Πέμπτη 27 Ιουνίου 2019

ΑΥΓΟΥΣΤΟΣ 4. ΑΓΙΟΙ ΕΠΤΑ ΠΑΙΔΕΣ ΕΝ ΕΦΕΣΩ ΑΚΟΛΟΥΘΙΑ



ΑΥΓΟΥΣΤΟΣ Δ΄.

ΕΠΤΑ ΠΑΙΔΕΣ ΕΝ ΕΦΕΣῼ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τῆς ἑπταρίθμου Ἐφέσου Παίδων συνάξεως, τὴν μνήμην ἐκτελοῦντες, οἱ σαφῶς προσδοκῶντες, τὴν ἔγερσιν ἐκ τάφου πάντων νεκρῶν, εὐλαβῶς ἀνακράζομεν· Χαίρετε Μάρτυρες πίστεως εὐσταλεῖς, προτυπώσεις ἀναστάσεως.

 

Ἀφθάρτου δόξης ἐν πόλῳ σεπτοὶ συνέστιοι, ἑπτὰ Ἐφέσου Παῖδες, ἀπελαύνετε πίστιν, νεκρὰν ἡμῶν πρεσβείαις πρὸς τὸν Θεόν, καὶ τὴν πίστιν κρατύνετε, τῶν ἐλπιζόντων ἀνάστασιν χοϊκῶν, καὶ ζωὴν τὴν αἰωνίζουσαν.

 

Ἑπτὰ Ἐφέσιοι Παῖδες οἱ τελευτήσαντες, ὁμοῦ ἐντὸς σπηλαίου, τοῦ Κυρίου προστάξει, ἠγέρθητε ἀφράστως καὶ ὥσπερ χθές, καθυπνώσαντες Ἅγιοι, συνδιελέγεσθε πάντες ὡς ἀληθῶς, καὶ τὴν πίστιν προησπίζατε.

 

Δεινῆς αἱρέσεως ῥίζαν τοὺς ἀποτέμνοντας, ἀνάστασιν μὴ εἶναι, τῆς ἀσόφως φασκούσης, καὶ πίστεως κομῶντας θείους καρπούς, ἐπαινέσωμεν κράζοντες· Ἑπτὰ Ἐφέσιοι Παῖδες τὴν τῶν νεκρῶν, προδηλοῦτε πᾶσιν ἔγερσιν.

 

Δόξα. Ἦχος β΄.

Χαίρετε ἐν Κυρίῳ στεφανηφόροι Μάρτυρες, Ἑφέσιοι ἑπτάριθμοι Παῖδες, οἱ τὸ ὄνομα τοῦ Κυρίου ὁμολογήσαντες, ἐνώπιον Δεκίου· ὑμεῖς γὰρ ἠξιώθητε, μακροχρόνιον ἀνύσαντες ὕπνον, ἐγερθῆναι αὖθις, τὴν κοινὴν τῶν βροτῶν προτυποῦντες ἀνάστασιν· μὴ παύσησθε οὖν Χριστῷ πρεσβεύοντες, συναριθμῆσαι καὶ ἡμᾶς τῇ τῶν σωζομένων μερίδι, ἐν τῇ ἡμέρᾳ τῆς δικαίας Αὐτοῦ, καὶ ἀδεκάστου Κρίσεως.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Στῦλοι θεοειδεῖς, ἰσάριθμοι σοφίας, ἑπτὰ Ἐφέσου Παῖδες, ὡς λίθους τοῦ Δεκίου, ἐθραύσατε τὸ φρύαγμα.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Μάρτυρες ἀγλαοί, ἑπτάριθμοι Ἐφέσου, ἐξ ὕπνου ἐγερθέντες, μακροχρονίου πᾶσιν, ἀγγέλετε ἀνάστασιν.

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Ὄντως ὑπερφυῶς, ἠγέρθητε ἐξ ὕπνου, ἵνα σαρκὸς μερόπων, καὶ τῆς ψυχῆς τοὺς πάντας, διδάξητε ἀνάστασιν.

 

Δόξα. Τριαδικόν.

Πάτερ πανσθενουργέ, σὺν Λόγῳ Σου συνθρόνῳ, βροτῶν λαβόντι σάρκα, καὶ Πνεύματί Σου θείῳ, Τριὰς ἁγία δόξα Σοι.

 

Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ τοῦ ἐκ νεκρῶν, σαρκὶ ἐξαναστάντος, Θεοῦ Υἱοῦ Σοὺς δούλους, ἀνάστησον πεσόντας, εἰς λάκκον ἀπογνώσεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον  Ἦχος γ’. Θείας πίστεως.

Θείῳ Πνεύματι, ἀφθαρτισθέντες, πολυχρόνιον, ἤνυσαν ὕπνον, οἱ ἐν Ἐφέσῳ ἐπτάριθμοι Μάρτυρες, καὶ ἀναστάντες πιστοὺς ἐβεβαίωσαν, τὴν τῶν ἀνθρώπων κοινὴν ἐξανάστασιν ὅθεν ἅπαντες, συμφώνως τούτους τιμήσωμεν, δοξάζοντες Χριστὸν τὸν πολυέλεον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν

Παρανόμου προστάγματος, τῷ Θεῷ πειθαρχήσαντες, Παῖδες οἱ μακάριοι κατεφρόνησαν, καὶ δεσμευθέντες διέλυσαν, τῆς πλάνης τὸν σύνδεσμον, καὶ ἀξίαν κοσμικήν, ἀπωσάμενοι ἔλαβον, τὸ ἀξίωμα, τὸ αὐτοὺς περιδόξους ἐκτελέσαν, καὶ τὴν ἄνω προξενῆσαν, τῆς βασιλείας ἀπόλαυσιν.

Ἑαυτοὺς πρὸς τὰ σκάμματα, τῆς ἀθλήσεως Ἅγιοι, καρτερῶς γυμνάσαντες κατεκρύπτεσθε, ἐν τῷ σπηλαίῳ δεήσεσιν, ἀπαύστοις τὸν Κύριον, ἱκετεύοντες ἰσχύν, χορηγῆσαι καὶ δύναμιν, οἷς δὲ κρίμασιν, ὁ φιλάνθρωπος οἶδεν ἀφυπνῶσαι, ἐν εἰρήνῃ ὑμᾶς πάντας, θεαρχικῶς ἐγκελεύεται.

Μυστηρίων μυστήριον, τοῖς Ἁγίοις προτίθεται· ὡς γὰρ τελευτήσαντες, οὐκ ᾐσθάνοντο, οὕτω καὶ νῦν ἐγειρόμενοι, σαφῶς κατεπλήττοντο· εἰς γὰρ πίστωσιν νεκρῶν, Ἀναστάσεως γέγονε, τὸ τελούμενον, ὅπως γνόντες οἱ ταύτην ἀθετοῦντες, ἀποφράττωνται ἐν πίστει, δοξολογοῦντες τοὺς Μάρτυρας.

 

Ἕτερα. Ἦχος δ’. Ἔδωκας σημείωσιν.

Δεῦτε ἀνυμνήσωμεν, πιστοὶ λυχνίαν ἑπτάφωτοι, τὴν φωτίσασαν πέρατα, τοῦ κόσμου πυρσεύμασι, τῆς αὐτῶν ἀνδρείας, πόθῳ ἐκβοῶντες· Ἐφέσου Παῖδες ἐκλεκτοί, οἱ τοῦ Δεκίου μανίαν θλάσαντες, καὶ πίστιν κραταιώσαντες, Χριστοῦ τὴν θείαν καὶ ἄμωμον, σκοτομήνην σκεδάσατε, τὴν ἡμῶν ἀθλοφόρητοι.

 

Λίθοι οἱ πολύτιμοι, τῆς εὐσεβείας τιμάσθωσαν, γενναιότητος σάπφειροι, καὶ ῥώμης ἀδάμαντες, Παῖδες τῆς Ἐφέσου, οἱ ἑπτὰ ὡς πᾶσιν, διακηρύττοντες τρανῶς, τὴν ἐκ τοῦ τάφου νεκρῶν ἀνάστασιν, καὶ τῷ Χριστῷ πρεσβεύοντες, ὑπὲρ ἡμῶν τῶν ἐν ᾄσμασι, τὴν αὐτῶν πανακήρατον, ἐκτελοῦντων πανήγυριν.

 

Ὥσπερ οἱ ἰσάριθμοι, αὐτῶν τυράννους κατήσχυναν, Μακκαβαῖοι οἱ ἄλκιμοι, Χριστὸν ὡμολόγησαν, πρὸ ἀνομοτάτου, καὶ στυγνοῦ Δεκίου, ἐν τῇ Ἐφέσῳ οἱ ἑπτά, γενναῖοι Παῖδες καὶ ὑπὲρ ἔννοιαν, ἐν ἄντρῳ ἐκοιμήθησαν, θῦσαι εἰδώλοις οἱ πάντιμοι, ἀποφεύγοντες χάριτι, τοῦ τὰ πάντα δεσπόζοντος.

 

 

Δόξα. Ἦχος πλ. β΄.

Θωρακισθέντες τὴν τοῦ Χριστοῦ πανοπλίαν, τὸν εἰδωλόφρονα Δέκιον κατετροπώσατε, καὶ νίκης βραβεῖα ἤρατε, Παῖδες Ἐφέσου ἑπτάριθμοι· ὑμᾶς γὰρ Κύριος δοξάσας, ἀναστάσεως τῶν νεκρῶν εἰκόνας ἀνέδειξε, θαυμαστῶς ἀναστήσας ἐξ ὕπνου μακροχρονίου· διὸ νῦν τῇ πανσθενουργῷ Τριάδι παραγενόμενοι, μὴ ἐλλίπητε ἀεὶ ὑπὲρ πάντων δεόμενοι, τῶν τιμώντων πόθῳ, ὑμῶν μνήμην τὴν πάμφωτον.

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. λζ΄, 1-14)

Ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων· καὶ περιήγαγέ με ἐπ' αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα. καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε Κύριε, σὺ ἐπίστῃ ταῦτα. καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου. τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω ἐφ' ὑμᾶς πνεῦμα ζωῆς καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. καὶ εἶδον καὶ ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐπ' αὐτοῖς. καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. καὶ ἐλάλησε Κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι· ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. διὰ τοῦτο προφήτευσον καὶ εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ ᾿Ισραήλ, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου. καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος· λελάληκα καὶ ποιήσω, λέγει Κύριος.

 

Προφητείας Ἡσαΐου το ανάγνωσμα. [Κεφ. ΜΓ 9-14].

Τάδε λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

 

Λιτή. Ἦχος α’.

Εὐφραίνου ἐν Κυρίῳ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοὺς ἐν Ἐφέσῳ Ἑπτὰ Παῖδας μακαρίζουσα, ὡς ἀναστάσεως προεικονίσεις, καὶ ἀνδρείας στηλογραφήματα· θαυμαστῶς γὰρ οὗτοι θεόθεν ἐδοξάσθησαν, ἐξ ὕπνου μακροχρονίου ἀναστάντες, καὶ πλάνην αἱρετικῶν, τῇ αὐτῶν παραδόξῳ ἐγέρσει καταπατήσαντες· ζωῆς οὖν τυχόντες τῆς ἀλήκτου, καὶ τῆς υἱοθεσίας τὸ δηνάριον λαβόντες, τῷ Πατρὶ καὶ Θεῷ ἀεὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

Ἦχος β΄.

Δέκιος ὁ παράφρων ἐκέλευσεν, ἐμφραγῆναι τὸ στόμιον τοῦ σπηλαίου, ἐν ᾧ τῷ Παμβασιλεῖ τὰς ψυχὰς ὑμῶν ἀπεθέσατε, Παῖδες Ἐφέσου ἑπτάριθμοι· τὰς ἀργυρὰς αὐτὰς σφραγῖδας ἰδὼν ὁ τῆς πόλεως ἐπίσκοπος, μετὰ τὴν μακροχρόνιον ὑμῶν παράδοξον ἐξανάστασιν, καὶ ὑμᾶς ἔνδον τοῦ σπηλαίου καθημένους, Θεὸν ἐδόξασεν· Αὐτὸν οὖν καὶ ἡμᾶς ἀπαύστως δοξάζειν, τοὺς τὴν νεκρῶν προσδοκῶντας ἀνάστασιν, ἀξιώσατε Ἅγιοι, τῆς ὀρθοδόξου ἡμῶν πίστεως σεπτὰ θησαυρίσματα.

 

Ἦχος γ΄.

Ἀφθαρσίας ἐνδυσάμενοι στολὴν χρυσοΰφαντον, Ἰάμβλιχε, Διονύσιε, Ἰωάννη, Κωνσταντῖνε, καὶ σὺν Ἐξακουστωδιανῷ καὶ Μαξιμιλιανῷ, Μαρτινιανὲ θεῖε, πίστιν τὴν νεκρὰν ἐκδιώκετε, καὶ ζῶσαν καὶ ἐλευθέραν Ἐκκλησίαν, προδιαγράφετε τὴν προσδοκῶσαν τῶν νεκρῶν ἐξανάστασιν· Παῖδες Ἐφέσου ἑπτάριθμοι, οἱ οφρῦν τοῦ Δεκίου συντρίψαντες, καὶ ζωῆς ἐπιτυχόντες τῆς κρείττονος καὶ ἀϊδίου, μὴ παύσησθε δυσωποῦντες, τὸν ἀναστάντα ἐκ τάφου τριήμερον Κύριον, ἐγεῖραι ἡμᾶς τοὺς πεπτωκότας εἰς χάος ἀπογνώσεως, καὶ ἀξιῶσαι τῆς δεξιᾶς τυχεῖν μερίδος τῶν σῳζομένων.

 

Δόξα. Ἦχος δ΄.

Οἱ τοῦ κόσμου ὑπερφρονήσαντες ἐν νεαρᾷ ἡλικίᾳ, καὶ τὰ φθαρτὰ καὶ μάταια παριδόντες Ἐφέσου Παῖδες, ἀποθανόντες ἐκτὸς φθορᾶς ἔμειναν οἱ ἀοίδιμοι· ὅθεν μετὰ πλείονας χρόνους ἐξαναστάντες, ἅπασαν ἐνέθαψαν αἱρετικῶν γνώμην, διαλαλούντων μὴ εἶναι ἀνάστασιν· αὐτοὺς καὶ ἡμεῖς ἐν αἰνέσει σήμερον πιστῶν χορεῖαι μακαρίσωμεν, Χριστὸν δοξολογοῦντες τὸν αὐτοὺς ἀντιδοξάσαντα, καὶ πρεσβευτὰς ἡμῶν θερμοτάτους ἀναδείξαντα.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις Ἐξακουστωδιανέ, Μαξιμιλιανὲ Ἰάμβλιχε πάνσεπτε, πανένδοξε Κωνσταντῖνε, σοφὲ Μαρτινιανέ, Ἰωάννη σῶφρον, Διονύσιε, λυχνία ἑπτάφωτε, Ἀθλοφόρων τῆς πίστεως, ἡ ταῖς ἀκτῖσιν, εὐψυχίας φωτίσασα, τὴν ὑφήλιον, καὶ σκεδάσασα ζόφωσιν, τῶν λατρευόντων εἴδωλα· διὸ νῦν γηθόμεναι, τῶν χριστωνύμων χορεῖαι, ὑμῶν τὴν μνήμην μακάριοι, ὁπλῖται Κυρίου, καταστέφομεν εὐήχοις, ᾠδαῖς καὶ ᾄσμασι.

 

 

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Χαίροις, Ἐφέσου Παίδων ἑπτάς, οἱ τῷ Θεῷ καὶ Λυτρωτῇ πειθαρχήσασα, καὶ φρύαγμα τοῦ Δεκίου, τοῦ φαύλου καὶ μιαροῦ, σῇ λαμπρᾷ ἐνστάσει, καὶ στεῤῥότητι, τῆς γνώμης συντρίψασα· ὅθεν τὰ ἀξιώματα, καὶ πᾶσαν δόξαν, κοσμικὴν ἀπωσάμενοι γενναιότατοι, Βασιλείας ἐτύχετε, τῶν οὐρανῶν πρεσβεύοντες, Χριστῷ τῷ παντάνακτι, τῷ ἀναστάντι ἐκ τάφου, τοὺς πεπτωκότας εἰς ἄβυσσον, δεινῆς ἀπωλείας, ἀναστῆσαι καὶ ποιῆσαι, υἱοὺς τῆς χάριτος

 

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Βλέπων, τὴν Ἐκκλησίαν Χριστοῦ, ταραττομένην ἐκ τῆς πλάνης αἱρέσεως, ἀνάστασιν τῆς μὴ εἶναι, φασκούσης οἴμοι νεκρῶν, ἄναξ ὁ θεόφρον, Θεοδόσιος, ἐθρήνει καὶ Κύριον, ἐκτενῶς καθικέτευε, ἀποκαλῦψαι, τούτῳ πᾶσαν ἀλήθειαν, θεοδόξαστοι, νεανίσκοι ἑπτάριθμοι· ὅθεν σαφῶς ἀνέστησεν, ἐξ ὕπνου ὁ Ὕψιστος, μετὰ παρέλευσιν πλείστων, ἐτῶν πρὸς πίστωσιν ἄσειστον, ἐγέρσεως πάντων, τῶν βροτῶν ὑμᾶς Ἐφέσου, ὦ παιδομάρτυρες.

 

Δόξα. Ἦχος πλ. δ’.

Ταῖς αὐγαῖς τῆς ὑπερουσίου Τριάδος πυρσευθέντες, σκοτομήνην φθαρτότητος καὶ θανάτου αἰωνίου ἐλίπετε, Παῖδες Ἐφέσου ἑπτάριθμοι· ὅθεν τὴν σεπτὴν ὑμῶν μνήμην σήμερον γεραίροντες, τὰς ὑμῶν πρὸς Κύριον πρεσβείας ἐκδεχόμεθα, πρὸς βίον κρείττονα καὶ χαρὰν τὴν αἰώνιον.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον  Ἦχος γ’. Θείας πίστεως.

Θείῳ Πνεύματι, ἀφθαρτισθέντες, πολυχρόνιον, ἤνυσαν ὕπνον, οἱ ἐν Ἐφέσῳ ἐπτάριθμοι Μάρτυρες, καὶ ἀναστάντες πιστοὺς ἐβεβαίωσαν, τὴν τῶν ἀνθρώπων κοινὴν ἐξανάστασιν ὅθεν ἅπαντες, συμφώνως τούτους τιμήσωμεν, δοξάζοντες Χριστὸν τὸν πολυέλεον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ἐφέσιοι ἑπτά, Ἀθληταὶ νεανίαι, δι’ ὧν ὑπερφυῶς, τῆς αἱρέσεως δόγμα, διώκεται Ἅγιοι, καὶ ἐκλάμπει ἀλήθεια, ἀναστάσεως, τῆς τῶν ψυχῶν καὶ σωμάτων, ἀναστήσατε, ἡμᾶς βαράθρου κακίας, ὑμῶν παρακλήσεσι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τῶν πάντων Ποιητήν, καὶ Δεσπότην τεκοῦσα, ἀφράστως τῆς φθορᾶς, ἠλευθέρωσας γένος, βροτῶν καὶ ἀνέβλυσας, ῥεῖθρα αἰωνιότητος, τοῖς δοξάζουσιν, ἀεί Σε ὡς Θεοτόκον, Μητροπάρθενε, εὐλογημένη Μαρία, χαρᾶς ἡμῶν πρόξενε.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ζωὴ καὶ ἀνάστασις τοῖς Ἐφεσίων παισί, τοῖς ὁμολογήσασι Χριστοῦ τὴν κλῆσιν τρανῶς, ἐδόθη ὡς δώρημα· ὅθεν αὐτοὶ θανέντες, ἐξανέστησαν ξένως, ᾄδοντες τῷ Κυρίῳ, χαριστήριον αἶνον, ζωῆς καὶ τοῦ θανάτου ἀεί, τῷ κυριεύοντι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χριστὸν σωματώσασα Θεοῦ τὸν Λόγον ἁγνή, ἐθέωσας σύστημα μεγαλυνόντων βροτῶν, ἀεὶ Σὰ θαυμάσια· ὅθεν καὶ τῆς Ἐφέσου, οἱ ἑπτάριθμοι Παῖδες, ἤθλησαν ἀνενδότως, τοῦ Υἱοῦ Σου ἀγάπη, τοῦ νέμοντος ἀξίως πιστοῖς, ἄφθαρτον στέφανον.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν Ὡραιότητα.

Χορὸν ἑπτάριθμον, σέλας ἑπτάφωτον, πηγὴν ἑπτάκρουνον, τὴν ἀναβλύζουσαν, τῆς ἀναστάσεως νεκρῶν γλυκύτατον ὄντως ὕδωρ, καὶ τερπνὸν ἑπτάκλωνον, δένδρον ἄνθη μυρίπνοα, φέρον θείας χάριτος, ἐγκωμίοις νῦν στέωμεν, βοῶντες τῆς Ἐφέσου τῶν Παίδων, χαῖρε ἑπτὰς ἡγιασμένη.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· χαῖρε ἡ κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17-ιστ 2): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν… Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τοὺς ἀγαπήσαντας ὑπὲρ τῆς νεότητος ἀκμὴν Κύριον, ἑπτὰ Ἐφέσου Παῖδας τοὺς ἀθλήσεως δρόμον ἀνύσαντας, ἐγκωμίων ἄνθεσι καταστέψωμεν. Οὗτοι γὰρ ὁμοῦ ἐν σπηλαίῳ κλεισθέντες, προσηύξαντο τοῦ δεσμοῦ λυθῆναι τοῦ σώματος, καὶ μὴ παραδοθῆναι Δεκίῳ τῷ εἰδωλόφρονι· ὑπνώσαντες οὖν μακροχρονίως, χάριτι θείᾳ ἐξανέστησαν, ἵνα πάντας διδάξωσι τὴν τῶν νεκρῶν ἀνάστασιν, ἣν καὶ ἡμεῖς προσδοκῶμεν γηθόμενοι.

 

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς: Τοῖς ἑπτὰ Παισὶν αἶνον ᾄδω προσφόρως. Ἐν δὲ τοῖς Θεοτοκίοις: Κ(λ)ήμεντος.

ᾨδὴ α' Ἦχος β' Δεῦτε λαοί, ᾄσωμεν

Τοὺς ἀριθμῷ, λάμποντας τιμίους λίθους ἑπτά, δεῦτε πιστῶς τιμήσωμεν, ὅτι πυρσεύουσι τὴν Χριστοῦ Ἐκκλησίαν, τῆς ἑπταφώτου κρεῖττον λυχνίας τῆς νομικῆς.

Οἱ τῆς σαρκός, πρότερον νεκρώσει ζῶντες Χριστῷ, Παῖδες ἑπτὰ ἀνέθορον, ὡς ὕπνον θάνατον, παραδόξως λαβόντες, κρατύνοντες τὸ δόγμα τῆς Ἀναστάσεως.

εριχώ, πέπτωκε βοῇ σαλπίγγων ἑπτά, ἡ δὲ τῆς πλάνης ἔπαρσις, τῇ ἑπταφώτῳ νῦν, πίστει τῶν Ἀθλοφόρων, κατῆλθεν ἕως ᾍδου καὶ διαλέλυται.

Στέφος διπλοῦν, Ἅγιοι Παῖδες ἑπτὰ ἀληθῶς, ἐδέξασθε πορθήσαντες, πλάνην καὶ ἄρνησιν, τῆς ἐγέρσεως πάντων, τὴν μὲν πρὸ τοῦ θανάτου, τὴν δὲ ἐγέρσει ὑμῶν.

Θεοτοκίον

Καινοπρεπῆ, τόκον καινίζεις Ἀνύμφευτε· ὁ γὰρ Πατρὶ συνάναρχος ἐν θείῳ Πνεύματι, συναΐδιος Λόγος, ἐκ σοῦ ἐσωματώθη, χωρὶς τροπῆς καὶ φυρμοῦ.

ᾨδὴ γ', Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε

στέρες ἀπλανεῖς ἑπτὰ ὤφθητε, τῇ πίστει ἀστράπτοντες, Ἀθλοφόροι, καὶ τοὺς πλάνης νηχομένους βυθῷ, πρὸς λιμένα σωτήριον ἰθύνατε.

Πρὸ βήματος στεῤῥῶς ἑστῶτες Ἅγιοι, τυράννου ὡς πάλαι οἱ Μακκαβαῖοι, τῆς στρατείας διημείψατε, τὴν ἐπίκηρον δόξαν στρατευθέντες Χριστῷ.

ξίως τῷ Χριστῷ δεκτὴ ἐδείχθητε, θυσία προσευχῆς Ἅγιοι Παῖδες, καὶ ὀσμὴ πανευωδέστατος, τὸ δυσῶδες ἐλέγχοντες τῆς πλάνης στεῤῥῶς.

Θεοτοκίον

βάτος ἐν Σινᾷ προδιετύπωσε, Παρθένε τὸ παράδοξον τοῦ σοῦ τόκου· τὸ γὰρ πῦρ τὸ τῆς Θεότητος, οὐκ ἐφλέχθης ἐν μήτρᾳ δεξαμένη πιστῶς.

Κάθισμα Ἦχος δ' Ὁ ὑψωθεὶς

Οἱ τὰ τοῦ κόσμου ὡς φθαρτὰ παριδόντες, καὶ τὰς ἀφθάρτους δωρεὰς εἰληφότες, ἀποθανόντες ἔμειναν ἐκτὸς καταφθορᾶς· ὅθεν ἐξανίστανται, μετὰ πλείονας χρόνους, ἅπασαν ἐνθάπτοντες, δυσμενῶν ἀπιστίαν, οὓς ἐν αἰνέσει σήμερον πιστοί, ἀνευφημοῦντες Χριστὸν ἀνυμνήσωμεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Φιλαμαρτήμων πεφυκὼς δυσωπῶ σε, τὸν ἀναμάρτητον Θεὸν τετοκυῖα, τὸν ἁμαρτίας αἴροντα τοῦ κόσμου Σεμνή, τὴν πολυαμάρτητον, οἰκτειρῆσαι ψυχήν μου, καὶ τὰς ἁμαρτίας μου, τὰς πολλὰς ἐξαλεῖψαι ἁμαρτωλῶν· αὕτη γὰρ ἱλασμός, καὶ σωτηρία πιστῶν καὶ ἀντίληψις.

 

ᾨδὴ δ', Εἰσακήκοα Κύριε

ερώτατον σύνταγμα, τῷ ἀριθμῷ ἑπτὰ τετιμημένον, τοὺς ἑπτὰ τιμίους Παῖδας ὑμνήσωμεν.

Σοφιζόμενον μάταια, τὸν δυσσεβῆ τῆς πλάνης, βασιλέα, Ἐφεσίων Παῖδες ἔδειξαν ἄφρονα.

ερεῖα πανάμωμα, ὡς ἀληθῶς καὶ θύματα Κυρίου, ἐν τῇ πίστει ὤφθητε Παῖδες ἅγιοι.

Νεκρωθέντες τῷ σώματι, πρὸ τῆς κοινῆς ἐγέρσεως ἀφράστως, ἀναστάντες Παῖδες, δόξῃ ἐστέφθητε.

Θεοτοκίον

Μὴ παρίδῃς πρεσβεύουσα, ὑπὲρ ἡμῶν ἀεὶ εὐλογημένη, λυτρωθῆναι πάσης θλίψεως Ἄχραντε.

ᾨδὴ ε', Ὁ τοῦ φωτὸς χορηγὸς

νεπαισθήτως τὸ πρίν, κοινὸν θανέντες ἐπὶ γῆς θάνατον, ὑπερφυῶς ἀνέστητε αὖθις, πιστούμενοι σαφῶς, Ἐφέσιοι Παῖδες, νεκρῶν τὴν Ἀνάστασιν.

ερωθέντες Θεῷ, ὁμολογίᾳ ἀληθεῖ πίστεως, ὡς ἀθληταὶ νόμιμοι Κυρίου, ἐῤῥύσθητε σοφοί, κλοιῶν καὶ μαστίγων, καὶ στέφανον ἤρασθε.

Νενικηκότες στεῤῥῶς, εἰδώλων πλάνην, εὐκλεεῖς μάρτυρες, καὶ ἀσεβοῦς αἱρέσεως δόγμα, φυλάττετε ἀεί, τοὺς ὁμολογοῦντας, νεκρῶν τὴν Ἀνάστασιν.

Θεοτοκίον

ν δύο ταῖς φύσεσι, καὶ ὑποστάσει δὲ μιᾷ πέφηνας, τέλειος ὢν, βροτὸς ἀσυγχύτως, καὶ τέλειος Θεός, τεχθεὶς ἐξ Ἁγίας Μητρὸς Ὑπερούσιε.

 

ᾨδὴ ς', Ἐν ἀβύσσῳ πταισμάτων

Οἱ τῆς θείας σοφίας ἰσάριθμοι, στῦλοι εὐφημείσθωσαν Ἅγιοι Παῖδες ἑπτά, λόγοις ὡς λίθοις θλάσαντες, τῶν τυράννων τὸ ἄθεον πρόσταγμα.

Νόμῳ θείας προνοίας φρουρούμενοι, σχέδιον ἐδέξασθε ταφὴν τὸ σπήλαιον, ἐν ᾧ νεκροὶ καὶ ἄφθαρτοι, πολυχρόνιοι Ἅγιοι ὤφθητε.

φθαρσίᾳ συνέστιοι Μάρτυρες, πίστιν ἐκδιώκετε φθοροποιὸν καὶ νεκράν, καὶ τῷ Θεῷ πρεσβεύετε, ὑπὲρ τῶν ἐλπιζόντων Ἀνάστασιν.

Θεοτοκίον

Νῦν ἡ φύσις τοῦ θήλεος γέγηθε, νῦν ἡ λύπη πέπαυται, χαρὰ δὲ ἤνθησεν, ὅτι Μαρία τέτοκε, τὴν χαρὰν τὸν Σωτῆρα καὶ Κύριον.

 

Κοντάκιον Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ

Ἁγίους Παῖδας ἑπταρίθμους εὐφημήσωμεν, τοὺς ἐν Ἐφέσῳ τὴν ὀφρῦν Δεκίου θλάσαντας, καὶ ἐν ἄντρῳ πολυχρόνιον ὕπνον ξένως, διανύσαντας ὡς πᾶσιν ἐξανάστασιν, προτυποῦντας τὴν κοινὴν ἀνθρώπων ᾄσμασι, θείοις κράζοντες· Παιδομάρτυρες χαίρετε.

Ὁ Οἶκος.

Ἄγγελοι φωτοφόροι, ἀνεδείχθητε Παῖδες, ἑπτάριθμοι Ἐφέσου ἀνδρείας, ἀναστάσεως γὰρ τῶν νεκρῶν, ἐκμαγεῖα θεῖοι Ἀθληταὶ πέλετε· διὸ νῦν ὑμῖν κράζομεν, ἀνάστασιν οἱ προσδοκῶντες·

Χαίρετε, Παῖδες πνευματέμφοροι·

χαίρετε, λύχνοι οἱ φωτοφόροι.

Χαῖρε, μυροθήκες εὐῶδες, Ἰάμβλιχε·

χαῖρε, ῥώμης στήλη, λαμπρὲ Διονύσιε.

Χαῖρε, σκεῦος θείας χάριτος, Ἐξακουστωδιανέ·

χαῖρε, ὄργανον ἐλλάμψεως θείας, Μαρτινιανέ.

Χαῖρε, ὦ Ἰωάννη, Ἀθλοφόρων σεμνότης·

χαῖρε, ὦ Κωνσταντῖνε, νέων πάντων λαμπρότης.

Χαῖρε, Μαξιμιλιανὲ πάνσοφε·

χαῖρε, ἀνδρείας λύχνε ἑπτάφωτε.

Χαίρετε, κρίνα ζωῆς ἀθανάτου·

χαίρετε, μύρα χαρᾶς ἀκηράτου.

Παιδομάρτυρες χαίρετε.

 

Συναξάριον.

Τῇ Δ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ, Μαξιμιλιανοῦ, Ἑκουστωδιανοῦ, Ἰαμβλίχου, Μαρτινιανοῦ, Διονυσίου, Ἰωάννου καὶ Κωνσταντίνου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ', Εἰκόνος χρυσῆς

Δοχεῖα Χριστοῦ, καθαρὰ καὶ ἐκλεκτὰ οἱ Παῖδες ὤφθησαν, δι' ὧν τὸ δόγμα τῆς αἱρέσεως, τῆς Ἐκκλησίας διώκεται, καὶ Ὀρθοδοξία ἐκλάμπει· ὅτι ἔσται Ἀνάστασις, πάσης ψυχῆς τε καὶ σαρκὸς καθὰ γεγένηται.

ς ὄντως στεῤῥοί, πρὸ θανάτου ἀληθῶς ἐν τῇ ἀθλήσει ὑμῶν Ἅγιοι Παῖδες αὖθις ὤφθητε, καὶ μετὰ νέκρωσιν ζήσαντες, δόξῃ κραταιούμενοι θείᾳ, εὐσεβῶς πιστωσάμενοι, ἐν ἑαυτοῖς τὸ ἀληθὲς τῆς Ἀναστάσεως.

Πνευμάτων ὁμοῦ, καὶ σωμάτων αἰσθητῶν ἔσται ἀνάστασις· ὡς γὰρ οὐκ ἔφυ ἄνευ σώματος, ψυχὴ ἐν κόσμῳ προέρχεσθαι, οὕτως οὐδὲ σώματος πάρεξ, οἱ Πανεύφημοι ἔλεγον· ἢ δοξασθήσεται ψυχὴ ἢ ἐτασθήσεται.

Θεοτοκίον

Τεκοῦσα Θεόν, τὸν Σωτῆρα τοῦ παντὸς Μαρία γέγονας, ἀπεγνωσμένων ἐπανόρθωσις, πεπλανημένων ἀντίληψις, καὶ ἀπηλπισμένων ἐλπίς τε, καὶ ψαλλόντων βοήθεια· Εὐλογημένος ὁ καρπὸς ὁ τῆς κοιλίας σου.

ᾨδὴ η', Τὸν ἐν καμίνῳ τοῦ πυρὸς

ίζαν πικρίας ἀσεβῶν, ἀναφύουσαν δεινῶς οἱ θεῖοι Παῖδες, ἐκτεμόντες τῆς πλάνης, καὶ τῆς αἱρέσεως νῦν, κομῶσι καρπῷ τῷ τῆς πίστεως, ζῶντες καὶ ταφέντες, πιστῶς καὶ ἀναστάντες.

Οἱ Ἐφεσίων ἀρχηγοί, Παῖδες Ἅγιοι ἑπτὰ καὶ ἀθλοφόροι, τῆς Χριστοῦ Ἐκκλησίας, καὶ βασιλείας πιστῶς, ἐνθέως ἐδείχθησαν στήριγμα, οὓς ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Στεῤῥοὶ φανέντες ἀθληταὶ καὶ ἰσάριθμοι δειχθέντες τῶν ἀστέρων, ἀπλανῆ τὴν πορείαν, τῆς εὐσεβείας ὁμοῦ οἱ Παῖδες ποιούμενοι ἔκραζον· Σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας.

Φῶς καὶ ἀνάστασις ζωῆς, τοῖς Παισὶν ἐν τῷ σπηλαίῳ παραδόξως, ἐκ Θεοῦ ἐχαρίσθη, καὶ ἀναστάντες οἱ πρὶν θανέντες, ὡς ζῶντες ἐκραύγαζον· Σῶσον ὁ Θεὸς τούς ἐν πίστει σε ὑμνοῦντας.

Θεοτοκίον

Οὐδεὶς ἀπώλετο ἁγνή, τὰς τῆς πίστεως ἐλπίδας κεκτημένος, ἐπὶ σοὶ ὀρθοδόξως, Παρθένε Μήτηρ Θεοῦ, ἢ μόνοι οἱ φθόνῳ ἀρνούμενοι, σοῦ μὴ προσκυνεῖν τὴν μορφήν τῆς ἐμφερείας.

 

ᾨδὴ θ', Ἡ τὸν πρὸ ἡλίου φωστῆρα

λβος μυστηρίων καὶ θείων, θαυμασίων ἀποκάλυψις, ἡ τῶν Ἁγίων ὤφθη νῦν ἀνάστασις· οἱ γὰρ πάλαι τὸν φυσικόν, σαρκὶ θανόντες θάνατον, ἀφθάρτως νῦν ἀνέστησαν, ἠμφιεσμένοι ὡς ὑπνώττοντες.

ώσεως ταμεῖον, καὶ πίστεως βεβαίας ἀποσφράγισμα, τὸ τῶν Ἁγίων ὤφθη σπήλαιον, προμηνῦον τὸ τῆς μελλούσης, κλέος Ἀναστάσεως οὐ τεταρταῖον Λάζαρον, ἀλλ' αἰωνίους ἀναστήσειν νεκρούς.

ς τετιμημένοι οἱ Παῖδες, ἀριθμῷ τε καὶ τῇ πίστει Χριστοῦ, τῆς Ἐκκλησίας ὤφθησαν πιστῶς ὀφθαλμοί, ὑπερτέρως τοῦ Ζοροβάβελ, λίθου ἀπαστράπτοντες, ὧν περ τὰ θεῖα πνεύματα, πνευματικῶς ἀνευφημήσωμεν.

Στέφος μαρτυρίου, ἀθλήσαντες νομίμως ἀνεδήσασθε, Παῖδες ἑπτὰ καὶ στῦλοι τῆς σοφίας Θεοῦ, καὶ δογμάτων ὀρθοδοξίας ἔγερσις ἐδείχθητε, ὡς Ἐκκλησίας πρόμαχοι, καὶ πρεσβευταὶ τῶν εὐφημούντων ὑμᾶς.

Θεοτοκίον

Σῶμα καὶ ψυχήν σου, ἀμόλυντα Θεῷ διατηρούσης ἁγνή, ὁ Βασιλεὺς ἠράσθη τοῦ σοῦ κάλλους Χριστός, καὶ Μητέρα τῆς ἑαυτοῦ σαρκώσεως ἀνέδειξε, Μαρία ὑπερένδοξε, τὴν σωτηρίαν μου ἀεὶ ἐκπληρῶν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε

Ἰάμβλιχον τιμήσωμεν, φωσφόρον Διονύσιον, θεοειδῆ Κωνσταντῖνον, πανευσθενῆ Ἰωάννην, σὺν Ἐξακουστωδιανῷ, σοφῷ Μαξιμιλιανῷ, καὶ Μαρτινιανῷ στεῤῥῷ, ἑπτὰ ἀρίστους Ἐφέσου, καὶ γενναιόφρονας Παῖδας.

Θεοτοκίον

Εὐλόγησον τοὺς δούλους Σου, εὐλογημένη Δέσποινα, ἡ ἀναβλύσασα κόσμῳ, τὸν ποταμὸν εὐλογίας, Χριστὸν τὸν ζωοπάροχον, Θεάνθρωπον καὶ Κύριον, περάτων τῶν τῆς κτίσεως, πανευλαβῶς ἐκβοῶμεν, τῶν χοϊκῶν αἱ χορεῖαι.

 

Αἶνοι. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Ἐφέσου ἑπτάριθμον χορόν, Παίδων εὐφημήσωμεν, τῆς παρθενίας τὰ λείρια, καὶ τῆς ἀθλήσεως, στύλους τοὺς ἀσείστους, εὐσχημόνως κράζοντες· Δεκίου οἱ πατήσαντες ἔπαρσιν, καὶ τὴν ὑπέρτιμον, τοῦ Χριστοῦ ὁμολογήσαντες, κλῆσιν πᾶσιν, εἰρήνην βραβεύσατε.

 

Νεκρῶν τὴν ἀνάστασιν ἀεί, πᾶσι καταγγέλλετε, Παῖδες Ἐφέσου ἑπτάριθμοι, Μαρτύρων πρότυπα, οἱ ἐν τῷ σπηλαίῳ, ὕπνον μακροχρόνιον, ἀνύσαντες καὶ ξένως τῇ χάριτι, Θεοῦ μακάριοι, ἐγερθέντες ἵνα στόματα, κακοδόξων, ταχέως σφραγίσητε.

 

Φανοὶ ἀναστάσεως λαμπροί, Παῖδες ἀνεδείχθητε, οἱ τάχος δόγμα αἱρέσεως, ἀποδιώξαντες, καὶ τῆς ἀληθείας, φέγγος καταυγάσαντες, ψυχῆς δηλούσης ὅτι καὶ σώματος, ἐστὶν ἀνάστασις, καθὰ γέγραπται πανεύφημοι, Ἀθλοφόροι, καυχήματα πίστεως.

 

Σεπτὸν Ἐξακουστωδιανόν, Ἰωάννην ἄλκιμον, πανευλαβῆ Διονύσιον, ἀνευφημήσωμεν, καὶ σὺν Ἰαμβλίχῳ, Κωνσταντίνῳ ἔμφρονι, Μαξιμιλιανῷ οὐρανόφρονι, καὶ τῷ παμμάκαρι, Μαρτινιανῷ κραυγάζοντες· χαῖρε σμῆνος, Μαρτύρων ἑπτάριθμον.

 

Δόξα. Ἦχος πλ. α΄.

Τῆς ἀναστάσεως τὸ φῶς τὸ ἄδυτον καὶ αἰώνιον ἀνατείλαντες, τὴν σκοτείαν τῶν φασκόντων μὴ εἶναι ἀνάστασιν ἐσκεδάσετε, Παῖδες Ἐφέσου ἑπτάριθμοι. Μὴ οὖν παύσησθε οὐρανόθεν Χριστῷ πρεσβεύοντες, τῷ τριημέρῳ ἐκ τάφου ἀναστάντι, κατατάξαι καὶ ἡμᾶς μετὰ τῶν σῳζομένων, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

 

Καὶ νῦν... Θεοτοκίον

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ὁ ἑπτάφωτος Ἀθλητῶν, Ἐφεσίων Παίδων, λύχνος ὄντως ὁ παμφαής, τὴν κοινὴν ὁ φαίνων, ἀνάστασιν μερόπων, τῷ ἄνακτι καὶ πᾶσι, τοῖς εὐσεβόφροσι.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου