ΟΚΤΩΒΡΙΟΣ Ι΄
ΠΙΝΥΤΌΣ ΕΠΙΣΚΟΠΟΣ ΚΝΩΣΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Μητρ. Ῥόδου Κυρίλλου)
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Τριήμερος ἀνέστης.
Ἐν ὕμνοις ἐγκωμίων πιστοί, τὸν θεῖον εὐφημήσωμεν, Ἱεράρχην ἐκβοῶντες εὐλαβῶς· ὦ Πινυτὲ θεόφρον, ἡμῶν μὴ ἐπιλάθῃ, ἐν ταῖς εὐχαῖς σου πρὸς τὸν Κύριον.
Ἡ Κρήτη σε γεραίρει λαμπρῶς, Κνωσοῦ τὸν πνευματέμφορον, ποιμενάρχην θεοφόρε Πινυτέ, ὅτι τῶν διδαχῶν σου, ἀπήλαυσεν ἐνθέως, τῇ εὐδοκίᾳ τοῦ Παντάνακτος.
Τοῦ Πνεύματος ἡ χάρις ἐν σοί, σκηνώσασα ἀνέδειξε, λειτουργόν σε μυστηρίων τῶν φρικτῶν, ψυχῶν τε κυβερνήτην, ὦ Πινυτὲ καὶ θεῖον, Χριστοῦ τῆς πίστεως διδάσκαλον.
Τὸ τάλαντον αὐξήσας τὸ σόν, τὸ εὖ σοι δοῦλε γένοιτο, ἠξιώθης ἐπακοῦσαι Πινυτέ, καὶ ἔνδον τῆς ἀφράστου, χαρᾶς καὶ εὐφροσύνης, εἰσῆλθες Πάτερ δοξαζόμενος.
Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ, τῆς σωφροσύνης τὸν πλοῦτον, φερωνύμως φυλάξας ἀσύλητον, ἔσχες ἐν σοὶ ἐνοικοῦν, τὸ Πνεῦμα τὸ Παράκλητον. Καὶ παρ’ Αὐτοῦ τῆς σοφίας, λαβὼν τὰ χαρίσματα, πρὸς τὰς νομὰς τοῦ σωτηρίου, τὴν λαχοῦσάν σοι ποίμνην ἐποίμανας. Νῦν δὲ Θεῷ παριστάμενος, αἴτει ἡμῖν συμπαθῶς, ἱλασμὸν ἁμαρτιῶν καὶ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ὦ Πινυτέ, Κνωσοῦ ὁ Ἱεράρχης, ὁ κατηγλαϊσμένος· ἡμῶν μὴ ἐπιλάθῃ, πιστῶς ἀνευφημούντων σε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Κῆρυξ ὦ Πινυτέ, ἐν Πνεύματι Ἁγίῳ, ὀφθεὶς τῆς ἀληθείας, πληθὺν Χριστῷ προσῆξας, σωθέντων διὰ πίστεως.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ἔσοπτρον ὁ Χριστός, τῆς ἀρετῆς εὑρών σε, ἀνέδειξε ποιμένα, τῆς ἐν Κνωσῷ ἁγίας, αὐτοῦ ποίμνης μακάριε.
Δόξα. Τριαδικόν.
Ἄναρχε Βασιλεῦ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ παντουργὸς Θεότης, εὐχαῖς τοῦ Ἱεράρχου, δὸς πᾶσι τὰ ἐλέη Σου.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ τὴν χαράν, κυήσασα τῷ κόσμῳ, καὶ παύσασα τὴν λύπην, Θεόνυμφε Μαρία, τῆς Εὔας τῆς προμήτορος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σωφροσύνῃ κοσμήσας φερωνύμως τὸν βίον σου, θεῖος τῆς Κνωσοῦ Ἱεράρχης, Πινυτὲ ἀναδέδειξαι· καὶ ἥλιος καθάπερ νοητός, ἀνέτειλας τῆς γνώσεως τὸ φῶς, διαλύων τὰς νεφώσεις τῶν ἁλλοφύλων αἱρέσεων. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν χάριν καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν εὐσεβῶν αἱ χορεῖαι δεῦτε συνδράμωμεν, τελοῦντες ὁλοθύμως, τὴν ὑπέρλαμπρον μνήμην, τοῦ θείου Ἱεράρχου πίστει θερμῇ, πρὸς αὐτὸν ἀνακράζοντες· ἀπὸ κινδύνων διάσωσον Πινυτέ, ἡμᾶς πάντας τῇ πρεσβείᾳ σου.
Ὁ τῆς Κνωσοῦ ποιμενάρχης Ἱεραρχῶν ὁ φωστήρ, ὁ τῆς ἁγνείας κῆρυξ, ἀληθείας τὸ στόμα, ὑμνείσθω ἐγκωμίοις χαρμονικῶς, Πινητὸς ὁ θαυμάσιος, ὅτι πρεσβεύει ἀπαύστως ὑπὲρ ἡμῶν, τῷ Θεῷ τῷ Παντοκράτορι.
Ἐν ἀρεταῖς ὑπερλάμπροις τὸν τῆς σοφίας σου, καταγλαΐσας λόγον, Πινυτὲ θεομάκαρ, ἐποίμανας ἀξίως πρὸς τὰς νομάς, εὐσεβείας καὶ πίστεως, τὴν ἐν Κνωσῷ ἐκλογάδα τοῦ Ἰησοῦ, παρὰ πάντων θαυμαζόμενος.
Ὡς σωφροσύνης ὑπάρχων θεῖος ἐπώνυμος, ἐπὶ τῶν ἔργων ὤφθης, ἀληθέστατα σώφρων, θεόφρον Ἱεράρχα καὶ ἑαυτόν, συνεργίᾳ τῆς χάριτος, σώφρονος βίου παρέστησας Πινυτέ, ἀκριβέστατον παράδειγμα.
Αἱρετικῶν μωρολόγων τὸ θράσος ᾔσχυνας, ὀρθοτομήσας Πάτερ, τὸν τῆς πίστεως λόγον, καὶ ῥήμασιν ἁγίοις σῶν διδαχῶν, τοῦ Χριστοῦ τῆς κενώσεως, τοῦ μυστηρίου ἐδείχθης διερμηνεύς, Πινυτὲ πνευματοδίδακτος.
Τῶν ἀρετῶν ταῖς ἰδέαις κατακοσμούμενος, τοῦ Πνεύματος ἐδέξω, οὐρανόθεν τὴν χάριν· ἐντεῦθεν θεοφόρος ἀρχιερεύς, Πινυτὲ ἐχρημάτισας, καὶ τῷ Θεῷ ἐλειτούργησας καθαρῶς, ἐπὶ γῆς καθάπερ ἄγγελος.
Δόξα. Ἦχος πλ. Δ’.
Εὐαγγελίου τῷ νόμῳ ῥυθμίσας τὸν βίον σου, τῶν ἀρετῶν ἀνῆλθες εἰς ἀκρώρειαν, καὶ ποιμαντικῶς ἐν τῇ Ἐκκλησίᾳ διέπρεψας, Πινυτὲ ἀξιοθαύμαστε· ἀνὴρ γὰρ φρόνιμος ἀναδειχθείς, ἐν τῇ τηρήσει τῶν θείων ἐντολῶν, ὡς ποιμὴν καλὸς καὶ διδάσκαλος, τοὺς ἀπογεγραμμένους τοῦ Χριστοῦ ὀνόματι, σωφρόνως τε καὶ δικαίως καὶ εὐσεβῶς, πολιτεύεσθαι ἐδίδαξας, τὸ κήρυγμα τοῖς ἔργοις σου βεβαιῶν, καὶ τύπον τελειότητος, σαυτὸν παρεχόμενος· ὅθεν Θεὸς ἐν σοὶ εὐαρεστηθείς, τὴς ἐν Αὐτῷ μακαρίας ζωῆς, κοινωνόν σε γενέσθαι κατηξίωσεν, ἧς καὶ ἡμεῖς μετασχοίημεν, ταῖς σεπταῖς πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ, ἡ κατὰ Κρήτην ἁγία Ἐκκλησία, τοῦ τῆς Κνωσοῦ ὑπερκάλλου ποιμένος, τὴν μνήμην ἑορτάζουσα. Οὗτος γὰρ ὁ μακάριος, ἀποστολικῷ ζήλῳ διαπρέψας, τοῦ Εὐαγγελίου τῆς χάριτος, κῆρυξ διαπρύσιος ἐχρημάτισε, καὶ προσήγαγε πολλοὺς σεσωσμένους τῷ Χριστῷ, τῷ ἐνανθρωπήσαντι Λόγῳ τοῦ Πατρός. ᾯ καὶ πρεσβεύει ὡς εὐμενής, τὴν εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Τῆς σωφροσύνης τὸν ἐπώνυμον Ἱεράρχην, τὸν καταλλήλως τῇ κλήσει πολιτευσάμενον, Πινυτὸν εὐφημήσωμεν. Οὗτος γὰρ ἀποστολικῷ ζήλῳ διαπρέψας, καὶ ἀληθείας τὸν λόγον ὀρθοτομήσας, τῶν εὐσεβῶν μὲν τὰς καρδίας, τῷ θεμελίῳ τῆς πίστεως ἐπεστήριξε, αἱρετικῶν δὲ ἀλλοφύλων, τὸ τερατῶδες γαυρίζμα ἐταπείνωσε. Καὶ τοῦ Χριστοῦ τὸ ὄνομα βαστάσας, ἐναντίον τῶν περὶ τὰ εἴδωλα μεμενηκότων, ἐν οὐρανοῖς ἐπαξίως δοξάζεται· ὅθεν αὐτῷ ἐκβοήσωμεν· Ἁγιώτατε Πάτερ, σωφρόνως τε καὶ δικαίως καὶ εὐσεβῶς, ἡμᾶς πολιτεύεσθαι ἐνίσχυσον, τῇ παναλκίμῳ δυνάμει, τῆς πρὸς Θεὸν πρεσβείαις σου.
Ἦχος γ΄.
Ἱεραρχίας τὴν χλαῖναν ἐνδεδυμένος, τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ ἀνεκήρυξας, τοῖς πεπλανημένοις ἐν τῶν εἰδώλων τῆς λατρείας, ταῖς σκολιαῖς ἀνοδίαις, Πινυτὲ ἀξιάγαστε. Καὶ αὐτοὺς τῇ ῥάβδῳ τῆς διδασκαλίας σου, πρὸς τὰς νομὰς ὁδηγήσας τῆς εὐσεβγείας, πνευματικῶς ἐξέθρεψας, καὶ προσφορὰν εὐπρόσδεκτον, τῷ Ἀρχιποίμενο προσήγαγε. Ὃς τοῖς ἀποστολικοῖς σου καμάτοις εὐαρεστηθείς, ἐν σοὶ μυστικῶς ἐπανεπαύσατο καὶ οὐρανίων θεωριῶν, αὐτόπτην γενέσθαι κατηξίωσε· διὸ Αὐτὸν ἐκδυσώπει, ἐλεηθῆναι καὶ σῶσαι, τοὺς τιμῶντάς σε.
Δόξα. Ἦχος δ΄.
Τὸν τῆς Κνωσοῦ ποιμενάρχην, καὶ λειτουργὸν τοῦ Θεοῦ ἐνθεώτατον, τὸν τῆς ἁγνείας διδάσκαλον, καὶ τῆς εὐαγγελικῆς ἀκριβείας ὑπέρμαχον, Πινυτὸν τὸν θαυμάσιον, εὐφημήσωμεν λέγοντες· Χαίροις μακάριε, τῶν Ἀποστόλων ὁμόζηλε καὶ τῆς ἀληθείας διδάσκαλε· χαίροις θεόσοφε, τῆς ψευδωνύμου γνώσεως δριμύτατε ἔλεγχε· χαίροις θεσπέσιε, ὁ τῇ μαχαίρᾳ τοῦ Πνεύματος, ἐν τῇ ἄνωθεν ῥοπῇ, τὰς παρατάξεις τοῦ σκότους διακόψας. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, Αὐτὸν ἐκτενῶς καθικέτευε, σώζεσθαι ἡμᾶς παντοίων λυπηρῶν, καὶ τῆς πικρᾶς κακίας τοῦ ἀλάστορος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν
Φιλεόρτων οἱ σύλλογοι, ὁμοθύμως συνέλθωμεν, καὶ ᾀσμάτων ἄνθεσι καταστέψωμεν, ἀγαλλιώμενοι σήμερον, Χριστοῦ τὸν μακάριον, Ἱεράρχην Πινυτόν, τῆς σοφίας τὸ ὄργανον, τὸν ποιμάναντα, τῆς ἐν Κρήτῃ Κνωσοῦ τὴν Ἐκκλησίαν, διδαχαῖς ἐν θεοπνεύστοις, καὶ ἐναρέτοις ἐν πράξεσι.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ἱεράρχης θεόσοφος, Παρακλήτου τῷ χρίσματι, Πινυτὲ θεόληπτε ἀναδέδειξαι, καὶ ὡς τῆς ἄνωθεν γνώσεως, πλουτήσας τὸ χάρισμα, δι’ ἀμέμπτου βιοτῆς, τὴν ψευδώνυμον ἤλεγξας, γνῶσιν Ἅγιε, καὶ λαμπρῶς τῶν πιστῶν τὰς διανοίας, κατεφώτισας κηρύξας, τῆς εὐσεβείας τὰ ῥήματα.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Τὸ δοθέν σοι ὡς φρόνιμος, ἐπλεόνασας τάλαντον, καὶ φωνῆς ἠξίωσαι τοῦ Κυρίου σου, τὸ εὖ σοι δοῦλε λεγούσης σοι, καὶ ἔνδον εἰσέδραμες, Παραδείσου τῆς τρυφῆς, καὶ τῆς δόξης τῆς κρείττονος, ὤφθης μέτοχος, Πινυτὲ θεομάκαρ μνημονεύων, τῶν ἐν πίστει ἐκτελούντων, τὴν ἱεράν σου πανήγυριν.
Δόξα. Ἦχος γ΄.
Ὑπέρτερον τῶν ἐνύλων τὸν νοῦν, διὰ τῶν πρακτικῶν ἀρετῶν ἐργασάμενος, σοφίας τε καὶ γνώσεως τοὺς ἀποκρύφους θησαυρούς, Πινυτὲ Ἱεράρχα ἐθησαύρισας· ἔνθεν ἐπλούτισας τῶν πιστῶν τὰς καρδίας, Εὐαγγελίου κηρύξας τὴν ἀκρίβειαν, καὶ ἀναπτύξας τὴν γνῶσιν τῆς ἀληθείας, καὶ τροπωσάμενος πνευματικῇ παντευχίᾳ, τῆς ψευδωνύμου γνώσεως τὰς ἀρχάς. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, ὡς παῤῥησίαν πολλὴν πλουτήσας, ἐξ αἱρέσεων φυλάττειν τὴν Ἐκκλησίαν, καὶ δοῦναι ταῖς ψυχαῖς ἡμῶν, εἰρήνην καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα, τῶν οὐρανίων ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Σωφροσύνῃ κοσμήσας φερωνύμως τὸν βίον σου, θεῖος τῆς Κνωσοῦ Ἱεράρχης, Πινυτὲ ἀναδέδειξαι· καὶ ἥλιος καθάπερ νοητός, ἀνέτειλας τῆς γνώσεως τὸ φῶς, διαλύων τὰς νεφώσεις τῶν ἁλλοφύλων αἱρέσεων. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν χάριν καὶ ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς θεῖος μιμητής, Πινυτὲ τοῦ Κυρίου, ἐποίμανας καλῶς, τὴν λαχοῦσάν σοι ποίμνην, ὡς γνώσεως κρείττονος, καὶ σοφίας ἀνάπλεως· ὅθεν ἔτυχες, τῶν ἐκλεκτῶν τῆς μερίδος, καὶ παρίστασαι, νῦν ἐν ὑψίστοις τῷ θρόνῳ, Θεοῦ Παντοκράτορος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐνώκησεν ἐν Σοί, Θεοτόκε Μαρία, ὁ Λόγος τοῦ Πατρός, ὁ ἀχώρητος πᾶσι, καὶ ὄντως ἀνέδειξεν, οὐρανῶν πλατυτέραν Σε· ὅθεν πᾶσαί Σε, αἱ γενεαὶ τῶν ἀνθρώπων, μακαρίζομεν, εὐλογημένη βοῶντες· ἁγνὴ χαῖρε Δέσποινα.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ ἠκολούθησας τῇ καθαρᾷ σου ζωῇ, καὶ ταύτῃ ἐπαίδευσας ὦ Πινυτὲ πρακτικῶς, σῆς ποίμνης τὸ φρόνημα· ὅθεν ἐν Ἱεράρχαις, διαπρέψας ὁσίως, γέγονας κληρονόμος, ἐκλεκτῶν τῆς μερίδος, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀγάθυνον Δέσποινα τὴν ταπεινήν μου ψυχήν, ἀλόγοις μου πταίσμασι κεκακωμένοις δεινῶς, θερμῶς ἱκετεύω Σε· Σὺ γὰρ Θεοκυῆτορ, ἀγαθῶν τὸν δοτῆρα, ἔτεκες ἀπειράνδρως, ἐξ ἁγνῶν Σου αἱμάτων, δι’ ἔλεος Μαρία καὶ ἀγαθότητα.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Ὁ τῆς Κνωσοῦ θεοειδὴς ποιμενάρχης, Εὐαγγελίου ὁ λαμπρὸς ὑφηγήτωρ, τὸ τῆς σοφίας ὄργανον, θεόφρον Πινυτέ, τοὺς ἀνευφημοῦντάς σου, τὰς σεπτὰς ἀριστείας, καὶ πιστῶς προσέρχοντας, τῇ σεπτῇ σου πρεσβείᾳ, ῥῦσαι κινδύνων Πάτερ χαλεπῶν, καὶ τῆς κακίας ἐχθροῦ τοῦ ἀλάστορος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ῥητορευόντων Σε οὐ σθένουσι γλῶσσαι, ἀνευφημῆσαι Θεοτόκε ἀξίως, καὶ ἐξειπεῖν τὰ θεῖα μεγαλεῖά Σου· Σὺ γὰρ τὸν Φιλάνθρωπον, ἐσωμάτωσας Λόγον, διὰ μέγα ἔλεος, ἐξ ἁγνῶν Σου αἱμάτων· Ὃν ἐκτενῶς δυσώπει Μαριάμ, δοῦναι ἡμῖν ὡς Θεὸς τὰ συμφέροντα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον ζήτει τῇ ΙΓ’ Νοεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ἱεράρχα Κυρίου, Πινυτὲ ἀξιοθαύμαστε, εὐαγγελικῶς ἐπὶ γῆς πολιτευσάμενος, ἐν οὐρανοῖς τῆς μεγαλωσύνης τῷ θρόνῳ, σὺν ταῖς νοεραῖς ταξιαρχίαις παρίστασαι, τὰ γέρα ἀπολάβων τῶν καμάτων σου· διὸ πρέσβευε ὡς εὐμενής, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· Κυρίλλου.
ᾨδὴ α’. Ἦχος πλ. Α’. Τῷ Σωτῆρι Θεῷ.
Ἐν σκηναῖς τῆς ζωῆς, χοροβατῶν εὐκλεῶς, καὶ τῷ Δεσπότῃ παριστάμενος, χάριν μοι αἴτει Πινυτὲ ἀξιοθαύμαστε, ὡς ἂν ἑόρτιον, ὑφάνω σοι μελώδημα.
Ὁ Κνωσοῦ ἱερός, καὶ θεοφόρος ποιμήν, ἀνευφημείσθω νῦν ἐν ᾄσμασιν, ὁ Πινυτὸς Ἱεραρχῶν τὸ ἐγκαλλώπισμα· αὐτοῦ ἐπέφανεν, ἡ μνήμη γὰρ ἡ εὔσημος.
Τῷ Σωτῆρι Χριστῷ, ἀκολουθήσας θερμῶς, οἷα ἐχέφρων Πάτερ Ὅσιε, δι’ ἀρετῆς πλησιφαῶς ἐν κόσμῳ ἔλαμψας, καὶ νύκτα ἔλυσας, εἰδώλων τῆς φαυλότητος.
Θεοτοκίον.
Καταιγίς με ἁγνή, τῶν ἀκαθέκτων παθῶν, δεινῶς χειμάζει τὸν ταλαίπωσον, καὶ ἀπωλείας εἰς βυθὸν καταποντίζομαι· Παρθένε σῶσόν με, ἁγία ἀντιλήψει Σου.
ᾨδὴ γ’. Δυνάμει τοῦ Σταυροῦ.
Τῷ ὅπλῳ τοῦ Τιμίου Σταυροῦ, ἀναλαβὼν πάσας κατήσχυνας, τὰς μηχανὰς τοῦ ἀλάστορος, Πινυτὲ ἀειμακάριστε.
Δυνάμει διδαχῶν σου ὀφρύν, τὴν τῶν εἰδώλων καταβέβληκας, ὦ Πινυτὲ καὶ ἐκράτυνας, τὴν ἰσχύϊ τῆς θείας πίστεως.
Ἱκέτευες ἀεὶ τὸν Χριστόν, ὡς λειτουργὸς Αὐτοῦ οὐράνιος, ἵνα ἡμῖν χάριν ἄφθονον, Πινυτὲ Πάτερ δωρήσηται.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Παρθένε πιστῶς, τὴν ὑπερτέραν πάσης κτίσεως, τὴν τὸν Θεὸν σωματώσασαν, εἰς ἀνθρώπων ἀπολύτρωσιν.
Κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀποστόλων διάδοχος ἀληθῶς, θεϊκῇ ἐπινεύσει κατασταθείς, ἐν γλώσσῃ ἐκήρυξας, θεηγόρῳ τρανώτατα, Χριστοῦ τὴν δι’ ἀνθρώπους, σωτήριον κένωσιν, καὶ πλάνην τῶν εἰδώλων, εἰς τέλος κατήσχυνας· ὅθεν τῆς ἀπάτης, ἐκ βυθοῦ πολλοὺς σώσας, εἰς ὕψος ἀνέδραμες, εὐκλεῶς τῆς θεώσεως, Πινυτὲ ἀξιάγαστε. Πρέσβευε οὖν Πάτερ Χριστῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὑπὲρ ἥλιον λάμπουσα τηλαυγῶς, παρθενίας ἐνθέοις μαρμαρυγαῖς, τῆς δόξης τὸν Ἤλιον, ἀπειράνδρως ἐκύησας, τῷ καθ’ ἡμᾶς Παντάνασσα, ἁγνὴ ὁμοιώματι, τὸ σκότος τῆς ἀρχαίας, ἀρᾶς διαλύσαντα· ὅθεν Θεοτόκε, διὰ Σοῦ σωτηρίας, τυχόντες γεραίρομεν, τὰ πολλὰ μεγαλεῖά Σου, καὶ συμφώνως βοῶμέν Σοι· Πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσι ἐν πίστει, τὸν ἄσπορον τόκον Σου.
ᾨδὴ δ’. Ἀκήκοα Κύριε.
Σοφίαν τὴν κρείττονα, σύνοικον ἔχων, Εὐαγγελίου ἀνεκήρυξας εὐσήμως τὰ ῥήματα, Πινυτὲ θεόφρον, Πάτερ τῇ ποίμνῃ σου.
Ἀξίως ἐποίμανας, τὴν ἐκλογάδα, ἧς σε θεόφρον, ὁ Φιλάνθρωπος ποιμένα κατέστησε, Πινυτὲ τῇ ῥάβδῳ, διδασκαλίας σου.
Ἡ γλῶσσα ἡ εὔλαλος, τῆς εὐσεβείας, ὁ Ἱεράρχης, ὁ τὸ τάλαντον αὐξήσας ὡς γέγραπται, Πινυτὸς ὁ θεῖος, μακαριζέσθω μοι.
Θεοτοκίον.
Ῥοαῖς τοῦ ἐλέους Σου, εὐλογημένη, σεμνὴ Παρθένε, τὴν καρδίαν μου ἀφθόνως κατάρδευσον· ἀεὶ γὰρ δοξάζω, πίστει τὸν Τόκον Σου.
ᾨδὴ ε’. Ὀρθρίζοντες βοῶμέν σοι.
Ἡ δίστομος τοῦ Πνεύματος μαχαίρα, χαίροις σοφέ, Πινυτὲ θεομάκαρ, Κνωσοῦ ποιμὴν θεοπρόβλητε.
Ὁ βίος σου αἰδέσιμος πέφηνεν, ὦ Πινυτέ, σωφροσύνης ἀληθῶς, κατακοσμούμενος πράξεσιν.
Ἀπαύστως τῷ Παντάνακτι πρέσβευε, ὡς εὐμενής, Πινυτὲ ἵνα ἡμᾶς, πυρὸς κολάσεως ῥύσηται.
Θεοτοκίον.
Ἱλέωσαι πανάχραντε Δέσποινα, τὸν Σὸν Υἱόν, ἵνα τύχωμεν ζωῆς, τῆς αἰωνίου οἱ δοῦλοι Σου.
ᾨδὴ στ’. Μαινομένην κλύδωνι.
Πινυτὲ μακάριε, χαίροις Πάτερ Ὅσιε ποιμήν, μιμητὴς Χριστοῦ ὁ ἀκριβέστατος, ὁ τῆς ζωῆς διερμηνεύσας τὰ λόγια.
Τῆς ἁγνείας πέφηνας, Πινυτὲ σοφὸς μυσταγωγός, καθαγνίσας βίον σου ὡς πάνσοφος, τῶν ἀρετῶν τῇ ἐργασίᾳ τῇ κρείττονι.
Ἐκτενῶς ἱκέτευε, τὸν Δεσπότην Πάτερ Πινυτέ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς ἐπιτελοῦσι τὴν μνήμην σου.
Θεοτοκίον.
Λογισμῶν μου κλύδωνα, τῇ γαλήνῃ τῶν Σῶν προσευχῶν, Παναγία Δέσποινα κατεύνασον, καὶ τῷ Θεῷ οἰκείωσόν με ὡς εὔσπλαγχνος.
Κοντάκιον. Ἦχος β΄. Ταῖς πρεσβείαις.
Τὸν τῆς Κνωσοῦ πνευματέμφορον Ἱεράρχην, καὶ τῆς ἁγνείας διδάσκαλον θεηγόρον, τῆς σωφροσύνης τε τὸν ἐπώνυμον, οἱ εὐσεβεῖς ἐν πίστει, Πινυτὸν εὐφημήσωμεν, αὐτοῦ τὴν πρεσβείαν ἐξαιτούμενοι.
Ὁ Οἶκος.
Τὸν εὐκλεέστατον τοῦ Κυρίου μιμητήν, ποία γλῶσσα ἀνθρώπων καλῶς, ἀνευφῆσαι δυνήσεται; Τῶν Ἀποστολών τὸν διάδοχον καὶ ὁμότροπον, ποῖον στόμα ὑμνήσει; Ἱεραρχίας γὰρ τῷ χαρίσματι διέπρεψε, καὶ Εὐαγγελίου κῆρυξ, μεγαλοφωνότατος ἐχρημάτισεν. Ἀλλ’ ὦ φιλέορτοι, Πινυτὸν εὐφημήσωμεν θείοις ἐν ᾄσμασιν, αὐτοῦ τὴν πρεσβείαν ἐξαιτούμενοι.
Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Πινυτοῦ, ἐπισκόπου Κνωσοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐλαμπίου καὶ Εὐλαμπίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Διακοσίων Μαρτύρων, τῶν συναιρεθέντων τῷ Ἁγίῳ Εὐλαμπίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοφίλου τοῦ Ὁμολογητοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βασιανοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Παυλίνου (Paulinus) ἀρχιεπισκόπου Ὑόρκης
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Ἀμβροσίου τῆς Ὄπτινα τοῦ θαυματουργοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀνδρέου τῆς Τότμα τοῦ Ῥώσσου τοῦ διὰ Χριστὸν σαλλοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Ὁ ἐν καμίνῳ πυρός.
Εὐαγγελίου τρανῶς, λόγον τὸν ἅγιον κηρύξας, εἰδωλικοὺς Πινυτέ, Πάτερ καθεῖλε βωμούς.
Ὡς Ἱεράρχης σεπτός, ὡς άληθείας ὑφηγήτωρ, παρὰ Χριστοῦ Πινυτέ, ἐθαυμαστώθης λαμπρῶς.
Ὡς παῤῥησίαν πολλήν, καταπλουτήσας Ἱεράρχα, μὴ διαλίπῃς Θεόν, ὑπὲρ ἡμῶν δυσωπεῖν.
Θεοτοκίον.
Λελαμπρυσμένη φωτός, τῇ νοητῇ φωτοχυσίᾳ, φώτισον Μῆτερ κἀμοῦ, τὸ ὀπτικὸν τῆς ψυχῆς.
ᾨδὴ η’. Σοὶ τῷ Παντουργῷ.
Σοὶ τῷ τῆς Κνωσοῦ, θεοειδεῖ ποιμένι, Θεὸς ἐδωρήσατο, δόξης τὸν στέφανον· Ὃν ἐκδυσώπει, εὐχαῖς σου εὐπροσδέκτοις, Πινυτὲ δοθῆναι, τῷ κόσμῷ τὴν εἰρήνην.
Τῶν αἱρετικῶν, καθεῖλες τὴν ἀπάτην, σοφίᾳ ἐν λόγων σου, ἀειμακάριστε, καὶ εὐσεβείας, ἀνύψωσας τὸ κέρας, Πινυτὲ τὸ σέβας, εἰδώλων καταλύσας.
Ταῖς μαρμαρυγαῖς, φωτὸς τοῦ τρισηλίου, ζωῆς ἐν σκηνώμασι, καταυγαζόμενος, αἴτει εὐχαῖς σου, φῶς γνώσεως τὸ θεῖον, Πινυτὲ τοῖς πόθῳ, τὴν μνήμην σου τελοῦσι.
Θεοτοκίον.
Ὁ ὑπερφυῶς, ἐκ Σῶν σεπτῶν αἱμάτων, γενόμενος ἄνθρωπος, Θεοχαρίτωτε, ἔσωσε πάντας, τοὺς Σὲ ὑμνολογοῦντας, ὡς ἁγνὴν Παρθένον, καὶ μόνην Θεοτόκον.
ᾨδὴ θ’. Σὲ τὴν ὑπὲρ νοῦν.
Ἀποστολικῶς βιώσας, ἐν γῇ Πινυτέ, καὶ ποιμάνας τὴν ποίμνην σου, ποιμὴν ὡς οὐράνιος, ὁ Θεὸς ἐν ὑψίστοις σε ἐδόξασεν.
Εὐαγγελικῶς τελέσας, τὸν δρόμον τὸν σόν, καὶ τηρήσας ὡς γέγραπται, τὴν πίστιν ἀλώβητον, Πινυτὲ δόξης στέφανον ἀπέλαβες.
Ὡς χοροβατῶν ἐνδόξως, ζωῆς ἐν σκηναῖς, ψυχικοῦ ἡμᾶς λύτρωσαι, θανάτου πρεσβείαις σου, Πινυτὲ Ἱεράρχα πολυθαύμαστε.
Θεοτοκίον.
Ὕψωσας ἁγνὴ τὴν φύσιν, ἡμῶν ἀληθῶς, ἀπειράνδρως τὸν Ὕψιστον, Θεὸν σωματώσασα· διό Σε ὀρθοδόξως μεγαλύνομεν.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ τῆς ἁγνείας κῆρυξ, τῆς σωφροσύνης ὁ κανών, Εὐαγγελίου ὁ μύστης, ἀνευφημείσθω Πινυτός, ὅτι ἀεὶ ἱκετεύει, ὑπὲρ ἡμῶν τὸν Δεσπότην.
Θεοτοκίον.
Εἰς μετανοίας Μῆτερ, ὁδήγησόν με τὴν ὁδόν, τὸν πρὸς κακῶν ἀνοδίας, ἐκκλίνοντά με ἀναιδῶς, καὶ σῶσόν με Θεοτόκε, ταῖς μητρικαῖς Σου πρεσβείαις.
Αἶνοι. Ἦχος πλ. Δ’. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ Πινυτὲ μακάριε, Εὐαγγελίου σαυτόν, τῷ ζυγῷ καθυπέταξας, πᾶσαν παρωσάμενος, κοσμικὴν ματαιότητα, καὶ ἠκολούθησας τῷ Κυρίῳ σου, τῶν ἀρετῶν σου ταῖς ἐπιδόσεσιν· ὅθεν κατέπαυσας, εἰς θαλάμους Ὅσιε θείας ζωῆς, μνημονεύων πάντοτε, τῶν εὐφημούντων σε.
Πάτερ Πινυτὲ θεόσοφε, ἐκ σωτηρίου πηγῶν, δαψιλῶς ἀρδευόμενος, τοῖς πιστοῖς ἀνέβλυσας, εὐσεβείας τὰ νάματα, καὶ τοὺς χειμάῤῤους τῆς ματαιότητος, τῆς τῶν εἰδώλων πλάνης ἐξήρανας· ὅθεν σῆς χάριτος, ὕδωρ τὸ οὐράνιον βλύσον κἀμοί, ἵνα μακαρίζω σε, ὡς εὐσυμπάθητον.
Πάτερ Πινυτὲ θεόληπτε, Ὀρθοδοξίας φωτί, τηλαυγῶς αὐγαζόμενος, τῇ ἁγίᾳ ποίμνῃ σου, νοητὸν φῶς ἀνέτειλας, καὶ τὴν σκοτίαν δεινῶν αἰρέσεων, τῶν διδαχῶν σου αὐγαῖς διέλυσας· ὅθεν δεδόξασαι, ἐν ὑψίστοις Ἅγιε πανευκλεῶς, καὶ Χριστῷ παρίσταται, νῦν εὐφραινόμενος.
Πάτερ Πινυτὲ πανόλβιε, τῆς σωφροσύνης εἰκών, ἀνεδείχθης θεόγραφος, τῆς ἁγνείας ἄγαλμα, κοσμιότητος τέμενος, τῆς ἀληθείας μέγιστος πρόμαχος, τῆς ἀσεβείας δριμύς τε ἔλεγχος· ὅθεν τιμῶμέν σε, ἐν ᾠδαῖς γηθόμενος οἱ εὐσεβεῖς, τὴν ἁγίαν μνήμην σου, πανηγυρίζοντες.
Δόξα. Ἦχος πλ. Β΄
Ἀξίως τῆς κλήσεως πολιτευσάμενος, εἰς ὕψος ἀνήχθης τελειότητος, καὶ ἐχρίσθης τῷ μύρῳ τοῦ Πνεύματος, ἀρχιερεὺς τῆς Ἐκκλησίας θεόληπτος· ἔνθεν τὴν ἐν Κνωσῷ λογικήν, τοῦ Κυρίου σου ποίμνην ἐποίμανας, ἐν ὁσιότητι Πάτερ καὶ δικαιοσύνῃ, τῇ ῥάβδῳ τοῦ κηρύγματος στηριζόμενος, καὶ ὑπὸ τοῦ Ἀρχιποίμενος τῶν ψυχῶν, ὡς πρόβατον ποιμαινόμενος· ὅθεν τῶν ὑπὲρ νοῦν δωρεῶν, θεϊκῇ χάριτι ἐκοινώνησας, καὶ παρέστης τῷ τρισηλίῳ Φωτί, τὸν φωτισμὸν ἐξαιτούμενος, τοῖς πόθῳ εὐφημοῦσί σε.
Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις σωφροσύνης ζῶσα εἰκών, καὶ ἀμώμου βίου, ἐξεικόνισμα ἱερόν· χαίροις τῶν Κνωσίων, ποιμὴν ὁ θεοφόρος, ὦ Πινυτὲ καὶ Κρήτης, τὸ ἐγκαλλώπισμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου