+ΑΥΓΟΥΣΤΟΣ Β΄
ΣΤΕΦΑΝΟΥ ΠΡΩΤΟΜΑΡΤΥΡΟΣ & ΑΡΧΙΔΙΑΚΟΝΟΥ
ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος
α’. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ ἱεροῦ σου λειψάνου τὴν ἀνακόμισιν, Στέφανε
Πρωτομάρτυς, ἑορτάζοντες πόθῳ, δοξάζομεν ἀπαύστως Χριστὸν τὸν Θεόν, τὸν λαμπρῶς
σε δοξάσαντα· Ὃν ἐκτενῶς ἐκδυσώπει δοῦναι ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν.
Ἐπιφανεὶς ἐπαλλήλως Λουκιανῷ τῷ σοφῷ, αὐτῷ ὑποδεικνύεις,
τὸν σὸν ἅγιον τάφον, ἐξ οὗπερ ἀνελόντες πίστει θερμῇ, τὸ σὸν τίμιον λείψανον,
χαρᾶς ἐπλήσθησαν Στέφανε μυστικῆς, εὐσεβούντων τὰ συστήματα.
Ὥσπερ πολύτιμον δῶρον τὸ θεῖον σῶμά σου, ὑπὸ τὴν γῆν
παμμάκαρ, κεκρυμμένον εὑρόντες, ἰάσεις ἀναβλύζον παντοδαπάς, ἐπευφράνθησαν
Στέφανε, οὗ νῦν τὴν μνείαν ποιοῦντες ᾀσματικῶς, ἀνυμνοῦμεν τοὺς ἀγῶνάς σου.
Ἡ βασιλεύουσα πόλις ἐν εὐφροσύνῃ πολλῇ, ἐδέξατο τὸ
θεῖον, ἐκ Σιὼν λείψανόν σου, καὶ τοῦτο ἐν ναῷ σου τῷ ἱερῷ, Πρωτομάρτυς
κατέθεντο, ἁγιασμὸν ἀναβλύζον καὶ δωρεάς, ἰαμάτων θείῳ Πνεύματι.
Δόξα. Ἦχος πλ. β΄.
Πρῶτος ἐν Μάρτυσιν ἐδείχθης, καὶ ἐν Διακόνοις
Στέφανε μακάριε· τῶν Ἀθλητῶν τὸ ἐγκαλλώπισμα, τῶν πιστῶν τὸ καύχημα, ἡ δόξα τῶν
δικαίων. Τοὺς τὴν σεπτήν σου ἑορτάζοντας αἴτησαι μνήμην, ὡς παριστάμενος τῷ
θρόνῳ Χριστοῦ τοῦ παντάνακτος, τῶν πταισμάτων ἱλασμὸν λαβεῖν, καὶ Βασιλείας οὐρανῶν
ἀξιωθῆναι.
Καὶ νῦν. Θεοτοκίον
Θεοτόκε,
σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε,
Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ
Μνήμην
θεοπρεπῆ, ἡ Ἐκκλησία ἄγει, ἐπὶ τῇ ἀνερεύσει, Στέφανε Πρωτομάρτυς, τοῦ ἱεροῦ
λειψάνου σου.
Στ.:
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Θαύματα
ἐνεργοῦν, καὶ δαίμονας ἐλαῦνον, γῆθεν ἡμῖν ἐφάνη, τὸ θεῖον λείψανόν σου, Στέφανε
παμμακάριστε.
Στ.:
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν
δὲν χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Ἔχων πρὸς τὸν Χριστόν, μεγίστην παρρησίαν, μὴ παύσῃ ἱκετεύων,
Στέφανε Πρωτομάρτυς, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Δόξα. Τριαδικόν.
Εἶδες ἐκ δεξιῶν, Πατρὸς ἑστῶτα μάκαρ, ἀρθεὶς
Πνεύματι θείῳ, Χριστὸν πρὸς Ὃν μετέστης, ἐν εὐφροσύνῃ Στέφανε.
Καὶ νῦν. Θεοτοκίον.
Θέλων ἐκ τῶν ἁγνῶν, αἱμάτων Σου ἐτέχθη, ἀτρέπτως ὑπὲρ
λόγον, Χριστὸς ὁ Θεὸς Λόγος, Παρθένε σώζων ἅπαντας.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ' Ταχὺ προκατάλαβε
Βασίλειον
διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, μαρτύρων
Πρωτόαθλε· σὺ γὰρ τὴν Ἰουδαίων ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς
δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ὅμοιον.
Ὡς
πλοῦτος ἀκένωτος τῆς ἀθανάτου ζωῆς, τὸ θεῖόν σου λείψανον ἐκ τῶν λαγόνων τῆς γῆς,
τῇ κτίσει ἀνέτειλεν· ὅθεν ἡ Ἐκκλησία, θείαν χάριν τρυγῶσα, Στέφανε Πρωτομάρτυς,
κατὰ χρέος τιμᾷ σε· ἣν φύλαττε πρεσβείαις σου, ἐκ πάσης αἱρέσεως.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Πρωτομάρτυρος Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσι
Τῇ
τοῦ Πνεύματος χάριτι, λαμπρυνθεὶς τὴν διάνοιαν, τῇ μορφῇ ὡς ἄγγελος ὤφθης Στέφανε,
διαδοθείσης τῷ σώματι, τῆς ἔνδον λαμπρότητος, καὶ τὴν αἴγλην τῆς ψυχῆς, φανερούσης
τοῖς βλέπουσι, δι' ἧς ἔτυχες, καὶ φωτὸς θεωρίας οὐρανῶν σοι, παραδόξως ἀνοιγέντων,
ἀρχὴ Μαρτύρων καὶ καύχημα.
Ὡς
βαθμίδες καὶ κλίμακες, πρὸς οὐράνιον ἄνοδον, αἱ τῶν λίθων νιφάδες σοι γεγόνασιν,
ὧν ἐπιβαίνων τεθέασαι, ἑστῶτα τὸν Κύριον, τοῦ Πατρὸς ἐκ δεξιῶν, σοὶ ὁμώνυμον στέφανον,
προτεινόμενον, δεξιᾷ ζωηφόρῳ, οὗ πλησίον, ὡς καλλίνικος παρέστης, καὶ Ἀθλητῶν ἀκροθίνιον.
Ἐν
σημείοις καὶ τέρασιν, ἀπαστράπτων καὶ δόγμασι, παρανόμων ἔσβεσας τὸ συνέδριον,
καὶ ὑπ' αὐτῶν ἀναιρούμενος, καὶ λίθοις βαλλόμενος, ὑπὲρ τῆς τῶν φονευτῶν, σὺ
προσηύχου ἀφέσεως, ἐκμιμούμενος, τὴν φωνὴν τοῦ Σωτῆρος, οὗ εἰς χεῖρας, ἐναπέθου
σου τὸ πνεῦμα, τὸ ἱερώτατον Στέφανε.
Ἕτερα. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Τὸν
Πρώταθλον δεῦτε πιστοί, Στέφανον ὑμνήσωμεν· ἰδοὺ γὰρ πάντας ἐκάλεσε, τὴν θείαν
εὕρεσιν, τῶν αὐτοῦ λειψάνων, καὶ τὴν ἀνακόμισιν, ἐκ τάφου ἀνυμνῆσαι ἐν ᾄσμασιν,
ἣν ἑορτάσωμεν, ἵνα λάβωμεν συγχώρησιν, ταῶν πταισμάτων, ταῖς αὐτοῦ δεήσεσι.
Ὁσίαις
χερσὶν ὁ ἱερός, Ἱεράρχης Στέφανε, σὺν ἱερεῦσι γηθόμενος, τὸ θεῖον σῶμά σου, ἐν ᾠδαῖς
καὶ ὕμνοις, ἱερῶς ἀνείλετο, καὶ τοῦτο ὡς ἁγίασμα ἔνθεον, πᾶσι προτέθεικεν, ἀναβλῦζον
χάριν ἄφθονον, καὶ διῶκον, πνεύματα ἀκάθαρτα.
Ἠγάσθη
ὁ ἄναξ ὁ πιστός, Στέφανε δεξάμενος, ἐκ τῆς Σιὼν κομιζόμενον, τὸ θεῖον σκῆνός
σου, καὶ ναῷ σου θείῳ, τοῦτο καταθέμενος, ἀνύμνησε τοὺς θείους ἀγῶνάς σου· δι’ ὧν
ἐδόξασας, τὸν Σωτῆρα καὶ Θεὸν ἡμῶν, καὶ πλουσίων, δωρεῶν ἠξίωσαι.
Δόξα. Ἦχος β'
Πρῶτος
ἐν Μάρτυσιν ἐδείχθης, καὶ ἐν Διακόνοις, Στέφανε μακάριε, τῶν Ἀθλητῶν τὸ ἐγκαλλώπισμα,
τῶν πιστῶν τὸ στήριγμα, ἡ δόξα τῶν δικαίων. Τοῖς τὴν σεπτήν σου ἑορτάζουσι μνήμην,
αἴτησαι, ὡς παριστάμενος τῷ θρόνῳ Χριστοῦ τοῦ παντάνακτος, τῶν πταισμάτων ἱλασμόν,
καὶ βασιλείας οὐρανῶν ἀξιωθῆναι.
Καὶ νῦν. Θεοτοκίον
Μεταβολὴ
τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν
καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία
τῶν πιστῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Πράξεων τῶν Ἀποστόλων. Κεφ. Στ΄, 2-15
Ἐν δὲ ταῖς
ἡμέραις ταύταις, προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· Οὐκ
ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις.
ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος
ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ προσευχῇ
καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς
τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου,
καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον
προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι
ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ
ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουον τῇ
πίστει. Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα
ἐν τῷ λαῷ. ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ
Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ
Στεφάνῳ, καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ
σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν
αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· συνεκίνησάν τε τὸν
λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν
καὶ ἤγαγον εἰς τὸ συνέδριον, στησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος
οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου·
ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον
τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. καὶ ἀτενίσαντες εἰς αὐτὸν
ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον
ἀγγέλου.
Πράξεων τῶν Ἀποστόλων. Κεφ. Ζ, 1-60
Εἶπε δὲ ὁ
ἀρχιερεύς· Εἰ ἄρα ταῦτα οὕτως ἔχει; ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε.
ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ
κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ
τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. τότε ἐξελθὼν ἐκ γῆς
Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ
μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν
αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς
κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
ἐλάλησε δὲ οὕτως ὁ Θεὸς, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ
δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια· καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσι
κρινῶ ἐγώ, εἶπεν ὁ Θεὸς· καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσί μοι ἐν τῷ
τόπῳ τούτῳ. καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησε τὸν Ἰσαὰκ
καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς
δώδεκα πατριάρχας. Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς
Αἴγυπτον. καὶ ἦν ὁ Θεὸς μετ' αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων
αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ
κατέστησεν αὐτὸν ἡγούμενον ἐπ' Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ. ἦλθε δὲ λιμὸς
ἐφ' ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον
χορτάσματα οἱ πατέρες ἡμῶν. ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ἐν Αἰγύπτῳ ἐξαπέστειλε
τοὺς πατέρας ἡμῶν πρῶτον· καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς
αὐτοῦ καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ. ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο
τὸν πατέρα αὐτοῦ Ἰακὼβ καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ ἐν ψυχαῖς ἑβδομήκοντα
πέντε. κατέβη δὲ Ἰακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς
ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὸρ τοῦ Συχέμ. Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς
ἐπαγγελίας ἣν ὤμοσεν ὁ Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. οὗτος κατασοφισάμενος
τὸ γένος ἡμῶν ἐκάκωσε τοὺς πατέρας ἡμῶν τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὐτῶν, εἰς
τὸ μὴ ζῳογονεῖσθαι· ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς
ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. 21 ἐκτεθέντα δὲ αὐτὸν
ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. καὶ ἐπαιδεύθη
Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἐν ἔργοις. Ὡς δὲ
ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη εἰς τὴν καρδίαν αὐτοῦ
ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. καὶ ἰδών τινα ἀδικούμενον
ἠμύνατο, καὶ ἐποιήσατο ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.
ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν
αὐτοῖς σωτηρίαν· οἱ δὲ οὐ συνῆκαν. τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις,
καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην εἰπών· ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἵνα τί
ἀδικεῖτε ἀλλήλους; ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· τίς σε
κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμῶν; μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον
ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον; ἔφυγε δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο
πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο. Καὶ πληρωθέντων ἐτῶν
τεσσαράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς
βάτου. ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι
ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν· ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ
Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα
κατανοῆσαι. εἶπε δὲ αὐτῷ ὁ Κύριος· λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος
ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ
καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο
ἀποστελῶ σε εἰς Αἴγυπτον. Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο εἰπόντες· τίς σε
κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν
ἐν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας
τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη
τεσσαράκοντα. οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ· προφήτην ὑμῖν
ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. οὗτός
ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος
αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν,
ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν
τῇ καρδίᾳ αὐτῶν εἰς Αἴγυπτον εἰπόντες τῷ Ἀαρών· ποίησον ἡμῖν θεοὺς οἳ
προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ
οἴδαμεν τί γέγονεν αὐτῷ. καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ
ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς
γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη
τεσσαράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ; καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ
τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ρεμφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς·
καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν
ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον
ὃν ἑωράκει· ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ
κατασχέσει τῶν ἐθνῶν ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν
ἡμερῶν Δαυῒδ· ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ
Ἰακώβ. Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. ἀλλ' οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις
ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει· ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον
τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς
καταπαύσεώς μου; οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα; Σκληροτράχηλοι καὶ
ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε,
ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν;
καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν
ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε. οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς
ἀγγέλων καὶ οὐκ ἐφυλάξατε. Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν
καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν. ὑπάρχων δὲ πλήρης Πνεύματος ἁγίου, ἀτενίσας
εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ
εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν
τοῦ Θεοῦ ἑστῶτα. κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν
ὁμοθυμαδὸν ἐπ' αὐτόν, καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ
μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου,
καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ
πνεῦμά μου. θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν
ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει
αὐτοῦ.
Προφητείας Ἡσαΐου το ανάγνωσμα. [Κεφ. ΜΓ 9-14].
Τάδε
λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν.
Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν
τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με
μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε και
πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός,
και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα
και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ
Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.
Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ
Ἅγιος Ἰσραήλ
Λιτή. Ἰδιόμελα Ἦχος β'
Πρῶτος
ἐν Διακόνοις, πρῶτος καὶ ἐν Μάρτυσιν ἐδείχθης, πανάγιε Στέφανε· ὁδὸς γὰρ ἐγένου
τοῖς Ἁγίοις, καὶ πολλοὺς τῷ Κυρίῳ προσήγαγες Μάρτυρας· διὸ οὐρανός σοι ἠνοίγη,
καὶ Θεὸς σοι ἐφάνη. Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὸν
Πρωτομάρτυρα, καὶ γενναῖον τοῦ Χριστοῦ θεράποντα, Στέφανον τὸν Πρωτοδιάκονον, ἐπαξίως
τιμήσωμεν. Οὗτος ἑστὼς ἐν μέσῳ παρανόμων, ἐν δεξιᾷ Πατρός, Υἱόν ἐθεάσατο.
Ἁγιωσύνην
ἐνεδύσω, Στέφανε μακάριε, Πρωτομάρτυς καὶ Πρωτοδιάκονε, τῶν Ἀγγέλων συμμέτοχε,
δυσωπήθητι καὶ πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν Σωτῆρα Κύριον τὸν ἀναμάρτητον.
Δόξα. Ἦχος πλ. α'
Πρωτομάρτυς
Ἀπόστολε, καὶ Πρωτοδιάκονε, ἡ πύλη τῶν Μαρτύρων, ἡ δόξα τῶν Δικαίων, τῶν Ἀποστόλων
τὸ καύχημα, σὺ οὐρανοὺς ἐθεάσω ἀνεῳγμένους, ἐν τῷ σταδίῳ ἑστώς, καὶ τὸν Υἱὸν τοῦ
Θεοῦ ἐκ δεξιῶν ἑστῶτα τοῦ ἀοράτου Πατρός· διὸ ὡς ἄγγελος ἐκλάμψας τῷ προσώπῳ, ἐν
χαρᾷ ἀνεκραύγαζες ὑπὲρ τῶν λιθαζόντων. Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, καὶ
νῦν αἴτησαι τοῖς ἐκ πόθου εὐφημοῦσί σε, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Μακαρίζομέν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε,
ἐκ τοῦ τάφου εὐλαβῶς, Στέφανε τὸ θεῖόν σου σῶμα, ἀνεκομίσαντο, τότε ἡγιάσθησαν,
τῶν εὐσεβῶν οἱ χοροί, ἀσθενοῦντες ἰάθησαν, καὶ δαιμόνων σμῆνος, πόῤῥω ἀπελήλαται,
τῇ τούτου χάριτι· ὅθεν, τὴν ἀνάμνησιν τούτου, ἄγοντες Χριστὸν ἀνυμνοῦμεν, τὸν σὲ
θαυμαστώσαντι Πρωτόαθλε.
Στ.:
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ,
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ὅτε,
ἐκ Σιὼν νεύσει τῇ σῇ, ἤγετο τὸ θεῖόν σου σῶμα, πρὸς τὸ Βυζάντιον, τότε πλεῖστα
θαύματα, δυνάμει κρείττονι, παραδόξως ἐγένοντο, ἐμφαίνοντα πᾶσι, τὴν πλουσίαν
χάριν σου, Πρώταθλε Στέφανε· ὅθεν, καὶ ἡμῖν δίδου μάκαρ, ἐκ τοῦ ἀκενώτου σου
πλούτου, δύναμιν κατὰ τοῦ πολεμήτορος.
Στ.:
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν
δὲν χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Ὅτε,
ἀνενδότῳ λογισμῷ, ἐν τῷ συνεδρίῳ παρέστης, τῶν Ἰουδαίων σοφέ, καὶ Χριστὸν ἑώρακας,
ἐν δεξιᾷ τοῦ Πατρός, τότε λίθοις βαλλόμενος, παρὰ τῶν ἀνόμων, Στέφανε ἐβόησας τῶ
Παντοκράτορι· δέξαι μου τὸ πνεῦμα Οἰκτίρμον, καὶ τὴν ἁμαρτίαν μὴ στήσῃς,
τούτοις Ζωοδότα ὡς Φιλάνθρωπος.
Δόξα. Ἦχος πλ. β'
Χαίροις
ἐν Κυρίῳ, στεφανηφόρε Στέφανε, ὁ μιμητὴς τοῦ Δεσπότου, διότι καὶ Πρωτομάρτυς γέγονας
Χριστοῦ τοῦ Βασιλέως ἡμῶν, καὶ τὴν πλάνην τῶν ἀνόμων Ἰουδαίων κατήργησας. Πρέσβευε
ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Καὶ νῦν. Θεοτοκίον
Θεοτόκε,
σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε,
Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ' Ταχὺ προκατάλαβε
Βασίλειον
διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, μαρτύρων
Πρωτόαθλε· σὺ γὰρ τὴν Ἰουδαίων ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς
δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ὅμοιον.
Ὡς
πλοῦτος ἀκένωτος τῆς ἀθανάτου ζωῆς, τὸ θεῖόν σου λείψανον ἐκ τῶν λαγόνων τῆς γῆς,
τῇ κτίσει ἀνέτειλεν· ὅθεν ἡ Ἐκκλησία, θείαν χάριν τρυγῶσα, Στέφανε Πρωτομάρτυς,
κατὰ χρέος τιμᾷ σε· ἣν φύλαττε πρεσβείαις σου, ἐκ πάσης αἱρέσεως.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὴν
ἀνακομιδήν, τοῦ σεπτοῦ σου λειψάνου, τιμῶσα εὐσεβῶς, ἡ Χριστοῦ Ἐκκλησία, ὑμνεῖ σε
θεῖε Στέφανε, ὡς Ἀπόστολον ἔνθεον, καὶ Διάκονον, καὶ ἐν τοῖς Μάρτυσι πρῶτον·
μεθ’ ὧν πρέσβευε, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι, τῶν πίστει τιμώντων σε.
Δόξα. Καὶ νῦν...
Θεοτοκίον
Τεκοῦσα
ἐν σαρκί, ὑπὲρ φύσιν καὶ λόγον, τὸν Λόγον τοῦ Θεοῦ, μὴ τραπέντα μηδόλως, Παρθένε
ἀειπάρθενε, τῆς φθορᾶς ἠλευθέρωσας, τοὺς δοξάζοντας, τὸν Σὸν ἀπόρρητον τόκον,
καὶ ὑμνοῦντάς Σε, ὡς τοῦ Δεσπότου τῶν ὅλων, Μητέρα πανάφθορον.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Λουκιανῷ
τῷ θαυμαστῷ ὡς ἐπέστης, τούτου ὑπέδειξας ἐν ὄψεσι θείαις, τὸ ἱερόν σου λείψανον
ποῦ ἔκειτο, ὅπερ ἀνελόμενοι, ἐν πολλῇ εὐλαβείᾳ, Στέφανε ἐπλήσθησαν, εὐωδίας ἀρρήτου·
καὶ νῦν πιστῶς τὴν εὕρεσιν αὐτοῦ, ὑμνολογοῦντες, Χριστὸν μεγαλύνομεν.
Δόξα. Καὶ νῦν...
Θεοτοκίον
Θεοχαρίτωτε
ἁγνὴ Θεοτόκε, Ἀγγέλων δόξα καὶ βροτῶν σωτηρία, τῆς συνεχούσης θλίψεως μὲ
λύτρωσαι, καὶ τὸν νοῦν μου λάμπρυνον, μετανοίας τῷ φέγγει, ὅπως τὴν ἐπήρειαν,
τοῦ Βελίαρ ἐκφύγω, καὶ εὐαρέστως Κόρη τῷ Χριστῷ, τὸ τῆς ζωῆς μου, προσάξω ὑπόλοιπον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς
ἀλάβαστρον θεῖον καὶ νοητόν, καὶ λειμὼν πανευώδης καὶ μυστικός, ἐκ γῆς ἡμῖν
δέδοται, τὸ σὸν πάντιμον λείψανον, ὀδμαῖς εὐωδιάζον ἡμᾶς θείας χάριτος, καὶ πᾶσαν
δυσωδίαν, διῶκον τοῦ χείρονος· ὅθεν Πρωτομάρτυς, ἑορτάζοντες πόθῳ, αὐτοῦ τὴν ἀνακόμισιν,
ἐκ ψυχῆς ἐκβοῶμέν σοι, παμμακάριστε Στέφανε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν...
Θεοτοκίον
Συλλάβουσα
ἀφλέκτως ἐν τῇ γαστρί, καὶ τεκοῦσα ἀφράστως μετὰ σαρκός, τὸν πάντα ποιήσαντα, ἐκ
μὴ ὄντος τῷ ρἡματι, ἐδείχθης ἀνωτέρα, ἁπάσης τῆς κτίσεως, καὶ πολλῷ
λαμπροτέραν, ἡλίου πανύμνητε· ὅθεν τὴν Σὴν δόξαν, τὴν ὑπέρφωτον Κόρη, καὶ τὴν
μεγαλοπρέπειαν, τῶν πολλῶν μεγαλείων Σου, μεγαλύνομεν κράζοντες· πρέσβευε τῷ Σῷ
Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει, τῇ Σῇ ἀγαθότητι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν
γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.:
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν
δὲν χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, ζήτει τὸ ἐν ταῷ Ὄρθῳ τοῦ Ἁγίου Γεωργίου, ΚΓ’ Ἀπριλίου.
Ὁ Ν’ ψαλμός.
Δόξα:
Ταῖς τοῦ Πρωτοάθλου…
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β’. Στ.: Ἐλέησόν
με ὁ Θεός…
Τῇ
τοῦ σεπτοῦ σου σκήνους ἀνακομιδῇ, πλῆθος θείου ἐλέους κομιζόμεθα, ταῖς σαῖς
πρεσβείαις Στέφανε, παρὰ Χριστοῦ τοῦ Σωτῆρος· πάντων γὰρ πληροῖς τὰ αἰτήματα,
καὶ πάσης ἀνάγκης λυτροῦσαι, τοὺς μακαρίζοντάς σε Ἅγιε.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: ᾌσματι τὸν πρῶτον τῶν μαρτύρων εὖ στεφανώσω. Θεοφάνους.
ᾨδὴ α' Ἦχος πλ. δ' Ἁρματηλάτην
Φαραὼ
Ἀκτινοβόλοις
ἀστραπαῖς τοῦ Πνεύματος καταλαμπόμενος, ὑπερφυῶν ἄθλων, καὶ στερρᾶς ἀθλήσεως τοὺς
σὲ ὑμνοῦντας φώτισον, παρεστὼς τῷ Δεσπότῃ στεφανηφόρος πανόλβιε, Στέφανε Μαρτύρων
στεφάνωμα.
Σταδιοδρόμων
ἀπαρχὴ γενόμενος, καὶ ἀκροθίνιον, μαρτυρικοῦ στέφους, καθορᾶν ἠξίωσαι, τὸν ἀθλοθέτην
ἔνδοξε, δεξιᾷ ζωηφόρῳ, θεόπλοκόν σοι προτείνοντα, στέφανον θεσπέσιε Στέφανε.
Μόνος
ὑπάρχων θησαυρὸς χρηστότητος, Σῶτερ ἀνέδειξας, ἐκ τῶν τῆς γῆς κόλπων, θησαυρὸν
πολύτιμον, πλοῦτον μὴ δαπανώμενον, ἀναφαίρετον ὄλβον, περιουσίαν ἀνώλεθρον, Στέφανον
τὸν σὸν Πρωτομάρτυρα.
Ἀγγελομόρφῳ
προφανῶς λαμπρότητι, καταυγαζόμενος, Ἀγγελικοῖς ὕμνοις, Πρωτομάρτυς Στέφανε, καὶ
Διακόνων πρόκριτε, κεκρυμμένος ὡς ὤφθης, ἀξίως ὄντως τετίμησαι, ἔνδοξε Μαρτύρων
ἀγλάϊσμα.
Θεοτοκίον
Σωματωθέντα
δι' ἡμᾶς Πανάμωμε, τὸν πρὶν ἀσώματον, θεαρχικὸν Λόγον, τοῦ Πατρὸς γεγέννηκας, ὡς
παρθενίας σκήνωμα, καὶ δοχεῖον ἁγνείας, καὶ τέμενος καθαρότητος, Δέσποινα τοῦ κόσμου
Θεόνυμφε.
Καταβασία
Σταυρὸν χαράξας
Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς,
Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ
Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ᾨδὴ γ', Ὁ στερεώσας κατ' ἀρχὰς
Ἱερολόγος
ἱερός, καὶ θεολόγος ἐδείχθης, συμπλεκόμενος Ἑβραίων τοῖς δήμοις, διελέγχων ἀσφαλῶς,
τὴν τούτων ἀθεότητα, καὶ θεομάχον γνώμην, Στέφανε μάρτυς πανάριστε.
Τὸν
Πρωτομάρτυρα Χριστοῦ, καὶ Διακόνων τὸν πρῶτον, τὸν τοῖς Μάρτυσι τοῦ δρόμου τὴν
νύσσαν, ὑποδείξαντα λαμπρῶς, Ἀγγέλων τὸν συνόμιλον, δεῦτε συμφώνως πάντες ὕμνοις,
ἐνθέως τιμήσωμεν.
Ὁ
κεκρυμμένος θησαυρός, ὑπὸ τὴν γῆν φανεροῦται, καὶ τὸν κόσμον εὐωδίας ἐνθέου, καὶ
πλουσίων δωρεῶν, τὴν οἰκουμένην ἔπλησεν, ὁ τῶν Μαρτύρων πρῶτος, καὶ Διακόνων ὁ
πρόκριτος.
Νενεκρωμένον
μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, διὰ σοῦ τῆς κηρυχθείσης ἐμφρόνως, ἐξανάστησον
ὑμνεῖν, τὴν σὴν σεπτὴν πανήγυριν, καὶ σοῦ κατ' ἴχνος βαίνειν, Στέφανε μάκαρ ἀξίωσον.
Θεοτοκίον
Πύλη
ἐδείχθης νοητή, ἀνατολῆς τῆς ἐξ ὕψους, τῆς ἐν γῇ φανερωθείσης Παρθένε· διὰ σοῦ
γὰρ πρὸς ἡμᾶς, ὁ Λόγος εἰσελήλυθεν, ἐπὶ τὸ σῶσαι πάντας, τῆς ἀλογίας πανάχραντε.
Καταβασία
Ῥάβδος εἰς
τύπον, τοῦ μυστηρίου, παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ
στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ
στερέωμα.
Κάθισμα Ἦχος πλ. α' Τὸν συνάναρχον
Τῇ
τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, καὶ τῇ ὄντως σοφίᾳ συνανυψούμενος, τῶν Ἰουδαίων
τὴν ἀχλὺν ἀπημαύρωσας, καὶ ἐν σταδίῳ τὸν ἐχθρόν, ἀθλητικῶς καταβαλών, Μαρτύρων
στέφανος ὤφθης. Ἀλλὰ πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ
θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία, καὶ ἀκαταίσχυντος, τεῖχος
καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι, ἀειπαρθενε Ἁγνή, τὸν Υἱὸν σου καὶ Θεὸν
ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ καὶ σωτηρίαν καὶ μέγα ἔλεος.
ᾨδὴ δ', Σύ μου ἰσχύς, Κύριε
Ῥεῖθρον
ἡμῖν, σήμερον μύρου ἀνέβλυσεν, εὐωδίας, κρήνη ἐκπεπόρευται, καὶ ποταμοὺς θείων ἀγαθῶν,
καὶ τρυφῆς χειμάρρους, ἐπέκλυσεν ὁ ἀοίδιμος, ὁ πρῶτος τῶν Μαρτύρων, ὁ τῆς πίστεως
πλήρης, καὶ δυνάμεως θείας καὶ χάριτος.
Ὡς
ἱερά, καὶ φαιδροτάτη καὶ εὔσημος, ἡ ἡμέρα, ἡ τοῦ Πρωτομάρτυρος, πλήρης φωτός,
καὶ πνευματικῆς, ὄντως εὐφροσύνης, τῇ Βασιλίδι ἐπέφανε, φυλάττουσα τὸ κράτος, τῆς
σεπτῆς Ἐκκλησίας, καὶ βαρβάρων τὸ θράσος διώκουσα.
Τὴν
ἀγαθὴν κληρονομίαν ἀπείληφας, ἐπαξίως Στέφανε μακάριε, ἔνθα Χριστός, ὁ
παμβασιλεύς, σοὶ κατασκηνώσας· αὐτοῦ γὰρ ὤφθης Διάκονος, σημείων καὶ τεράτων, ἐκτελῶν
τὰς δυνάμεις, καὶ παρέχων νοσοῦσι τὴν ἴασιν.
Ὁ
ἀκλινής, τῆς Ἐκκλησίας καὶ ἄσειστος, καὶ ἑδραῖος, στῦλος ἀνατέταται, ἀπὸ τῆς γῆς,
ἕως οὐρανοῦ, αἴγλῃ εὐσεβείας, φωτίζων πάντα τὰ πέρατα, ὁ Στέφανος ὁ μέγας, ἀληθείας
ὁ κήρυξ, τῆς ἀθλήσεως ὄντως ὁ πρόβολος.
Θεοτοκίον
Νέος
Ἀδάμ, διὰ τὸν πρῶτον σὺ γέγονας, ἐκ Παρθένου, διὰ τὴν Προμήτορα, ὁ Λυτρωτὴς πάντων
καὶ Σωτήρ, κατὰ τοῦ θανάτου, ζωὴ ἡ ὄντως ἀθάνατος· διὸ σε τὴν τεκοῦσαν Θεοτόκον
εἰδότες, ἐπαξίως αὐτὴν μακαρίζομεν.
Καταβασία
Εἰσακήκοα Κύριε,
τῆς οἰκονομίας Σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν
Θεότητα.
ᾨδὴ ε', Ἵνα τὶ με ἀπώσω
Τῶν
ἀνόμων Ἑβραίων, τὸ τῆς ματαιότητος, ὄντως συνέδριον, καρτερῶς ἐλέγξας, ὑπ' αὐτῶν
θεηγόρε χωννύμενος, ταῖς βολαῖς τῶν λίθων, εἰς οὐρανοὺς ὡς νικηφόρος, ἀνυψώθης
τῷ πνεύματι Στέφανε.
Ὡς
ὡραῖος ὡς ὄρθρος, κόσμῳ πεφανέρωσαι, ἔνδοξε Στέφανε, τὴν ἀχλὺν διώκων, καὶ δαιμόνων
ἐλαύνων τὰ φάσματα, καὶ νοσούντων πάθη, καὶ ψυχικῶν ἀρρωστημάτων, θεραπεύων τὰ ἕλκη
θεόπνευστε.
Νοερῶς
σὺν Ἀγγέλοις, Μάκαρ ἀγαλλόμενος, κόσμου τὰ πέρατα, ἁγιάζεις ὄντως, τῇ σῇ ἐπιδημίᾳ
καὶ χάριτι, εὐωδίας μύροις, πνευματικοῖς εὐωδιάζων, καὶ κινδύνων καὶ ζάλης ῥυόμενος.
Θεοτοκίον
Μητρικὴν
παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου, κεκτημένην Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν
μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ
προβαλλόμεθα.
Καταβασία
Ὦ τρισμακάριστον
ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας,
τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς
ψυχαῖς ἡμῶν.
ᾨδὴ ς', Ἱλάσθητί μοι Σωτὴρ
Ἀγγέλων
ὡς μιμητής, τῇ προαιρέσει γενόμενος, τὸ εἶδος ἀγγελικόν, ἐκτήσω Μακάριε, μεθ´ ὧν
ἀγαλλόμενος, καὶ περιπολεύων, τοὺς ὑμνοῦντάς σε περίσῳζε.
Ῥημάτων
μάκαρ τῶν σῶν, τῶν θεοπνεύστων ἡ δύναμις, ὡς ἦχος ὁ τῆς βροντῆς, τὰ ὦτα θεόληπτε,
σαφῶς κατεβρόντησε, τὰ τῶν παρανόμων, καὶ τὰς ὄψεις ἀπημαύρωσε.
Τὴν
δόξαν τὴν Πατρικήν, θεάσασθαι κατηξίωσαι, καὶ ταύτης τὸ συμφυές, ἀπαύγασμα Στέφανε,
τῶν ἄθλων μηνῦόν σοι, τοὺς λαμπροὺς στεφάνους, θεηγόρε πανσεβάσμιε.
Θεοτοκίον
Υἱὸς
ὁ μονογενής, ὁ πρὸ αἰώνων ἀόρατος, ἐσχάτων ἐφ' ἡμερῶν, πρωτότοκος γέγονεν, ὁρώμενος
σώματι, ἐκ σοῦ Θεομῆτορ, ὁ Θεὸς τῆς σωτηρίας μου.
Καταβασία
Νοτίου θηρὸς ἐν
σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου
σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ
προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.
Κοντάκιον Ἦχος πλ. δ'
Πρῶτος
ἐσπάρης ἐπὶ γῆς ὑπὸ τοῦ οὐρανίου Γεωργοῦ πανεύφημε, πρῶτος τὸ αἷμα ἐπὶ γῆς διὰ
Χριστὸν ἐξέχεας μακάριε, πρῶτος ὑπ' αὐτοῦ τὸν τῆς νίκης στέφανον ἀνεβήσω ἐν οὐρανῷ,
ὡς Ἀθλητῶν προοίμιον, Στεφανῖτα τῶν Μαρτύρων ὁ Πρώταθλος.
Ὁ Οἶκος
Τοῦ
Παραδείσου τὰ ἄνθη ὁρῶν, τῇ εὐοσμίᾳ αὐτῶν τῇ τερπνῇ, πληροῦντα πᾶσαν τὴν οἰκουμένην,
τὸ ξένον αὐτῶν καταπλήττομαι θέαμα· ἐν παγετῷ γὰρ χειμῶνος, πλέον ἀνθοῦσι μᾶλλον,
ὅπερ ξένον ἐν ἄνθεσιν, ὡς ὁ Μάρτυς τοῦ Χριστοῦ, ὁ ἐξανθήσας πρῶτος, καὶ θύρα
γεγονὼς τῶν νομίμως ἀθλούντων, καὶ ἀνθούντων κρυμῷ τῶν κολάσεων, ὁ δείξας τρίβον
ἀπλανῆ τοῖς βουλομένοις ἀθλεῖν, ὁ καλὸς σταδιάρχης, ὁ τοῖς πόνοις ἀναλάμψας, Στεφανῖτα
τῶν Μαρτύρων ὁ Πρώταθλος.
Συναξάριον.
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου
Πρωτομάρτυρος, καὶ Ἀρχιδιακόνου Στεφάνου.
Ἔχεις
Σιὼν πάμπολλα θεῖα καὶ ξένα.
Νεκρὸν
Στεφάνους δὸς πόλει Κωνσταντίνου.
Δευτερίῃ
νέκυος Στεφάνου γένετ' Ἀνακομιδή.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν ἁγίων μαρτύρων
Μαξίμου, Δάδα καὶ Κυντιλιανοῦ.
Τρεῖς
ἐκφέρουσα γῆ νεκροὺς ζωηφόρους,
Πόλῳ
λέγειν ἔοικε· Σὺ κρύψας ἔχε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Φωκᾶ.
Φωκᾶς
ὁ μάρτυς εκλιπὼν γῆς χωρίον,
Νῦν
εγκατοικεῖ τῆς τρυφῆς τῷ χωρίῳ
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένου βασιλέως Ἰουστινιανοῦ
ἐν τοῖς ἁγίοις Ἀποστόλοις.
Οὐκ
ἐκποδών σοι σκῆπτρον ὤφθη ὧ ἄναξ,
Σὺ
γὰρ κατοικεῖς Βασιλείαν τὴν ἄνω.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Φωτεινῆς ἢ Φωτοῦ, τῆς ἐν Καρπασίᾳ
τῆς Κύπρου.
Ἀσκήσεως
φάει Φωτεινὴ ἀόκνῳ,
σκοτεινῷ
ἐν ἄντρῳ, ἐφώτισας Κύπρον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Θεόδωρος, ὁ ἐν Δαρδανελίοις, ἐν
ἔτει 1690ῳ, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βασιλείου τῆς Μόσχας, τοῦ διὰ
Χριστὸν σαλλοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ' Θεοῦ συγκατάβασιν
Ῥοὴ
τῶν αἱμάτων σου, τὰς οὐρανίους πύλας ἠνέῳξε, καὶ τὸν Ἀγωνοθέτην, παρεστηκότα καὶ
προτεινόμενον, σοὶ τοὺς στεφάνους ὑπέδειξε κράζοντι· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων
ἡμῶν.
Ὡς
θῆρες ἁρπάσαντες, οἱ θεοκτόνοι τὸν θεοφάντορα, μιαιφόνοις παλάμαις, τοῦτον ἀνῄρουν
ὑπερευχόμενον, τῶν ἀναιρούντων συντόνως καὶ ψάλλοντα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν
Πατέρων ἡμῶν.
Νομίμως
διήλεγξας, τοὺς παρανόμους ὁ ἐννομώτατος, μιμητής του Σωτῆρος, καὶ θεομάχους τούτους
ἀπέδειξας, ὑφ' ὧν τοῖς λίθοις βαλλόμενος ἔψαλλες· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων
ἡμῶν.
Θεοτοκίον
Ἐν
χρόνῳ τὸν ἄχρονον, ἀπειρογάμως Ἁγνὴ γεγέννηκας, τὸν πρὶν ἄσαρκον Λόγον, σαρκὸς
προσλήψει Παρθένε τέτοκας, ᾧ μελῳδοῦμεν συμφώνως κραυγάζοντες· Εὐλογητός ὁ Θεὸς
ὁ τῶν Πατέρων ἡμῶν.
Καταβασία
Ἔκνοον πρόσταγμα
τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως
τρεῖς Παίδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον, ἀλλ' ἀντηχοῦντι
δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η', Ἑπταπλασίως κάμινον
Ὑπερφυεῖ
λαμπόμενος, φωταυγίᾳ πανάριστε, καὶ τὴν τοῦ προσώπου σου μορφὴν ἰσάγγελον, ἐδείκνυς
τῆς χάριτος, διαδοθείσης Στέφανε, τῆς ἐν τῇ ψυχῇ σου, κεκρυμμένης πλουσίως, ἐντεῦθεν
ἀνεβόας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Στεφανηφόρε
Στέφανε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, ῥανίσιν
αἱμάτων σου· πρὸς γὰρ τὴν σὴν ἀντίληψιν, καὶ τὴν συμπαθῆ καὶ χριστομίμητον γνώμην,
προσφεύγων ἀνακράζω· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τὸν
τῶν χαρίτων ἔνδοξε, σοὶ ὁμώνυμον στέφανον, τῇ σὴ σεβασμίᾳ, κορυφῇ ἐπέθηκε, Κριτὴς
ὁ ἀδέκαστος, ὃν εὐσεβῶς ἐκήρυξας, Κτίστην καὶ Θεόν, καὶ Βασιλέα τῶν ὅλων, βοῶν ἀδιαλείπως·
Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐν
ταῖς χερσὶ τοῦ κτίσαντος, ἐναπέθου τὸ πνεῦμά σου· αἱ τῶν οὐρανῶν γάρ, στρατιαὶ
συνόμιλον, ἐδέξαντο χαίρουσαι, τὸν πρὶν ἐν γῇ ἰσάγγελον, νῦν δὲ ταῖς αὐτῶν,
συντεταγμένος χορείαις, βοᾷς ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Φωτὸς
ἀδύτου γέγονας, ἐνδιαίτημα Πάναγνε· φῶς γὰρ τοῖς ἐν σκότει, καὶ σκιᾷ γεγέννηκας,
φωτίζον τὰ πέρατα, θεογνωσίας χάριτι, ᾧ ἀκαταπαύστως οἱ πιστοὶ μελῳδοῦμεν· Οἱ
Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Καταβασία
Εὐλογεῖτε Παῖδες,
τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον,
καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα
πανάγιον εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ', Ἐξέστη ἐπὶ τούτῳ
Ἀθλήσεως
Μαρτύρων ἡ ἀπαρχή, ὁ λαμπρῶς ὑποδείξας τοῖς Μάρτυσι, τὴν ἀπλανῆ, τρίβον ὁδηγοῦσαν
εἰς οὐρανούς, ὁ πρωτομάρτυς Στέφανος, πάντας προσκαλεῖται πνευματικῶς, πρὸς θείαν
εὐφροσύνην, φωτὸς πρὸς μετουσίαν, καὶ κοινωνίαν ἁγιότητος.
Νευρούμενος
ἀγάπῃ τῇ τοῦ Χριστοῦ, καὶ τὴν τούτου ζηλώσας πραότητα, καὶ τὴν φωνήν, ἔλεγες· Μὴ
στήσῃς τοῖς φονευταῖς, τὴν ἁμαρτίαν Κύριε, δέξαι δὲ τὸ πνεῦμά μου ἀγαθέ, καὶ θείας
βασιλείας, τρυφῆσαι τῆς ἀφράστου, καὶ τῆς παρὰ σοῦ με καταξίωσον.
Ὡραῖος
καὶ τὸ εἶδος ἀγγελικόν, καὶ σοφίας καὶ πίστεως ἔμπλεως, καὶ θεϊκῆς, αἴγλης ἀποστίλβων
μαρμαρυγάς, καὶ θεηγόρῳ στόματι, θεορρημοσύνης, ὡς ποταμός, ἐνθέως ῥητορεύων, τῆς
ἄνω κληρουχίας, θεομακάριστε τετύχηκας.
Στεφάνῳ
τῶν χαρίτων στεφανωθείς, καὶ χορείαις μαρτύρων κυκλούμενος, καὶ τῷ Χριστῷ, τῷ ἀγωνοθέτῃ
παρεστηκώς, ὑπὲρ ἡμῶν δυσώπησον, τῶν ἐπιτελούντων εἰλικρινῶς, τὴν ὄντως φωτοφόρον,
πανήγυρίν σου Μάρτυς, καὶ τῶν κινδύνων ἀπολύτρωσαι.
Θεοτοκίον
Ὡς
πάντων προστασία Χριστιανῶν, Θεομῆτορ Παρθένε πανάμωμε, ὡς συμπαθής, λύτρωσαι
κινδύνων καὶ πειρασμῶν, τοὺς θλιβομένους δούλους σου, καὶ ὀδυνωμένους ταῖς
χαλεπαῖς, πταισμάτων ἀλγηδόσι, καὶ πόνοις τῶν μαστίγων, ἀλγεινομένους περιποίησαι.
Καταβασία
Μυστικὸς εἶ Θεοτόκε
Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ,
πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.
Ἐξαποστειλάριον Ἦχος β' Τῶν Μαθητῶν
Ὁ
πρῶτος τῶν Μαρτύρων τρίβους ἀνύσας, καὶ Διακόνων πρόκριτος χρηματίσας, Στέφανος,
ὁ χάριτος πεπλησμένος, ἰδοὺ ἀνακομίζεται, πρὸς τὴν Βασίλειον πόλιν, θαυμάτων βρύων
τὴν χάριν.
Θεοτοκίον
Ὅνπερ
αἱ ἄνω τάξεις πολλῷ σὺν τρόμῳ, παρίστανται μὴ φέρουσαι κατοπτεῦσαι, αἴγλην τῆς ἀρρήτου
αὐτοῦ οὐσίας, Χριστὸν γαστρὶ ἐχώρησας, λαβόντα σάρκα Παρθένε, ἐκ σῶν τιμίων αἱμάτων.
Αἶνοι. Ἦχος δ' Ἔδωκας σημείωσιν
Ἄγγελος
ἐπίγειος, ὁ πρωτομάρτυς γενόμενος, πρὸς οὐρανοὺς ἀνερχόμενος, ἐπήρθη μετάρσιος,
καὶ τὴν θείαν εἶδεν, ὡς ἐχώρει δόξαν, τῆς ἀπροσίτου μυηθείς, καὶ ὑπὲρ νοῦν Τριάδος
μυστήρια· διὸ τὴν ἀκατάληπτον, ἀνακηρύττει σου δύναμιν, Ἰησοῦ παντοδύναμε, ὁ
Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (Δίς)
Ὡραῖος
ἐπέφανας, τῇ ἐπανόδῳ σου Στέφανε, πρωτομάρτυς πανένδοξε, ἀκτῖσι κοσμούμενος,
χαρισμάτων θείων, καὶ τῶν ἰαμάτων· διὸ καὶ πάντας τοὺς πιστούς, καταφαιδρύνεις,
τοῖς θαυμασίοις σου, ἐν πίστει τὸν φιλάνθρωπον, ὑμνολογοῦντας καὶ λέγοντας· Ἰησοῦ
παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Κάλαμος
ὑπέρτιμος, ὀξυγραφῶν τὴν εὐσέβειαν, ἀνεδείχθη ἡ γλῶσσά σου, δι' ἧς κατεφώτισας,
Πρωτομάρτυς πάντας, ταῖς διδασκαλίαις, καὶ ἐπανήγαγες ἡμᾶς, ἐξ ἀγνωσίας πρὸς τὴν
εὐσέβειαν· διό σου τὴν ἐτήσιον, ἐπιτελοῦντες πανήγυριν, ἀνυμνοῦμεν γεραίροντες,
τοὺς ἀγῶνάς σου Στέφανε.
Δόξα. Ἦχος δ'
Στέφανος,
ἡ καλὴ ἀπαρχὴ τῶν μαρτύρων, ὁ πλήρης χάριτος καὶ δυνάμεως, ὁ ποιῶν σημεῖα καὶ τέρατα
μεγάλα ἐν τῷ λαῷ, ὑπὸ ἀνόμων ἐλιθάζετο, ἀλλ' ἐξέλαμψεν ὡς ἄγγελος, καὶ θεωρεῖ τὴν
δόξαν, σοῦ τοῦ σταυρωθέντος ὑπὲρ ἡμῶν, ἐν δεξιᾷ τῆς δυνάμεως, καὶ τῷ Πνεύματι τῆς
χάριτος εἰς οὐρανοὺς ἐλαμβάνετο· καὶ διὰ τοῦτο, ταῖς χοροστασίαις τῶν Ἀγγέλων
συναυλιζόμενος, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ἐκ
παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν,
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου