Κυριακή 9 Μαΐου 2021

ΙΑΝΟΥΑΡΙΟΣ 30. ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΘΑΥΜΑ ΑΠΑΛΛΑΓΗΣ ΕΚ ΛΟΙΜΟΥ

ΙΑΝΟΥΑΡΙΟΣ Λ΄!!

ΓΕΩΡΓΙΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ

ΑΝΑΜΝΗΣΙΣ ΘΑΥΜΑΤΟΣ

ΕΝ Τῌ ΤΗΣ ΛΟΙΜΙΚΗΣ ΑΣΘΕΝΕΙΣ ΑΠΑΛΛΑΓῌ.

ΑΚΟΛΟΥΘΙΑ

 


ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια τῶν Διδασκάλων γ’, καὶ τοῦ Ἁγίου γ’. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Νίκης αἴρει σοι τρόπαια, στεφανῖτα Γεώργιε, Ζακυνθίων ἅπασα πόλις σήμερον· καὶ γὰρ αὐτὴν ἠλευθέρωσας, λοιμοῦ σαῖς δεήσεσι, ῥῶσιν πᾶσι παρασχών, καὶ ὑγείαν καὶ δύναμιν, καὶ νῦν πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐκ πόθου τελοῦντας, τὴν ἱεράν σου πανήγυριν.

 

Ἰδοὺ τάξις εὐφραίνεται, τῶν ἀνάκτων καὶ τέρπεται, ἱερέων σύλλογος δῆμος ἅπας τε, τῶν Ζακυνθίων νῦν γέγηθε, λιτὴν πανευφρόσυνον, ἐκτελῶν χαρμονικῶς, εἰς ἀΐδιον ἔνδειξιν, τοῦ σοῦ θαύματος, ἐμφανίζων τὰ σύμβολα τῆς νίκης, ἀπεράντους εἰς αἰῶνας, Τροπαιοφόρε Γεώργιε.

 

Κρότει τέρπου καὶ χόρευε, νῆσος ἅπασα σήμερον, Ζακυνθίων χαίρουσα καὶ κατήφειαν, πόῤῥω ταχέως ἀπέλασον· τὴν ῥῶσιν γὰρ εἴληφας, ἐκτινάξασα δεινήν, λοίμης κάκωσιν δύσμορφον, ταῖς δεήσεσι, τοῦ στεῤῥοῦ Γεωργίου· ὃν γεραίρειν, καθ’ ἑκάστην μὴ ἐλλίπῃςμ ὡς σὸν προστάτην καὶ φύλακα.

 

Δόξα. Τῶν διδασκάλων.

Καὶ νῦν. Θεοτοκίον.

 

Εἴσοδος. Προκείμενον τῆς ἡμέρας καὶ Ἀναγνώσματα τῶν Διδασκάλων.

 

Εἰς τὸν Στίχον, τῶν Διδασκάλων.

Δόξα. Τοῦ Ἁγίου. Ἦχος πλ. Α’.

Ὑπέρμαχον καὶ ῥὐστης ἀνεδείχθης Γεώργιε, τῆς Ζακύνθου ὡς ταύτην παρ’ ἐλπίδα ῥυσάμενος, τῆς δεινῆς καὶ λοιμώδους ἀνάγκης, ἥνπερ τῇ σῇ ἀμάχῳ πρεσβείᾳ τελείως ἠφάνισας, εὐρωστίαν τοῖς πᾶσι ἀφθόνως παρεχόμενος· ὅθεν καὶ νῦν φυσωποῦμέν σε, μὴ διαλλίπῃς σαῖς δεήσεσιν, φυλάττειν ταύτην ἀπήμονα, ἐκ πάσης βλάβης τοῦ ἀντικειμένου.

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τῶν Διδασκάλων. Ἦχος α'

Τοὺς τρεῖς μεγίστους φωστῆρας τῆς τρισηλίου Θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας∙ τοὺς μελιῤῥύτους ποταμοὺς τῆς σοφίας, τοὺς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας∙ Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῷ κλεινῷ Ἰωάννῃ, τῷ τὴν γλώτταν χρυσοῤῥήμονι∙ πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν∙ αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ὑμῶν ἀεὶ πρεσβεύουσιν.

Δόξα. Τοῦ Ἁγίου. Ἦχος ὁ αὐτός. Τῆς ἐρήμου πολίτης.

Τῆς Ζακύνθου τὴν νῆσον ἐκ πανώλους τῆς μάστιγος, σοῦ τῇ παναλκεῖ ἐπεμβάσει, Ἀθλοφόρε Γεώργιε, ἐῤῥύσω στρατηλάτα Ἰησοῦ, ἀεὶ τὴν μεγαλύνουσαν πιστῶς τοὺς γενναίους σου καμάτους, καὶ θείαν ἀρωγήν σου πρὸς τοὺς πάσχοντας· δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἰατῆρά σε ταχὺ ἡμῖν δωρήσαντι.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα, τοῦ Ἁγίου. Ἦχος γ’. Θείας πίστεως.

Σκίρτα σήμερον, δῆμε Ζακύνθου, τὴν ἀνάμνησιν, πανηγυρίζων, τῆς τοῦ λοιμοῦ ἀπαλλαγῆς καὶ λυτρώσεως, καὶ ἐγκωμίοις ἀπαύστοις μεγάλυνε, τὸν κραταιὸν ἐν κινδύνοις Γεώργιον, ὅπως αὖθίς σε ἐκ πάσης ἀνάγκης ῥύσῃ, ταῖς ἱκεσίαις αὐτοῦ καὶ δεήσεσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Θαῦμα μέγιστον! πῶς συνεσχέθη, ὁ ἀχώρητος, ἐν τῇ γαστρί σου, καὶ ἐσαρκώθη, καὶ ἐφάνη ὡς ἄνθρωπος, μὴ ὑπομείνας φυρμόν ἢ διαίρεσιν, τῆς θεϊκῆς καὶ ἀτρέπτου Θεότητος, Κόρη πάναγνε· διὸ Θεοτόκον σε πιστῶς, κηρύττομεν ἀεὶ καὶ δοξάζομεν.

 

Τὰ λοιπὰ τῶν Διδασκάλων.

Εἰς τοὺς κανόνες· εἷς τῶν Διδασκάλων, καὶ εἷς τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Νικολάου ἱερέως Γαβριηλοπούλου.

ᾨδὴ α’. Ἦχος β’. Ἐν βυθῷ κατέστρωσε.

Νεῦσον οὐρανόθεν Ἀθλητά, μέλποντί σοι σήμερον, εὐχαριστήριον ὕμνον Γεώργιε, τῷ ὑπερμαχήσαντι, Ζακυνθίων τῆς νήσου ἕνεκα, καὶ αὐτὴν ἐκ λοίμης, τῆς φρικώδους τάχος ἀπαλλάξαντι.

Ἰοβόλος νόσος ἐφ’ ἡμᾶς, ἧκεν ἡ δυσίατος, τῆς λοιμικῆς ἀπειλοῦσα τοὺς ἅπαντας· ἀλλὰ σὺ Γεώργιε, ὡς ἀκέστωρ σοφὸς ἐξήλειψας, ταύτην παραδόξως, καὶ ἡμῖν τὴν ῥώσιν ἐχορήγησας.

Κράζει Ζακυνθίων ἡ λαμπράς, νῆσός σε Γεώργιε, ἐγκαυχωμένη προστάτην καὶ φύλακα, διὰ σοῦ γὰρ ἔτυχε τῆς λυτρώσεως, ἐκτινάξασα δύσμορφον, ἄχθος ἀῤῥωστίας· ὅθεν σοι ἐπάδει ἐπινίκια.

Θεοτοκίον.

Ὀλεθρίους ὄντως ἐφ’ ἡμᾶς, τοὺς ὁδόντας ἔπηρεν ὄφις δεινός, Θεομῆτορ πανάμωμε, ἀλλὰ Σὺ συνέθλασας τὰς ἐκείνου μύλας, καὶ ἤνεγκας ῥῶσιν τῷ λαῷ Σου· ὅθεν εὐχαρίστως Σε δοξάζομεν.

 

ᾨδὴ γ’. Ἐξήνθησεν ἡ ἔρημος.

Λαῖλαψ δεινὸς ἐκάλυψε, δὶς τὴν νῆσον Ζάκυνθον, ἡ τοῦ λοιμοῦ δριμύτατος, νόσος σὺ δὲ Μάρτυς Γεώργιε, ἀφανίσας αὐτὴν γαλήνην ἤγαγες.

Ἀμύθητον οἰόμενοι, τὸ δεινὸν Ζακύνθιοι, τὸ τοῦ λοιμοῦ στενάζοντες, σὲ προστάτην εὗρον ὀξύτατον, ὦ Γεώργιε τούτους λυτρωσάμενον.

Ὁ θεῖος οὗτος οἶκός σου, ὃς ἐπῳκοδόμητο, εἰς ἀμοιβὴν Γεώργιε, παραδόξου λοιμοῦ λυτρώσεως, καθ’ ἑκάστην πηγὰς βλύζει ἰάσεων

Θεοτοκίον.

Ὑμνοῦμέν σε πανάμωμε, εὐχαρίστως πάντοτε, ὅτι τὴν νῆσον ταύτην Σου, θανασίμου νόσου ἀπήλλαξας, καὶ ὑγείαν τοῖς πᾶσιν ἐχορήγησας.

Κάθισμα, τῶν Διδασκάλων.

 

ᾨδὴ δ’. Ἐλήλυθας ἐκ Παρθένου.

Ἰδοὺ φαιδρῶς, χεῖρας πάντες κροτοῦντες Ζακύνθιοι, σκιρτῶμεν ἐπάδοντες, εὐχαριστήρια ᾄσματα, Γεωργίῳ Μάρτυρι, τῷ ῥυσαμένῳ ἡμᾶς τῆς θανασίμου ὀργῆς.

Ἔχοντες νῦν, σὲ προστάτην θερμὸν ὦ Γεώργιε, οὐδ’ ὅλως δυνήσεται, νόσος λοιμώδης καθάψασθαι, Ζακυνθίων πώποτε· διό σε ὕμνοις ᾀσμάτων καταστέφομεν.

Ῥεῦμα λυγρόν, Ζακυνθίους ἐξαίφνης ἐκάλυψε, τῆς λοίμης Γεώργιε, ὄντως τρισὶν ἐπὶ ἔτεσιν, ἀλλὰ σὺ συνέστειλας, ὁρμὴν τὴν τούτου γαλήνην παρεχόμενος.

Θεοτοκίον.

Ἔγνω τρανῶς, Ζακυνθίων ἡ νῆσος Σὲ Δέσποινα, μεσίτριαν ἄμαχον, πρὸς τὸν ἐκ Σοῦ ἐκφυτήσαντα, ταύτην παρ’ ἐλπίδα γάρ, τῆς λοιμικῆς ἀσθενείας ἠλευθέρωσας.

 

ᾨδὴ ε’. Μεσίτης Θεοῦ.

Ὡς λοίμης ἡμᾶς, ἐλυτρώσω μάκαρ δυσνοσήσαντας, ὡσαύτως συντήρησον, εἰς αἰῶνας Ζάκυνθον ἀπήμαντον, ἐξ αὐτῆς τε καὶ πάσης, ἀνάγκης ὦ Γεώργιε.

Συνέπεται νῦν, ἐν τῇ ἐκπορεύσει τῆς εἰκόνος σου, παμμάκαρ Γεώργιε, καὶ δῆμος Ζακυνθίων εὐφραινόμενος, καὶ ᾠδὰς εὐχαριστήριους, ἀπαύστως ἀπονέμει σοι.

Γεραίρει λαμπρῶς γηθομένη σήμερον ἡ Ζάκυνθος, σὲ Μάρτυς Γεώργιε, καὶ χαρᾶς σημεῖα ἐμφανίζειν σοι, ἐξαστράπτουσα πᾶσα ὡραίοις καλλωπίσμασι.

Θεοτοκίον.

Ἀπαύστοις φωναῖς, εὐχαρίστως Κόρη εὐφημοῦμέν Σε, ὅτι κινδυνεύουσι, χεῖρα βοηθείας ἐχορήγησας, καὶ λοιμώδους ἀνάγκης πάντας ἡμᾶς ἀπήλλαξας.

 

ᾨδὴ στ’. Ἐν ἀβύσσῳ πταισμάτων.

Βασιλεῖς ἱερεῖς τε καὶ ἄρχοντες, πᾶσα Ζακυνθίων τε τάξις εὐφραίνεται, ἐν τῇ ἐξόδῳ σήμερον, τῆ σεπτῆς σου εἰκόνος Γεώργιε.

Ῥωμαλαίως τὴν νόσον ἐξήλασας, ἐκ περιοχῆς Ζακυνθίων Γεώργιε, ὡς στρατιώτης ἄριστος· ὅθεν αἴρει σοι νίκης τὰ τρόπαια.

Θεοτοκίον.

Ἰαμάτων πηγήν Σε γινώσκομεν, καὶ ἀλεξιφάρμακον Κόρη πανάμωμε, σὺν Γεωργίῳ· ὅθεν Σε μακαρίζειν, οὐδ’ ὅλως παυσόμεθα.

 

 

 

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.

Εὐχαρίστως ἅπασα, νῆσος Ζακύνθου, τὴν Παρθένον Δέσποινα, σὺν Γεωργίῳ τῷ λαμπρῷ, ὡς εὐεργέτας δοξάσωμεν, ἡμᾶς φυλάττειν ἀεὶ ἱκετεύοντες.

Ὁ Οἶκος.

Τὴν προστασίαν τῶν πιστῶν, καὶ Θεοτόκον Κόρη, σὺν Γεωργίῳ τῷ λαμπρῷ αἰνέσωμεν προφρόνως. Αὐτοὶ γάρ, τῇ κραταιᾷ αὐτῶν πρεσβείᾳ, τὴν νῆσον ταύτην παραδόξως, τῆς λοιμώδους ἀνάγκης ἠλευθέρωσας· ὅθεν αὐτοὺς εὐχαριστοῦντες, ὡς ἀντιλήπτορας καὶ φροροὺς, προβαλλόμεθα πρέσβεις πρὸς τὸν Σωτήρα, ἡμᾶς φυλάττειν ἀεὶ ἱκετεύοντες.

 

Συναξάριον

Τῇ Λ᾿ τοῦ αὐτοῦ μηνός, ἡ ἀνάμνησις τοῦ γεγονότος θαύματος, παρὰ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου, ἐν τῇ νήσῳ  Ζακύνθου, ἐν τῇ τῆς λοιμικῆς ἀσθενείας ἀπαλλαγῇ.

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Πατέρων καὶ Οἰκουμενικῶν Διδασκάλων· Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἱππολύτου Πάπα Ῥώμης, καὶ τῶν σὺν αὐτῷ· Κενσουρίνου, Σαβαΐνου, Χρυσῆς, καὶ τῶν λοιπῶν.

             

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοφίλου τοῦ Νέου 

 

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Θεόδωρος ὁ Χατζής ὁ Μυτιληναίος, ἐν ἔτει 1784ῳ, ἀγχόνῃ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Δημητρίου τοῦ Βουλγάρου

 

Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις τῆς εὑρέσεως ἐν Τήνῳ, τῆς Εἰκόνος τῆς Εὐαγγελιστρίας, ἐν ἔτει 1823ῳ

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Πέτρου βασιλέως τῶν Βουλγάρων

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ζήνωνος τοῦ Νηστευτοῦ ἐκ Κιέβου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

ᾨδὴ ζ’. Ἀντίθεον πρόσταγμα.

Ἠγέρθη σοι ἔνδοξε ναὸς ὡραῖος, στολήν τε ἀπείληφας ἀργυροχρυσοσύνθετον, ἧς πάλαι ἐξέδυσαν χεῖρες ἀνόμων σε, Μᾶρτυς ὦ Γεώργιε· διὸ ἡμῶν ἐγνώσθης φύλαξ ἀκοίμητος.

Λαμπρῶς ἀνεστήλωσε τρόπαια νίκης, ἡ Ζάκυνθος προεκπορευομένου σου, παμμάκαρ Γεώργιε ὡς θριαμβεύσαντος, κατὰ τῆς λοιμώδους καὶ δεινῆς ἀνάγκης· ὅθεν μέλπει σε χαίρουσα.

Θεοτοκίον.

Οἱ πάλαι νοσέοντες δεινῶς Παρθένε, τὴν ῥῶσιν ἐλάβομεν, ὀξεῖάν τε καὶ ἄμισθον ἐκ Σοῦ· διὸ χαίροντες, ὕμνους σώζειν ἑκάστοτε.

 

ᾨδὴ η’. Κάμινος ποτέ.

Πέλει ἀῤῥαγές, ἑδραίωμα καὶ τοῖχος, τοῖς Ζακυνθίοις ὁ πανσέβαστος, ναός σου Γεώργιε, ὁ ἀΐδιον, εἰς ἐνδειξιν τοῦ σοῦ τερατουργήματος, μάκαρ ἐγηγερμένος, ἐν ᾧ ἑστῶτες ὑμνοῦμέν σε.

Ὅταν πρὸς τὴν σήν, εἰκόνα ἀτενίσω, πᾶσαν πικρίαν ἀποβάλλομαι, ὁπλῖτα Γεώργιε, καὶ χαρᾶς πολλῆς ἐμπίμπλαμαι, κράζειν σοι προτρεπόμενος, φρούρει τὴν νῆσον ταύτην, ἐκ πάσης βλάβης ἀπήμονα.

Θεοτοκίον.

Ὕψωσας ἡμᾶς, δεινῶς κατεῤῥαγμένους, καὶ ἀπωλείᾳ κινδυνεύοντας, τῆς λοίμης συμφθείρεσθαι, παντελῶς Κόρη Θεόνυμφε· ὅθεν Σε καὶ ὡς πρόξενον, ἡμῶν τῆς σωτηρίας, ὑμνολογοῦμεν πανάχραντε.

 

ᾨδὴ θ’. Ἀνάρχου Γεννήτορος.

Λιτὴν πανευφρόσυνον ἐπιτελεῖ σοι Ζάκυνθος, τροπαιοῦχον, γενναῖον σὲ ὀνομάζουσα, ὡς αὐτὴν ῥυσάμενον νόσου, τῆς λοιμικῆς, τρισὶν ἐπὶ χρόνοις, ᾠδὴν τε εὐχάριστον, άναμέλπει σοι Γεώργιε.

Ὁ φύλαξ ἀκοίμητος, Ζακύνθου καὶ ὑπέρμαχος, χαλεπῆς ὡς ἐῤῥύσω αὐτὴν Γεώργιε, νόσου τῆς λοιμώδους ὡσαύτως, φρουρεῖν αὐτὴν ἀεὶ μὴ ἐλλίπῃς, κἀμὲ τὸν τιμῶντά σε, σαῖς πρεσβείαις διαφύλαττε.

Θεοτοκίον.

Ὑπάρχεις ὦ Δέσποινα, πάντων πιστῶν ἀντίληψις, ἐξαιρέτως δὲ ταύτης τῆς νήσου, ἥτις Σε πόθῳ προσκυνεῖ καὶ δοξάζει· διὸ αὐτὴν φρουρεῖν, μὴ ἐλλίπῃς, κἀμὲ καταξίωσον, ἐκλεκτῆς τῆς θείας στάσεως.

 

Ἐξαποστειλάριον. Τῶν Διδασκάλων. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις

Τὰ τοῦ φωτὸς δοχεῖα, τὰς φεγγοβόλους ἀστραπάς, Βασίλειον νῦν τὸν Μέγαν, Γρηγόριον Θεολόγον, Χρυσόστομον Ἰωάννην, ἀνευφημήσωμεν πάντες.

Ἐξαποστειλάριον. Τοῦ Ἁγίου. Ὅμοιον.

Ὡς πάλαι ἡμᾶς ἐῤῥύσω, ἐκ τῆς λοιμώδους ἀνάγκης, Γεώργιε οὕτως αὖθις, καὶ νῦν αἰτοῦμέν σε φρούρει, τὴν νῆσον ταύτην ἐκ πάσης, ἐπιβουλῆς τοῦ Βελίαρ.

Θεοτοκίον

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;

 

 Εἰς τοὺς Αἴνους, γ’ Προσόμοια τῶν Διδασκάλων, καὶ γ’ τοῦ Ἁγίου. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Λοίμης ἡμᾶς ὡς ἐῤῥύσω Μάρτυς Γεώργιε, δεινῶς νενοσηκότας, τῇ θερμῇ σου πρεσβείᾳ, ὡσαύτως καὶ ἐκ πάσης τοῦ πονηροῦ, ἐνοχλήσεως λύτρωσαι· σὲ γὰρ προστάτην κεκτήμεθα καὶ φρουρόν, ἀπροσμάχητον Ζακύνθιοι.

 

Ἀφθόνως πᾶσιν ἐκβλύζεις πηγὰς ἰάσεων, ὁ θεῖος οὗτος οἶκος, ὁ ἀνεγηγερμένος, ἀΐδιον εἰς μνήμην τὴν τοῦ λοιμοῦ, ἀπαλλαγῆς ὦ Γεώργιε, ἐν ᾧ ἑστῶτες ὑμνοῦμεν χρεωστικῶς, τὸν δοξάσαντά σὲ Κύριον.

 

Ὄντως δεινῆς ἐλυτρώσω ἡμᾶς κακώσεως, Τροπαιοφόρε Μάρτυς, κινδυνεύοντας ὅλως, συμφθείρεσθαι τῇ λοίμῃ ῥῶσιν διδούς, τὴν ποθουμένην Γεώργιε· ὅθεν ᾠδὰς εὐχαρίστους σοὶ προσφωνεῖν, οὐ παυσόμεθα ἑκάστοτε.

 

Δόξα. Τῶν Διδασκάλων.

Καὶ νῦν. Θεοτοκίον.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Νόσου λυτρωθεῖσα τῆς λοιμικῆς, Ζακυνθίου χώρα, μεγαλύνει θεαρχικῆς, χρηστότητος κράτος, καὶ πρόξενον γεραίρει, Γεώργιον τὸν μέγαν, ξένης λυτρώσεως.

 

 

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου