Σάββατο 8 Μαΐου 2021

ΝΟΕΜΒΡΙΟΣ 22. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΑΝΘΙΜΟΣ ΚΡΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


 


ΝΟΕΜΒΡΙΟΣ ΚΒ΄.

ΑΝΘΙΜΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΡΗΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Μητρ. Ῥόδου Κυρίλλου, ἱερέως Εὐαγγέλου Παχυγιαννάκη)

 

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια τοῦ Ἁγίου. Ἦχος γ’. Μεγάλη τοῦ Σταυροῦ Σου.

Ἀγάλλου ἐν Κυρίῳ, Κρήτη ἑκατόμπολις, τὴν μνήμην ἐκτελοῦσα, τοῦ θαυμαστοῦ Ἀνθίμου, τοῦ ἀθλήσαντος, τῇ τῶν Λατίνων ἀπονοίᾳ, καὶ ἐκ Θεοῦ ἄνωθεν, τὸ ἀμαράντινον, θεῖον στέφος λαβόντος.

 

Ὡς ἄνθος φερώνυμος, Ἄνθιμε μυρίζουσι, τῆς σῆς ὁμολογίας, οἱ κραταιοὶ ἀγῶνες, καταθέλγοντες, τῶν εὐσεβούντων τὰς χορείας, τῶν τῆς λαμπρὰν μνήμην σου, θείοις ἐν ᾄσμασι, καὶ ψαλμοῖς ἐκτελούντων.

 

Καθεῖλες τῆς ἀπάτης, Πάτερ τὰ ὑψώματα, ἐν λόγων σου σοφίᾳ, θεοπρεπῶς λαλήσας, καὶ δεξάμενος, βίαιον θάνατον προθύμως· διὸ Χριστὸς Ἄνθιμε, σὲ ἐθαυμάστωσεν, ἐν σκηναῖς πρωτοτόκων.

 

Ἀπαύστως τῷ Κυρίῳ, πρέσβευε ὦ Ἄνθιμε, ὡς ἔχων παῤῥησίας, ὑπερβαλλόντως χάριν, ἵνα ῥύσηται, ἐκ συμφορῶν τε καὶ κινδύνων, τοὺς εὐφημοῦντάς σε, ὡς κλεινὸν ἀριστέα.

 

Δόξα. Ἦχος β’.

Ὅσιε Πάτερ, στῦλε τῆς εὐσεβείας, τῆς ἀληθείας ὑπέρμαχε, λαμπὰς ὑπάρχων τοῦ Πνεύματος, ὁμολογίας σου τῷ πυρί, τὴν δυτικὴν κακοδοξίαν κατέφλεξας, καὶ τὴν ποίμνην σου κατεφώτισας· διὸ ἱκέτευε δεόμεθα, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν, Ἄνθιμε πολύαθλε, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Σήμερον ὁ Ναὸς ὁ ἔμψυχος, τοῦ μεγάλου Βασιλέως, ἐν ναῷ εἰσέρχεται, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν· λαοὶ ἀγαλλιᾶσθε.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἤνθησας ἐν αὐλαῖς, Κυρίου φερωνύμως, ὁμολογίας ἄνθος, καὶ ἔπνευσας τῷ κόσμῳ, ὀσμὴν ἁγίας πίστεως.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Ἔθραυσας Δυτικῶν, ὀφρὺν τὴν ἐπηρμένην, αὐτῶν τὰς φληναφίας, βλάσφημους ἀποδείξας, τοῖς λόγοις σου ὦ Ἄνθιμε.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Χαίροις τῶν Ἀθηνῶν, ὁ θεῖος Ἱεράρχης, καὶ Πρόεδρος τῆς Κρήτης, ὁ πέλων τῶν Μαρτύρων, νῦν Ἄνθιμε συνόμιλος.

 

Δόξα. Τριαδικόν.

Ἕνα σε ἐν τρισί, προσώποις ὀρθοδόξως, Τριὰς ὑπεραγία, ἐκήρυξεν ἀνδρείως, ὁ Ἱεράρχης Ἄνθιμος.

 

Καὶ νῦν. Θεοτοκίον.

Πύλαι τοῦ ἱεροῦ, εἰσδέξασθε Παρθένον, εἰς Ἅγια Ἁγίων, ἀμόλυντον σκηνήν τε, Θεοῦ τοῦ Παντοκράτορος.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Λατίνων διήλεγξας τὰς θεομάχους βουλάς, καὶ ἤθλησας ἄριστα ὑπὲρ τῆς ποίμνης Χριστοῦ, ἐν λάκκῳ ὦ Ἄνθιμε· ἄνθος δὲ ἐν λειμῶνι, μαρτυρίου ἀνθήσας, ἔπλησας εὐωδίας, μυστικῶς Κρήτην, ἥτις εὐφραινομένη, νῦν ἄγει τὴν μνήμην σου.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ'

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

 

Ἀπόλυσις.

 

 

ΕΝ ΜΕΓΑΛῼ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τῆς Ἑορτῆς. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος

Ὢ τοῦ παραδόξου θαύματος! προϋπογράφεται νῦν, τὸ ἐσόμενον ἄῤῥητον, ἐν συμβόλοις σήμερον, ὁρατοῖς τὰ νοούμενα· ἡ φῶς γὰρ κόσμῳ, θεῖον ἐκλάμψουσα, νυμφαγωγεῖται, πρὸς Ναὸν ἔνθεον, ἣν εὐφημήσωμεν, ὡς ναὸν θεότητος ὑπερφυῆ, ἅγιον ἀείφωτον, τοῦ φωτοδότου Χριστοῦ.

Ὄντως ἀπαρχὴν εὐσπρόδεκτον, Ἰωακεὶμ ὁ σοφός, σὺν τῇ Ἄννῃ προσήνεγκαν, τῷ καταξιώσαντι, θεῖον δοῦναι καρπὸν αὐτοῖς, καὶ Θεόπαιδα, κόρην Μαρίαν σαφῶς, δι' ἧς τῆς λύπης, ἐλύθη ὄφλημα, ἣν ἀνυμνήσωμεν, εὐσεβῶς γηθόμενοι· τῆς γὰρ χαρᾶς, πρόξενος γεγένηται, παντὶ τῷ κόσμῳ αὐτῇ.

Δεῦτε μυστικῶς συνδράμωμεν, καὶ προεξάρξωμεν νῦν, ταῖς λαμπάσι τῆς πίστεως, καταλαμπρυνόμενοι, τῆς Παρθένου τὴν πρόοδον· Ναὸν Θεοῦ γάρ, δόξῃ εἰσέρχεται, προμνηστευθεῖσα, σαφῶς τῷ Πνεύματι, ἧς ἑορτάσωμεν, τὴν τερπνὴν πανήγυριν, θεοπρεπῶς, πάντες εὐωχούμενοι, ἐν τῇ Εἰσόδῳ αὐτῆς.

 

Καὶ τοῦ Ἁγίου γ’. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Ὀρθοδοξίας τὸν στῦλον τὸν ἀπερίτρεπτον, καὶ τὸν καλὸν τῆς ποίμνης, τοῦ Κυρίου ποιμένα, τὸν Πρόεδρον τῆς Κρήτης Ἄνθιμον νῦν, δεῦτε πάντες τιμήσωμεν, ὅτι Μαρτύρων ἐστέφθη παρὰ Θεοῦ, τῷ ἀφθάρτῳ διαδήματι.

 

Στήλην σε πίστεως ζῶσαν Ὅσιε Ἄνθιμε, κηρύττομεν καὶ ὅρος, ἀκραιφνοῦς εὐσεβείας, ὑπέρμαχον δογμάτων τῶν ἀληθῶν, καὶ κανόνα εὐθύτατον, τῆς ἐν Χριστῷ τῷ Κυρίῳ, θείας ζωῆς, ἐκτελοῦντες νῦν τὴν μνήμην σου.

 

Τῶν δυτικῶν λυμεώνων, κατὰ τῆς ποίμνης σου, δεινῶς ἐπιδραμόντων, τὴν ἀπάτην ἐλέγξας, ἐν λάκκῳ κατωτάτῳ μαρτυρικῶς, τὴν ζωήν σου ἐσφράγισας· διὸ ζωὴν ἐκληρώσω ἐν οὐρανοῖς, τὴν ἀγήρων Πάτερ Ἄνθιμε.

 

Δόξα. Ὁ αὐτός.

Χρεωστικῶς σήμερον, ἐπιτελοῦμεν τὴν μνήμην σου, Ἄνθιμε ἀοίδιμε, Ἀθηνῶν Ἱεράρχα, καὶ Κρήτης Πρόεδρε, ὁμολογητὰ τῆς ἀληθείας. Σὺ γὰρ δι’ ἀσκητικῶν ἀγώνων, μάχαιρα τιμητικὴ τοῦ Πνεύματος γενόμενος, τῆς τῶν Λατίνων πλάνης τὰ ζιζάνια, ποιμαντικῶς ἐξέτεμες, καὶ Ὀρθοδοξίᾳ τὴν ποίμνην σου ἐστήριξας. Ἀλλ’ ὦ Πατέρων ἀκρότης, στάθμη τῶν μοναζόντων, ἱερέων ποιμήν, Μαρτύρων καὶ Δικαίων ἐφάμιλλε, ἀρχιερέων κλέος, Ἐκκλησίας ἔρεισμα, τὸν Θεὸν ὑπὲρ ἡμῶν εὐμένιζε, ὅπως σὺν σοὶ τῶν μελλόντων, ἀγαθῶν ἀπολαύσωμεν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.

Ἀγαλλιάσθω σήμερον ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται. Ἀγαλλιάσθω ὁ Δαυΐδ, κρούων τὴν κινύραν. Ἀπενεχθήσονταί φησι, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνὴ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀῤῥεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.


 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος α΄.

Ὁ Κωνσταντίνου Πόλεως θρόνος, τῇ τῶν Κρητῶν δεήσει ἐπικαμφθείς, ἔνδοξε Πάτερ Ἄνθιμε, Πρόεδρον Κρήτης σε κατέστησεν· ὅθεν σὺν τοῖς πρεσβυταῖς συνεκπεμπόμενος, τῆς τῶν Ἀθηναίων πόλεως ἀφελόμενος, τῇ μεγαλονήσῳ ἐπέστης. Καὶ τὴν χεῖρα εὐθὺς ἐπὶ τὸ ἄροτρον θείς, τὴν χερσωθεῖσαν γῆν, ἐξ ἀκανθῶν λατινοφρόνων δογμάτων, ἀξίως ἐκαλλιέργησας· διὸ καὶ εὐφημοῦντες τοὺς ἄθλους σου, δοξάζομέν σε, ὡς Κρήτης Πρόεδρον καὶ Ἀπόστολον.

 

Ἦχος β΄.

Ὡς τοῦ ἀμπελῶνος τοῦ Κυρίου ἐργάτης, καὶ τοῦ ἐχθροῦ τὰ ἔνεδρα, εὐστόχως ἐκφυγών, σοφίᾳ καὶ σωφροσύνῃ, ἐδείχθης πανεύφημε Ὀρθοδόξων προστάτης, καὶ κῆρυξ τῆς πίστεως. Πρᾶξιν γὰρ μείζω θεωρίας ἐσχηκώς, ὁμολογητὴς καὶ διδάσκαλος, Πάτερ Ἄνθιμε ἐχρημάτισας, καὶ τὸν βίον διήνυσας, μαρτυρίῳ γενναίῳ· διό σε τιμῶντες, ἱκετικῶς παρακαλοῦμεν· ἐν ταύταις ταῖς ἡμέραις ἡμῶν, ἐν αἷς αἱρετικῶν πολυμόρφων, ἐρεσχελίας ὑφιστάμεθα, ἀπειλούσας νοθεῦσαι τὴν πίστιν ἡμῶν, ἀδιαλείπτως μὴ παύσῃ βοηθῶν ἡμῖν, τοῦ ἐκφυγεῖν τῶν παγίδων τοῦ ἀλάστορος.

 

Ἦχος γ’.

Ἐκ νεότητος ζήσας βίον ἄμεμπτον, οἷς δ’ ἐκεκόσμησο χαρίσμασι, ἐφ’ ὑψηλὴν ἀξιωμάτων θέσιν, ἤχθης Πάτερ Ἄνθιμε. Τῆς Ἀθηναίων γὰρ πόλεως, τὴν σωτηρίαν ἀναλαβών, ὤφθης σκεῦος ἐκλογῆς καὶ Ἐκκλησίας ἑδραίωμα. Εἶτα Κρητῶν Ἐκκλησίαν διαφυλάξας, ἐκ τῶν αἱρετικῶν ἀποκλίσεων Λατίνων, Ὀρθοδοξίαν ἐστερέωσας· διὸ καὶ διωγμοὺς ὑποστάς, φυλακίσεις καὶ στερήσεις, καὶ εἰς λάκκον ὡς εἰς δεσμωτήριον ἐγκλεισθείς, τὸ πνεῦμά σου παρέδωκας Κυρίῳ· ἐξ οὗ οὐρανός σε ἐκάλεσε, καὶ Κύριός σε ἔστεψε στεφάνοις δόξης, ἀρχιερωσύνης καὶ ὁμολογίας.

 

Ἦχος δ’.

Τὴν κλίμακα τῶν ἀρετῶν, τὸν στολῇ ἁγνείας πεποικιλμένον, τὸν πυρίπνοον ῥήτορα, θεῖον Πρόεδρον Κρήτης, τὸν ποιμένα τὸν ἄριστον, Ἄνθιμον ὑμνήσωμεν. Τὸν νευραῖς τῶν θείων δογμάτων, τερπνότητα κόσμου διαφυγόντα, καὶ τῶν Λατίνων πλάνην κατατροπώσαντα, ὕμνοις εὐφημήσωμεν· ἐπὶ χρόνοις γὰρ βασάνων δοκιμῇ, καὶ δεσμωτηρίου τοῖς πάθεσι, ᾠκειώθη τοῖς θείοις, ὁ δὲ Κύριος διὰ τῆς ἑαυτοῦ χάριτος, αὐτὸν ἐπλούτισεν. ᾯ πρεσβεύειν ἀπαύστως αἰτούμεθα, ὡς παῤῥησίαν ἔχοντα, λυτρωθῆναι ἡμᾶς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ καταπέμψαι ἡμῖν τὸ μέγα ἔλεος.

 

 

Δόξα. Ἦχος πλ. Α’.

Ἔπρεπε τῇ τῶν Κρητῶν Ἐκκλησίᾳ, καὶ Ἄνθιμον αὐχεῖν Ἀρχιερέα, ὥσπερ ἄνθος πανεύοσμον. Οὗτος γὰρ διδάσκων τὸν λαόν, τὸ ὁμόθεον τῶν τῆς Τριάδος προσώπων, αἱρετικὰς τῶν Λατίνων τὰς δοξασίας κατέπνιξεν, ὀρθοδόξοις δὲ δόγμασι, τῶν Κρητῶν τὰς καρδίας κατεφώτισε, καὶ θείοις ἀρώμασιν εὐωδίασε. Καὶ τὴν πίστιν στερεώσας, ἐν ταῖς πλαξὶ τῶν καρδιῶν αὐτῶν, καλλιγραφῶν τῇ γλώσσῃ, δογμάτων ἀκρίβειαν κατέγραψεν. Αὐτῷ οὖν βοήσωμεν· Χαίροις πανένδοξε Πάτερ, ὁ τὰ πολύπλοκα ἔνεδρα, τοῦ πολυμηχάνου ἐχθροῦ ἐκφυγών, πίστει τε σοφίᾳ καὶ σωφροσύνῃ, καὶ ὡς τῆς νίκης τὸν στέφανον, παρὰ Κυρίου ἀξίως λαβών, μὴ διαλίπῃς ἀπαύστως πρεσβεύειν, τῇ Παναγίᾳ Τριάδι, ὑπὲρ τῶν ὑμνούντων σε.

 

Καὶ νῦν.  Τῆς Ἑορτῆς. Ἦχος πλ. β'.

Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων· Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον· Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. Α’. Χαίροις ἀσκητικῶν

Χαίροις, τῶν Ἀθηνῶν ὁ ποιμήν, τῆς νήσου Κρήτης ἱερώτατος Πρόεδρος, τὸ κλέος τῶν μοναζόντων, ἀρχιερέων κανών, ὁμολογητῶν τε ἐγκαλλώπισμα· ἀσκήσας γὰρ ἄριστα, καὶ σαυτὸν καθηράμενος, ἱεραρχίας, ἐνεδύσω τὸ ἔνδυμα, καὶ ὡς ἄγγελος, τῷ Θεῷ ἐλειτούργησας· ποίμνης δὲ προϊστάμενος, τῆς σῆς κατ’ ἀλήθειαν, ὑπὲρ αὐτῆς ἠγωνίσω, ἀθλητικῷ παραστήματι. Χριστὸν ἐκδυσώπει, χάριν Ἄνθιμε δοθῆναι, τοῖς εὐφημοῦσί σε.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Θείᾳ, ἐν μετοχῇ γεγονώς, θεολογίας ἐκληρώσω τὸ χάρισμα, καὶ ἔλυσας τῆς ἀπάτης, τὰς παμβλασφήμους πλοκάς, ἐν δυνάμει λόγου καὶ σοφίας σου· τὸ Πνεῦμα γὰρ Ἄνθιμε, ἐκ Πατρὸς ἐκπορεύεσθαι, τοῖς παπολάτραις, εὐθαρσῶς ὡμολόγησας, ἐφεπόμενος, τῶν Πατέρων τοῖς δόγμασι· ὅθεν στεῤῥῶς ὑπήνεγκας, ἐχθρῶν τὴν ὠμότητα, καὶ κατωτάτῳ ἐν λάκκῳ, μαρτυρικῶς ἠνδραγάθησας· διὸ παῤῥησίᾳ, τὸν Χριστὸν ἀεὶ δυσώπει, ὑπὲρ τῆς ποίμνης σου.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Λάκκῳ, ἐν τῷ ζοφώδει βληθείς, ἀζυμιτῶν τῇ θηριώδει κακότητι, ὑπέστης ταλαιπωρίας, καρτερικῶς ἐν αὐτῷ, πείνῃ τε καὶ δίψῃ χειμαζόμενος, ἀνόμων ὁ δίκαιος, λοιδορούμενος στόμασι, τῇ ἀφορήτῳ, δυσοσμίᾳ ἀλγούμενος, ὑγρασίᾳ τε, καὶ τῷ κρύει πηγνύμενος· ὅθεν ἐν γλυκυτάτῃ σε, ἐξήγαγεν Ἄνθιμε, ἀναψυχῇ ὁ Δεσπότης, μαρτυρικῶς ἀριστεύσαντα. Αὐτὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος β΄.

Ὅσιε Πάτερ, ὁ τῆς Κωνσταντίνου περίβλεπτος θρόνος, ὡς πάσης τῆς Ἐκκλησίας ἔχων τὴν μέριμναν, ἐν τῶν Κρητῶν τῇ νήσῳ σε ἀπέστειλε, τὰ ἐσκορπισμένα τῇ τῶν δυτικῶν λύκων ἐπιδρομῇ, συναγαγεῖν λογικὰ τοῦ Χριστοῦ πρόβατα. Σὺ δὲ κινδύνων καὶ θανάτου καταφρονήσας, ἀξίως τῆς κλήσεως ἐπολιτεύθης, καὶ μαρτυρικῇ ἐν τῷ λάκκῳ τελευτῇ, τῶν Μαρτύρων τὴν δόξαν ἐκληρονόμησαν· ὅθεν ἐν παῤῥησίᾳ πολλῇ, τὸν ἐν Τριάδι Θεὸν καθικέτευε, ἐξ αἱρέσεων φυλάττειν τὴν Ἐκκλησίαν, καὶ σώζειν τὰς ψυχὰς ἡμῶν, ὡς μόνος ἐν ἐλέει ἀνείκαστος.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· ταύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Λατίνων διήλεγξας τὰς θεομάχους βουλάς, καὶ ἤθλησας ἄριστα ὑπὲρ τῆς ποίμνης Χριστοῦ, ἐν λάκκῳ ὦ Ἄνθιμε· ἄνθος δὲ ἐν λειμῶνι, μαρτυρίου ἀνθήσας, ἔπλησας εὐωδίας, μυστικῶς Κρήτην, ἥτις εὐφραινομένη, νῦν ἄγει τὴν μνήμην σου.

Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ'

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

 

Ἀπόλυσις.

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ

Εὐφραίνονται λαμπρῶς, Ὀρθοδόξων οἱ δῆμοι, τελοῦντες ἐν ᾠδαῖς, τὴν ἁγίαν σου μνήμην, τὴν λάμπουσαν σήμερον, ταῖς ἀκτῖσι τῆς χάριτος, καὶ βοῶσί σε· Ἄνθιμε Ὅσιε Πάτερ, πάντων πρόστηθι, τῶν εὐλαβῶν ἱκετῶν σου, εὐχαῖς σου πρὸς Κύριον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

 

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε

Τριάδος ἀσκήσει σου καταλαμφεὶς τῷ φωτί, αὐτῆς συνετήρησας τὰς ἀσυγχύτου καλῶς, σοφὲ ἰδιότητα, αἴτιον τὸν Πατέρα, τῆς Θεότητος μόνον, εἶναι τρανῶς κηρύξας, ἐξ οὗ Λόγος γεννᾶται, καὶ Ἄνθιμε τὸ Πνεῦμα ἀεὶ ἐκπορεύεται

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δαυῒδ προοδοποίησον, ἐν τῷ ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι, τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον· Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ

Κατεπλάγη ἀληθῶς, τῶν κακοδόξων ὁ ἐσμός, καὶ ἀνώμωξεν οἰκτρῶς, ὁ ἀνθρωπόλεθρος ἐχθρός, τῇ ὑπὲρ ἄνθρωπος ὄντως ὑπομονῇ σου· σὺ γὰρ ὡς φωτός, θεῖον θάλαμον, λάκκον τὸν ὑγρόν, ἡγησάμενος, τῶν μιαρῶν βουλὰς τὰς θεομάχους, ἐν αὐτῷ Πάτερ ἐνέθαψας· διὸ ὡς Μάρτυς, ἐστεφανώθης, δεξιᾷ τοῦ Δεσπότου.

Δόξα. Καὶ νῦν. Τῆς Ἐορτῆς.

Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β’. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ὅσιε Πάτερ Ἄνθιμε, ποιμαντικοῖς καμάτοις διαπρέψας, καὶ ἀθλητικοῖς πόνοις ἀνδραγαθήσας, τῆς ἐν τριάδι Μονάδος, καὶ ἐν μονάδι Τριάδος, συνεκράθης τῷ ἀΰλῳ φωτί· διὸ ἐκτενῶς καθικέτευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.

Τριὰς Ὑπερούσιε, Πάτερ Υἱὲ Πνεῦμα Ἅγιον, Μονὰς Τρισυπόστατε, δύναμιν λόγου μοι δός, ὡς ἂν Ἄνθιμον, ἀξίως ἀνυμνήσω, σοφῶς τὸν τρανώσαντα, τὴν σὴν προσκύνησιν.

Ἐκ βρέφους τὸν Κύριον, ἀκολουθήσας ὦ Ἄνθιμε, ὡς ἄγγελος ἔζησας, ἀσκητικαῖς ἀρεταῖς, καὶ γενόμενος, τοῦ Πνεύματος δοχεῖον, τὴν πίστιν ἐτήρησας, ὁμολογίᾳ σου.

Θεόθεν δεξάμενος, θεολογίας τὸ χάρισμα, μακάριε Ἄνθιμε, ὡς καθαρὸς τῇ ψυχῇ, διετράνωσας, τὴν δόξαν τῶν Πατέρων, καὶ ἅπαν κατέβαλες, πλάνης ὀχύρωμα.

Θεοτοκίον.

Κυήσασα Δέσποινα, τὸν Ποιητὴν πάσης κτίσεως, δι’ ἄφατον ἔλεος, τοῦ Σοῦ ἐλέους ἡμᾶς, καταξίωσον, ἐν πίστει ἀδιστάκτῳ, τὸ πλῆθος κηρύττοντας, τῶν θαυμασίων Σου.

 

ᾨδὴ γ’. Τόξον δυνατῶν.

Ἄνθος ἀρετῆς ἐξήνθησας, Πάτερ πανευῶδες, τῇ γεωργίᾳ τῆς χάριτος, εὐσεβείας τῇ Ἐκκλησίᾳ, διαπνέων πνοὰς Ἄνθιμε.

Νοῦν θεοειδῆ κτησάμενος, Ἄνθιμε ἐδέξω, τὰς ἀποῤῥοίας τοῦ Πνεύματος, καὶ ὡς λύχνος ἐν τῇ λυχνίᾳ, ἐπινεύσει θείᾳ ἔλαμψας.

Πόλις Ἀθηνῶν ποιμένα σε, κάλλιστον τῇ ψήφῳ, τοῦ Παρακλήτου ἐπλούτησεν· ἡ δὲ Κρήτη Ὀρθοδοξίας, στῦλον Ἄνθιμε ἐγνώρισε.

Θεοτοκίον.

μνοις ὦ ἁγνὴ τιμῶμέν Σε, τὴν Θεοῦ τὸν Λόγον, ἀνερμηνεύτως κυήσασα, τὸν ἀνθρώπους τῆς ἁμαρτίας, τοῦ προπάτορος λυτρώσαντα.

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὸ προσταχθὲν μυστικῶς

Ἀσκητικαῖς ἀρεταῖς ἠγλαϊσμένος, ἱερωσύνης τῇ στολῇ κατελαμπρύνθης, ἣν ποικίλας ἐνθέως τῇ σῇ ὁμολογίᾳ, μετέστης ὅλος ἐκλάμπων πρὸς οὐρανούς, καὶ ὤφθης θείᾳ ἐν χάριτι δαιτυμών, τῆς τραπέζης ὦ Ἄνθιμε, τῆς ἀκηράτου ζωῆς, πρεσβεύων ἵνα εὕρωμεν, τῶν πταισμάτων τὴν ἄφεσιν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.

 

ᾨδὴ δ’. Τὴν ἀνεξιχνίαστον.

Χάριν θείας γνώσεως πεπλουτηκώς, Βαρλααμιτῶν ἀπεκήρυξας, ἐρεσχελίας, μὴ ταὐτὸν ἐπὶ Θεοῦ, οὐσίαν καὶ ἐνέργειαν, εἶναι σαφηνίσας ὦ Ἄνθιμε.

Ταῖς διδασκαλίαις σου αἱρετικῶν, γλώσσας τὰς βλασφήμους ἐφίμωσας, τὰς ἐνεργείας, τὰς ἀκτίστους τοῦ Θεοῦ, μετέχεσθαι τοῖς κτίσμασι, Ἄνθιμε κηρύξας σαφέστατα.

Θείαις ἀποδείξεσιν ἐκ τῶν Γραφῶν, μεριστὴν τὴν χάριν ἀπέδειξας, τοῦ Παρακλήτου, τὴν δὲ φύσιν ἀληθῶς, αὐτοῦ καὶ τὴν ὑπόστασιν, μένουσαν ἀμέριστον Ἄνθιμε.

Θεοτοκίον.

Ῥῦσαι τοὺς οἰκέτας Σου ἐκ πειρασμῶν, νόσων πολυτρόπων καὶ θλίψεων, δεινῶν κινδύνων, συμφορῶν τε χαλεπῶν, καὶ πάσης περιστάσεως, Μῆτερ τοῦ Θεοῦ ἀειπάρθενε.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Ἀνοίξας τὸ στόμα σου, ἐν περισσείᾳ χάριτος, τὸ ἐν Θαβωρίῳ ἐπιλάμψαν, τοῖς Ἀποστόλοις, Ὅσιε Ἄνθιμε φῶς, ἄκτιστον ἐκήρυξας σαφῶς, δόξαν τε Θεότητος, φυσικὴν καὶ ὑπέρχρονον.

Συνόδων θεσπίσμασι, ὑπείκων Πάτερ Ἄνθιμε, καὶ λόγοις Πατέρων θεοφόρων, στεῤῥῶς ἀντέστης, τῇ καινοτόμῳ ἀρχῇ, τοῦ Πάπα καὶ ἤλεγξας τρανῶς, τοὺς αὐτὴν κηρύττοντας, ὡς ἑσμὸν κακοδαίμονα.

Ὡς βλάσφημον Ἄνθιμε, καὶ παντελῶς αὐθαίρετον, Γραφαῖς ἀντιπίπτουσαν ἁγίαις, τὴν ἐν Συμβόλῳ, προσθήκην κατανοῶν, τὸ Πνεῦμα ἐκ μόνου τοῦ Πατρός, θεοπνεύστῳ γλώσσῃ σου, ὀρθοδόξως ἐδίδαξας.

Θεοτοκίον.

Ἰδού Σοι προστρέχομεν, οἱ εὐσεβεῖς τὸν τόκον Σου, ἄχραντε Παρθένε προσκυνοῦντες, καὶ κατανύξει, ψυχῆς βοῶμέν Σοι· ἔσο ἡμῖν πάντοτε ἁγνή, ἐν ταῖς περιστάσεσιν, ὀξυτάτη βοήθεια.

 

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.

Λατίνων δόξαν πρεσβεύουσαν, τὸ πρὸ τῆς Ἀναστάσεως τέλειον, τῆς ἀπολαύσεως, λῆρον ἀπέδειξας Ἄνθιμε, ἑπόμενος Πατέρων ταῖς ὑφηγήσεσι.

Λαμπρῶς ὑμνείσθω μοι σήμερον, τῆς ἀζυμοθυσίας ὁ ἔλεγχος, ὁ θεῖος Ἄνθιμος, τῶν εὐσεβῶν παραδόσεων, ὁ φύλαξ καὶ ταμίας καὶ μέγας πρόμαχος.

Τοὺς τρίτον τόπον εἰσάγοντας, καὶ πῦρ τὸ καθαρτήριον φάσκοντας, ὑπάρχειν Ἄνθιμε, δεινοὺς Λατίνους ἐπτόησας, βροντήσας ἀληθείας ταῖς εἰσηγήσεσι.

Θεοτοκίον.

Λαμπὰς ἁγία ὑπάρχουσα, φωτὸς ὦ Θεοτόκε τῆς γνώσεως, τῇ φωταυγείᾳ Σου, ἐσκοτισμένην τοῖς πάθεσι, ψυχήν μου τὴν ἀθλίαν, δεῦρο καταύγασον.

 

Κοντάκιον. Ἦχος πλ. Δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.

Ὡς Ἀθηνῶν ποιμένα σε, τῆς νήσου Κρήτης πρόεδρον, Ὀρθοδοξίας οὐράνιον κήρυκα, τῆς εὐσεβείας ἥλιον, καὶ τῆς ὁμολογίας, στεφανίτην γενναῖον, εὐλαβῶς σήμερον, ἐν ὕμνοις σε τιμῶμεν, ὦ Ἄνθιμε παναοίδιμε.

Ὁ Οἶκος.

Ἀθηναίους ποιμάνας τὸ πρότερον, ἐστερέωσας Κρῆτας ἐσύστερον, εὐσεβείας ἐν πέτρᾳ καὶ πίστεως, τῶν Πατέρων τρανώσας τὰ δόγματα· καὶ τῶν Λατίνων τὴν παράταξιν, ἀνδρικῶς ἐνίκησας, ἐν λάκκῳ ἀριστεύσας, καὶ Μαρτύρων τοὺς τρόπους μιμησάμενος· διὰ τοῦτο ἐν ὕμνοις σε τιμῶμεν, ὦ Ἄνθιμε παναοίδιμε.

 

Συναξάριον.

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Ἱερομάρτυς Ἄνθιμος, ἀρχιεπίσκοπος Ἀθηνῶν καὶ Πρόεδρος Κρήτης, ὁ Κρῆς, ἐν Κρήτῃ, ὑπὸ τῶν Λατίνων, βληθεὶς ἐν λάκκῳ ὑγροδεστάτῳ, ζοφώδει τε καὶ βορβορώδει, πλείονα τῶν τριῶν ἐτῶν, τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.

Ὡς θεόσοφος ἀντέστης Πάτερ Ἄνθιμε λόγοις καὶ πράξεσι, τοῖς ψευταδέλφοις στεῤῥῶς, καὶ τούτων ἠκύρωσας, πᾶσαν ἐπίνοιαν, καὶ διέσωσας, τὴν ποίμνην σου ἀμίαντον, τῆς αὐτῶν κακοδοξίας.

Μὴ δυνάμενοι τῆς θεηγόρου γλώσσης σου φέρειν τὸν ἔλεγχον, οἱ παπολάτρες σοφέ, ἐν λάκκῳ κατέκλεισαν, σὲ ὑγρωδέστατον, ἐν ᾧ Ἄνθιμε, ἑστὼς ἀπαύστως ἔκραζες· ὁ Θεὸς εὐλογητὸς εἶ.

Πολυχρόνιον ἀνδρείως καθυπέμεινας ἐν λάκκῳ κάθειρξιν, Ἄνθιμε Πάτερ σοφέ, καυχώμενος ὅτι σοι, Χριστὸς ὁ Κύριος, ἐδωρήσατο, ὑπὲρ αὐτοῦ τῆς πίστεως, ὡς ὁ Παῦλος ἔφη πάσχειν.

Θεοτοκίον.

Λῦσον ἄχραντε θερμῶς καθικετεύω Σε τὰς τῶν πταισμάτων μου, ἐπισκοπῇ σου σειράς, καὶ δὸς οὐρανόφρονα, ἀνύειν βίον με, ὡς ἂν Δέσποινα, ζωῆς τῆς ὑπὲρ ἔννοιαν, διὰ Σοῦ ὁ τλήμων τύχω.


 

ᾨδὴ η’. Λυτρωτὰ τοῦ παντός.

Ῥητορεύων Πατέρων τὰ δόγματα, ἐν τῇ πίστει τοὺς Κρῆτας ἐστήριξας· διὸ καὶ θλίψεις Ἄνθιμε, καθυπέστης κραυγάζων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ἐν τῷ λάκκῳ γενναίῳ ὑπέμεινας, τὸν Θεὸν θεομάκαρ τὸν σώζοντα, καὶ προσδοκῶν τὰ μέλλοντα, ἀγαθὰ ἀνεβόας· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Παρακλήθητι Πάτερ σεβάσμιε, καὶ ἡμῖν τὸν Δεσπότην ἱλέωσαι, τοῖς εὐλαβῶς τιμῶσί σε, καὶ αὐτῷ ἐκβοῶσι· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

Ὁ Θεὸς σαρκωθεὶς ἐξ αἱμάτων Σου, τῆς κατάρας ἡμᾶς τῆς προμήτορος, διὰ Σταυροῦ ἐῤῥύσατο, καὶ ἡμῶν ἀψευδῆ Σε, ὦ Θεοτόκε, προστασίαν καὶ σκέπην ἀνέδειξε.

 

ᾨδὴ θ’. Ἅπας γηγενής.

Δεῦτε εὐσεβῶς, Κρητῶν τὰ συστήματα, ἀνευφημήσωμεν, σήμερον γηθόμενοι, Ὀρθοδοξίας στῦλον τὸν ἄῤῥηκτον, τὴν μάχαιραν τοῦ Πνεύματος, τὴν διακόψασαν, τῶν Λατίνων, πλάνης τὰ ζιζάνια, τὸν ἡμέτερον Πρόεδρον Ἄνθιμον.

Ὄντως ὁ χορός, Πατέρων τῶν πρόπαλαι, θείαν προσθήκην σε, Ἄνθιμε ἐδέξατο, καὶ ὁ Μαρτύρων, δῆμος συνάριθμον, αἱ τάξεις τῶν Ἀγγέλων τε, σεπτὸν συνόμιλον, καὶ Ἁγίων, πάντων τὰ συστήματα, εὐκλεῶς ἐν ὑψίστοις συμμέτοχον.

Πρέσβευε ἀεί, ὡς ἔχων τὸ δύνασθαι, τῷ Πανοικτίρμονι, ὑπὲρ τῶν τελούντων σου, τὴν φωτοφόρον, μνήμην ἐν ᾄσμασι, καὶ αἴτει παραπτώσεων, τελείαν ἄφεσιν, κἀμοὶ πόθῳ, ὕμνους σοι ὑφάναντι, κᾂν ἀτέχνως πολύαθλε Ἄνθιμε.

Θεοτοκίον.

Ὕψιστον Θεόν, ἁγνὴ μετὰ σώματος, φρικτῶς κυήσασα, ὕψωσας τὴν ἔκπτωτον, ἀνθρώπων φύσιν, πρὸς τὴν ἀρχέγονον, κατάστασιν Θεόνυμφε· διὸ οἱ δοῦλοί Σου, οἱ σωθέντες, διὰ Σοῦ τὸ Χαῖρέ Σοι, εὐλαβῶς τοῦ Ἀγγέλου προσάδομεν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἐν λάκκῳ κατωτάτῳ σε, αἱμάτων ἄνδρες ἔκρυψαν, ἵνα ἡ εὔλαλος γλῶσσα, σιγήσῃ τῆς ἀληθείας, ἀλλ’ ὅμως οἱ παράφρονες, οἰκτρῶς Πάτερ ἐψεύσθησαν· σὺ γὰρ τρανῶς ὦ Ἄνθιμε, ὁμολογίᾳ σου ἔτι, λαλεῖς τῇ θεοβραβεύτῳ.

Καὶ τῆς Ἑορτῆς. Ὅμοιον.

Ἣν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ.

Αἶνοι. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τὸν τρανότατον ῥήτορα, καὶ οὐράνιον κήρυκα, τῆς Ὀρθοδοξίας τε τὸν ἐκφάντορα, τὸν θεολόγον τὸν πάνσοφον, τὸν λόγοις καὶ πράξεσι, εὐσεβείας τὴν ἰσχύν, ἐξαιρέτως τρανώσαντα, καὶ αἰσχύναντα, δυτικῶς τὰς μωρὰς ἐρεσχελίας, ἀνυμνήσωμεν συμφώνως, τὸν ἱερώτατον Ἄνθιμον.

 

Ἀναχθεὶς εἰς ἀκρώρειαν, ἀρετῶν δι’ ἀσκήσεως, Παρακλήτου ἔλαβες τὴν ἐνέργειαν, ἧς τῇ δυνάμει ῥωννύμενος, Δαυΐδ ὥσπερ δεύτερος, Γολιὰθ τὸν νοητόν, ἐθανάτωσας Ἄνθιμε, καὶ τὸ φρόνημα, ἐστερέωσας Πάτερ τοῦ λαοῦ σου, σαλευόμενον ἐφόδοις, τῶν ψευδαδέλφων τῆς Δύσεως.

 

Ἐπινεύσει τῆς χάριτος, ἐν τῇ Κρήτῃ γενόμενος, ὁ ποιμὴν ὁ κάλλιστος καὶ σοφώτατος, δρόσῳ τερπνῆς παρακλήσεως, ἐχρήσω τοῖς λόγοις σου, καὶ ἀνέψυξας λαόν, μυστικῶς τὸν ὀρθόδοξον, ᾧ καὶ ἔλεγες· στῶμεν τέκνα καλῶς ἐν τῶν Πατέρων, παραδόσεσι ταῖς θείαις, ὅτι εἰς τοῦτο ἐκλήθημεν.

 

Τῶν Πατέρων τῶν πρόπαλαι, τὴν ζωὴν μιμησάμενος, καὶ αὐτὸν τὸν πύρινον ζῆλον Ἄνθιμε, ἐπιδειξάμενος ἄριστα, τὴν πίστιν ἐτήρησας, καὶ ἐν λάκκῳ εὐκλεῶς, τὸν ἐπίγειον δρόμον σου, ἐξετέλεσας, καὶ Μαρτύρων ἐν δόξῃ ἐξαστράπτων, προσεχώρησας εἰς δόξαν, τὴν ἐσαεὶ διαμένουσαν.

 

Δόξα. Ἦχος δ’.

Τὸν ἐν Ὁσίοις ποιμένα, καὶ ἐν ἀρχιερεῦσιν ἀθλητήν, Ἄνθιμον ἐπαξίως μακαρίσωμεν. Οὗτος γὰρ ὡς στεῤῥότατος, τῇ ἅπαξ παραδοθείσῃ τοῖς Ἁγίοις, πίστει ἐπαγωνιζόμενος, τὰς τῆς δυτικῆς καινοτομίας κατασκευάς, ἐν δυνάμει Πνεύματος διέλυσε, καὶ ἐπαίδευσε τὸν ὀρθόδοξον λαόν, μηδαμῶς τῶν πατρώων ἀποκλίνειν, ὅτι ἐν αὐτοῖς ἡ σωτηρία· ὅθεν ἐν λάκκῳ μαρτυρικῶς, πρὸς τὸν Θεὸν ἐκδημήσας, τῆς δεξιᾶς παραστάδος κατηξίωται, ὑπερευχόμενος ἡμῖν τοῖς εὐλαβῶς ἐπιτελοῦσιν, αὐτοῦ τὸ μνημόσυνον.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς, ὁ αὐτός.

Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

 

Μεγαλυνάριον.

Χαίροις εὐσεβείας στῦλος στεῤῥός, καὶ Ὀρθοδοξίας, τῶν Πατέρων μυσταγωγός· χαίροις ὁ αἰσχύνας, τὸ θράσος τῶν Λατίνων, τῇ σῇ ὁμολογίᾳ, θεόφρον Ἄνθιμε.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου