείας πηγή, κατάσβεσον Παρθένε, τὴν φλόγα τῶν παθῶν
μου, καὶ πρὸς ὕδωρ ἀθάνατον, κατεύθυνόν μου τὸν νοῦν, ἀμέμπτῳ πολιτείᾳ.
Καταβασία.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ
θεόφρονες, παρά τὸν Κτίσαντα· ἀλλά πυρός ἀπειλήν, ἀνδρείως πατήσαντες,
χαίροντες ἔψαλλον, Ὑπερύμνητε· ὁ τῶν
πατέρων Κύριος, καὶ Θεός, εὐλογητὸς εἶ.
ᾨδὴ η ́. Λυτρωτὰ τοῦ παντός.
Ὡραιώθη ἡ
ἄχραντος ὄψις Σου, καὶ ὡραία ἡμῖν ὑπὲρ σάπφειρον, ἡ θεία Σου ἐμφέρεια,
καθορᾶται Παρθένε, ἣν προσκυνοῦντες, τὴν Σὴν δόξαν ὑμνοῦμεν γηθόμενοι.
Γαλουχοῦσα
Χριστὸν ὥσπερ νήπιον, καὶ Αὐτὸν σπαργανοῦσα καὶ τρέφουσα, Ἀγγέλων θάμβος
πέφηνας, καὶ βροτῶν σωτηρία Εὐλογημένη, ἀνερμήνευτον θαῦμα καὶ ἄῤῥητον.
Εὐμενὴς
προσηνὴς εὐπροσήγορος, καὶ ἀνάπλεως οἴκτου καὶ χάριτος, ἡ παναγία ὄψις Σου, ἐμφανῶς
καθορᾶται, τῇ Σῇ Εἰκόνι, τιθηνοῦσα Χριστὸν τὸν Ὑπέρθεον.
Ῥυπτικῇ Σου
πρεσβείᾳ ἐκκάθαρον, τῆς ψυχῆς μου Παρθένε τοὺς μώλωπας, προσκυνητήν τε ἄξιον,
τῆς σεπτῆς Σου Εἰκόνος, ἀνάδειξόν με, τὸν τὴν Σὴν ἐκζητοῦντα βοήθειαν.
Ἀτελὲς ὥσπερ
βρέφος ὁ Τέλειος, ἐν ἀγκάλαις Σου Κόρη συνέχεται, καὶ παιδικῶς ἁπτόμενος, τοῦ
ἀχράντου μαζοῦ Σου, γάλα θηλάζει, καὶ Μητέρα φωνεῖ Σε Ἀειπάρθενε.
Ἕτερος. Οἱ θεοῤῥήμονες Παῖδες.
Γαλακτοτρόφε
Παρθένε, πῶς βλύζεις γάλα; Πῶς δὲ καὶ Μήτηρ ἐδείχθης, πεῖραν ἀνδρὸς μὴ
γνωρίσασα; Αὐτὰ Χριστὸς οἶδεν, ὃς Σὲ Μητέρα ἐξελέξατο.
Ἐκ
Παλαιστίνης τῇ θείᾳ Σου εὐδοκίᾳ, ἡ φωτοφόρος Εἰκών Σου, μετενεχθεῖσα ἐν Ἄθωνι,
ἡμῖν παρεγγυᾶται, τὴν Σὴν ἀγαθότητα.
Ῥόδον εὐῶδες
κρατοῦσα ἐν ταῖς χερσί Σου, τὸν τὴν ὀσμὴν τῶν χαρίτων, ζωοδωρήτως ἐμπνέοντα,
ἡμᾶς κατευφραίνεις, ὀσμαῖς ἡδυπνόοις Σου.
Ἀγαπητὸς
χρηματίσας Κόρη Υἱός Σου, ὁ τῷ Πατρὶ τῷ συνθρόνῳ, ἠγαπημένος ὡς γέγραπται, Σὲ
πηγὴν τῆς ἀγάπης, τῷ κόσμῳ ἀνέδειξε.
Καταβασία.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ πόκος
τῆς Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νῦν δέ ἐνεργούμενος, τὴν
οἰκουμένην ἅπασαν ἐγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ ́. Ἅπας γηγενής.
Στόματι
σεπτῷ, θηλάζων ὁ νήπιος ὁ Ὑπερούσιος, τὴν θηλήν Σου Ἄχραντε, χερσὶν οἰκείαις
ἐναγκαλίζεται, μαζόν Σου τὸν ἀκήρατον ὁ καθαπτόμενος, τῶν ὀρέων, Κόρη καὶ
καπνίζονται· ὢ μεγίστης εὐκλείας Σου Δέσποινα!
Ἴαμα ἡμῖν,
γενέσθω τοῖς κάμνουσι παθῶν στρυφνότητι, ἡ ἐκ τῆς Εἰκόνος Σου,προερχομένη χάρις
ἀκένωτος, ὡς δρόσος Ἀερμὼν ψυχαῖς Παρθένε πίπτουσα, τὰς καρδίας, ἡμῶν
ἀναψύχουσα, καὶ πρὸς βίον ἰθύνουσα ἔνθεον.
Μήτηρ
ἀψευδής, ἐδείχθης Πανάμωμε, παρθένος μείνασα, καὶ γάλακτι ἔθρεψας, καὶ
κατεφίλησας τὸν Ὑπέρθεον, καὶ ἐν ἀγκάλαις ἔφερες, τὸν Σὲ φιλήσαντα· ὅθεν ταῦτα,
τῇ σεπτῇ Εἰκόνι Σου, καθορῶντες ὑμνοῦμεν τὴν δόξαν Σου.
Ὅλη θεαυγής,
καὶ πλήρης χρηστόητος, καὶ ἱλαρότητος, ἡ μορφή Σου δείκνυται, κεχαραγμένη ἐν τῇ
Εἰκόνι Σου, τῶν προσκυνούντων Ἄχραντε τὸν νοῦν ἀνάγουσα, Θεοτόκε, πρὸς Σὲ τὸ
πρωτότυπον, καὶ πληροῖ χαρμονῆς τὰς ψυχὰς ἡμῶν.
Ὕπερθεν
Ἁγνή, ἡμᾶς ἐποπτεύουσα, εὐσπλάγχνῳ ὄμματι, καὶ κατασκιάζουσα, τῇ πανισχύρῳ σκιᾷ
τῆς σκέπης Σου, μὴ παύσῃ δυσωποῦμέν Σε Θεοχαρίτωτε· ὅτι πάντες, τῇ σεπτῇ Εἰκόνι
Σου, προσεδρεύομεν Σὲ μεγαλύνοντες.
Ἕτερος. Ἔφριξε πᾶσα ἀκοή.
Σωματωθεὶς
ὑπερφυῶς, ὁ τῶν ὅλων Ποιητὴς ἐξ αἱμάτων Σου, καὶ σὰρξ γενόμενος, καὶ ἐν
ἀγκάλαις Σου βασταζόμενος, γαλακτουχεῖται βρεφικῶς, φαιδρῶς ἁγιάζων Σε,
Θεομακάριστε, νηπιωδέσιν ἁφαῖς καὶ προσψαύσεσι.
Ἴδετε ἔθνη
καὶ λαοί, ἐν Εἰκόνι τῆς ἁγνῆς Θεομήτορος, καὶ μεγαλύνατε, τοῦ Θεοῦ Λόγου τὴν
συγκατάβασιν· ὅτι ὁ Ὕψιστος ἑκών, ὡς βρέφος θηλάζεται, ὑπὸ παρθένου ἁγνῆς, ἣν
Μητέρα ἀδιάφθορον ἔδειξε.
Μεγαλωσύνην
ἀληθῆ, ὡς περίβλεπτος τῶν ὅλων Βασίλισσα, λαμπρῶς πλουτήσασα, καὶ ὑψωθεῖσα ὑπὲρ
κατάληψιν, τὸ Σὸν Ἐκτύπωμα Ἁγνή, σεπτῶς ἐμεγάλυνας, καὶ ἐθαυμάστως, Θεοτόκε τῇ
ἐνθέῳ Σου χάριτι.
Ὁμοιωθέντα
εἰδεχθῶς, τοῖς ἀλόγοις τῇ τοῦ βίου στρεβλότητι, μὴ ὑπερίδῃς με, τὸ Σὸν ὑμνοῦντα
θεῖον ὁμοίωμα, ἀλλ’ ἐπανάγαγε ταχύ, εἰς τὴν καθ’ ὁμοίωσιν, Θεοῦ εὐπρέπειαν,
Θεοτόκε ἵνα πίστει δοξάζω Σε.
Ὑδατοφόρος
λογική, πνευματέμφορος ἁγνὴ θεολάξευτος, πέτρα θεόβρυτος, ἡ παναγία Εἰκών Σου
πρόκειται, ἐξ ἧς τὸ ὕδωρ τῆς ζωῆς, ἀεὶ ἀρύομενοι, Σὲ μεγαλύνομεν, Θεοτόκε
προστασία τῶν δούλων Σου.
Καταβασία.
Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι
λαμπαδοχούμενος· πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν
πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω, χαίροις Παμμακάριστε, Θεοτόκε Ἁγνὴ
Ἀειπάρθενε.
Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Ἀγκάλαις Σου
βαστάζουσα, τὸν τῆς φύσεως Πλάστην, καὶ γάλακτι ἐκτρέφουσα, τὸν τροφέα τῶν
ὅλων, θρόνος πυρίμορφος ὤφθης, καὶ τροφός τε πάναγνος, τοῦ Βασιλέως τῆς δόξης,
νηπιάσαντος ἐκ Σοῦ, εἰς ἀνάπλασιν βροτῶν, Γαλακτοτρόφε Παρθένε. (γ ́).
Αἶνοι. Ἦχος α ́. Τῶν οὐρανίων ταγμάτων.
Τὸν
Ὑπερούσιον Λόγον σάρκα γενόμενον, ἐκ Σοῦ ἀνερμηνεύτως, γαλουχοῦσαν Παρθένε, καὶ
φέρουσαν ὡς βρέφος ἐν ταῖς χερσί, καθορῶντές Σε Πάναγνε, ἐν τῇ σεπτῇ Σου Εἰκόνι
πανευλαβῶς, ἀνυμνοῦμέν Σου τὴν εὔκλειαν.
Ὥσπερ
ἀνάθημα θεῖον καὶ πολυτίμητον, ὁ θεοφόρος Σάββας, ἐκ Σιὼν τῆς ἁγίας, Σιὼν Θεοῦ
τοῦ ζῶντος ἡ λογική, τὴν ἁγίαν Εἰκόνα Σου, ἐν τῷ Σῷ κλήρῳ μετήνεγκεν ἱερῶς,
χάριν βρύουσαν ἀέναον.
Πλήρης
φαιδρότητος Κόρη καὶ γαληνόμορφος, ἡ θεαυγὴς μορφή Σου, ἀληθῶς ὁρωμένη, τῇ θείᾳ
Σου Εἰκόνι πᾶσιν ἡμῖν, ψυχικὴν ἀγαλλίασιν, καὶ οἰκτιρμῶν τὰς ἐγγύας τῶν
μητρικῶν, πρυτανεύει προμηθέστατα.
Γαλακτοτρόφε
Παρθένε Μῆτερ Ἀπείρανδρε, γάλα ζωῆς ἀλήκτου, μάννα ἄϋλον θεῖον, καὶ νέκταρ
ἀμβροσίας ζωοποιόν, ὥσπερ μήτηρ φιλόστοργος, πᾶσι παράσχου τοῖς πίστει
εἰλικρινεῖ, προσκυνοῦσι τὴν Εἰκόνα Σου.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ ́.
Ἀειπάρθενε
Δέσποινα, τίς ἐπαξίως ὑμνήσει, τὰ ὑπερφυῆ μεγαλεῖά Σου; ἢ ποία γλῶσσα
διηγήσεται, τὰς αἰνέσεις τῆς δόξης Σου; Δεδοξασμένα γὰρ ὡς ἀληθῶς πανταχοῦ,
περὶ Σοῦ λελάληται· διὸ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, τὸ Σὸν ὑπερένδοξον δοξάζεται
ὄνομα. Ἀλλ’ ὦ πολυδόξαστε Κόρη, πολυπλόκων σκανδάλων, ἡμᾶς φύλαττε, τοὺς αἰσίως
δοξολογοῦντάς Σε, τῆς τοῦ Υἱοῦ Σου Βασιλείας ἀξιοῦσα ἡμᾶς· οὐδὲν γὰρ ἀδύνατον
τῇ πρεσβείᾳ Σου.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου