Παρασκευή 7 Ιουνίου 2019

ΙΟΥΛΙΟΣ 7. ΑΓΙΑ ΜΑΡΤΥΣ ΚΥΡΙΑΚΗ ΑΚΟΛΟΥΘΙΑ


+ΙΟΥΛΙΟΣ Ζ΄
ΚΥΡΙΑΚΗ ΜΑΡΤΥΣ


ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Μάρτυρος. Ἦχος β'. Ὅτε, ἐκ ξύλου σε
Μάρτυς, ἀθληφόρε τοῦ Χριστοῦ, ἔστης πρὸ βημάτων ἀνδρείως, Χριστὸν κηρύττουσα, σταύρωσιν ἑκούσιον καταδεξάμενον, καὶ δεσμοῖς ὁμιλήσασα, καὶ πάσαις αἰκίαις, χαίρουσα ἀνέδραμες πρὸς τὰ οὐράνια, δήμοις ἀπ' αἰῶνος Μαρτύρων, συναριθμηθεῖσα καὶ δόξης, διαιωνιζούσης ἀπολαύουσα.

Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Κυριακὴ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ τῆς θείας ἀθλήσεως, φαιδραῖς ἀγλαΐαις· ὅθεν τὸν οὐράνιον θάλαμον ᾤκησας, ἔνθα, ὡς Παρθένος καὶ Μάρτυς, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σου μνημόνευε.

Ῥίζης, εὐκλεοῦς Κυριακή, κλάδος ὡραιότατος ὤφθης, καρπὸν σωτήριον, φέρων τῆς ἀθλήσεως, τὰ κατορθώματα, καὶ μαραίνων ἐν χάριτι, φυτὰ ἀσεβείας· ὅθεν τὴν πανίερον, μνήμην σου σέβομεν, πόθῳ καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.

Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος, ἡ τοῦ Κυρίου ἀμνάς, τὴν αὐτοῦ ἐθελούσιον, μιμουμένην νέκρωσιν, διὰ πόνων ἀθλήσεως, κειμένη τάφῳ, αἵματος πρόσχυσιν, ἀναπηγάζει, σθένει τοῦ πνεύματος, ἣν ἀρυόμενοι, εἰς ψυχῶν καθάρσιον τὴν τοῦ παντός, αἴνεσιν προσάγομεν, Θεῷ ἑκάστοτε.

Μάρτυς, ἀληθῶς πανεύφημε, θηρῶν ἐπέσχες ὁρμάς, Δανιὴλ ὡς τὸ πρότερον, καὶ πυρὸς ἐν χάριτι, εὐχερῶς κατετόλμησας, καὶ πᾶσαν ἄλλην φέρουσαν βάσανον, ἐδέξω στέφος νίκης ἀμάραντον, καὶ ἀνελήλυθας, πρὸς τὸν σοὶ ποθούμενον Κυριακή· ὅθεν σὲ γεραίρομεν, καὶ μακαρίζομεν.

Μάρτυς, Ἀθληφόρε ἔνδοξε, σὺ τὸν Νυμφίον Χριστόν, ἐκ καρδίας ἠγάπησας, καὶ Αὐτὸν ἐκήρυξας, τῶν τυράννων ἐνώπιον· διὸ βασάνων δεινὰ ὑπήνεγκας, γενναιοτάτης, ψυχῆς στεῤῥότητι, καὶ εἰσελήλυθας, σὺν Αὐτῷ πανεύφημε ὡς ἀληθῶς, εἰς νυμφῶνα ἄφθαρτον, καὶ ἀτελεύτητον.

Δόξα. Ἦχος πλ. β'
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένῃ ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτόν, ἐν ἀγαλλιάσει τὴν λαμπάδα κατέχουσα. Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ΄ 10-26).
Γυ­ναῖ­κα ἀν­δρεί­αν τίς εὑ­ρή­σει; τι­μι­ω­τέ­ρα δέ ἐ­στι λί­θων πο­λυ­τε­λῶν ἡ τοι­αύ­τη, θαρσεῖ ἐ­π᾿ αὐ­τῇ ἡ καρ­δί­α τοῦ ἀν­δρὸς αὐ­τῆς, ἡ τοι­αύ­τη κα­λῶν σκύ­λων οὐκ ἀ­πο­ρή­σει· ἐνερ­γεῖ γὰρ τῷ ἀν­δρὶ εἰς ἀ­γα­θὰ πά­ντα τὸν βί­ον. Μη­ρυ­ο­μέ­νη ἔ­ρι­α καὶ λί­νον, ἐ­ποί­η­σεν εὔ­χρη­στα ταῖς χερ­σὶν αὐ­τῆς. Ἐ­γέ­νε­το ὡ­σεὶ ναῦς ἐ­μπο­ρευ­ο­μέ­νη μα­κρό­θεν, συ­νά­γει δὲ αὐ­τῆς τὸν πλοῦ­τον, καὶ ἀ­νί­στα­ται ἐκ νυ­κτῶν καὶ ἔ­δω­κε βρώ­μα­τα τῷ οἴ­κῳ καὶ ἔρ­γα ταῖς θε­ρα­παί­ναις· θε­ω­ρή­σα­σα γε­ώρ­γι­ον ἐ­πρί­α­το, ἀ­πὸ δὲ τῶν καρ­πῶν τῶν χει­ρῶν αὐ­τῆς κατε­φύ­τευ­σε κτῆ­μα. Ἀ­να­ζω­σα­μέ­νη ἰ­σχυ­ρῶς τὴν ὀ­σφὺν αὐ­τῆς, ἤ­ρει­σε τοὺς βρα­χί­ο­νας αὐ­τῆς εἰς ἔρ­γον. Ἐ­γεύ­σα­το ὅ­τι κα­λόν ἐ­στι τὸ ἐρ­γά­ζε­σθαι, καὶ οὐκ ἀ­πο­σβέν­νυ­ται ὁ λύχνος αὐ­τῆς ὅ­λην τὴν νύ­κτα. Τοὺς πή­χεις αὐ­τῆς ἐ­κτεί­νει ἐ­πὶ τὰ συμ­φέ­ρο­ντα, τὰς δὲ χεῖ­ρας αὐ­τῆς ἐ­ρεί­δει εἰς ἄ­τρα­κτον. Χεῖ­ρας αὐ­τῆς δι­ή­νοι­ξε πέ­νη­τι, καρ­πὸν δὲ ἐ­ξέ­τει­νε πτω­χῷ, οὐ φρο­ντί­ζει τῶν ἐν οἴ­κῳ ὁ ἀ­νὴρ αὐ­τῆς, ὅ­ταν που χρο­νί­ζῃ· πά­ντες γὰρ οἱ πα­ρ᾿ αὐ­τῇ ἐν­δε­δυ­μέ­νοι εἰ­σί. Διτ­τὰς χλαί­νας ἐ­ποί­η­σε τῷ ἀν­δρὶ αὐ­τῆς, ἐκ δὲ βύσ­σου καὶ πορφύ­ρας ἑ­αυ­τῇ ἐν­δύ­μα­τα, πε­ρί­βλε­πτος δὲ γί­νε­ται ὁ ἀ­νὴρ αὐ­τῆς ἐν πύ­λαις, ἡ­νί­κα ἂν κα­θί­σῃ ἐν συ­νε­δρί­ῳ με­τὰ τῶν πρε­σβυ­τέ­ρων καὶ κα­τοί­κων τῆς γῆς. Σιν­δό­νας ἐ­ποί­η­σε, καὶ ἀ­πέ­δο­το τοῖς Φοίνι­ξι καὶ πε­ριζώμα­τα τοῖς Χα­να­ναί­οις. Ἰ­σχὺν καὶ εὐ­πρέ­πει­αν ἐ­νε­δύ­σα­το, καὶ εὐ­φράν­θη ἐν ἡ­μέ­ραις ἐ­σχά­ταις.




Προφητείας Ἡσαΐου το ανάγνωσμα. [Κεφ. ΜΓ 9-14].
Τάδε λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

Λιτή. Ἦχος α’.
Πλουσίοις χαρίσμασιν, ὁ Χριστὸς σὲ ἠμείψατο, Κυριακὴ πανεύφημε, ὅτι τὸ θράσος ταῶν ἀνόμων, ἀνδρειοφρόνως κατέλυσας, καὶ θυσίαν λογικὴν τὸ παρθενικόν σου σῶμα Θεῷ προσενήνοχας, ἀνδρικῶς γὰρ τὴν φύσιν ἐκβιασαμένη, τὴν ψυχήν σου τῷ Θεῷ παρέδωκας, Δαυϊτικῶς ἀναβοῶσα· ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, Νυμφίε ἐπουράνιε, ἐμοῦ δὲ ἀντελάβου καὶ ἐβεβαίωσάς με, ὡς οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ θεῖά σου θαυμάσια· ὅθεν αἴτησαι σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Ἄθλησιν ὑπέμεινας, τῇ σῇ παλαίστρᾳ κατάλληλον, Κυριακὴ παναοίδιμε, παρθενίᾳ ἔνδοξε, μαρτυρίου αἷμα, συγκεκερασμένη· ὅθεν καὶ στέφανον διπλοῦν, ὁ εὐεργέτης σοι ἐχαρίσατο, πρὸς ὃν καὶ ἀνελήλυθας, πεποικιλμένη λαμπρότητι, ὡς παρθένος πανάμωμος, καὶ ὡς Μάρτυς ἀήττητος.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Κάλλει τῷ τοῦ σώματος, ἡ ὡραιότης ἡ ἔνθεος, τῆς ψυχῆς σου συνέδραμεν, ὡς κρίνον γὰρ ἔλαμψαν, ἐν μοναῖς ἁγίων, ἐκλελευκασμένη, καὶ ταῖς τοῦ αἵματος ῥοαῖς, πεφοινιγμένη παρθένε πάνσεμνε· διό σε καὶ οὐράνιος, τερπνὸς ἐδέξατο θάλαμος, καὶ παστὰς ἀκατάλυτος, ὡς παρθένον καὶ μάρτυρα.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Κύκλῳ παρενέβαλε, Κυριακή σε πανεύφημε, ὁ ῥυόμενος ἄγγελος, ἐκ βρέφος τὸν κύριον, φοβουμένη ὤφθης, καὶ ἀνακειμένη, ὥσπερ ἀνάθημα τερπνόν, τετηρημένον ταῷ παντοκράτορι· ἐντεῦθεν κατεπάτησας, τὴν τοῦ τυράννου παράνοιαν, καὶ στεφθεῖσα ἀνέδραμες, πρὸς Χριστὸν τὸν Νυμφίον σου.

Δόξα. Ἦχος β'
Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα. Ἀκούσωμεν τῆς Παρθένου ἐγκώμιον! ὦ Παρθενία, ναός Θεοῦ! ὦ Παρθενία, Μαρτύρων Δόξα! ὦ Παρθενία, Ἀγγέλων συνόμιλε.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.




Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ως βρύσις πολύκρουνος παρθενομάρτυς Χριστού, κατήρδευσας πάνσοφε την Εκκλησίαν αυτού, και ήθλησας άριστα. έσωσας τους εν σκότει της ειδωλομανίας, αίγλητων σων θαυμάτων, Κυριακή αθλοφόρε. διό εν παρρησία Χριστώ πρέσβευε σωθήναι ημάς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον σου Σωτήρ.
Τὸ αἷμά σου σεμνή, ὡς ἀλάβαστρον μύρου, ἐνήνοχας Χριστῷ, τῷ Νυμφίῳ σου πόθῳ, ἀντάμειψιν δὲ εἴληφας, παρ’ Αὐτοῦ ἀξιάγαστε· ὅθεν ἔλαβες, τῶν ἰαμάτων τὴν χάριν, πᾶσαν φάλαγγα, ἀποδιώκειν δαιμόνων, δυνάμει τοῦ Πνεύματος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Ταχὺ προκατάλαβε
Τὴν μνήμην τελοῦντές σου Κυριακὴ τὴν σεπτήν, τὴν χάριν αἰτούμεθα καὶ τὴν ἀντίληψιν, τὴν σὴν οἱ τιμῶντές σε, ῥῦσαι οὖν Ἀθληφόρε, ταῖς θερμαῖς σου πρεσβείαις, πάσης δεινῆς ἀνάγκης, τοὺς τιμῶντάς σε πόθῳ, καὶ τῶν πλημμελημάτων παράσχου τὴν ἄφεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχπροκατάλαβε πρν δουλωθναι μς, ἐχθρος βλασφημοσί σε καὶ ἀπειλοσιν μν, Χριστὲ ὁ Θες μν, ἄνελε τΣταυρσου, τος μς πολεμοντας, γντωσαν πς σχύει, ὀρθοδόξων πίστις, πρεσβείαις τς Θεοτόκου, μόνε φιλάνθρωπε.

Μετὰ τὸν πολυέλαιον, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ παρθενίᾳ τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύωσαι, ὥσπερ ἄμωμος νύμφη· ὅθεν κατηξίωσαι, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσα Αὐτῷ, τῶν σὲ τιμώντων, Μαρτύρων ὡράϊσμα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τίς ἐξειπεῖν δυνήσεται πανάμωμε; Τὰς ἐπαναστάσεις δε, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; Ἀλλὰ τῇ σῇ πρεσβείᾳ ἀγαθή, τούτων μοι πάντων, τὴν λύτρωσιν δώρησαι.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ ἀ  Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μᾶρκον, Κεφ. Ε΄ 24-34. (Δευτέρα ΙΕ΄ Ἑβδομάδος)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ἀθλητικὴν ὁδεύουσα ὁδόν, παρανομούντων ἐξέφυγες βουλήν, Κυριακὴ πανσεβάσμιε· καὶ ὡς μὲν παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου· ὡς δὲ Μάρτυς ἀνδρεία, χάριν ἔλαβες, ἀπελαύνειν πᾶσαν νόσον ἐξ ἀνθρώπων. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.
Χαίρων κροτῶ σε, Μάρτυς, εὐσεβοφρόνως. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος β' Δεῦτε λαοὶ
Χαρμονικῶς, ἐπὶ τῇ μνήμῃ χορεύσωμεν, τῆς ἀθληφόρου Μάρτυρος, καὶ ἐκβοήσωμεν, ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ Σωτὴρ οἰκτίρμον, σῷζε τὸν κόσμον σου.
Αἴγλῃ τῇ σῇ, φωτιζομένη ἡ ἔνδοξος, Κυριακὴ φιλάνθρωπε, σκότος διέφυγε, πολυθέου ἀπάτης, καὶ πᾶσιν ἰαμάτων, φέγγος ἀπήστραψεν.
Ἵνα Χριστῷ, τῷ ἀθανάτῳ νυμφίῳ σου, εὐαρεστήσῃς θάνατον, καὶ πῦρ καὶ βάσανα, εἰς οὐδὲν ἐλογίσω· διὸ τῆς ἀθανάτου, δόξης ἠξίωσαι
Θεοτοκίον.
Ῥύμην Ἁγνή, τὴν τοῦ θανάτου ἀνέστειλας, ἀθανασίας πρόξενον, Χριστὸν κυήσασα, ὃν ὁ ᾍδης θανέντα, βουλήσει ἑκουσίᾳ, ἰδὼν ἐτρόμαξεν.
Καταβασία.
νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων· καὶ ᾄσω γηθόμενος, Ταύτης τὰ θαύματα.

ᾨδὴ γ', τῆς Ἁγίας Στερέωσον ἡμᾶς
Ὁ λόγος τοῦ Θεοῦ ἁγνὴν σε ἄφθορον, ὡραίαν τῷ κάλλει Μάρτυς δειχθεῖσαν, ἑαυτῷ νύμφην προσήκατο, ἐρασθείς σου δι' ἄκραν ἀγαθότητα.
Τὰ κάλλη τὰ ἐκτὸς καταμαράνασα, τὴν ἔνδον ὑπέδειξας εὐμορφίαν, τῷ γινώσκοντι τὰ κρύφια, διὰ τοῦτό σε Μάρτυς ἐμνηστεύσατο.
Ὡς κλάδος ἱερὸς ὡραία τέθηλας, ἐκ ῥίζης ἁγίας Παρθενομάρτυς, καὶ καρποὺς ὡραίους ἤνεγκας, τὴν τρυφὴν τὴν ἀγήρω προξενοῦντάς σοι.
Θεοτοκίον.
Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον, τεκοῦσα Παρθένε, τοῦ σοφιστοῦ με, τῆς κακίας ἐλευθέρωσον, μεσιτείᾳ σου μόνη παναμώμητε.
Καταβασία.
Τούς Σούς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντος, πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ Σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα Τῆς Ἁγίας Ἦχος δ' Ταχὺ προκατάλαβε
Ἁγνείας στιλπνότητι, κρίνον ὡς εὔοσμον, κοιλάσιν ἐξήνθησας, Κυριακὴ τῷ Χριστῷ, μαρτύρων πανεύφημε. Λάμψεσιν ἐφωτίσθης, ἐπιγνώσεως θείας, πλάνης δυσωδεστάτης, ἀπελαύνουσα βλάβην·διὸ καὶ ἑορτάζομεν, Μάρτυς τὴν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ στεῖρα τὴν ἔλευσιν, προκατιδοῦσα τὴν σήν, καὶ τῶν ἀσπασμῶν φωνήν, ἐνηχηθεῖσα ὠσίν, ἠπόρει τῷ πράγματι, ἔνδοθεν ἐγνωκυῖα, ἀσπασμοῖς σοῖς Παρθένε· ἐσκίρτα γὰρ τὸ βρέφος, ἐν αὐτῆς τῇ νηδύϊ· διὸ τοῦ ἐν γαστρί σου Θεοῦ ἔγνω τὴν σάρκωσιν.

ᾨδὴ δ', Εἰσακήκοα Κύριε
Ἐπὶ βήματος ἵστασο, Κυριακή, ἀδίκως κρινομένη, καὶ κριτῇ δικαίῳ ἐνατενίζουσα.
Μέλη σώματος ἔδωκας, εἰς αἰκισμούς, καὶ αἵματος Παρθένε, ταῖς ῥοαῖς ἀσάρκους ἐχθροὺς ἐβύθισας.
Ἀταπείνωτος ἔμεινας, Κυριακή, βασάνοις ὁμιλοῦσα, καὶ τὴν ἐπηρμένην ὀφρὺν κατέβαλες.
Θεοτοκίον.
Ῥῦσαι πάσης κακώσεως, τοῦ δυσμενοῦς, Παρθένε τοὺς εἰδότας, ἀληθῶς Θεοῦ σε Μητέρα πάναγνε.
Καταβασία.
Τήν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, Σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· δόξα τῇ δυνάμει Σου Κύριε.


ᾨδὴ ε', Ὁ τοῦ φωτὸς χορηγὸς
Τὴν καθαράν σου ψυχήν, ναὸν Θεοῦ παναληθῆ δείξασα, Κυριακή, ναοὺς τῶν εἰδώλων ἠδάφισας, Χριστόν, ἐπικαλουμένη, τὸν σὲ δυναμώσαντα.
Ὕψωσας χεῖρας καὶ νοῦν, πρὸς τὸν Χριστὸν Κυριακὴ ἔνδοξε, καὶ φοβερῷ, σεισμῷ τοὺς ἀθέους κατέπληξας εἰς γῆν, κατανενευκότας, καὶ βλέπειν μὴ σθένοντας.
Σὲ ὁ τῶν ὅλων Θεός, θαρσοποιεῖ ζώσῃ φωνῇ ἄνωθεν, τοὺς αἰκισμούς, φέρειν τῶν ἀνόμων, γενναίῳ λογισμῷ, ὅπως ἀναδήσῃ, τῆς νίκης τὸν στέφανον.
Θεοτοκίον.
Ἔλυσας Ἄχραντε, τῶν προπατόρων τὴν ἀρὰν τέξασα, ἄνευ σαρκός, σεμνὴ θελημάτων, τὸν πάντα τῷ αὐτοῦ, θελήματι θείῳ, σαφῶς οὐσιώσαντα.
Καταβασία.
ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ Σου· Σὺ γὰρ Ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύοντα.

ᾨδὴ ς', Ἐν ἀβύσσῳ πταισμάτων
Ὑπερέβης τοὺς ὅρους τῆς φύσεως, ἐν τῇ ὑπὲρ φύσιν ἀθλήσει, Πανεύφημε, καὶ τὸν τὴν Εὔαν τρώσαντα, τοῖς μεγίστοις σου πόνοις κατέτρωσας.
Σταλαγμοῖς τῶν αἱμάτων σου Πάνσεμνε, τῆς πολυθεΐας βυθὸν ἀπεξήρανας, καὶ ἰαμάτων πέλαγος, τοῖς πιστῶς προσιοῦσιν ἀνέβλυσας.
Ἐπὶ βήματος θῆρες ᾐδέσθησαν, σὲ τὴν ἀδιάφθορον ἀμνάδα ἔνδοξε, Κυριακὴ καὶ σέβας σοι, ὡς Χριστὸν σεβομένη ἀπένειμαν.
Θεοτοκίον.
Βασιλέα κυήσασα Κύριον, οἷά περ Βασίλισσα θεοχαρίτωτε, τοὺς ἐπὶ σοὶ προστρέχοντας, οὐρανῶν βασιλείας ἀξίωσον.
Καταβασία.
Τήν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτήν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεόν δοξάζοντες.

Κοντάκιον τῆς Ἁγίας Ἦχος β' Τὰ ἄνω ζητῶν
Ἡ Μάρτυς Χριστοῦ, ἡμᾶς συνεκαλέσατο, τοὺς ἄθλους αὐτῆς, τοὺς θείους καὶ παλαίσματα, ἐγκωμίοις ᾆσαι νῦν· φερωνύμως αὕτη γὰρ πέφηνεν, ὡς ἀνδρεία τῷ φρονήματι, κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.
Ὁ Οἶκος
Τῆς τῶν εἰδώλων πλάνης κρατούσης ἀνὰ πᾶσαν τὴν γῆν, καὶ περιπολούσης, φιλόχριστοι. Μέδοντός τε δυσσεβοῦς καὶ ἀπανθρώπου ὄντος παρὰ πάντας ἀνθρώπους, προσεκυνεῖτο ἡ τῶν ἀθέων μιαρὰ καὶ δυσώνυμος αἵρεσις· τῇ τούτου γὰρ ἀθεωτάτῃ φωνῇ τὰ πλήθη ὑπήκουεν, ὡς τοῖς μὴ εἴκουσι τῇ αὐτοῦ ἀσεβείᾳ θάνατον ἀπειλούσῃ σφοδρὸν τε καὶ δύσμορον. Ἀλλ' ἡ Μάρτυς Χριστοῦ, τὰς τῶν τυράννων ἀθέους προσταγάς τε καὶ ἀπειλὰς καταπτύσασα, καὶ Χριστὸν τὸν Θεὸν ἐν μέσῳ τοῦ σταδίου κηρυξασα, τόν ἐχθρὸν κατεπάτησεν· ὅθεν ὤφθη ἀληθῶς κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.

Συναξάριον.
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Κυριακῆς.
Κυριακὴ θανοῦσα τὴν τομὴν φθάνει
Προαιρέσει, πλὴν καὶ τελειοῦται ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θωμᾶ τοῦ ἐν τῷ Μαλεῷ.
Διεὶς πτέρυγας, εἶπεν ἂν Μωσῆς, Πάτερ,
Ὡς ἀετὸς τις ἐξανέπτης πρὸς πόλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Περεγρίνου, καὶ τῶν σὺν αὐτῷ, Λουκιανοῦ, Πομπηΐου, Ἡσυχίου, Παππίου, Σατορνίνου καὶ Γερμανοῦ.
Σὺν ἓξ κατῆλθεν εἰς βυθὸν Περεγρῖνος,
ἀθλήσεως ἐκεῖθεν ἀγρεύσων στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πολύκαρπος ὁ νέος, μαχαίρᾳ τελειοῦται.
Οὕτως ὄναιο σῶν σφαγεῦ θελημάτων,
σφάττειν τάχει με τον Πολύκαρπον θέλων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐάγγελος, ξίφει τελειοῦνται.
Εὐαγγέλος τὸ θεῖον ἐκ ξίφους τέλος,
Εὐαγγελισμὸν εἶχε τοῦ θείου στέφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Εὐστάθιος πυρὶ τελειοῦται.
Πρὸς εὐστάθειαν καρδίας Εὐσταθίου,
καὶ πῦρ συρίζον ἠρεμοῦν ὤφθη ὕδωρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου τοῦ ἐν Σκλαβαίνοις καὶ τῶν σὺν αὐτῷ μαρτυρησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀπολλωνίου, ἐπισκόπου Βρεσκίας τῆς Ἰταλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ὀδυσσέως.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', Εἰκόνος χρυσῆς
Ὁ νοῦς σου φωτί, ἀγαπήσεως Θεοῦ λελαμπρυσμένος, μέσον καμίνου ἱσταμένης σου, φλογιζομένης οὐδόλως δέ, ἄτρεπτος παρθένε ἐδείχθη, μελῳδούσης τῷ Κτίστῃ σου· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Φλογίζει τοὺς τρεῖς, νεανίας οὐδαμῶς τὸ πρὶν ἡ κάμινος, οὐδὲ τὴν Μάρτυρα· εὐχομένη γάρ, μέσον ἀκλόνητος ἵστασο, δρόσον θεϊκὴν δεχομένη, καὶ ἐν αἰνέσει κραυγάζουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ῥομφαίᾳ τῆς σῆς, παρρησίας τὸν ἐχθρόν της ἀληθείας, Παρθενομάρτυς ἐθανάτωσας, κληρονομῆσαι ποθήσασα, τὴν διαιωνίζουσαν δόξαν, Κυριακὴ καὶ κραυγάζουσα· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὁ μόνος Θεός, μόνην εὗρε καθαρὰν τὴν σὴν γαστέρα, καὶ σωματοῦται καὶ γνωρίζεται, ἄνθρωπος σῴζων τὸν ἄνθρωπον· ὅθεν τῶν καλῶν ὡς αἰτίαν, σὲ ἐπιστάμενοι ψάλλομεν· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.
Καταβασία.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρά τὸν Κτίσαντα· ἀλλά πυρός ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον,  Ὑπερύμνητε· ὁ τῶν πατέρων Κύριος, καὶ Θεός, εὐλογητὸς εἶ.

ᾨδὴ η', Τὸν ἐν καμίνῳ τοῦ πυρὸς
Νύμφη Χριστοῦ παρθενικαῖς, καλλοναῖς Κυριακὴ πεποικιλμένη, ἐγνωρίσθης· διὸ σε, ἐπουρανίων αὐτός, θαλάμων ἀξίως ἠξίωσεν, ἀνυμνολογοῦσαν, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὡς Δανιὴλ μέσον θηρῶν, ἐνεβλήθης τὸν Χριστὸν δοξολογοῦσα, καὶ τὴν τούτων Παρθένε, θηριωδίαν σαφῶς, τῷ θείῳ μετέβαλες Πνεύματι· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Σὲ ὡς ἀμνάδα πρὸς σφαγήν, διὰ πόθον τοῦ ἀμνοῦ Θεοῦ καὶ Λόγου, ἀγομένην οἰκτίρας, ὡς συμπαθὴς φωτεινούς, ἐκπέμπει Ἀγγέλους τοῦ σώματος, λύοντάς σε Μάρτυς, πρὸ τῆς τομῆς τοῦ ξίφους.
Θεοτοκίον.
Ὁ ὑπερούσιος Θεός, οὐσιώθη καθ' ἡμᾶς ἐκ σοῦ Παρθένε, καὶ ὡράθη ὡς βρέφος, ὁ πρὸ αἰώνων Πατρί, καὶ θείῳ συνυπάρχων Πνεύματι· ὅθεν ὡς αὐτοῦ σε, δοξάζομεν Μητέρα.
Καταβασία.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ πόκος τῆς Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νῦν δέ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἐγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ',  Τὸν ἐκ Θεοῦ Θεὸν λόγον
Ἰσχυροτάτῃ Παρθένε, πρὸς Θεὸν πεποιθήσει, θηρίων τὰς ὁρμὰς καὶ τοῦ πυρός, καὶ τῶν βασάνων τοῦ σώματος, τὸ ἐπίπονον Μάρτυς, ἐξέκλινας γενναίῳ λογισμῷ· διὰ τοῦτό σε πίστει, καὶ πόθῳ μακαρίζομεν.
Ὡραιοτάτῳ νυμφίῳ, ὡραιότατον κάλλος, της σῆς διευτρεπίζουσα ψυχῆς, τὴν παρθενίαν ἀκήρατον, διετήρησας Μάρτυς, καὶ τούτῳ τῶν μελῶν τοὺς αἰκισμούς, ὥσπερ προῖκα προσῆξας, Κυριακὴ πανεύφημε.
Σοῦ τὸ πολύαθλον σῶμα, ἐπὶ γῆς τεθαμμένον, ἰάσεων πηγάζει ποταμούς, τοῖς εὐσεβῶς προσπελάζουσι, καὶ παθῶν ἀπελαύνει, τὸν ῥύπον καὶ βυθίζει πονηράς, τῶν δαιμόνων ἐφόδους, Κυριακὴ Θεόνυμφε.
Ἡ παναγία σου μνήμη, ὥσπερ ἥλιος Μάρτυς, ἀνέτειλεν ἡμῖν Κυριακή, νέφη παθῶν ἀπελαύνουσα, καὶ φωτίζουσα πάντας, τοὺς πίστει ἀληθεῖ περιχαρῶς, σὲ τιμῶντας Παρθένε, καὶ πόθῳ μακαρίζοντας.
Θεοτοκίον.
Φαεινοτάταις λαμπάσι, τοῦ ἐκ σοῦ σαρκωθέντος, Παρθένε Παναγία ὑπὲρ νοῦν, οἱ Θεοτόκον εἰδότες σε, φωτιζόμεθα πίστει, καὶ σκότους ἐκλυτρούμεθα παθῶν, καὶ παντοίων κινδύνων, καὶ πάσης περιστάσεως
Καταβασία.
πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι λαμπαδοχούμενος· πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω, χαίροις Παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Κυριακὴν τὴν Μάρτυρα καὶ παρθένον, ᾠδαῖς ἐναρμονίοις ἀνευφημοῦμεν, αὕτη γὰρ ηὐλόγησε τοῦ σώματος, διαφθερεῖσθαι μέλλοντος, ἄθλους πολλοὺς ὑποστᾶσα, διὰ Χριστοῦ τὴν ἀγάπην.
Θεοτοκίον.
Ἡμεῖς ἐν Σοὶ καυχώμεθα Θεοτόκε, καὶ πρὸς Θεὸν Σὲ ἔχομεν προστασίαν· ἕκτεινον τὴν χεῖρά Σου ταὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθρούς ἡμῶν· Σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.












Αἶνοι. Πανεύφημοι Μάρτυρες ὑμᾶς.
Πορφύραν ἐξ αἵματος λαμπράν, τοῦ οἰκείου πάνσεμνε, περιθεμένη ἀνέδραμες, πρὸς Ὃν ἐπόθησας, Βασιλέα κτίστην, τοῦ παντὸς καὶ Κύριον, παρὰ τούτου τε τῆς νίκης ταὸν στέφανον, ὄντως ἀπείληφας· σὺν αὐτῷ νῦν βασιλεύουσα, ὡς παρθένος καὶ Μάρτυς πολύαθλος.

Ἐθέλχθης τῷ ἔρωτι Χριστοῦ, ὡς θεοὺς ἐμίσησας ἐθνῶν, καὶ ἄψυχα ξόανα, Μάρτυς φερώνυμε, καὶ θεογνωσίας, στήλη ἐμφανέστατα, σαυτὴν Κυριακὴ ἀπετέλεσας, ὡς ἐναθλήσασα, καὶ τὸν δρόμον ἐκτελέσασα, καὶ τὴν πίστιν ἀμώμητον τηρήσασα.

Μάρτυς τοῦ Χριστοῦ Κυριακή, Ἀθληφόρε ἔνδοξε, σὲ ὁ Χριστὸς ἐστεφάνωσεν, ὑπεραθλήσασαν, δι’ αὐτὸν γενναίως, καὶ συνήφθης πάνσεμνε, Μαρτύρων καὶ παρθένων τοῖς τάγμασι· καὶ νῦν ἱκέτευε, δωρηθῆναι τοῖς τιμῶσί σε, σωτηρίαν καὶ πταισμάτων ἄφεσιν.

Παρθένων ἐν κάλλεσι σεμνή, ὡραιώθης πάνσεμνε, Κυριακὴ ἀξιάγαστε, καὶ τῷ Νυμφίῳ σου, Χριστῷ νυμφευθεῖσα, Μαρτύρων ἤστραψας, καὶ τούτῳ συνημόρσθης δι’ αἵματος· Αὐτὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α’.
Τῇ παρθενικῇ σου θελχθεὶς ὡραιότητι ὁ Βασιλεὺς τῆς δόξης
Χριστός, ὡς ἀμώμητον νύμφην ἑαυτῷ σε ἡρμόσατο, ἀκηράτῳ συναφείᾳ· ἐν γὰρ τῷ θελήματι αὐτοῦ παρασχόμενος τῷ κάλλει σου δύναμιν, κατ’ ἐχθρῶν τε καὶ παθῶν, ἀήττητον ἔδειξεν· ἐγκαρτερήσασαν αἰκίαις πικραῖς καὶ βασάνοις δριμυτάτοις, διπλῷ στέφει δισσῶς σε κατέστεψε, καὶ παρέστησεν ἐκ δεξιῶν Αὐτοῦ, ὡς βασίλισσαν πεποικιλμένην. Αὐτὸν δυσώπησον Κυριακὴ Ἀθληφόρε, τοῖς ὑμνηταῖς σου δοθῆναι σωτηρίαν, καὶ ζωὴν καὶ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Ἀπολυτίκιον Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ως βρύσις πολύκρουνος παρθενομάρτυς Χριστού, κατήρδευσας πάνσοφε την Εκκλησίαν αυτού, και ήθλησας άριστα. έσωσας τους εν σκότει της ειδωλομανίας, αίγλητων σων θαυμάτων, Κυριακή αθλοφόρε. διό εν παρρησία Χριστώ πρέσβευε σωθήναι ημάς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου