ΟΚΤΩΒΡΙΟΣ Η΄.
ΦΙΛΙΠΠΟΣ ΓΟΡΤΥΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Μητρ. Ῥόδου Κυρίλλου)
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου. Ἦχος πλ. Β΄. Τριήμερος ἀνέστης.
Ὑμνήσωμεν νῦν δεῦτε πιστοί, Γορτύνης τὸν μακάριον, Ἱεράρχην ἐκβοῶντες εὐλαβῶς· ὦ Φίλιππε εὐχαῖς σου, ἡμᾶς ἀπὸ παντοίων, ῥῦσαι κινδύνων καὶ κακώσεων.
Ἑπόμενος τῷ νόμῳ Χριστοῦ, ἀνόμων τὴν ὑπέρογκον, διδαχαῖς σου ἐταπείνωσας ὀφρύν, καὶ ὕψωσας τὸ κέρας, τῆς πίστεως τῆς θείας, Φίλιππε Πάτερ θεοδόξαστε.
Κατήργησας εἰς τέλος σοφέ, εἰδώλων τὴν ψυχόλεθρον, ἀθεΐαν τὸν Χριστὸν ἀληθινόν, Θεὸν τρανῶς κηρύξας, παρ’ Οὗ ἐθαυμαστώθης, ἐν τοῖς ὑψίστοις Πάτερ Φίλιππε.
Ἡ Κρήτη σε γεραίρει ἀεί, ποιμένα ὡς οὐράνιον, θεοῤῥῆμον ὡς σοφὸν ὑφηγητήν, ῥημάτων εὐσεβείας, ἣν φρούρει σαῖς πρεσβείαις, ἐκ πολεμίων Πάτερ Φίλιππε.
Δόξα. Ἦχος α΄.
Ὡς Ἀποστόλων ὁμότροπον καὶ ἔνθεον διάδοχον, ἐν ὑμνῳδίαις σε γεραίρομεν, Φίλιππε ἀοίδιμε. Εὐαγγελικῶς γὰρ ἐπολιτεύσω, καὶ ἀποστολικῶς ἐποίμανας, τὴν ἐν Κρήτῃ ἐκλογάδα, Χριστοῦ τοῦ Κυρίου σου. ᾯ νῦν παρεστώς, ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, τῶν πίστει εὐφημούντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τὸν θαυμαστόν, τῆς Κρήτης Ἱεράρχην, ἀνυμνήσωμεν ἀξίως, ὦ Φίλιππε βοῶντες, ἡμᾶς εὐχαῖς σου φύλαττε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Λόγοις σου θεϊκοῖς, διήλεγξας τὸ σέβας, Φίλιππε τῶν εἰδώλων, καὶ ἥλιος καθάπερ, τῇ Κρήτῃ ἐξανέτειλας.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις ὁ ἱερός, Γορτύνης ποιμενάρχης, Φίλιππε θεομάκαρ, ὁ ἄξιος τοῦ Τίτου, διάδοχος γενόμενος.
Δόξα. Τριαδικόν.
Ἄναρχε παντουργέ, τρισήλιε Θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, πρεσβείαις τοῦ Φιλίππου, τοὺς δούλους Σου ἐλέησον.
Καὶ νῦν. Θεοτοκίον.
Χαίροις ἡ τὸν Θεόν, κυήσασα ἀφράστως, Θεόνυμφε Μαρία, τὸν σώσαντα τὸν κόσμον, δι’ ἔλεος ἀνείκαστον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείαν ἤστραψας, διδασκαλίαν, θείῳ ἔρωτι, ἀποδιώκων, αἱρετικῶν τὰ φρυάγματα ἔνδοξε· ταῖς διδαχαῖς γὰρ κηρύττων τοῦ Πνεύματος, τὴν σὴν ἐφύλαξας ποίμνην ἀλώβητον. Πάτερ Φίλιππε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε φιλέορτοι πάντες πανηγυρίζοντες, Φιλίππου τὴν ἁγίαν, ἐκτελέσωμεν μνήμην, Γορτύνης τοῦ ποιμένος τοῦ εὐκλεοῦς, πρὸς αὐτὸν ἀνακράζοντες, θεομακάριστε Πάτερ πάντων ἡμῶν, τῶν τιμώντων σε μνημόνευε.
Ὡς καθαρὰ τῇ καρδίᾳ Φίλιππε Ὅσιε, ἐπέβης θεοκρίτως, τῇ καθέδρᾳ τοῦ Τίτου, ἐν ᾗ ὑπεραστράψας ὥσπερ ἀστήρ, εὐσεβείας καὶ πίστεως, τῆς ἐν Χριστῷ θείας γνώσεως τῷ φωτί, τὰς ψυχὰς πιστῶν κατηύγασας.
Τὸν τῆς σοφίας σου λόγον θείᾳ ἐν χάριτι, φαιδρῶς καταγλαΐσας, πρακτικαῖς ἀρεταῖς σου, διδάσκαλος ἐδείχθης θεοειδής, τῶν πιστῶν Πάτερ Φίλιππε, καὶ ἀλλοφύλων αἱρέσεων τὰς ἀρχάς, ἀηττήτως κατετρόπωσας.
Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν.
Ποίοις ὑμνῳδιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; Τὸν τῆς εὐσεβείας διδάσκαλον, καὶ τῆς ἀσεβείας ἀντίπαλον, τὸν τῆς ἀληθείας μυστολέκτης· Γορτύνης, τὸν ποιμενάρχην τὸν θεόσοφον· τῆς Κρήτης, τὴν δᾳδουχίαν τὴν οὐράνιον· Εὐαγγελίου τὸ στόμα, Φίλιππον τὸν θεῖον, ὃν ἐδόξασε ἀληθῶς, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ποίοις οἱ εὐσεβεῖς μέλεσιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην; Τὸν τῇ ἐπινεύσει τῆς χάριτος, τῆς ἱεραρχίας εἰς μέγιστον, θρόνον ἐπαξίως ἀνελθόντα· τὸν λύχνον, τὸν ἐν λυχνίᾳ διαλάμψαντα, καὶ πᾶσαν, Κρητῶν τὴν νῆσον καταυγάσαντα· τὸν μιμητὴν τοῦ Κυρίου, Φίλιππον τὸν θεῖον, ὃν ἐδόξασεν ἡ Τριάς, Πατὴρ ὁ προάναρχος, σὺν τῷ Λόγῳ καὶ τῷ Πνεύματι.
Ποίοις πνευματικοῖς ῥήμασι, μακαρίσωμεν τὸν Ἱεράρχην; Τὸν τῆς ψευδωνύμου αἰσχύναντα, γνώσεως εἰς τέλος τὴν ἔπαρσιν, ἐν δυνάμει λόγου καὶ σοφίας· τοῦ Τίτου, τὸν εὐκλεέσατον ὁμόζηλον, καὶ τούτου, ἐν πᾶσιν ἄξιον διάδοχον· τὸν τῶν Κρητῶν ποδηγέτην, Φίλιππον τὸν θεῖον, ὃν εἰσῆξεν εἰς τὰς αὐλάς, ζωῆς τῆς ἀμείνονος, ὁ τὸ ζῆν ἔχων ἀθάνατον.
Δόξα. Ἦχος δ΄.
Δεῦτε πάντες οἱ πιστοί, τὸν τῆς Γορτύνης ποιμένα, Φίλιππον ἐν ὕμνοις εὐφημήσωμεν. Οὗτος γὰρ ὡς γεωργός, τῆς χάριτος ἐμπειρότατος, εὐαγγελικῆς διδασκαλίας τῇ ἀξίνῃ, τῶν αἱρέσεων ἐκριζώσας τὰ ζιζάνια, γῆν καθαρὰν τῶν πιστῶν, τὰς καρδίας ἀπειργάσατο· καὶ ἐν αὐταῖς καταβαλών, τῆς εὐσεβείας τὸν σπόρον, καρποφόρους αὐτὰς Θεῷ ἀπέδειξε, προβαλλομένας τὴν ἀγαθὴν καρποφορίαν· ὅθεν αὐτῷ ἐκβοήσωμεν· μακαριώτατε Πάτερ, ὁ ἐν οὐρανοῖς τὰ ἔπαθλα, τῶν πόνων σου λαβών, μὴ παρώσῃ ἡμᾶς, προστρέχοντας τῇ ἀντιλήψει σου.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′. 7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′. 32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′. 7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ τῆς Γορτύνης Μητρόπολις, Φιλίππου τοῦ εὐκλεοῦς σου προέδρου, τὴν μνήμην ἑορτάζουσα. Οὗτος γὰρ τοῦ λόγου τῇ ἀξίνῃ, τὰς ἀκάνθας τῶν εἰδώλων ῥιζοτομήσας, τὰς ψυχὰς τῶν ἀνθρώπων ἀπεκάθητε· καὶ ἐν αὐταῖς ἐμφυτεύσας, τῆς εὐσεβείας τὸν σπόρον, καρπογόνους ταύτας, Θεῷ ἀπειργάσατο. Νῦν δὲ ἐν οὐρανοῖς, τὰ ἔπαθλα τῶν πόνων δεχόμενος, τῆς ἀΰλου κατατρυφᾷ ἐλλάμψεως, τὸν φωτισμὸν ἡμῖν ἐξαιτούμενος, καὶ τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Ὅσιε Πάτερ Φίλιππε, τῆς Γορτύνης ποιμήν, χαῖρε καὶ εὐφραίνου, ὅτι τῶν ῥημάτων σου ὁ φθόγγος, ψαλμικῶς τὴν Κρήτην διαδραμών, τοὺς ἐν αὐτῇ κατοικοῦντας ἐδίδαξε, Θεὸν γινώσκειν ἀληθινόν, τὸν ἐκ Κόρης Θεόπαιδος, ἄνευ σπορᾶς γεννήθεντα, καὶ διὰ Σταυροῦ τὴν ἀφθαρσίαν, τῷ γένει τῶν ἀνθρώπων πηγάσαντα. Αὐτὸν οὖν ἐκτενῶς καθικέτευε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν τιμώντων σε.
Ἦχος γ΄.
Ἔρωτι ἀκλινεῖ, τῆς ἀκροτάτης γνώσεως ἁψάμενος, τῆς ψευδωνύμου γνώσεως τὰς ἀρχάς, ἀνδρικῶς κατετρόπωσας, λαλήσας καὶ συγγράψας, ἐν δυνάμει σοφίας τῆς ἄνωθεν, τῆς εὐσεβείας τὰ ῥήματα. Καθαρὸς γὰρ γενόμενος, δι’ εὐαγγελικῆς πολιτείας, ἔσχες ἐν σοὶ λαλοῦν καὶ ἐνεργοῦν, τὸ Πνεῦμα τὸ Πανάγιον. Ἀλλ’ ὦ ἀοίδιμε Φίλιππε, τῷ Κυρίῳ ὡς παρεστώς, ἐκτενῶς Αὐτῷ πρέσβευε, τῇ οἰκουμένῃ τὴν εἰρήνην δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος δ΄.
Ἱερωσύνης χρίσματι σεμνυνόμενος, τοῦτο ταῖς ἀρεταῖς σου καταλαμπρύνας, Φίλιππε Πάτερ παναοίδιμε. Εὐαγγελικὴν γὰρ ὁδὸν πορευόμενος, καὶ τῶν προσύλων σαυτὸν ἀνακαθάρας, ἔσχες ἐν σοὶ τὴν σοφίαν, ἐνοικοῦσαν καὶ μένουσαν· ἧς τῇ δυνάμει ῥωννύμενος, πολυθεΐας τὰς ἐφόδους διεσκέδας, καὶ αἱρέσεων τὰς ἐπαναστάσεις κατέβαλες, τὴν ποίμνην σου ἀσινῆ, ἐν τῷ συνασπισμῷ τῆς πίστεως διαφυλάττων· ὅθεν ὡς θεῖος ἀριστεύς, δικαιοσύνης ἐκομίσω τὸν στέφανον, καὶ ἀνέδραμες εἰς τοὺς θαλάμους τῆς ζωῆς, ὑπὲρ ἡμῶν ἱκετεύων, Θεὸν τὸν πολυέλεον.
Δόξα. Ἦχος πλ. Α΄.
Πανηγυρίζει σήμερον φαιδρῶς, ἡ κατὰ Κρήτην ἁγία Ἐκκλησία, τὴν μνήμην σου Φίλιππε ἀναβοῶσα· χαίροις ὁ ἐπιμελείᾳ ἀρετῶν, τοῦ Πνεύματος τὴν χάριν δεξάμενος, καὶ ἐν αὐτῷ τῶν εἰδώλων, καταβαλὼν τὴν ἀπάτην· χαίροις ὁ διὰ πίστεως ἀκραιφνοῦς, τὴν ἰσχὺν τῆς ἀληθείας κτησάμενος, καὶ δι’ αὐτῆς ἐκπολεμήσας, τὸ κράτος τῶν αἱρέσεων· χαίροις ὁ διὰ λόγων καὶ συγγραφῶν, καὶ ὁσίων τε βίου παραδειγμάτων, τῆς νεοπαγοῦς Ἐκκλησίας, τὰς βάσεις στερεώσας. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, τὴν εἰρήνην αἴτησαι, ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου
Ὅτε, ἀνεκάθηρας σαυτόν, πάντων νουνεχῶς τῶν προσύλων, ταῖς πρακτικαῖς ἀρεταῖς, τότε τὴν τοῦ Πνεύματος, ἐδέξω ἔλλαμψιν, καὶ ποιμὴν ἀνηγόρευσαι, σεπτὸς τῆς Γορτύνης, εὐδοκίᾳ κρείττονι, ἔνδοξε Φίλιππε· ὅθεν διὰ λόγων καὶ ἔργων, τὴν ἐμπιστευθεῖσάν σοι ποίμνην, πρὸς νομὰς τῆς χάριτος ἐποίμανας.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ὅτε, τῇ τοῦ κρείττονος βουλῇ, τῶν Κρητῶν προβέβλησαι Πάτερ, τῆς Ἐκκλησίας ποιμήν, τότε ἐφεπόμενος, Τίτῳ τῷ μάκαρι, τὰς ἀκτῖνας ἀνέτειλας, τῆς διδασκαλίας, καὶ εἰδώλων ἔλυσας, νύκτα τὴν ἄφεγγον· τέκνα δὲ φωτὸς ἀπειργάσω, τοὺς τοῦ σκότους ἔκγονα πρώην, Φίλιππε τρισμάκαρ χρηματίζοντας.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ὅτε, θείας γνώσεως φωτί, μυστικῶς τὸν νοῦν ἐλαμπρύνθης, σῇ φιλοθέῳ ζωῇ, τότε τὴν ψευδώνυμον, γνῶσιν ἐξήλεγξας, καὶ Μαρκίωνος ᾔσχυνας, τὰς ἐρεσχελίας, βίβλον συγγραψάμενος, Πάτερ ἐν Πνεύματι· ὅθεν ἀληθείας ὡς μέγαν, μύστην καὶ ὑπέρμαχον πάντες, Φίλιππε πιστῶς σε μακαρίζομεν.
Δόξα. Ἦχος πλ. Δ΄.
Εὐαγγελίου τῷ νόμῳ ῥυθμίσας τὸν βίον σου, διδάσκαλος τῶν εὐσεβῶν ἀνεφάνης, ἐν ἡμέραις πικρᾶς χαλεπότητος, Φίλιππε Πάτερ ἀοίδιμε. Καὶ πρὸς διττοὺς ἀγῶνας χωρήσας, εἰδωλομανίας τε καὶ αἱρέσεως, τὰ ὑψώματα καθεῖλες· διὸ ἱερονίκους στεφάνους, παρὰ Θεοῦ ἀπέλαβες, ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θείαν ἤστραψας, διδασκαλίαν, θείῳ ἔρωτι, ἀποδιώκων, αἱρετικῶν τὰ φρυάγματα ἔνδοξε· ταῖς διδαχαῖς γὰρ κηρύττων τοῦ Πνεύματος, τὴν σὴν ἐφύλαξας ποίμνην ἀλώβητον. Πάτερ Φίλιππε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου.
Χριστοῦ ὦ ἀδελφοί, τὸν σοφὸν Ἱεράρχην, καὶ νήσου τῶν Κρητῶν, τὸν λαμπρὸν ποιμενάρχην, ὑμνήσωμεν Φίλιππον, εὐλαβῶς ἀνακράζοντες· καθικέτευε, ὡς παῤῥησίαν πλουτήσας, τὸν Φιλάνθρωπον, ἵνα ἡμῖν τὴν εἰρήνην, ὦ Πάτερ δωρήσηται.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὡράθης Μαριάμ, Θεοῦ ἄφθορος νύμφη, τεκοῦσα ἐν σαρκί, Ὃν πρὸ πάντων αἰώνων, Πατὴρ ὁ προάναρχος, Λόγον Κόρη ἠρεύξατο· ὅθεν γλώττῃ Σε, πάντες νοΐ καὶ καρδίᾳ, Θεοτόκον Σε, ὁμολογοῦμεν κυρίως, τὸ Χαῖρε βοῶντές Σοι.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείων λόγων σου, φωταγωγίᾳ, ἐξεμείωσας, πουλθεΐας, τὸ βαθύτατον σκότος μακάριε, καὶ τῷ φωτὶ τῆς Χριστοῦ ἐπιγνώσεως, τὰς τῶν ἀνθρώπων ψυχὰς κατεπύρσευσας. Πάτερ Φίλιππε, Θεὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε Δέσποινα, εὐλογημένη, ἡ κυήσασα, ἀνερμηνεύτως, τὸν Ποιητὴν καὶ Δεσπότην τῆς κτίσεως· τοὺς ἐπὶ Σὲ πεποιθότας πανάχραντε, καὶ καταφεύγοντας πίστει τῇ σκέπῃ Σου, ἀπὸ θλίψεων, διάσωσον καὶ κακώσεων, πλουσίαν ὡς ἔχουσαν συμπάθειαν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστῷ ἐφεπόμενος δι’ ἐναρέτου ζωῆς, Γορτύνης ὦ Φίλιππε ἀνηγορεύθης ποιμήν, τῇ ψήφῳ τῆς χάριτος· ὅθεν ἐν ποιμασίᾳ, ἀκριβεῖ διαπρέψας, μάνδρας ἐπουρανίου, ἀνεδείχθης οἰκήτωρ, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μαρία πανάχραντε ἡ νοητὴ Βηθλεέμ, ἀπείρανδρε Δέσποινα, ὁ οἶκος τοῦ Ἐφραθᾶ, ἐξ οὗ ἐξελήλυθεν, ἄρχων ἐν δυναστείᾳ, οὗ αἱ ἔξοδοι Κόρη, ἐξ ἡμερῶν αἰῶνος, ἀπ’ ἀρχῆς τε ἀνάρχου, τῶν Σὲ δοξολογούντων, Σῇ χάριτι πρόστηθι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ ΙΓ’ Νοεμβρίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ἀγάλλονται σήμερον, τῶν εὐσεβῶν τὰ συστήματα, ἐπὶ τῇ θείᾳ σου μνήμῃ, θεόφρον Πάτερ Φίλιππε. Ὀρθοδοξίας γὰρ ἐκφαίνων τὴν ἀκρίβειαν, ὡς Ἱεράρχης τῆς Ἐκκλησίας θεόσοφος, τῆς ψευδωνύμου γνώσεως, ἐν δυνάμει Πνεύματος καὶ σοφίας, τὰς ἐπάρσεις ἀληθῶς ἐταπείνωσας· ὅθεν παρὰ Θεοῦ δοξασθείς, ἐν ταῖς σκηναῖς τῆς ζωῆς κατεσκήνωσας, ὑπὲρ ἡμῶν δεήσεις ἀναφέρων, τῶν πίστει εὐφημούντων σε.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Κύριλ(λ)ου ὕμνος, τῷ Γορτύνης Φιλίπ(π)ῳ. Ἀμήν.
ᾨδὴ α’. Ἦχος δ’. Θαλάσσης τὸ ἐρυθραῖον.
Κυρίου, ἐν ταῖς σκηναῖς μακάριε, νῦν αὐλιζόμενος, καὶ τῷ Φωτὶ τῷ πρώτῳ ὁμιλῶν, φῶς ἐξαίτει μοι θεῖον ταῖς σαῖς, εὐχαῖς ὡς ἂν ὑμνήσω σε, Φίλιππε Πάτερ ἀξιάγαστε.
Ὑμνοῦμεν, μελῳδικῶς τὰ ἆθλά σου, καὶ τὰ παλαίσματα, δι’ ὧν ἐχθροῦ εἰς τέλος μηχανάς, ἐταπείνωσας Πάτερ σοφέ, ἠγλαϊσμένε Φίλιππε, ποιμὴν Γορτύνης θεοτίμητε.
Ῥημάτων Εὐαγγελίου Φίλιππε, κῆρυξ γενόμενος, τὴν τῶν εἰδώλων ἔλυσας ἀχλύν, καὶ ἐδίδαξας Κρήτης λαόν, τῶν μιαρῶν ἀπέχεσθαι, καὶ τῷ Χριστῷ λατρεύειν πάντοτε.
Θεοτοκίον.
Ἱλέῳ Θεογεννῆτορ ὄμματι, ἔπιδε ἄνωθεν, ἐπὶ τὸν σὸν φιλόχριστον λαόν, καὶ αὐτὸν ἐν τῇ βάσῃ ἀεί, τῆς πίστεως ἀκλόνητον, συντήρει Μῆτερ τῇ πρεσβείᾳ Σου.
ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.
Λαλήσας τῆς εὐσεβοῦς, πίστεως Πάτερ τ’ ἀληθῆ λόγια, εἰδωλικὴν Φίλιππε, πρόῤῥιζον ἀπάτην ἐξέτεμες.
Ὁ βίος σου ἱερός, ἡ διδαχή σου ἀκριβὴς Φίλιππε, δι’ ὧν πολλοὺς ἔσωσας, Πάτερ τῶν ἀρκύων τοῦ δράκοντος.
Ὑμνοῦμέν σε εὐλαβῶς, τὸν ποιμενάρχην τὸν σοφὸν Φίλιππε· σὺ γὰρ τὸ σὸν τάλαντον, πράξει ἀκριβεῖ ἐπλεόνασας.
Θεοτοκίον.
Ὑπέραγνε Μαριάμ, ἡ ἀπειράνδρως τὸν Θεὸν τέξασα, ἁμαρτιῶν αἴτει μοι, Μῆτερ τὴν τελείαν συγχώρησιν.
Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τίτου διάδοχος, θεῖος γενόμενος, ὡς ἀφομοίωμα, τούτου ἀνέτειλας, τῆς ἐπιγνώσεως Χριστοῦ ἐν Κρήτῃ Πάτερ τὸ φέγγος· λόγοις γὰρ καὶ πράξεσι, καταλλήλως διέπρεψας, ὡς ποιμὴν χρηστότατος, καὶ διδάσκαλος πάνσοφος· διὸ χρεωστικῶς σε τιμῶμεν, Φίλιππε Πάτερ νῦν ἐν ὕμνοις.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε παλάτιον, φωτὸς θεόδμητον· χαῖρε ἀνάκτορον, ζωῆς οὐράνιον· χαῖρε τῆς χάριτος πηγή, θεόβρυτος Παναγία· χαῖρε ἡ ἀντίληψις, τῶν ἐν θλίψεσιν ἄχραντε· χαῖρε ἡ βοήθεια, τῶν πιστῶν Μητροπάρθενε· Χριστοῦ χαῖρε ἡ ἄμωμος Μήτηρ· χαῖρε ἡ Κεχαριτωμένη.
ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.
Μακαριζομένων σε θείῳ χορῷ, μάκαρ ὁ Δεσπότη ἠρίθμησε· σὺ γὰρ κάθεῖλες, τῶν λοιμῶν τῶν νοητῶν, τὴν τερατώδη ἔπαρσιν, Φίλιππε Γραφῶν ἀποδείξεσι.
Νύκτα διεσκέδασας εἰδωλικήν, τῇ φωταγωγίᾳ τῶν λόγων σου· σοὶ γὰρ θεόφρον, ἐπεδήμησε σαφῶς, ὡς Ἀποστόλοις πρότερον, Πνεύματος ἡ δύναμις Φίλιππε.
Ὅλος τῷ τῆς γνώσεως καταυγασθείς, κρείττονι φωτὶ τὴν ψευδώνυμον, ᾔσχυνας γνῶσιν, καὶ Μαρκίωνος σοφέ, κατασκευὰς κατήργησας, τὰς θεομισήτους ὦ Φίλιππε.
Θεοτοκίον.
Σῶσον τοὺς ἐλπίζοντας, Μῆτερ εἰς Σέ, πάσης δυσχεροῦς περιστάσεως, δεινῶν κινδύνων, ἀδοκήτων συμφορῶν, καὶ τοῦ ἐχθροῦ τῆς μήνιδος, ὡς πολλὴν συμπάθειαν ἔχουσα.
ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.
Τυράννων δυσσεβῶν, τὸ γαυρίαμα ἔθραυσας, ὑπὲρ τῆς ποίμνης σου χαίρων, διωγμοὺς ὑπομείνας, καὶ θλίψεις Πάτερ Φίλιππε.
Ὡραίαις διδαχαῖς, ὡραΐσας τὸ φρόνημα, τοῦ λογικοῦ σου ποιμνίου, ὡραΐσθης τῇ αἴγλῃ, ἀδύτου δόξης Φίλιππε.
Γορτύνης ὁ ποιμήν, εὐφημείσθω ἐν ᾄσμασιν, ὁ τὴν φυτείαν τοῦ Τίτου, μυστικῶς γεωργήσας, ἀρότρῳ τοῦ κηρύγματος.
Θεοτοκίον.
Ὁλόφωτος ἁγνή, τῆς Θεότητος θάλαμος, Σῷ ξένῳ τοκετῷ ἐδείχθης· διὸ τὴν τοῦ νοός μου, σκοτίαν λῦσον δέομαι.
ᾨδὴ στ’. Ἐβόησε προτυπῶν.
Ῥωννύμενος τοῦ Σταυροῦ, δυναστείᾳ συνέτριψας, τῶν δαιμόνων τοὺς βωμούς, καὶ τὰ ξόανα Φίλιππε, καὶ ναοὺς Κυρίῳ, τὰς καρδίας ἀνθρώπων ἀνήγειρας.
Ταπείνωσιν ἀληθῆ, κεκτημένος ὡς μάχαιραν, τῶν βλασφήμων, τὴν ὑπέρογκον ἔπαρσιν ἔθραυσας, ὁ σοφὸς Γορτύνης, ποιμενάρχης καὶ πρόεδρος Φίλιππε.
Ὑψούμενος τὴν ψυχήν, μυστικαῖς ἀναβάσεσι, τῶν ἀθέων τὴν ὀφρύν, ἐταπείνωσας Φίλιππε, ἱερῶς κηρύξας, εὐσεβείας τε λόγον καὶ πίσεως.
Θεοτοκίον.
Νεούργησον τὴν ψυχήν, τὴν ἐμὴν Μητροπάρθενε, γεωργίᾳ μυστικῇ, τῆς ἁγίας Σου χάριτος, καρποφόρον ταύτην, ἀρετῶν παγκαρπίᾳ δεικνύμενος.
Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς τῆς Γορτύνης σε καλὸν ποιμένα Φίλιππε, καὶ εὐσεβείας θερμουργὸν μύστην καὶ πρόμαχον, εὐφημοῦμεν νῦν ἐν ᾄσμασιν ἑορτίοις. Ἀλλ’ ὡς χάριν ἐκ Θεοῦ πολλὴν εὑράμενος, τὰς ψυχὰς καθικετεύομεν χαρίτωσον, τῶν βοώντων σοι· Χαίροις Πάτερ θεόσοφε.
Ὁ Οἶκος.
Μέλπει σε γηθοσύνως, σήμερον πᾶσα γλῶσσα, ὦ Φίλιππε Χριστοῦ Ἱεράρχα· ἀνεδείχθης ποιμὴν γὰρ καλός, Εὐαγγελίου τε κῆρυξ οὐράνιος, καὶ πρεσβευτὴς πρὸς Κύριος, τῶν μελῳδούντων σοι τοιαῦτα·
Χαῖρε, ὁ ἄμεμπτος Ἱεράρχης·
χαῖρε, ὁ ἔνθεος Ποιμενάρχης.
Χαῖρε, Κρητονήσου ἐξαίρετον καύχημα·
χαῖρε, τῆς Γορτύνης σεβάσμιον σέμνωμα.
Χαῖρε, ὅτι ἠκολούθησας ὁλοτρόπως τῷ Χριστῷ·
χαῖρε, ὅτι ἐμεγάλυνας βιοτῆ σου τὸν Θεόν.
Χαῖρε, Εὐαγγελίου ἱερὸς φυτοκόμος·
χαῖρε, κακοδοξίας ἀληθὴς ῥιζοτόμος.
Χαῖρε, κανὼν ἀκριβὴς ἀληθείας·
χαῖρε, λαμπὰς φωταυγὴς εὐσεβείας.
Χαῖρε, εἰδώλων λύσας τὴν νέφωσιν·
χαῖρε, Σατὰν αἰσχύνας τὴν ἔπαρσιν.
Χαίροις, Πάτερ θεόσοφε.
Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Φιλίππου, ἐπισκόπου Γορτύνης τῆς Κρήτης.
Εὐαγγελίου ῥητορεύσας τὸν λόγον,
πλείστους ἐῤῥύσω τῶν εἰδώλων τῆς πλάνης
Ὀγδοάτῃ μετέστη γῆθεν Ποιμὴν Γορτύνης
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Πελαγίας, τῆς πρώην πόρνης.
Αἴσχους πλυθεῖσα καὶ λιποῦσα τὸν σάλον,
πρὸς ὅρμον ἥκεις οὐρανοῦ Πελαγία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ταϊσίας τῆς πρώης πόρνης.
Ἐκ τοῦ ῥύπου σμηχθεῖσα τῆς ἀσωτίας,
φαιδρὰ πρόσεισι τῷ Θεῷ Ταϊσία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Πελαγίας τῆς παρθένου.
Κρημνῷ φυγοῦσα κρημνὸν αἰσχύνης μέγαν,
κρημνεῖς τὸν ἐχθρὸν εὐφυῶς Πελαγία.
Τῇ αὑτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρτέμωνος Σελευκείας.
Τῇ αὑτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἰγνατίου, τοῦ ἐκ Κίου Βιθυνίας, τοῦ Ὁμολογητοῦ, τοῦ ὑπὲρ τῶν ἱερῶν Εἰκόνων ἀθλήσαντος.
Τῇ αὑτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ἰγνάτιος, ἐν ἔτει 1814ῳ, ἐν Κωνσταντινουπόλει, ἀγχόνῃ τελειοῦται.
Τὸν Ἰγνάτιον ἄλλον ὡς ἄστρον βλέπω,
ἐκ γῆς φαεινὸν εἰς πόλον δι ἀγχόνης.
Τῇ αὑτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Τρύφωνος τῆς Βιάτκα.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Ἀβραμιαῖοι ποτέ.
Ἡ σεβασμία σου νῦν, ἐπιφανεῖσα μνήμη, καταφωτίζει τοὺς τιμῶντάς σε, καὶ βοῶντας Φίλιππε· χαίροις Γορτύνης ποιμήν, τῆς Κρήτης τε τὸ κλέος.
Στήλη ὡράθης πυρός, ταῖς διδαχαῖς σου Πάτερ, καὶ τῷ τοῦ βίου παραδείγματι, ὁδηγῶν ὦ Φιλάνθρωπε, τὸν τῆς Γορτύνης λαόν, πρὸς τὴν θεογνωσίαν.
Φίλιππε Πάτερ σοφέ, Εὐαγγελίου μύστα, Χριστῷ ἐν πόλῳ παριστάμενος, ἱερῶς μνημόνευε, τῶν ἐκτελούντων πιστῶς, ἐν ᾄσμασι σὴν μνήμην.
Θεοτοκίον.
Ἵλεων πᾶσιν ἡμῖν, ἡμαρτηκόσι σφόδρα, τὸν σαρκωθέντα ἐξ αἱμάτων Σου, συμπαθῶς ἀπέργασαι, Θεογεννῆτορ ἁγνή, πρεσβείαις μητρικαῖς Σου.
ᾨδὴ η’. Λυτρωτὰ τοῦ παντός.
Λυτρωτὴν καὶ Σωτῆρα ἐκήρυξας, τοῖς ἀνθρώποις Χριστὸν τὸν Φιλάνθρωπον, καὶ εὐσεβῶς ἐδίδαξας, τούτους Φίλιππε κράζειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ἱλαρότητι τρόπων ὦ Φίλιππε, διαπρέψας ἀνόμους κατήσχυνας, καὶ τὸν Θεὸν ἐδόξασας, ἐπὶ γῆς ἀνακράζων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Παντευχίᾳ ἁγίᾳ τῆς πίστεως, τῶν ἐχθρῶν καθελὼν τὴν παράταξιν, ὕψωσας Πάτερ Φίλιππε, τὸ τῆς πίστεως κέρας, πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Ὦ πανύμνητε Μῆτερ ἱκέτευε, τὸν τεχθέντα ἐκ Σοῦ μονον Κύριον, ἡμῖν ἵνα δωρήσηται, τὴν εἰρήνην βοῶσι· Χαῖρε Μαρία, τῶν ἀνθρώπων βεβαία ἀντίληψις.
ᾨδὴ θ’. Λίθος ἀχειρότμητος.
Ἄνω τὸ πολίτευμα ἔχων, ὁσίως ἔζησας ἐν κόσμῳ, καὶ ὑπὲρ τῆς ποίμνης σου χαίρων, πολλὰς ὑπέστης, Φίλιππε Πάτερ θλίψεις· διὸ τῆς ἀειζώου νῦν, ἐπαπολαύεις καταπαύσεως.
Μένει εἰς αἰῶνας αἰώνων, τὸ εὐκλεὲς μνημόσυνόν σου, ὃ ἐπιτελοῦντες βοῶμεν, ἐν εὐφροσύνῃ, ἡγιασμένε Πάτερ· προστάτευε τὰ τέκνα σου, τῇ ἀντιλήψει σου ὦ Φίλιππε.
ᾜσχυνας αἱρέσεων πλάνην, σέβας εἰδώλων τε κάθεῖλες, τοῦ Εὐαγγελίου τὸν λόγον, ὀρθοτομήσας ὡς Ἱεράρχης θεῖος· διό σε Πάτερ Φίλιππε, νῦν ἐπαξίως μακαρίζομεν.
Θεοτοκίον.
Νεῦσον παρακλήσεσι Κόρη, πανευμενῶς τῶν ἱκετῶν σου, καὶ τῶν πεπραγμένων ἐξαίτει, αὐτοῖς τὴν λύσιν, ὡς τοῦ Κυρίου Μήτηρ, ἵνα ἐπαγαλλόμενοι, σε Θεοτόκε μακαρίζομεν.
Ἐξαποστειλάρια. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ τῆς Γορτύνης ὑμνείσθω, σήμερον Φίλιππος λαμπρῶς, Εὐαγγελίου τὸ στόμα, καὶ εὐσεβείας ὁ κανών, ὅτι ἀπαύστως πρεσβεύει, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ.
Ὑπὲρ Χριστοῦ κοπιάσας, ὑπερβαλλόντως ἐπὶ γῆς, ἐν οὐρανοῖς ἀπολαύεις, νῦν αἰωνίων ἀμοιβῶν, Φίλιππε Πάτερ θεόφρον, Ἱεραρχῶν κοσμιότης.
Θεοτοκίον.
Ἡ τὸν Θεὸν συλλαβοῦσα, ἀσπόρως ἐν τῇ γαστρί Σου, τὰς τῶν παθῶν μου ἀτάκτους, Παρθένε στῆσον κινήσεις, καὶ δός μοι ἐν σωφροσύνῃ, πάντα διάγειν τὸν βίον.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Εὐφροσύνως γεραίρομεν, τοὺς ἁγίους ἀγῶνάς σου, σήμερον ὦ Φίλιππε ἀγαλλόμενοι· σὺ γὰρ τὴν πίστιν ἐκήρυξας, τὸν δρόμον ἐτέλεσας, ὥσπερ ἔφη τῶν ἐθνῶν, ὁ πυρίπνους Ἀπόστολος, καὶ ἀπέλαβες, δεξιᾷ τοῦ Σωτῆρος ἐπαξίως, ὡς κλεινὸς τροπαιοφόρος, τὸν ἀμαράντινον στέφανον.
Τὴν ψευδώνυμον ᾔσχυνας, γνῶσιν Ὅσιε Φίλιππε, γνώσεως τῆς κρείττονος κληρωσάμενος, ταῖς ἀρεταῖς σου τὴν ἔλλαμψιν, καὶ πόίμνην ἐποίμανας, ἥν σοι δέδωκε Χριστός, πρὸς νομὴν ἐπουράνιον, ποιμαινόμενος, Παρακλήτου ἁγίᾳ βακτηρίᾳ· διὰ τοῦτό σε τιμῶμεν, νῦν εὐλαβῶς ἑορτάζοντες.
Οὐρανόθεν τὴν ἄμαχον, ἐνδυσάμενος δύναμιν, τοῦ Ἁγίου Πνεύματος Πάτερ Φίλιππε, Θεὸν τὸν Λόγον ἐκήρυξας, πανσόφως παντέλειον, σαρκωθέντα ἀληθῶς, ἐκ Παρθένου δι’ ἔλεος, καὶ κατήσχυνας, Μοντανοῦ Γνωστικῶν τε τὴν ἀπάτην, καὶ Μαρκίωνος παμμάκαρ, τὰ τερατώδη μυθεύματα.
Ἀφομοίωμα τέλειον, σὺ τοῦ Τίτου γενόμενος, τῶν Κρητῶν διέδραμες προθυμότατα, τὴν μεγαλόνησον Φίλιππε, τὸν σπόρον τῆς πίστεως, κατασπείρων πανταχοῦ, γεωργὸς ὡς τῆς χάριτος, ἐμπειρότατος, καὶ ψυχὰς τὰς ἀκάρπους τῶν ἀνθρώπων, καρπογόνους ἀπειργάσω, Εὐαγγελίου κηρύγματι.
Δόξα. Ἦχος πλ. Δ΄.
Εὐαγγελικῆς διδασκαλίας, ἀνατείλας τὸ φῶς, τῆς τῶν εἰδώλων λατρείας, τὴν σκοτίαν διέλυσας. Τῆς εὐσεβείας δὲ τὸν λόγον, ἐν ὑπακοῇ κηρύξας Πνεύματος, ἰουδαϊζόντων καὶ γνωστικῶν, τὴν λύμην ἀπεδίωξας· ὅθεν ὡς νύμφη ἀμώμητον, τῷ Κυρίῳ παρέστησας, τὴν Ἐκκλησίαν ἐν Κρήτῃ. Ἀλλ’ ὦ μακάριε Φίλιππε, τῆς Γορτύνης θεῖε πρόεδρε, ἐπαγωνίζεσθαι ἐνίσχυσον ἡμᾶς, τῇ πίστει ᾗ ἐτράνωσας, δυνάμει τῆς πρεσβείας σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῆς Γορτύνης θεῖος ποιμήν, καὶ Εὐαγγελίου, ὁ θεόπνους ὑφηγητής· χαίροις εὐσεβείας, ὑπέρμαχος δογμάτων, κανών τε ἀληθείας, ἔνδοξε Φίλιππε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου