ΟΚΤΩΒΡΙΟΣ Κ΄!!
ΑΝΔΡΟΝΙΚΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΚΡΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου, Μητρ. Ῥόδου Κυρίλλου)
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ Ἀνδρόνικε ἡ σή, μνήμη ἐξανέτειλε, ὡς ἑωσφόρος οὐράνιος, τῷ κόσμῳ σήμερον, τῶν ἀσκητικῶν σου, ἀρετῶν πυρσεύμασι, καὶ ταῖς μαρμαρυγαῖς τῆς ἀθλήσεως, καταφαιδρύνουσα, Ὀρθοδόξων τὰ πληρώματα, τῶν ἐν ὕμνοις πιστῶς εὐφημούντων σε.
Παμμάκαρ Ἀνδρόνικε Χριστοῦ, τὸν Σταυρὸν ἀράμενος, ἀσκητικῶς ἠκολούθησας, Αὐτοῦ τοῖς ἴχνεσι, καὶ δικαιοσύνης, στολὴν ἐνδυσάμενος, τῷ αἵματί σου ταύτην ἐφαίδρυνας· διὸ ἀνέδραμες, λαμπροφόρος εἰς σκηνώματα, τῆς ἀλήκτου ζωῆς ἀγαλλόμενος.
Παμμάκαρ Ἀνδρόνικε Χριστῷ, πιστῶς ἀνακείμενος, καὶ τῇ δυνάμει τῆς χάριτος ἐνισχυόμενος, ἀσεβῶν τυράννων, τὸν θυμὸν οὐκ ἔπτηξας, οὐδὲ τὸν ἀπειλούμενον θάνατον, ἀλλ’ ὡμολόγησας, τῶν Εἰκόνων τὴν προσκύνησιν, καὶ ἀνδρείῳ φρονήματι ἤθλησας.
Παμμάκαρ Ἀνδρόνικε Χριστοῦ, Εἰκόνα τὴν ἄχραντον, ὡς ὀρθοδόξως σεβόμενος, στεῤῥῶς διήλεγξας, τῶν Εἰκονομάχων, ἄνοιαν τὴν βλάσφημον, καὶ μάστιξι πικραῖς προσωμίλησας, ἐν αἷς ἀδάμαντος, ἀκμαιότερος γενόμενος, ἀϊδίου τρυφῆς ἐκοινώνησας.
Δόξα. Ἦχος β΄.
Ὅσιε Πάτερ Ἀνδρόνικε, δι’ ἀσκητικῶν ἀγώνων, εἰς ὕψος ἀνελθὼν τελειότητος, τοῦ Παρακλήτου ἐδέξω τὴν ἐνέργειαν, καὶ ἀνδρικῶς ἀντετάξω, Εἰκονομάχων τῇ βουλῇ, κηρύξας προσκυνεῖσθαι σχετικῶς, τοῦ Χριστοῦ τὴν Εἰκόνα· ὅθεν καθυπομείνας βασάνους πικράς, καὶ αἰκίας ἐπωδύνους, μαρτυρικῶς πρὸς Θεὸν ἐξεδήμησας, τὸν διάπυρον τῆς ψυχῆς σου ἔρωτα. Αὐτὸν οὖν ἐκτενῶς, ὡς παῤῤησίαν ἔχων ἱκέτευε, τὴν εἰρήνην δωρήσασθαι τοῖς τιμῶσί σε.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σκεῦος τῶν ἀρετῶν, σαυτὸν ἀποτελέσας, ἀσκητικοῖς σου πόνοις, ἐν στάσει μαρτυρίου, Ἀνδρόνικε ἠρίστευσας.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
ᾜσχυνας ἀνδρικῶς, αἰσχρῶς τοὺε βλασφημοῦντας, Εἰκόνας τὰς ἁγίας, ἀθλήσας στεῤῥοψύχως, Ἀνδρόνικε ὡς ἄσαρκος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Νίκης παρὰ Θεοῦ, εἴληφας ὡς ἀνδρεῖος, στεφάνους ἀμαράντους, Ἀνδρόνικε τρισμάκαρ, τῆς Κρήτης ἐγκαλλώπισμα.
Δόξα. Τριαδικόν.
Αἴγλῃ τῆς τριφεγγοῦς, Θεότητος τὸν νοῦν σου, ὡς κατηγλαϊσμένος, Ἀνδρόνικε καθεῖλες, τοῦ σκότους τὰ ὑψώματα.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα ἀγαθή, Ἀνδρόνικος μορφῆς Σου, ἀχράντου τὴν Εἰκόνα, τιμήσας τῶν Μαρτύρων, διέδραμε τὸ στάδιον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀνδρείως ἐνίκησας τὸν παλαιὸν πτερνιστήν, ἀσκήσει τὸ πρότερον, καὶ ἐν ἀθλήσει στεῤῥᾷ, παμμάκαρ Ἀνδρόνικε. Σὺ γὰρ ὁμολογίᾳ, ἱερᾶ διέπρεψας, ὤφθης Ὁσιομάρτυς, ἀληθὴς τοῦ Σωτῆρος, ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς ἀνδρείως ἠγώνισαι, θεοφόρε Ἀνδρόνικε, τὸ τῆς νίκης εἴληφας στέφος ἄφθαρτον, παρὰ Χριστοῦ τοῦ παντάνακτος, οὗπερ τὴν ἐν σώματι, πανσεβάσμιον μορφήν, ὀρθοδόξως σεβόμενος, πόνους ἤνεγκας, καὶ καθεῖλες αἱρέσεως τὴν πλάνην· διὰ τοῦτό σου τὴν μνήμην, τὴν φωταυγῆ ἑορτάζομεν.
Τῷ ζυγῷ τοῦ Κυρίου σου, ὑποσχὺν τὸν αὐχένα σου, κοσμικὴν ἀπέῤῥιψας ματαιότητα, καὶ λαμπρυνθεὶς τὴν διάνοιαν, παμμάκαρ Ἀνδρόνικε, τῆς Εἰκόνος τοῦ Χριστοῦ, τὴν τιμὴν ὡμολόγησας, λαμπρῷ στόματι, τῶν Πατέρων πειθόμενος τοῖς λόγοις, καὶ τῶν θείων Ἀποστόλων, ἴχνεσι θείοις ἑπόμενος.
Ἐκ τῆς Κρήτης ἐβλάστησας, ὥσπερ ἄνθος πανεύοσμον, Ὅσιε Ἀνδρόνικε καὶ ταῖς πράξεσι, τῆς καθαρᾶς πολιτείας σου, πᾶσαν εὐωδίασας, Ἐκκλησίαν τοῦ Χριστοῦ, ὑπὲρ ἧς καὶ τὸ αἷμά σου, χαίρων κέχυκας, καθελὼν ἀνενδότῳ σου ἐνστάσει, καὶ λαμπρᾷ ὁμολογίᾳ, Εἰκονομάχων τὴν αἵρεσιν.
Ἕτερα. Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Ἔδραμες Ἀνδρόνικε, ἐν θεολήπτῳ φρονήματι, τὴν ὁδὸν τῆς ἀσκήσεως, καὶ τὸ καθ’ ὁμοίωσιν, τῆς θείας εἰκόνος, καθαρὸν τηρήσας, πόνους ὑπέμεινας πολλούς, ὑπὲρ τῆς θείας Εἰκόνος Ἅγιε, Χριστοῦ τοῦ Παντοκράτορος, Εἰκονομάχων τὴν δόκησιν, διελέγχων τρανότατα, ὡς τοῦ Πνεύματος ὄργανον.
Ἅπαν κατεμάρανας, συντονωτάτῃ ἀσκήσει σου, τῆς σαρκὸς Πάτερ φρόνημα, καὶ νομίμως ἤθλησας, ὑπὲρ τῶν Ἁγίων, πίστεως δογμάτων, ἀνδρειοτάτῃ σου ψυχῇ, Ὁσιομάρτυς θεῖε Ἀνδρόνικε· ἐντεῦθεν διπλοῦν στέφανον, παρὰ Κυρίου ἀπείληφας, καὶ πρεσβεύεις ἑκάστοτε, ὑπὲρ τῶν εὐφημούντων σε.
Κρήτη ἡ περίφημος, Ὁσιομάρτυς Ἀνδρόνικε, τοῖς σπαργάνοις σου γάνυται, καὶ τὴν θείαν μνήμην σου, εὐλαβῶς τιμῶσα, πόθῳ σοι κραυγάζει· τὴν σὴν πατρίδα Ἀθλητά, καὶ Ἐκκλησίαν πᾶσαν Ὀρθόδοξον, ἀπαύστως διαφύλαττε, ἐκ χαλεπῶν περιστάσεων, ταῖς θερμαῖς ἱκεσίαις σου, πρὸς Χριστὸν τὸν φιλάνθρωπον.
Δόξα. Ἦχος δ’.
Τὴν καλὴν ὁμολογίαν φυλάττων, ὡς θησαυρὸν πολύτιμον, ὑπὲρ αὐτῆς τέθηκας τὴν ζωήν, Ἀνδρόνικε μακάριε. Πρὸς τὴν ἁμαρτίαν γὰρ ἀνδρείως ἀντικατέστης, καὶ τοὺς ἀσεβῶς λαλοῦντας, κατὰ τῆς Εἰκόνος τοῦ Σωτῆρος, λόγῳ καὶ ἔργῳ κατήσχυνας· ὅθεν Χριστὸς ὁ Κύριος, τὴν σὴν ἄθλησιν δεξάμενος, τῶν αἰωνίων ἀγαθῶν κληρονόμον σε ἔδειξε, καὶ τῆς Αὐτοῦ λαμπρότητος μέτοχον· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, ταῖς πρὸς Αὐτὸν πρεσβείαις σου, Ὁσιομάρτυς ἀοίδιμε.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α’.
Ὡς φοῖνιξ κατάκαρπος, ἐκ Κρήτης βλαστήσας, τοῖς καρποῖς τῶν ἀρετῶν, τῶν πιστῶν εὐφραίνεις τὰς καρδίας, Ὁσιομάρτυς Ἀνδρόνικε. Σὺ γὰρ ἐν ἀσκήσει ἀνδρεῖος φανείς, καὶ ἐν ἀθλήσει τὸν Χριστὸν δοξάσας, ἔξω κόσμου καὶ σαρκὸς ἐγένου, ἐν τῇ ἑνώσει τοῦ κρείττονος. Καὶ δόκιμος ἐν πᾶσιν ὀφθείς, καὶ τῶν θείων παραδόσεων, τὴν χάριν τρανώσας, τὰς ἀμοιβὰς τῶν καμάτων, ἐπαξίως ἐκομίσω, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Ἦχος β’.
Τὴν ἐν ἀσκήσει ζωήν σου, πολλῷ πλέον ἐλάμπρυνας, τοῖς ὑπὲρ τῆς πίστεως ἀγῶσι, θεόφρον Ἀνδρόνικε. Τῆς γὰρ σαρκὸς τὸ φρόνημα νεκρώσας, δι’ ἐγκρατείας συντόνου, τῆς ἐν Χριστῷ ζωῆς τὰς χάριτας, ἐν σοὶ ἐταμιεύσω. Καὶ μαρτυρικὸν ὑπελθὼν στάδιον, Εἰκονομάχων τὴν ἄνοιαν ἤλεγξας, ἐν τῇ ἄνωθεν σοφίᾳ. Τὸν γὰρ Χριστὸν ἐν εἰκόνι προσκυνῶν, ἣν ἐξ ἡμῶν ὑπὲρ ὑμῶν ἀνείληφας, τῷ οἰκείῳ θανάτῳ ἐσφράγισας, τὴν ἀληθῆ λατρείαν. Καὶ πρὸς ἀθάνατον ζωὴν μεταστάς, ἀπαύστως ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ’.
Τῶν ἀρετῶν τὸν πλοῦτον ἀπενεγκάμενος, ὡς τῶν τοῦ κόσμου ἡδέων ξένος, τῆς ἀπαθείας τὴν στολήν, περιεβάλου παμμακάριστε Ἀνδρόνικε. Καὶ ἄθλοις μαρτυρικοῖς ταύτην καταποικίλας, ἐν τῷ νυμφῶνι τῆς ζωῆς ἀνέδραμες, ὡς ὁμολογητὴς τῆς εὐσεβείας ἐνθεώτατος. Προθύμως γὰρ εἵλου θανεῖν, ὑπὲρ τῶν θείων δογμάτων, αἱρετικὴν φαυλίσας παράνοιαν. Ἀλλ’ ὡς τῆς ἄνω δόξης κοινωνός, πρέσβευε δεόμεθα ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος δ’.
Τῇ τοῦ νοὸς καθαρότητι, τοῦ θείου φωτὸς τὰς ἀποῤῥοίας δεχόμενος, τῆς Ὀρθοδοξίας τὴν λαμπρότητα ἐξέφηνας, τῇ σῇ λαμπρᾷ ὁμολογίᾳ, Ὁσιομάρτυς Ἀνδρόνικε. Καὶ τῇ σῇ ἀθλήσει τοὺς πιστοὺς βεβαιώσας, πᾶσι προσκυνεῖν ἔλεγες, ἐν περιγραπτῇ μορφῇ, τὸν δι’ ἡμᾶς σάρκα γενόμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν. ᾯ πρέσβευε Ἅγιε διδόναι ἡμῖν πταισμάτων συγχώρησιν.
Δόξα. Ὁ αὐτός.
Τὸν ἐν Ὁσίοις ὁμολογητήν, καὶ ἐν ἄθλοις ἁγίοις, θεόληπτον ἀριστέα, Ἀνδρόνικον τὸν Ὁσιομάρτυρα, τὸν δυσὶ στέμμασι κατεστεμμένον, τῶν Ὀρθοδόξων τὰ πληρώματα, ὕμνοις καὶ ᾠδαῖς εὐφημήσωμεν. Εὐαγγελικῶς γὰρ Χριστῷ ἀκολουθήσας, ἐν ἀσκήσει καὶ ἀθλήσει Αὐτῷ εὐηρέστησεν· ὅτι ὑπὲρ τῆς θείας Αὐτοῦ Εἰκόνος, νομίμως ἠγωνίσατο. Καὶ νῦν Ὁσίοις καὶ Μάρτυσι συνών, αἰτεῖται πᾶσι τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ Ἀνδρόνικε Χριστοῦ, πτερωθεὶς τῷ ἔρωτι, τὴν κοσμικὴν ματαιότητα, ἐμφρόνως ἔλιπες, καὶ δι’ ἐγκραείας, τὸν νοῦν καθηράμενος, ἐν ἄθλοις εὐσεβείας ἠρίστευσας· διὸ ὑμνοῦμέν σε, ὡς Χριστοῦ Ὁσιομάρτυρα, καὶ μεσίτην ἡμῶν πρὸς τὸν Κύριον.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Παμμάκαρ Ἀνδρόνικε σαυτόν, στήλην θείων πράξεων, τῇ καθαρᾷ πολιτείᾳ σου, παραστησάμενος, τῶν Εἰκονομάχων, ἤλεγξας φρόνημα, καὶ ὤφθης Ὀρθοδόξων ἑδραίωμα, τῇ καρτερίᾳ σου, δι’ ἧς ᾔσχυνας τὸν δράκοντα, καὶ ἐδέξω τὸν ἄφθαρτον στέφανον.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Παμμάκαρ Ἀνδρόνικε βλαστός, Κρήτης εὐθαλέστατος, τῇ γεωργίᾳ τοῦ Πνεύματος, καὶ δένδρον εὔκαρπον, ἀληθῶς ἐδείχθης, καὶ πᾶσι προήγαγες, καρποὺς ὁμολογίας καὶ χάριτος· διὸ αἰτοῦμέν σε, ὡς Χριστοῦ Ὁσιομάρτυρα ἱκετεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος β .
Τῶν ἀρετῶν τὴν ὁδὸν βαδίζων, ἀθλητικῷ αἵματι σαυτὸν ἐφοίνιξας, ὡς τοῦ Χριστοῦ στρατιώτης, Ὁσιομάρτυς Ἀνδρόνικε. Καὶ ἐν ἀμφοτέροις ἀνδραγαθήσας, καὶ καλῶς τὸν ἀγῶνα περάνας, τῆς οὐρανίου Βασιλείας τὸ δηνάριον, ἐπαξίως εἴληφας, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀνδρείως ἐνίκησας τὸν παλαιὸν πτερνιστήν, ἀσκήσει τὸ πρότερον, καὶ ἐν ἀθλήσει στεῤῥᾷ, παμμάκαρ Ἀνδρόνικε. Σὺ γὰρ ὁμολογίᾳ, ἱερᾶ διέπρεψας, ὤφθης Ὁσιομάρτυς, ἀληθὴς τοῦ Σωτῆρος, ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀσκήσεως φωτί, τὴν ψυχήν σου λαμπρύνας, ἀθλήσει ἱερᾷ, τοῦ Χριστοῦ τὴν Εἰκόνα, ἀνδρείως ὡμολόγησας, προσκυνεῖσθαι Ἀνδρόνικε· ὅθεν μέτοχος, τῆς οὐρανῶν Βασιλείας, ὤφθης Ἅγιε, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν πίστει τιμώντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἀφράστως τὸν Θεόν, τετοκυῖα Παρθένε, ἐθέωσας ἡμῶν, τὴν φθαρεῖσαν οὐσίαν· διὸ φθορᾶς ἀπάλλαξον, καὶ μανίας τοῦ ὄφεως, τὴν καρδίαν μου, καὶ τῆς ψυχῆς τὰς αἰσθήσεις, Κόρη πάναγνε, καὶ μετανοίας τῷ φέγγει, τὸν νοῦν μου καταύγασον.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐκ τῆς Κρήτης ἔλαμψας, ὡς ἑωσφόρος, καὶ πιστῶν τὸ πλήρωμα, καταπυρσεύεις μυστικῶς, Ὁσιομάρτυς Ἀνδρόνικε, ὁμολογίας ἐνθέοις παλαίσμασι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐκ γαστρός Σου πρόεισι, σώματος εἴδει, ὁ τῶν ὅλων Κύριος, Παρθενομῆτορ Μαριάμ, καὶ σωτηρίαν ἐβράβευσε, τοῖς ὀρθοδόξως ὑμνοῦσι τὸν τόκον Σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. Α’. Τὸν συνάναρχον Λόγον.
Τοῦ Χριστοῦ τὴν Εἰκόνα πιστῶς σεβόμενος, καὶ Ἁγίων ἁπάντων τὰ ἐκτυπώματα, ἠγωνίσω ἀνδρικῶς Πάτερ Ἀνδρόνικε, καὶ καταβέβληκας εἰς γῆν, αἱρετιζόντων τὴν ὀφρύν, τοῖς δόγμασι τοῖς ἁγίοις· καὶ νῦν Χριστὸν ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐκ γαστρός Σου προῆλθεν ὥσπερ ηὐδόκησεν, ὁ τῶν ὅλων Δεσπότης δι’ εὐσπλαγχνίαν πολλήν, καὶ τὴν πάλαι τοῦ Ἀδὰμ ἀρὰν κατήργησεν· ὅθεν ὡς πύλην Σε φωτός, καὶ σωτηρίας ἀπαρχήν, δοξάζομεν Θεοτόκε, καὶ προσκυνοῦμεν ἐν πίστει, τὸ ἐν Σοὶ μέγιστον μυστήριον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, ζήτει τῇ ΚΓ’ Ἀπριλίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος β’. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τῇ ἀσκητικῇ σου παλαίστρᾳ, ὁ τῆς ἀθλήσεως προσετέθη ἀγών, Ἀνδρόνικε μακάριε. Καὶ ἐν ἀμφοτέροις εὐαρεστήσας Χριστῷ, ἐπαξίων ἐπάθλων ἔτυχες παρ’ Αὐτοῦ, Ἀγγέλων συναφθεὶς ταῖς τάξεσι· μεθ’ ὧν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νίκην ἡμῖν Ἀνδρόνικε δίδου. Γερασίμου.
ᾨδὴ α’. Ἦχος β’. Ἐν βυθῷ κατέστρωσε.
Νικηφόρος βήματι Χριστοῦ, Ἅγιε Ἀνδρόνικε, παρεστηκὼς καὶ φωτὸς ἀξιούμενος, τοῦ ὑπὲρ κατάληψιν, φῶς μοι αἴτησαι, ἵνα μέλψω γηθόμενος, τῆς σῆς πολιτείας, τοὺς λαμπρὺς ἀγῶνας καὶ τὰ σκάμματα.
Ἱερῶν Εἰκόνων τὴν τιμήν, τοῦ Χριστοῦ Ἀνδρόνικε, καὶ τῶν Ἁγίων κηρύττων διήλεγξας, θεηγόρῳ στόματι, τὴν ἀσέβειαν, τῶν αὐτῶν τὴν προσκύνησιν, μάρτυς ἀθετούντων, ὑπὲρμ ὧν καὶ ἤθλησας ὡς ἄσαρκος.
Καθελὼν τῆς πλάνης τὴν ὀφρύν, ἀνδρικῷ φρονήματι, καὶ ἱεροῖς σου ἀγῶσιν Ἀνδρόνικε, τοὺς πιστοὺς ἐστήριξας, ἐν τοῖς δόγμασι τῶν Πατέρων τοῖς ἄθλοις σου· ὅθεν οὐρανίων, ἔτυχες ἐπάθλων ἀξιάγαστε.
Θεοτοκίον.
Ἡ Θεὸν τὸν Λόγον ἐν σαρκί, ὑπὲρ νοῦν κυήσασα, καὶ τῆς ἀρᾶς ῥυσαμένη τὸν ἄνθρωπον, Θεοτόκε πάναγνε, πάσης ῥῦσαί με, δυναστείας τοῦ δράκοντος, ἵνα Σε δοξάζω, ὁ ἀεὶ προστρέχων τῇ πρεσβείᾳ Σου.
ᾨδὴ γ’. Ἐξήνθησεν ἡ ἔρημος.
Νομίμως τῆς ἀσκήσεως, ἤνυσας τὰ σκάμματα, καὶ ἐν ἀθλήσει Ἅγιε, τῶν Εἰκόνων τιμὴν τὴν ἔνθεον, διετράνωσας ἅπασιν Ἀνδρόνικε.
Ἡλίου φαεινότερον, ἐκ τῆς Κρήτης ἔλαμψας, καὶ μυστικαῖς λαμπρότησι, καταυγάζεις ἀεὶ Ἀνδρόνικε, καρδίας Ὀρθοδόξων καὶ νοήματα.
Μαρτύρων τὴν εὐστάθειαν, Ὅσιε μιμούμενος, ἐπαγωγὰς τῶν θλίψεων, Εἰκονομάχων οὐδόλως ἔπτηξας, καὶ ἤθλησας Ἀνδρόνικε στεῤῥότατα.
Θεοτοκίον.
Ἰλύος ἀποκάθαρον, τὴν ψυχήν μου Δέσποινα, τοῖς ῥείθροις τοῦ ἐλέους Σου, καὶ παράσχου τῇ διανοίᾳ μου, τοῦ Υἱοῦ Σου τὸν φόβον τὸν σωτήριον.
Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁσίων ὁμότροπος καὶ Ἀθλητῶν κοινωνός, ἐδείχθης Ἀνδρόνικε, ταῖς ἀριστείαις ταῖς σαῖς, ἰσχύϊ τῇ ἄνωθεν· ὅθεν τῆς ἀφθαρσίας, δεδεγμένος τὸ γέρας, πρέσβευε τῷ Σωτῆρι, καὶ Θεῷ τῶν ἁπάντων, διδόναι τοῖς σὲ τιμῶσι, πταισμάτων συγχώρησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν τὸν ἀσώματον σωματωθέντα ἐκ Σοῦ, κυήσασα ἄχραντε καὶ μετὰ τόκον ὡς ἧς, πρὸ τόκου Σου μείνασα, ῥῦσαί μου τὴν καρδίαν, γεηρῶν νοημάτων· πλήρωσον τὴν ψυχήν μου, φωτισμοῦ οὐρανίου, καὶ σῶσόν με τὸν δείλαιον, ὡς βρύσις χρηστότητος.
ᾨδὴ δ’. Ἐλήλυθας ἐκ Παρθένου.
Νεκρώσας σου, τῆς σαρκὸς τὰ φρονήματα Ἅγιε, πρὸς ζωὴν αἰώνιον, ὡς ἐναθλήσας στεῤῥότατα, χαίρων μεταβέβηκας μάκαρ Ἀνδρόνικε, καὶ Χριστοῦ ὁρᾷς τὴν λαμπρότητα.
Ἀσκήσεως, τῷ πυρὶ παθημάτων τὴν ἄκανθαν, καταφλέξας Ὅσιε, ῥείθροις αἱμάτων κατέσβεσας, φλόγα τῆς αἱρέσεως τὴν ψυχολέτειραν, καὶ πρὸς φῶς ἁΐδιον ἔδραμες.
Νοήμασιν, ὀρθοδόξοις τὸν νοῦν λαμπρυνόμενος, ὑποφήτης ἔνθεος, ὀρθῶν δογμάτων γεγένησαι, καὶ τῶν ἱερῶν παραδόσεων Ἅγιε, ὡς Χριστοῦ θεράπων Ἀνδρόνικε.
Θεοτοκίον.
Διάῤῥηξον, τῶν παθῶν τὸν χιτῶνά μου Δέσποινα, καὶ τῆς ἀπαθείας με, θείῳ ἐνδύματι ἔνδυσον, καὶ τῆς σωτηρίας με χλαῖναν ἀμφίασον, ἵνα μεγαλύνω τὴν δόξαν Σου.
ᾨδὴ ε’. Μεσίτης Θεοῦ.
Ῥωσθεὶς τῇ ῥοπῇ, καὶ ἰσχύϊ Ὅσιε τῇ ἄνωθεν, ἅπασαν τὴν δύναμιν, ἀσθενείᾳ σώματος κατέβαλες, τῶν κατὰ τῆς Εἰκόνος, Χριστοῦ ἀράντων πόλεμον.
Ὁσίων χοροῖς, καὶ Μαρτύρων νῦν συναυλιζόμενος, ὡς τούτων ἰσότιμος, Ὁσιομάρτυς ἔνδοξε Ἀνδρόνικε, σὺν αὐτοῖς ἐκδυσώπει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ναὸς καθαρός, τοῦ Ἁγίου Πνεύματος γενόμενος, ὡς ἀθλήσας ἄριστα, ὑπὲρ τῆς Εἰκόνος τοῦ Παντάνακτος, μετὰ δόξης ἀνῆλθες, ναὸν πρὸς ἐπουράνιον.
Θεοτοκίον.
Ἰσχὺν κραταιάν, κατὰ τοῦ δολίου παναλάστορος, τὴν Σὴν ἔχων Δέσποινα, ἄμαχον βοήθειαν ἑκάστοτε, οὐ πτοῦμαι τὴν τούτου, μανίαν καὶ τὰ ἔνεδρα.
ᾨδὴ στ’. Ἐν ἀβύσσῳ πταισμάτων.
Κρήτης ὤφθης λαμπρὸν ἐγκαλλώπισμα, καὶ Ὀρθοδοξίας κρηπὶς ἀκατάσειστος, τῇ ἱερᾷ ἀθλήσει σου, παμμακάριστε Πάτερ Ἀνδρόνικε.
Εὐθαρσῶς τὴν ἀπάτην διήλεγξας, τῶν Εἰκονομάχων παμμάκαρ Ἀνδρόνικε, καὶ ἀνδρικῶς ἐνήθλησας, ὑπὲρ τῶν ἱερῶν παραδόσεων.
Δοξασθεὶς δωρεαῖς θείου Πνεύματος, ὡς Ὁσιομάρτυς Χριστοῦ ἐνθεώτατος, δόξα πιστῶν καὶ πρόβολος, ἀνεδείχθης θεόφρον Ἀνδρόνικε.
Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα καὶ Κύριον, ἐπ’ ἀνακαινίσει ἀνθρώπων γεννήσασα, φθαρεῖσαν τὴν καρδίαν μου, ἀνακαίνισον Δέσποινα δέομαι.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀσκητικῶς τὸν Χριστὸν ἐθεράπευσας, ἀθλητικῶς δὲ τὴν τούτου ἐτίμησας, ἁγίαν Εἰκόνα Ἀνδρόνικε, ὑπὲρ αὐτῆς τὴν ζωήν σου προθέμενος· διό σου τὴν μνήμην γεραίρομεν.
Ὁ Οἶκος.
Ὡς ἀρετῶν ἱερὸν ἐνδιαίτημα, καὶ τῆς ἀσκήσεως θεῖον ὑπόδειγμα, καὶ Ἐκκλησίας Χριστοῦ λύχνον καὶ στῦλον ἀῤῥαγῆ, ὑμνοῦμέν σε Ὁσιομάρτυς παμμάκαρ Ἀνδρόνικε. Σὺ γὰρ ἐν θεολήπτῳ λόγισμῷ, ὑπὲρ τῆς τῶν θείων Εἰκόνων προσκυνήσεως καὶ τιμῆς, πρὸς ἀθλητικοὺς ἀπεδύσω ἀγῶνας, πρὸς τὴν θεομάχον αἵρεσιν, ἀνενδοιάστῳ καρδίᾳ ἀντικαθιστάμενος, καὶ στεῤῥῶς ἀγωνιζόμενος. Καὶ ταύτην κατὰ κράτος ἑλών, Ὀρθοδοξίας τὴν λαμπρότητα πᾶσιν ὑπέδειξας, τῷ οἰκείῳ θανάτῳ Ἅγιε· διό σου τὴν μνήμην γεραίρομεν.
Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀνδρονίκου τοῦ Κρητός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀρτεμίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ματρώνης τῆς Χιοπολίτιδος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Γερασίμου του ἐν Κεφαλληνίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἐβόρης καὶ Ἐνόης, λιθοβοληθέντες τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ζεβινᾶς, Γερμανός, Νικηφόρος καὶ Ἀντωνῖνος, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Μαναθὼ ἡ παρθένος, πυρὶ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασιλείου, ἐπισκόπου Τραπεζούντος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Γρηγορίου τοῦ Καλλίδη.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Ἀντίθεον πρόσταγμα.
Δοχεῖον ὑπέρτιμον τοῦ Παρακλήτου, ζωῆς καθαρότητι, Ἀνδρόνικε γενόμενος, λαμπρῶς ὁμολόγησας, τὴν τῶν Εἰκόνων τιμήν, καὶ ἀνδρείως ἠγώνισαι, ὑπὲρ αὐτῶν ἐλέγχων τοὺς ματαιόφρονας.
Ὁ θεῖος Ἀνδρόνικος καὶ θεοφόρος, Ὁσίων ὁ σύσκηνος, καὶ τῶν Μαρτύρων σύναθλος, δογμάτων τῆς πίστεως, στηλογραφία λαμπρᾶ, ἀνυμνείσθω σήμερον, ὡς πρέσβυς ἡμῶν μέγας πρὸς τὸν Φιλάνθρωπον.
Ὑψώσας τὸν ἔρωτα τῆς σῆς καρδίας, παμμάκαρ Ἀνδρόνικε, πρὸς ἐφετῶν τὸ ἔσχατος, ἀσκήσει διέδραμες, καὶ ἐν ἀθλήσει στεῤῥᾷ, τὴν ζωήν σου Ἅγιε, Χριστὸν ἀεὶ δοξάζων τὸν σὲ δοξάσαντα.
Γενοῦ μοι πανάμωμε ἄῤῥηκτον τεῖχος, ἐχθροῦ ἐναπείργουσα, ἐφόδους καὶ τὰ βέλεμνα, καὶ φῶς μοι παρέχουσα, ἐν τῇ ὁδῷ τῆς ζωῆς, ὅπως πρὸς τὴν ἄληκτον, ζωὴν Παρθένε φθάσω τῇ ὁδηγίᾳ Σου.
ᾨδὴ η’. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἐν τῇ ἀσκήσει ἀκλινής, καὶ ἐν ἄθλοις καὶ καλῇ ὁμολογίᾳ, ὀρθοδόξων δογμάτων, θεοειδὴς πεφηνώς, Ἀνδρόνικε πᾶσαν κατέῤῥαξας, εἰκονομαχίας, ὀφρύν τε καὶ τὸ θράσος.
Ῥείθροις τῶν σῶν ἱκεσιῶν, φλεγομένην τῶν παθῶν ἐν τῇ καμίνῳ, τὴν ἀθλίαν ψυχήν μου, δρόσισον νῦν νοερῶς, Ἀνδρόνικε Πάτερ καὶ πότισον, τῆς ἀθανασίας, ὕδατι ζωηφόρῳ.
Ἀπεριτρέπτῳ σου νοΐ, ὑπελθὼν τοῦ μαρτυρίου τὸν ἀγῶνα, καὶ νικήσας τὴν πλάνην, ἀνδρειοτάτῃ ψυχῇ, Ἀνδρόνικε χαίρων ἀπέλαβες, τῆς δικαιοσύνης, παρὰ Χριστοῦ τὸ στέφος.
Θεοτοκίον.
Σωματικῶς ὑπὲρ ἡμῶν, ἐκ γαστρός Σου προελήλυθεν ὁ Λόγος, μὴ ἐκστὰς τῆς ἀξίας, τῆς θεϊκῆς ὡς Θεός, καὶ ἔσωσε Κόρη τὸν ἄνθρωπον, ἐκ τῆς πανωδύνου, κατάρας τῆς ἀρχαίας.
ᾨδὴ θ’. Ἀνάρχου γεννήτορος.
Ἰσχὺν ἐνδυσάμενος, τὴν θεϊκὴν Ἀνδρόνικε, ἐν ἀγῶσιν ἁγίοις στεῤῥῶς κατήσχυνας, κατὰ τῆς μανίας θεόφρον, Εἰκονομάχων τῶν θεομάχων, καὶ ὤφθης ὑπέρμαχος, Ὀρθοδόξων παραδόσεων.
Μετέστης γηθόμενος, ζωὴν πρὸς ἀτελεύτητον, τὸν ἀγῶνα τελέσας τὸν τῆς ἀθλήσεως, καὶ ὑπερκοσμίου εὐκλείας, ὦ Ἀνδρόνικε ἠξιώθης· διό σε γεραίρομεν, ὡς Χριστοῦ Ὁσιομάρτυρα.
Ὁσίων ταῖς τάξεσι, καὶ Ἀθλοφόρων τάγμασι, συνηδόμενος μάκαρ καὶ ἀγαλλόμενος, αἴτει ἡμῖν λύσιν πταισμάτων, τοῖς πόθῳ Μάρτυς σε εὐφημοῦσι, κἀμοὶ δὲ Ἀνδρόνικε, φωτισμὸν τὸν ἐπουράνιον.
Θεοτοκίον.
Ὑψόθεν ἐπίβλεψον, ἐν ἱλαρῷ Σου ὄμματι, οἷα βρύσις ἐλέους, Θεοχαρίτωτε, ἐπὶ τὴν ταπείνωσιν Κόρη, τῆς ἀσθενείας τοῦ Σοῦ ἱκέτου, καὶ δίδου μοι δέομαι, φῶς μετανοίας ἄδυτον.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικῶς τὸ πρότερον, σοφὲ ἀγωνισάμενος, ἀθλητικαῖς ἀριστείας, αἱρετιζόντων τὴν πλάνην, ὡς πλήρης θείας χάριτος, κατήσχυνας Ἀνδρόνικε, καὶ τὸ βραβεῖον εἴληφας, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, ὑπὲρ ἡμῶν ἱκετεύων.
Θεοτοκίον.
Ἁγνὴ Θεογεννήτρια, Ἀγγέλων ἀγαλλίαμα, καὶ τῶν Μαρτύρων ἡ δόξα, καὶ τῶν Ὁσίων τὸ κλέος, τὸν Σὸν Υἱὸν καὶ Κύριον, ἀπαύστως καθικέτευε, πάσης ἀνάγκης ῥύεσθαι, τοὺς καταφεύγοντας Κόρη, τῇ κραταιᾷ Σου πρεσβείᾳ.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῶν ἀρετῶν διαλάμπων τοῖς κατορθώμασιν, ὁμολογίας στόμα, ἀληθῶς ἀνεδείχθης, Εἰκόνων τῶν ἁγίων κηρύξας τρανῶς, τὴν προσκύνησιν Ἅγιε, ὑπὲρ ὧν ἤνεγκας πόνους ἐν τῇ σαρκί, ὥσπερ ἄσαρκος Ἀνδρόνικε.
Ἀπεριτρέπτῳ καρδίᾳ καὶ θείῳ στόματι, Ἀνδρόνικε ἐβόας· ἡ τιμὴ καὶ τὸ σέβας, εἰκόνος διαβαίνει ὡς ἀληθῶς, εἰς αὐτὸ τὸ πρωτότυπον· ἔνθεν ἀγῶσιν ἐκήρυξας ἱεροῖς, τῶν δογμάτων τὴν ἀκρίβειαν.
Τοὺς διωγμοὺς καὶ τὰς θλίψεις, ἀνδρείως ἤνεγκας, ὡς τῆς Ὀρθοδοξίας, ἐνθεώτατος μύστης, Ἀνδρόνικε θεόφρον ὑπὲρ Χριστοῦ, τῆς εἰκόνος ἐν σώματι, καὶ παρ’ Αὐτοῦ ἐκομίσω ἐν οὐρανοῖς, τῶν καμάτων σου τὰ ἔπαθλα.
Ἀγαλλιᾶται ἡ Κρήτη ἡ σὲ βλαστήσασα, Ἀνδρόνικε παμμάκαρ, καὶ τὴν θείαν σου μνήμην, γεραίρει κατὰ χρέος πρὸς τὸν Χριστόν, σὲ μεσίτην προβάλλουσα· Ὃν ἐκδυσώπει ἀλώβητον συντηρεῖν, τὴν πατρίδα σου ἐκάστοτε.
Δόξα. Ἦχος πλ. Δ’.
Τῇ ἀσκήσει τῶν ἀρετῶν, τὸ τῆς ψυχῆς λαμπρύνας ὄμμα, μαρτυρικοῖς ἄθλοις ἐτράνωσας, τῆς ἀληθείας τὴν ἀκρίβειαν, Ὁσιομάρτυς Ἀνδρόνικε. Τῶν γὰρ ἀφρόνων τὴν γνῶσιν θριαμβεύσας, τῆς ἀληθοῦς γνώσεως, τῆς ἐν τῇ Ἐκκλησίᾳ τεθησαυρισμένης, τὴν σωτήριον ἐκφαίνεις ἔλλαμψιν, διὰ λόγου καὶ ἔργου. Καὶ νῦν Χριστῷ παρεστηκώς, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Βίῳ διαλάμπων ἀσκητικῷ, Χριστοῦ τῆς Εἰκόνος, ὡμολόγησας τὴν τιμήν, ὑπὲρ ἧς ἀγῶνας, ὑπέμεινας καὶ πόνους, Ἀνδρόνικε παμμάκαρ, Κρητῶν ἀγλάϊσμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου