Τρίτη 18 Ιουνίου 2019

ΙΟΥΛΙΟΣ 27. ΑΓΙΟΣ ΠΑΝΤΕΛΕΗΜΩΝ ΑΚΟΛΟΥΘΙΑ


+ ΙΟΥΛΙΟΣ ΚΖ΄.
ΠΑΝΤΕΛΕΗΜΩΝ ΑΝΑΡΓΥΡΟΣ

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ὡμολόγησας στεῤῥῶς, Μάρτυς τὴν χριστώνυμον κλῆσιν, μέσον σταδίου ποτέ, τότε ἀπερίτρεπτος, καὶ ἀκατάσειστος, ἀπειλαῖς καὶ κολάσεσι, τῶν ἀντικειμένων, ὤφθης δυναμούμενος, Ἁγίῳ Πνεύματι. ὅθεν, καταισχύνας τὸν ὄφιν, παρὰ τοῦ Χριστοῦ ἐκομίσω, ὦ Παντελεήμων στέφος ἄφθαρτον.

Ὅτε, ἐπὶ βήματος ἑστώς, ἤνοιξας τὸ στόμα σου Μάρτυς, ἐν παῤῥησίᾳ πολλῇ, τότε ὡμολόγησας, Χριστοῦ τὴν δύναμιν, καὶ τὸ μέγα μυστήριον, τῆς οἰκονομίας, τούτου ἀνεκήρυξας, ὡς ῥήτωρ ἔνθεος, ὅθεν, καὶ νομίμως ἀθλήσας, στέφος ἀφθαρσίας ἐδέξω, ὦ Παντελεήμων ἐπουράνιον.

Ὅτε, ηὐτομόλησας καλῶς, εἰς τὸ τῆς ἀθλήσεως σκάμμα, Μάρτυς παναοίδιμε, τότε ὡς ἀπτόητος, λέων διήλεγξας, τὴν εἰδώλων δυσσέβειαν, καὶ ἄθεον πλάνην, πίστιν δὲ ἐκήρυξας, Χριστοῦ τὴν ἔνθεον, ὅθεν, τὸν ἀγῶνα τελέσας, νῦν ἐν οὐρανοῖς συγχορεύεις, ὦ Παντελεήμων θείοις τάξεσιν

Ὅτε, ἡ ἁγία σου ψυχή, ἡ ἀξιωθεῖσα συνεῖναι, τοῖς τῶν Ἀγγέλων χοροῖς, θρόνον τοῦ Δεσπότου σου, περικυκλούντων τε, τοῦ στεφάνους κατέχοντος, τοὺς ἀμαραντίνους, δι’ ὧν σοῦ κατέστεψε, τὴν σεπτὴν κεφαλήν, ὅτι, ἐν τῷ βήματι ἔστης, καὶ ὑπὲρ ἡμῶν ἱκετεύων, ὦ Παντελεήμων ἀξιάγαστε.

Δόξα. Ἦχος δ΄.
Ὡς τοῦ φωτὸς κοινωνός, τὸν τοῦ σκότους προστάτην, μαρτυρικῶς κατετροπώσω, Ἀθλητὰ Παντελεήμων, τὴν κραταιὰν γὰρ τῆς πίστεως περιζωσάμενος δύναμιν, τὴν τῆς σαρκὸς ὑπερέβης ἀσθένειαν, καὶ δυνατὸς ἀπεφάνθης, ἐν τῷ καλῷ ἀγῶνι μακάριε. Καὶ νῦν ἐν μετοχῇ θείᾳ θεούμενος, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκος τοῦ παντουργοῦ, Πνεύματος χρηματίσας, Παντελεήμων μάκαρ, μαρτυρικῶς μετέστης, ἐκ γῆς πρὸς τὰ οὐράνια.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις ἡ κορωνίς, καὶ Ἀναργύρων κλέος, καύχημα τῶν Μαρτύρων, ταμείων ἰαμάτων, καὶ ἀρετῶν θησαύρισμα.

Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Δῆμος ἐν οὐρανοῖς, εὐφραίνεται Ἀγγέλων, δοξολογῶν τὸν Κτίστην, Ἀνάργυρε θεόφρον, ἐπὶ τῇ θείᾳ μνήμῃ σου.

Δόξα. Τριαδικόν.
Ἄναρχε Παντουργέ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ὁμότιμε Θεότης, ἐλέησον Σοὺς δούλους, λιταῖς Παντελεήμονος.

Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, δεδοξασμένη Κόρη, δυσώπει τὸν Υἱόν Σου, σὺν θείῳ Ἀναργύρῳ, ἵλεως πᾶσι γένηται.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’.
Ἀθλοφόρε Ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.









ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια στ’. Ἦχος δ' Ὁ ἐξ ὑψίστου κληθεὶς
Ὁ ἐπαξίως κληθεὶς Παντελεήμων, ὅτε τὸ φιλάνθρωπον πᾶσιν ἐφήπλωσας, τὴν τῶν ψυχῶν ἐπιμέλειαν, καὶ τῶν σωμάτων, τὴν θεραπείαν ἐπιδεικνύμενος, τότε τὴν φερώνυμον κλῆσιν ἐπλούτησας, τῆς ἀρετῆς τὴν ἀντίδοσιν, καὶ εὐσεβείας, ἀντιμισθίαν Μάρτυς εὑράμενος, στεφανηφόρος καὶ ἀήττητος, στρατιώτης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 Ὁ ἰαμάτων τὴν χάριν δεδεγμένος, ὅτε τὴν εὐσέβειαν πάντων προέκρινας, τῆς μητρικῆς ἀντεχόμενος, θεοσεβείας, καὶ πατρικὴν μισήσας δυσσέβειαν, τότε σου τήν ἔνθεον αἴγλην δεδώρηται, τῶν φωτισμάτων ἡ ἄβυσσος, ὁ φωτοδότης, τοῦ Θεοῦ Λόγος ὁ μεγαλόδωρος, θείᾳ προγνώσει προειδώς σου, Παντελεῆμον σοφὲ τὴν λαμπρότητα, ἣν ὑπέδειξας πᾶσιν, εὐσεβῶς, πολιτευσάμενος.

Ὁ ἐξ αΰλων πηγῶν τοῦ σωτηρίου, τῶν θείων ἰάσεων ἀεὶ τὴν χάριν ἀντλῶν, καὶ δαψιλῶς ἀρυόμενος, καὶ διανέμων, τοῖς προσιοῦσί σοι παμμακάριστε, πάντας τούς τὴν ἔνδοξον σοῦ καὶ πανίερον, καὶ φωτοφόρον πανήγυριν, πιστῶς τελοῦντας, χάριτι θείᾳ τούτους καταύγασον, θεομιμήτῳ κεχρημένος, προσωνυμίᾳ σαφῶς καὶ χρηστότητι, ἣν δυσώπησον πᾶσι, δωρηθῆναι τοῖς ὑμνοῦσί σε.

Ἕτερα. Ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Παντολέων τὸ πρότερον, Παντελεήμων δὲ ὕστερον, Χριστὸς σὲ ἐκάλεσε ὅτι ἅπαντας, πιστοὺς σώζεις πανεύφημε, ὡς ἐλεήμων συμπαθής, τοῦ Κυρίου φωνῆς δὲ ἀκουσάσης, καὶ ταύτης δὲ λεγούσης, τοὺς πτωχοὺς οἱ ἐλεοῦντες, δανείζει τοῦτον μακάριε.

Ὁ πανάριστος Μάρτυρας, καὶ Ἀνάργυρος ἔνδοξος, Χριστοῦ ὁ περίδοξος καὶ λαμπρότατος, Παντελεήμων ὁ πάνσοφος, ἀνεδείχθης ἀληθῶς, τῶν Μαρτύρων τὸ καύχημα, τῶν πιστῶν δέ, ἰατρὸς τῶν ἐν νόσοις μαστιζόντων, καὶ ἐν πίστει προσκυνούντων, τῆς σῆς εἰκόνος ἐμφέρειαν.

Τῶν πιστῶν ἅπας σύλλογος, συνευφραίνεται σήμερον, καὶ πανηγυρίζουσι τὰ οὐράνια, ὅτι ἐπέλαμψε ἔνδοξε, ἡ σὴ μνήμη ἡ σεπτή, Παντελεήμων Ἀνάργυρε, καὶ προστρέχομεν, ἐν ναῷ σου τῷ θείῳ ἐκβοῶντες, ἀπὸ πάσης ἐπηρείας, ἡμᾶς ἐκλύτρωσαι Ἅγιε.

Δόξα. Ἦχος πλ. β'
Ἐξέλαμψε σήμερον, ἡ σεβάσμιος μνήμη τοῦ Ἀναργύρου, τοὺς πιστοὺς συγκαλοῦσα πρὸς εὐωχίαν μυστικήν, καὶ πρὸς πανήγυριν ἑόρτιον ἄγουσα, τῶν φιλεόρτων τὰ συστήματα, Ἐπέστη γὰρ ἡμῖν θαυματουργὸς ἰατρός, τὰς νόσους πάντων ἰώμενος, Παντελεήμων ὁ στεῤῥὸς ἀθλητής, καὶ πρεσβεύει ἐκτενῶς τῷ Κυρίῳ, εἰς τὸ σωθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα. Ἦχος α',
Ἀγῶνα καλὸν ἠγωνίσω, καὶ δρόμον τετέλεκας τοῦ μαρτυρίου σου, Μάρτυς Παντελεῆμον· διὸ ἐν ὑψίστοις μέτ' Ἀγγέλων χορεύεις, ἀντάξια τῶν πόνων σου, εἰληφὼς τὰ ἄνω βασίλεια. Ἀλλὰ πρέσβευε, Ἰατρὲ παμμακάριστε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος β',
Ἀναργύρως τὴν χάριν παρέχεις τοῖς ἀνθρώποις, Παντελεῆμον Μάρτυς ἔνδοξε, καὶ πνεύματα διώκεις, τῇ ἐπικλήσει Χριστοῦ, καὶ τυφλοῖς ἀναβλέπειν δεδώρησαι, ὡς αὐτοῦ θεράπων γνήσιος. Ἀλλὰ πρέσβευε Ἰατρέ, παμμακάριστε, τοῦ δωρηθῆναι τῷ κόσμῳ, εἰρήνην σταθηράν, καὶ τοῖς σὲ ποθοῦσι μέγα ἔλεος.

Ἀπεσείσω τὴν πλάνην τοῦ πατρὸς πανένδοξε, καὶ τοὺς λόγους τῆς μητρὸς ἐμφρόνως δεξάμενος, ὑπὲρ χρυσίον ἐκαρποφόρησας, κατὰ τὴν τοῦ Κυρίου φωνήν, καὶ Ἰατρός ἄριστος ἐδείχθης, Παντελεῆμον Μάρτυς ἔνδοξε. Βαίνων δὲ ἐν χάριτι ἐν τῇ ὁδῷ, εὗρες κείμενον χαμερπὲς νήπιον, ὑπὸ ἐχίδνης δηχθέν, καὶ πρὸς Θεὸν εὐξάμενος, καὶ ἐκτενῶς δυσωπήσας, εὐθὺς τὸν παῖδα ἀνέστησας, καὶ τὸ θηρίον διεσπάραξας. Διὸ μνημόνευε καὶ ἡμῶν, τῶν ἐν πίστει σου τελούντων τὸ μνημόσυνον.
Μητρὸς εὐσεβοῦς ἐπιποθήσας πίστιν, τοῦ πατρὸς διωρθώσω τὴν ἀσέβειαν· ταῖς γὰρ Ἑρμολάου στηριχθεὶς διδασκαλίαις, ἐν τούτῳ καὶ τὸ Βάπτισμα ἐτέλεσας, Παντελεῆμον Μάρτυς ἔνδοξε, τοῦ ἐλεήμονος Θεοῦ, τῶν νοσούντων θεραπευτά, καὶ τῶν παθῶν διώκτα. Πρέσβευε λυτρωθῆναι ἐκ περιστάσεως, τοὺς ἐν πίστει τελοῦντας, τὴν ἀεισέβαστον Μνήμην σου.

Ἦχος πλ. Α',
Ἡ παμφαὴς τοῦ Μάρτυρος μνήμη, λάμπει ὡς ἥλιος τοῖς πέρασι, καὶ ἀπαύστως δᾳδουχεῖ τοῖς πιστοῖς τὰ ἰάματα, νόσους ἀποσοβοῦσα, καὶ πάθη θεραπεύουσα· ἱκετεύει γὰρ ἀεὶ Παντελεήμων τῷ Χριστῷ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. Α'
Δεῦτε φιλομάρτυρες, ὁμοφρόνως ἅπαντες εὐφημήσωμεν, τὸν τοῦ Χριστοῦ, Ἀθλοφόρον, τὸν ὑπὲρ τῆς εὐσεβείας καλῶς ἀγωνισάμενον, καὶ τὸ βραβεῖον τῆς νίκης ἀναδησάμενον, τὸν φωστῆρα τῆς οἰκουμένης, καὶ ἀειλαμπῆ ἀστέρα τῆς Ἐκκλησίας· διὸ καὶ πρὸς αὐτὸν βοῶντες εἴπωμεν· Παντελεῆμον Μάρτυς ἔνδοξε, γενοῦ ἡμῶν ψυχῶν τε καὶ σωμάτων σωτηρία, καὶ σκέπη ἀσάλευτος, πρεσβεύων πρὸς Κύριον ὑπὲρ ἡμῶν ἀδιαλείπτως, εἰς τὸ σωθῆναι ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον Ἦχος α' Τῶν οὐρανίων ταγμάτων
Παντελεήμονος μνήμην, τοῦ ἐλεήμονος, μέτ' ἐγκωμίων ἄγειν, φιλομάρτυσι χρέος· οὗτος γὰρ τὸν μόνον ἐν οἰκτιρμοῖς, καὶ ἐλέει ἀνείκαστον, τῇ συμπαθείᾳ ζηλώσας τὴν παρ' αὐτοῦ, θείαν χάριν ἐκομίσατο.

Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τὴν κατὰ γνώμην σὺ χάριν, ἐφιλοσόφησας, ἐμμελετῶν τῇ πράξει, ἣν ἐπίβασιν εὗρες, μάκαρ θεωρίας τῆς ἀληθοῦς, εὐεργέτης γενόμενος, τῶν κακουμένων ἐν νόσοις παντοδαπαῖς, Χριστὸν ἔχων θεῖον φάρμακον.

Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Τὶς ἂν ἀξίως τοὺς ἄθλους ἐκδιηγήσαιτο, Παντελεῆμον Μάρτυς, οὓς ἀνέτλης γενναίως, ἅπασαν ἰδέαν τιμωριῶν, ἀπελέγξας ἀνίσχυρον, πρὸς τὸν ἑνόντα σοι πόθον ὑπέρ Χριστοῦ, τοῦ σὲ νῦν ἀντιδοξάζοντος.

Δόξα. Ἦχος πλ. δ'
Μητρικὴν ἀγαπήσας εὐσέβειαν, τὴν τοῦ πατρὸς διωρθώσω ἀσέβειαν, τῷ ἰατρῷ τῶν ψυχῶν στρατευσάμενος, ἰατρικῶς σεαυτὸν ἐξεπαίδευσας, καὶ θείᾳ χάριτι ἐν ἀμφοτέροις εὐδοκιμῶν, τῶν παθῶν ὀλοθρευτής, καὶ τῶν ψυχῶν θεραπευτὴς ἀναδέδειξαι. Ἀλλ' ὡς ἐν ἄθλοις τὸ εὔτονον, καὶ ἐν πρεσβείαις τὸ ἔμμονον κεκτημένος, Παντελεῆμον Μάρτυς τοῦ Χριστοῦ, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τὰ οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’.
Ἀθλοφόρε Ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα  Ἦχος α'  Τὸν τάφον σου Σωτὴρ
Μητρὸς τὸ εὐσεβές, ἀγαπήσας παμμάκαρ, πατρὸς τὸ ἀσεβές, εὐσεβῶς διωρθώσω· ὅθεν καὶ χάριν εἴληφας, ἐκ Θεοῦ παντοκράτορος, τὰ νοσήματα, τῶν ἀσθενῶν θεραπεύειν, Μάρτυς ἔνδοξε, Παντελεῆμον τῶν πίστει, θερμῇ προστρεχόντων σοι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ σε δοξάζουσι.



Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὡς στρατιώτην τοῦ Χριστοῦ ἀκαθαίρετον, καὶ ἀθλοφόρον οἱ πιστοὶ γενναιότατον, σὲ εὐφημοῦμεν ἅπαντες, Μαρτύρων καλλονὴ πίστει ἑορτάζοντες, τὴν ἁγίαν σου μνήμην, Μάρτυς παναοίδιμε, τοὺς σεπτοὺς δὲ ἀγῶνας, μελῳδικῶς δοξάζομεν σοφέ, καὶ τὸν Σωτῆρα Χριστὸν μεγαλύνομεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τὶς ἐξειπεῖν δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν. Ἀλλὰ τῇ σῇ πρεσβείᾳ ἀγαθή, τούτων μοι πάντων τὴν λύτρωσιν δώρησαι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα  Ἦχος δ' Ἐπεφάνης σήμερον
Ἑορτάζει σήμερον ἡ οἰκουμένη, τοὺς σεπτοὺς ἀγῶνάς σου Παντελεῆμον ἀθλητά, τὸν ζωοδότην δόξάζουσα, τὸν σὲ προστάτην θερμὸν ἀναδείξαντα.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὰς ἀχράντους χεῖράς σου, Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ σέ, καὶ τῷ Υἱῷ σου κραυγάζοντας· Πᾶσι παράσχου Χριστὲ τὰ ἐλέη σου.

Εἶτα, οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον Ἦχος δ': Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον.
Ὁ Ν’ ψαλμός.
Δόξα... Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β'. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ἐλεήμονα Χριστόν, Παντελεῆμον νῦν ἐκδυσώπει, θεῖε Ἰατρέ, ἀπαλλάξαι με παθῶν καὶ ἐλεῆσαί με.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Παντελεήμονα τὸν πανάριστον Μάρτυρα μέλπω. Θεοφάνους.
ᾨδὴ α' Ἦχος β' Ἐν βυθῷ κατέστρωσε ποτέ
Προσελθὼν προθύμως τῷ Χριστῷ, πρὸ τῆς τελειώσεως, τῆς ἐν Χριστῷ, τὸν νεκρὸν πρώην ἤγειρας· νῦν δὲ με πανόλβιε, νεκρωθέντα τῆς ἁμαρτίας τῷ δήγματι, ταῖς σαῖς ἱκεσίαις, ὦ Παντελεῆμον ζωοποίησον.
Ἀνατείλας οἷά περ ἀστήρ, φέρων ἐν νεότητι, πρεσβυτικὴν καὶ θεόφρονα σύνεσιν, καλλονῇ τε σώματος, τὴν εὐπρέπειαν τῆς ψυχῆς ἐπικτώμενος, τῷ δεδοξασμένῳ, Λόγῳ καθωράθης ὡραιότατος.
Νεκρωθεὶς τῷ κόσμῳ καὶ Χριστόν, Μάκαρ ἐνδυσάμενος, διὰ λουτροῦ τοῦ Βαπτίσματος γέγονας, θεοφόρον ὄργανον, καὶ δοχεῖον τῆς ἐνεργείας τοῦ Πνεύματος, πάντας θεραπεύων, πάντων ἰατρεύων τὰ νοσήματα.
Τὴν σοφίαν φίλην σεαυτῷ, περιποιησάμενος, καὶ κοινωνὸν τῆς ζωῆς ἐπαγόμενος, ὑπ' αὐτῆς τετίμησαι, καὶ στεφάνῳ τῷ τῶν χαρίτων κεκόσμησαι, θείας ἀγλαΐας, Μάκαρ ἀποστίλβων τῇ λαμπρότητι.
Θεοτοκίον
Εὐλογίαις Πάναγνε σεμνή, φύσιν τὴν ἐπάρατον, παρακοῇ γενομένην τοῦ Κτίσαντος, τὸν Χριστὸν γεννήσασα, ἐστεφάνωσας, καὶ φθορᾶς ἠλευθέρωσας· ὅθεν γεγηθότες, πάντες οἱ πιστοὶ σε μακαρίζομεν.
Καταβασία
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ᾨδὴ γ', Ἐξήνθησεν ἡ ἔρημος
Λογίων τῶν τοῦ Πνεύματος, ἐπακούσας γέγονας, ὡς γῆ καλὴ καὶ εὔκαρπος, δεξαμένη σπόρον πολύτιμον, καὶ τεκοῦσα τρισμάκαρ σωτηρίαν ψυχῶν.
Ἐνέκρωσας τὸ φρόνημα, δρακοντείου δήγματος, καὶ τὴν ψυχὴν ἐζώωσας, θεοπνεύστως ἀναγεννώμενος, καὶ Βασιλεῖ τῶν ὅλων παριστάμενος.
Ἠλλοίωσας τὸ ἄθεον, τῶν τυράννων πρόσταγμα, καὶ τῷ Χριστῷ προσέδραμες, ἀντὶ πάντων τοῦτον κτησάμενος, καὶ γέγονας θεόφρον μεγαλέμπορος.
Μητρός σου τὴν εὐσέβειαν, ἀγαπήσας, Ἔνδοξε, τὴν πατρικὴν ἐμίσησας, ἀθεΐαν τὴν πολυτάραχον, ὡς ἐχέφρων τὸ κρεῖττον ἐκλεξάμενος.
Θεοτοκίον
Ὁ φέρων θείῳ νεύματι, πᾶσαν κτίσιν Κύριος, ἐν ταῖς χερσὶ βαστάζεται, σοῦ Παρθένε, ὃν νῦν δυσώπησον, ῥυσθῆναι ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν.
Καταβασία
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Κάθισμα Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον
Μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, καὶ τὴν πίστιν κηρύξας τῷ σῷ πατρί, ἀνείλκυσας πανεύφημε, τοῦ βυθοῦ τῆς ἀγνοίας, καὶ τυράννων μὴ πτήξας, τὸ ἄθεον φρόνημα, τῶν δαιμόνων κατῄσχυνας, τὸ ἀνίσχυρον θράσος· ὅθεν καὶ τὴν χάριν, ἐκ Θεοῦ ἐκομίσω, ἰᾶσθαι νοσήματα, τῆς ψυχῆς καὶ τοῦ σώματος, Παντελεῆμον πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα βαστάζοντα· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

ᾨδὴ δ', Ἐλήλυθας, ἐκ Παρθένου
Νυττόμενος, τοῦ Δεσπότου τῷ πόθῳ διέσπειρας, τὸν πλοῦτον τοῖς πένησι, σαυτὸν γυμνάζων πρὸς ἄθλησιν, ἥνπερ καὶ διήνυσας, τὰς δι' αἰῶνος ἐλπίδας προορώμενος.
Αἰνέσεως, τῷ Θεῷ τὴν θυσίαν προσήνεγκας, σαφῶς βδελυξάμενος, τὰ τῶν εἰδώλων σεβάσματα, ὅλον δὲ τὸ φρύαγμα, τῶν ἀσεβῶν Ἀθλοφόρε κατεπάτησας.
Τετρωμένοις, βασκανίᾳ καὶ φθόνῳ μαχόμενος, τὴν ἀκαταμάχητον, τούτοις ἀντέστησας δύναμιν, Μάρτυς καὶ νενίκηκας, τὴν δυσσεβῆ τυραννίδα τροπωσάμενος.
Ὁ πρεσβύτου, Συμεὼν ἐν ἀγκάλαις κρατούμενος, πρεσβύτου σε ῥήμασι, Παντελεῆμον ἐζώγρησε, θείαν πρὸς ἐπίγνωσιν, καὶ πρὸς πολλῶν σωτηρίαν καὶ ἐκλύτρωσιν.
Θεοτοκίον
Νεάνιδες, καὶ παρθένοι ὀπίσω σου ἔδραμον, Παρθένον νεάνιδα, σὲ καὶ Μητέρα θεώμεναι· μόνη γὰρ ἀμφότερα, εἰς ἓν συνῆψας ἀφράστως Θεονύμφευτε.
Καταβασία
Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε.

ᾨδὴ ε', Ὁ φωτισμὸς
Περιχαρῶς, τοὺς ἀγῶνας ὑπέδυς τοῦ μαρτυρίου, περιπεφραγμένος δυνάμει θείᾳ, καὶ καρτερίᾳ σταθερᾷ τὰς βασάνους, ὑπομένων, χαίρων ἐκραύγαζες· Ἕτερον ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.
Ἀθλητικῶν, προϊστάμενος Μάκαρ ἀγωνισμάτων, θείᾳ δυναστείᾳ περιεγένου, τῆς των ἀθέων δυσσεβοῦς τυραννίδος, καὶ μανίας τῆς δεισιδαίμονος, τὸν ἀγωνοθέτην, Χριστὸν ἐνδυσάμενος.
Νεανικήν, σὺ τὴν ἔνστασιν ἔχων καὶ ῥωμαλέον, ψυχῆς τὸ ἀνάστημα κεκτημένος, πᾶσαν αἰκίαν ῥωμαλέως ὑπέστης, καὶ ἀνδρείῳ Μάκαρ φρονήματι, χάριτι τοῦ θείου, Σταυροῦ κρατυνόμενος.
Ἀσυμφανῆ, διεκρούσατο λέσχην τῶν πλανωμένων, τῇ ἐπουρανίῳ διδασκαλίᾳ, ὁ Ἀθλοφόρος, καὶ πολλοῖς σωτηρίας, παραδόξου γέγονε αἴτιος, τῇ σῇ συνεργείᾳ Χριστὲ δυναμούμενος.
Θεοτοκίον
Ῥήσεις σοφῶν, καὶ αἰνίγματα πάντων δεδοξασμένη, καὶ τῶν Προφητῶν αἱ προαγορεύσεις, σὲ προετύπουν, προφανῶς ἐπ' ἐσχάτων, ἐσομένην Θεοῦ γεννήτριαν· ἄλλην γὰρ ἐκτός σου, ἁγνὴν οὐ γινώσκομεν.
Καταβασία
Ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνεῖ σὲ Χριστέ, τὸν Δημιουργόν, ἐν τῷ φωτί σου, τὰς ὁδοὺς ἡμῶν εὔθυνον.

ᾨδὴ ς', Ἐν ἀβύσσῳ πταισμάτων
Ἰνδαλμάτων τῆς πλάνης κατέπτυσας, καὶ κορυφουμένην ἀπάτην κατήργησας, θαυματουργῶν ἐξαίσια, καὶ τελῶν τὰς ἰάσεις θεόσοφε.
Στεφανίτης ἐδείχθης πανάριστος· σὺ διὰ πυρὸς γὰρ διῆλθες καὶ ὕδατος, καὶ ἐν τροχῷ τεινόμενος, παραδόξως ἀνεῖλες τοὺς ἄφρονας.
Τῶν τυράννων τὸ θράσος κατέβαλες, τὰς δυσφορωτάτας αἰκίας τοῦ σώματος, τῇ τῆς ψυχῆς στεῤῥότητι, διαθλήσας θεόφρον ἐν χάριτι.
Θεοτοκίον
Ὁ κατέχων τὸν γῦρον τῆς γῆς ὡς Θεός, ἐν ταῖς σαῖς ἀγκάλαις Ἁγνὴ περιέχεται, περιγραφῇ τοῦ σώματος, ὁ τῇ θείᾳ μορφῇ ἀπερίγραπτος.
Καταβασία
Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρός Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Κοντάκιον Ἦχος πλ. α' \
Μιμητὴς ὑπάρχων τοῦ Ἐλεήμονος, καὶ ἰαμάτων τὴν χάριν παρ' αὐτοῦ κομισάμενος, ἀθλοφόρε καὶ Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, ταῖς εὐχαῖς σου, τὰς ψυχικὰς ἡμῶν νόσους θεράπευσον, ἀπελαύνων τοῦ ἀεὶ πολεμίου τὰ σκάνδαλα, ἐκ τῶν βοώντων ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος
Τοῦ Ἀναργύρου τὴν μνήμην, τοῦ γενναίου τὴν ἄθλησιν, τοῦ πιστοῦ τὰς ἰατρείας, εὐσεβῶς ὑμνήσωμεν φιλόχριστοι, ἵνα λάβωμεν ἔλεος, μάλιστα οἱ βορβορώσαντες, ὡς κἀγώ, τοὺς ἑαυτῶν ναούς· ψυχῶν γὰρ καὶ σωμάτων ὁμοῦ τὴν θεραπείαν περέχει. Σπουδάσωμεν οὖν, ἀδελφοί, ἐν ταῖς καρδίαις ἡμῶν ἔχειν τοῦτον ἀσφαλῶς, τόν ῥυόμενον ἐκ πλάνης τοὺς βοῶντας ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.






Συναξάριον.
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.
Γαλακτόμικτον, Μάρτυς, αἷμα σῆς κάρας,
Δι' ἣν ὑδατόμικτον ὁ Χριστὸς χέει.
Φάσγανον ἑβδομάτῃ λάχεν εἰκάδι Παντελεήμων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὑπὸ τοῦ Ἁγίου Παντελεήμονος ἰαθεὶς τυφλὸς ξίφει τελειοῦται.
Αὐγὴν ἐφευρὼν σαρκικῶν τυφλὸς λύχνων,
Καὶ ψυχικὴν ἤθρησεν αὐγὴν ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Ἀνθούσης τῆς ὁμολογητρίας, τῆς ἐν τῇ μονῇ τοῦ Μαντινέου.
Χριστὸς μὲν αἰνεῖ Ἀνθοῦσα παρὰ πλάνοις,
Χριστὸς δὲ αὖθις Ἀνθοῦσαν παρ’ Ἀγγέλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι πεντήκοντα τρεῖς μάρτυρες, οἱ ἐκ τῆς Θράκης, ἐν τῇ θαλάσσῃ τελειοῦνται.
Θαλασσοάθλους ἰσαρίθμους, Χριστέ μου,
ἄγρᾳ θαλάσσης Τιβεριάδος, δέχου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μανουήλ.
Εἴκειν λογισμῷ Μανουὴλ πείσας πάθη,
παθῶν ὑπῆρξε πρὶν θανεῖν αὐτοκράτωρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Χριστόδουλος ὁ ἐκ Κασάνδρας, ἐν Θεσσαλονίκῃ, ἐν ἔτει 1777ῳ, ἀγχόνῃ τελειοῦται.
Ὁ Χριστόδουλος σταυρὸν αἴρων, ἀγχόνην,
στεῤῥῶς ὑπῆλθε, δοῦλος ὡς Χριστὸς μέγας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ Νόβγκοροντ, τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλλοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ',  Εἰκόνος χρυσῆς
Νομίμως ἀθλῶν, καὶ νικήσας τὸν ἐχθρόν, λιμὴν πανεύδιος, τοῖς ἐν θαλάσσῃ Παναοίδιμε, χειμαζομένοις γεγένησαι, φῶς δὲ τοῖς ἐν σκότει τοῦ βίου, οὓς καὶ μέλπειν ἐδίδαξας· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται νῦν, Μακαριώτατε, ἀπολαβόντι τὴν τρισόλβιον, καὶ μακαρίαν ἐλπίδα σου, τὴν ἀποκειμένην τοῖς πίστει, τῷ Κυρίῳ κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἁγίων ψυχαί, καὶ Δικαίων οἱ χοροὶ καὶ ἡ ἀσώματος, τάξις Ἀγγέλων προσεδέξαντο, συγχορευτὴν σε Μακαριε· ξίφει γὰρ τμηθεὶς τὸν αὐχένα, μελῳδεῖς ἀγαλλόμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ῥομφαία τὸ πρίν, ἡ τοῦ ξύλου τῆς ζωῆς, ἡμᾶς χωρίσασα, νῦν στρεφομένη ὑποδέχεται, τοὺς σημανθέντας τῷ αἵματι, τῷ ἐκ τῆς πλευρᾶς τοῦ Υἱοῦ σου, προελθόντι Πανάμωμε, εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.
Καταβασία
Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η', Τὸν ἐν καμίνῳ τοῦ πυρὸς
Τὸ περιδέξιον τῆς σῆς, εὐφυΐας ψυχικὴν ἀμβλυωπίαν, τοῦ πατρὸς θεραπεύει, ἀποδιδούσης τὸ φῶς, τοῖς πίστει Παμμάκαρ προστρέχουσι, καὶ πρὸς τὸν Σωτῆρα Χριστόν καθοδηγούσης.
Ὑπὲρ Χριστοῦ σφαγιασθείς, πρὸς αἰώνιον ζωὴν διεβιβάσθης, καὶ θεόκλητος ὤφθης, προσηγορίᾳ Χριστοῦ, τῇ θείᾳ, θεόφρον τιμωμενος, καὶ ὑπερυψῶν τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥητορικὴν ἀποβαλών, καὶ δεινὴν τῶν σοφιστῶν, ἀδολεσχίαν, τῇ Χριστοῦ ἐπικλήσει, τῶν ἐπωδύνων παθῶν, τὰς ῥίζας ἐκτέμνεις ἰώμενος, τοὺς ὑπερυψοῦντας Χριστόν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἀθανασίας διαυγῆ, ἐπιστάμεθα πηγὴν σε Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον, τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τούς αἰῶνας.
Καταβασία
Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ᾨδὴ θ', Ἀνάρχου Γεννήτορος
Μετέστης γηθόμενος, πρὸς ὀρεκτῶν τὸ ἔσχατον, ἔνθα κατασκηνώσας Μακαριώτατε, τὸ μακαριώτατον τέλος ἀπολαβεῖν ὄντως ἠξιώθης, συνὼν τῷ Δεσπότῃ σου, εἰς αἰῶνα τὸν ἀπέραντον.
Ἐφέσεως ἔτυχες, καὶ πόθου σου πληρώσεως, συσταζόμενος ἔτι θερμῷ τῷ αἵματι, τῷ ὑπὲρ Χριστοῦ κενωθέντι, καὶ δι' αὐτὸν παμμάκαρ χυθέντι, παρ' οὗ χαίρων εἴληφας, τοὺς στεφάνους τῶν ἀγώνων σου.
Λεόντων τὰ χάσματα, καὶ τῶν θηρῶν τὰ στόματα, Δανιὴλ ὥσπερ πάλαι σὺ ἐχαλίνωσας· οἶδε γὰρ αἰδεῖσθαι Μαρτύρων, τὴν ἀρετὴν καὶ ἄλογος φύσις· διὸ σε Πανεύφημε, συνελθόντες μακαρίζομεν.
Πλουσίαν χρηστότητα, σοὶ ὁ Χριστὸς χαρίζεται, θησαυρὸν ἰαμάτων ἡμῖν δωρούμενος, καὶ Παντελεήμονα θέσει, σὲ παρασχὼν παντὶ θλιβομένῳ, λιμένα τε εὔδιον, καὶ προστάτην καὶ συλλήπτορα.
Θεοτοκίον
Ὡς πόκος Πανάμωμε, τὸν ὄμβρον τὸν οὐράνιον, ἐν γαστρὶ συλλαβοῦσα ἡμῖν ἐκτέτοκας, τὸν τὴν ἀμβροσίαν διδοῦντα, τοῖς ὡς Θεὸν αὐτὸν ἀνυμνοῦσι, καὶ σὲ τὴν πανύμνητον, Θεοτόκον καταγγέλλουσιν.
Καταβασία
Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.

Ἐξαποστειλάριον Ἦχος β' Τοῖς Μαθηταῖς συνέλθωμεν
Παντελεῆμον πάνσοφε, τῶν σεπτῶν Ἀναργύρων, τὸ ἱερὸν ἀγλάϊσμα, καὶ τῶν θείων Μαρτύρων, καὶ χριστωνύμων τὸ κλέος, οὐρανόθεν τὰς νίκας, τῷ Βασιλεῖ πρυτάνευσον, καὶ εἰρήνην τῷ κόσμῳ, καὶ τοῖς πιστῶς, σὲ ὑμνοῦσιν, Ἅγιε, σωτηρίαν, μετὰ τῆς Θεομήτορος, ὑπὲρ πάντων πρεσβεύων.

Αἶνοι. Ἦχος πλ. δ' Ὢ τοῦ παραδόξου θαύματος
Ἔλεος Θεοῦ μιμούμενος, Παντελεήμων σαφῶς, ὠνομάσθης κατάλληλον, προσλαβὼν τὸ ὄνομα, καὶ συμβαῖνον τῷ πράγματι· ὡς συμπαθὴς γάρ, ἐλεεῖς ἅπαντας, διπλῆν παρέχων τούτοις τὴν ἴασιν, τρέφων ἰώμενος, καὶ πρὸς γνῶσιν, Ἔνδοξε, καθοδηγῶν, θείαν καὶ ὑπέρλαμπρον, Χριστοῦ πανόλβιε. (Δίς)

Ἔργον προνοίας τῆς ἄνωθεν, τὸ ἐπὶ σοὶ γεγονός, τηλαυγῶς ἀναδέδεικται· τῶν σωμάτων πάθη γάρ, θεραπεύειν σαφέστατα, Παντελεῆμον ἐκδιδασκόμενος, ψυχῶν ἐδείχθης ἰατρὸς ἕτοιμος, λόγῳ τῆς χάριτος, ἰατρεύων ἅπαντας, καὶ ζοφερᾶς, πλάνης ἐκλυτρούμενος, τοὺς σοὶ προστρέχοντας.

Κάλλει θεόφρον τοῦ σώματος, τὴν ψυχικὴν καλλονήν, εὐθυβόλως ἀντέθηκας, καὶ φρενῶν εὐπρέπειαν, τῆς σαρκὸς ὡραιότητι, καὶ τοὺς ὁρῶντας Μάρτυς κατέπληξας, τερατουργίαις λάμπων καὶ θαύμασιν, ἄνθει νεότητος, πρεσβυτέρων σύνεσιν, προσειληφώς, πίστει τε καὶ χάριτι, καταλαμπόμενος.






Δόξα. Ἦχος δ'
Σήμερον ἐξέλαμψε, τοῦ Ἀθλοφόρου ἡ μνήμη. Δεῦτε πιστοὶ πνευματικῶς εὐφρανθῶμεν, καὶ τοῖς ᾄσμασι τοῦτον καταστέψωμεν· τὸν γὰρ ἀόρατον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ ἀνδρικῶς ἐτροπώσατο, καὶ τῶν τυράννων τὰς ἀπείρους βασάνους μὴ δειλιάσας, νομίμως τὸ βραβεῖον ἐδέξατο τῆς ἄνω κλήσεως, καὶ νῦν μέτ' Ἀγγέλων εἰς αἰῶνας συναγάλλεται. Ἀλλ' ὦ Μάρτυς τοῦ Χριστοῦ Παντελεῆμον, Ἰατρὲ τῶν νοσούντων, καὶ λιμὴν τῶν χειμαζομένων, μὴ διαλίπῃς πρεσβεύων τῷ ἐλεήμονι Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Μεγάλη Δοξολογία

Ἀπολυτίκιον. Ἦχος γ’.
Ἀθλοφόρε Ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου