Σάββατο 1 Μαΐου 2021

ΣΕΠΤΕΜΒΡΙΟΣ 2. ΟΣΙΟΣ ΚΟΣΜΑΣ ΕΡΗΜΙΤΗΣ ΚΡΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΣΕΠΤΕΜΒΡΙΟΣ Β΄.

ΚΟΣΜΑΣ ΟΣΙΟΣ ΕΡΗΜΙΤΗΣ ΚΡΗΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Μητρ. Ῥόδου Κυρίλλου Κογεράκη)

 



ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τριήμερος ἀνέστης.

Φιλέορτοι νῦν δεῦτε πιστῶς, τὸν θεῖον εὐφημήσωμεν, ἐρημίτην, τὸν ἰσάγγελον Κοσμᾶν· καὶ γὰρ Χριστῷ πρεσβεύει, εὐσπλάγχνως δωρηθῆναι, ἡμῖν εἰρήνην ἀστασίαστον.

 

Κατέλιπες ἁπάσας τῆς γῆς, θεόφρον τὰς τερπνότητας, καὶ ἐπ’ ὤμων, τὸν Σταυρὸν ἀναλαβών, τοῖς ἴχνεσι τοῖς θείοις, Χριστοῦ τοῦ Ζωοδότου, Κοσμᾶ συντόνως ἠκολούθησας.

 

Ἐλάτρευσας ὁσίως Χριστῷ, ζωῇ τῇ ἐναρέτῳ σου, ἀποῤῥίψας, ἅπαν ἄχθος γεηρόν, φρονήσεως ὡς πλήρης, Κοσμᾶ θεόφρον Πάτερ, τοῖς Ἀσωμάτοις ἰσοστάσιε.

 

Ἀγάλλεται ἡ Κρήτη τρανῶς, βλαστόν σε ὡς ἀμάραντον, εὐφημοῦσα, θεοτίμητε Κοσμᾶ, ἀεὶ ἣν περιφρούρει, ἀλώβητον ἐκ πάσης, ἐπιβουλῆς τῇ ἀντιλήψει σου.

 

Δόξα. Ἦχος β΄.

Ὅσιε Πάτερ, Κοσμᾶ μακαριώτατε, ἀφειδήσας τελείως τοῦ σώματος, ψυχῆς τὴν κατάστασιν ηὐτρέπισας, ἀσκητικῇ ἐπιμελείᾳ· διό σε ὡς καθαρόν, εἰς κατοικίαν ἑαυτῆς, τοῦ Παρακλήτου Πνεύματος, ἡ χάρις ᾑρετίσατο. Ἀλλὰ πρέσβευε τῷ ἐν Τριάδι Θεῷ, τὴν εἰρήνην δωρήσασθαι ταῖς ψυχαῖς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Εἰς τὸν Στίχον. Οἶκος τοῦ Ἐφραθᾶ.

Οἶκον τῶν ἀρετῶν, σαυτὸν ἀποτελέσας, ἀσκήσας ὑπὲρ φύσιν, δοχεῖον ἀνεδείχθης, Κοσμᾶ Θεοῦ τῆς χάριτος.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Νοῦν σου πρὸς τὸν Θεόν, Κοσμᾶ ἀναπτερώσας, τὸν κόσμον ἀπηρνήσω, καὶ ἔφθασας Ἀγγέλων, τῷ βίῳ σου τὰ τάγματα.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Πρέσβευε τῷ Χριστῷ, ὡς ἔχων παῤῥησίαν, Κοσμᾶ θεόφρον Πάτερ, ἡμῖν τὴν τῶν πταισμάτων, συγχώρησιν δωρήσασθαι.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ παντουργὸς Θεότης· εἰρήνην δὸς τῷ κόσμῳ, Κοσμᾶ ταῖς παρακλήσεσι.

 

Καὶ νῦν. Θεοτοκίον.

Λῦσον ὡς ἀγαθή, τὸ τῶν ἁμαρτιῶν μου, χειρόγραφον Παρθένε, ἵνα Σε μακαρίζω, τὴν μόνην ἀειπάρθενον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ὁσίως ἐβίωσας ἐν ἡσυχίᾳ πολλῇ, ἐν Κρήτης τοῖς ὄρεσι δαυϊτικῶς αὐλισθείς, Κοσμᾶ θείῳ ἔρωτι· ὅθεν τῆς ἀπαθείας, ἐξαστράπτων τῇ αἴγλῃ, ἔνδον τῆς ἀϊδίου, προσεχώρησας δόξης, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Πάτερ παμμακάριστε Κοσμᾶ, τηλαυγῶς ἡ μνήμη σου, ὥσπερ ἀστὴρ οὐρανόφωτος, ἐξανατείλασα, καταυγάζει πάντας, τοὺς πόθῳ γεραίροντας, ἐν ὕμνοις ἐγκωμίων τὸν βίον σου, δι’ οὗ δεδόξασαι, ἐν ὑψίστοις καὶ τῆς κρείττονος, τῶν Ἀγγέλων τιμῆς κατηξίωσαι.

 

Πάτερ παναοίδιμε Κοσμᾶ, τὸν νοῦν διὰ πίστεως, πρὸς τὸν Θεὸν ἀνεπτέρωσας, ἀπὸ νεότητος, καὶ ἐμφρόνως πᾶσαν, βίου τὴν προσπάθειαν, μισήσας τὸν Σταυρὸν ἐπωμάδιον, χαίρων ἀνέλαβες, τῷ κελεύσματι ὑπήκοος, τοῦ Χριστοῦ καὶ Σωτῆρος γενόμενος.

 

 

Πάτερ θεοφόρητε Κοσμᾶ, Θεὸν ἐξεζήτησας, κατατρωθεὶς τὴν καρδίαν σου, ἐνθέῳ ἔρωτι, καὶ ἐν ἐρημίαις, σπηλαίοις καὶ ὄρεσι, τῆς Κρήτης εὐσεβῶς διαιτώμενος, τούτῳ συνήντησας, ὡς ἐπόθησας ἀοίδιμε, ἀρετῶν ἱεραῖς ἀναβάσεσι.

 

Πάτερ ἀγγελότροπε Κοσμᾶ, στενοτάτην ὥδευσας, ὁδὸν καὶ λίαν ἐπίπονον, στεῤῥῷ φρονήματι, ἐρημίτην βίον, ὅσιον καὶ ἄμεμπτον, μιμήσει τοῦ Προδρόμου, ἑλόμενος· ὅθεν κατήντησας, πλατυσμὸν εἰς ἐπουράνιον, Παραδείσου Ὁσίων σὺν τάξεσι.

 

Πάτερ θεοτίμητε Κοσμᾶ, κόσμου μακρυνόμενος, καὶ τῷ Θεῷ συγγινόμενος, βίῳ ἀπράγμονι, ὡράθης ἐν κόσμῳ, πολιτείαν ἄσαρκον, ἐφέσει τῶν μελλόντων μιμούμενος, καὶ ἐχρημάτισας, φῶς ἀνέσπερον δεξάμενος, ἐν ψυχῇ σου τὸ φῶς τῆς θεώσεως.

 

Πάτερ πανσεβάσμιε Κοσμᾶ, ἡ ἐνεγκαμένη σε, Κρήτη κομπάζει τῇ δόξῃ σου, ἀνακραυγάζουσα· Χαίροις ἡσυχίας, ἄνθος θεομύριστον, κανών τε προσευχῆς καὶ ἀσκήσεως· χαίροις μακάριε, ὁ Χριστῷ νῦν παριστάμενος, σὺν Ἁγίων χοροῖς εὐφραινόμενος.

 

Δόξα. Ἦχος πλ. Α΄.

Ὅσιε Πάτερ, Κοσμᾶ μακαριώτατε, τίς σε κατ’ ἀξίαν ἐπαινέσει; ἢ ποία γλῶσσα φθέγξεται πρεπωδῶς, τῆς ἰσαγγέλου ζωῆς σου, τὰ ὑπὲρ φύσιν χαρίσματα; Σὺ γὰρ τῶν βιοτικῶν θορύβων μακρυνόμενος, καὶ ἐν ἐρημίαις ἀεὶ πίστει διαιτώμενος, τῶν παθῶν τὰς ἐφόδους ἀπέκρουσας, τὸ χεῖρον τῷ κρείττονι καθυπέταξας, καὶ ναὸν σαυτὸν ἔμψυχον, δι’ ἀρετῆς Θεῷ ἀπετέλεσας· ὅθεν ὁ Κύριος ἐν σοὶ εὐαρεστηθείς, τῆς μακαριότητος τῶν Ἁγίων, ἐν ταῖς σκηναῖς τῆς ζωῆς κατηξίωσεν. Αὐτὸν ἱκέτευε, Αὐτὸν δυσώπει Ὅσιε, τῇ οἰκουμένῃ τὴν εἰρήνην δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν ... Θεοτοκίον

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος· ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

 

 

 

 

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ μεγαλόνησος Κρήτη, ἐπὶ τῇ μνήμῃ σήμερον, Κοσμᾶ τοῦ οὐρανόφρονος. Ἰδοὺ γὰρ οὗτος ὁ μακάριος, ἐν ταῖς ἐρημίαις σου θεϊκῇ γεωργίᾳ, ὡς ἄνθος ἀμάραντον ἐξανθήσας, τῇ εὐωδίᾳ τῶν αὐτοῦ ἀρετῶν, μυστικῶς σε ἐπλήρωσε. Τέρπου οὖν καὶ χόρευε, τῇ θείᾳ δόξῃ Αὐτοῦ, καὶ ὕμνον ἑόρτιον κροτοῦσα, γηθοσύνως Θεῷ ἀναβόησον· Ὑπερύμνητε Κύριε, ὁ τοῦ Ὁσίου Σου τὴν ἄσκησιν, ὡς θυσίαν ζῶσαν προσδεξάμενος, καὶ αὐτὸν τοῖς θαύμασι δοξάσας, Φιλάνθρωπε δόξα Σοι.

 

Ἦχος β΄.

Ὅσιε Πάτερ, εὐπειθὴς Κυρίου τῷ λόγῳ γενόμενος, τὸν Σταυρὸν ἐπ’ ὤμων σου ἀνέλαβες, καὶ ἀσκητικῶς Αὐτῷ ἠκολούθησας, μονώτατος ἐν ἐρήμοις τόποις διαιτώμενος, καὶ ἐν πένθει προσευχαῖς νηστείαις τε καὶ ἀγρυπνίαις, Αὐτὸν δαυϊτικῶς προσδεχόμενος· ἔρωτι γὰρ θείῳ ἐτρώθης τὴν ψυχήν, καὶ κατεφρόνησας πάσης, ὑλικῆς προσπαθείας καὶ σχέσεως· ὅθεν τοῦ πόθου σου τὸ πέρας καταλαβών, τῶν ἐκλεκτῶν τοῖς χοροῖς συνηριθμήθης, καὶ ἑώρακας τὸ ἄδυτον φῶς, τὸν φωτισμὸν ἐξαιτούμενος, ἡμῖν τοῖς εὐφημοῦσί σε.

 

Ἦχος γ΄.

Κόσμου τοῦ ματαίου τὰς τερπνότητας, λογισμῷ θεοπνεύστῳ ἐξέκλινας, τῆς εὐρυχώρου ὁδοῦ προτιμήσας, τὴν στενὴν ὦ Κοσμᾶ τῆς ἀσκήσεως· ἔνθεν ἐν ταῖς ἐρημίαις τῆς νήσου σου εὐσεβῶς, ὡς ἐν Παραδείσῳ τρυφῆς αὐλιζόμενος, γυμνός τε ἀνυπόδητος καὶ ἄσκευος, τὸν παγετὸν τῆς νυκτὸς ἐνεκαρτέρησας, καὶ τῆς ἡμέρας τὸν καύσωνα καθυπέμεινας· τῇ δὲ ἄκρᾳ σκληραγωγίᾳ τοῦ σώματος, τὸν νοητὸν πόλεμον θανατώσας, δικαιοσύνης θεόθεν ἐδέξω, ἀξίως τὸν ἀμαράντινον στέφανον· διὸ ἐν οὐρανοῖς νῦν στεφηφορῶν, καὶ Χριστῷ εὐκλεῶς παριστάμενος, τὴν εἰρήνην ἐξαίτει, ταῖς ψυχαῖς τῶν τιμώντων σε.

 

Δόξα. Ἦχος δ΄.

Δεῦτε πάντες οἱ πιστοί, τὸν τὴν προαιρέσει στεῤῥὸν ἀθλητήν, Κοσμᾶν τὸν ἀεισέβαστον, ἀνευφημοῦντες βοήσωμεν· Χαίροις, ἐγκρατείας συντόνου ἐπίδοσις, καὶ ὑπὲρ φύσιν βιοτῆς ὑποτύπωσις· χαίροις, τοῦ βροτοκτόνου τὰς παρατάξεις ἐκπολεμήσας, καὶ ἀπαθείας τὴν χάριν ὑψόθεν κομισάμενος· χαίροις, ἐρημιτῶν σεπτὸν ἐγκαλλώπισμα, τῶν μοναζόντων σεβάσμιο καύχημα, καὶ Κρήτης τῆς πατρίδος σου, ἡ μυστικὴ δᾳδουχία. Πρέσβευε οὖν Πάτερ θεσπέσιε, τῷ ἐλεήμονι Λόγῳ, Χριστῷ τῷ Θεῷ ἡμῶν, ἐλεηθῆναι καὶ σῶσαι, τὰς ψυχὰς τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου

Ὅτε κατετρώθης ὁλικῶς, ἔρωτι Κοσμᾶ τῷ ἁγίῳ, τὴν δεκτικήν σου ψυχήν, τότε τὰ ἐπίγεια, πάντα παρέδραμες, καὶ Χριστῷ ἠκολούθησας, τῷ σπὶ ποθουμένῳ, τὸν Σταυρὸν ἐπ’ ὤμων σου, ἀναλαβόμενος· ὅθεν ἐγκρατείας ἀγῶσιν, ἔνθα τῆς ζωῆς καταυγάζει, φῶς τὸ ἐπουράνιον κατέπαυσας.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίρων ταῖς ἐλπίσι τῆς ζωῆς, βίον σου διήνυσας πάντα, ἐν ἡσυχίᾳ πολλῇ, ὡς πτηνὸν φιλέρημον, Κοσμᾶ μακάριε, ἐν σπηλαίοις καὶ ὄρεσιν, ἀεὶ φυγαδεύων, καὶ πολιτευόμενος, καθάπερ ἄσαρκος· ὅθεν ἀρετῶν εἰς τὸ ὕψος, Πάτερ ἀνελθὼν ἐθεάσω, τοῦ Θεοῦ τὴν δόξαν τὴν ἀθέατον.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ἔνθα τῶν Ἀγγέλων οἱ χοροί, ἔνθα τῶν Ὁσίων οἱ δῆμοι, ἔνθα Δικαίων πληθύς, ἔνθα ἡ ἀνέκφραστος, θεία ἀπόλαυσις, εὐκλεῶς κατεσκήνωσας, Κοσμᾶ θεομάκαρ, σῆς στεῤῥᾶς ἀσκήσεως, λαβὼν τὰ ἔπαθλα· ὅθεν τοὺς πιστῶς σε ὑμνούντας, φρούρει τε ἀπαύστως καὶ σκέπε, ταῖς πρὸς τὸν Φιλάνθρωπον πρεσβείαις σου.

 

Δόξα. Ἦχος δ΄.

Τῷ θείῳ πυρπολούμενος ἔρωτι, ὑπὲρ φύσιν ἐπολιτεύσω ἐπὶ γῆς, ἐν ταῖς ἐρημίαις τῆς Κρήτης ἀσκητικῶς, τὸν ἐν ἐλέει πλούσιον Θεὸν ἐκζητήσας, Κοσμᾶ παναοίδιμε. Τῶν ἐν τῷ κόσμῳ γὰρ ἐπαναστάς, ἐρημοπολίτην ἐμφρόνως ἐγένου, καὶ διελήλυθας τὸν ἅπαντα βίον σου, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Ἀλλ’ ὦ θεόληπτε Πάτερ, Χριστῷ ἐν οὐρανοῖς παριστάμενος, ἱκέτευε ἀπαύστως ὑπὲρ τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ὁσίως ἐβίωσας ἐν ἡσυχίᾳ πολλῇ, ἐν Κρήτης τοῖς ὄρεσι δαυϊτικῶς αὐλισθείς, Κοσμᾶ θείῳ ἔρωτι· ὅθεν τῆς ἀπαθείας, ἐξαστράπτων τῇ αἴγλῃ, ἔνδον τῆς ἀϊδίου, προσεχώρησας δόξης, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ἀνύσας ἀρετῶν, ἀνενδότῳ ἀσκήσει, τὴν κλίμακα Κοσμᾶ, μυστικῆς θεωρίας, θεάμων γεγένησαι, εὐδοκίᾳ τοῦ κρείττονος, καὶ ἀπείληφας, χάριν θεόθεν πλουσίαν, βλύζειν πάντοτε, ἐκ τῶν σεπτῶν σου λειψάνων, θαυμάτων τὰ νάματα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἐνώκησεν ἐν Σοί, Θεοτόκε Μαρία, ὁ Λόγος τοῦ Πατρός, ὁ ἀχώρητος πᾶσι, καὶ ὄντως ἀνέδειξεν, οὐρανῶν πλατυτέραν Σε· ὅθεν πᾶσαί Σε, αἱ γενεαὶ τῶν ἀνθρώπων, μακαρίζομεν, εὐλογημένη βοῶντες· Ἁγνὴ χαῖρε Δέσποινα.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.

Ὡς εὐκέλαδος, χάριτος ὄρνις, χαίρων ἔπηξας, τὴν καλιάν σου, ἐν τῆς Κρήτης τρισμάκαρ τοῖς ὄρεσιν· ἐντεῦθεν κούφως πτεροῖς τῆς ἀσκήσεως, πρὸς ἀπαθείας τὸ ὕψος ἐπέτασας· ὅθεν πρέσβευε, Χριστῷ ὦ Κοσμᾶ μακάριε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χαῖρε Δέσποινα, εὐλογημένη, ἡ κυήσασα, τὸν Ζωοδότην, σαρκωθέντα δι’ ἄφατον ἔλεος· χαῖρε Θεοῦ τὸ πυρίμορφον ὄχημα· χαῖρε τρυφῆς οὐρανίου Παράδεισε. Ἀλλὰ πρέσβευε, Παρθένε θεομακάριστε, πταισμάτων δωρηθῆναι ἡμῖν ἄφεσιν.

 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.

Τοῦ Προδρόμου τὸν βίον Πάτερ μιμούμενος, ἐν ἐρημίαις διῆλθες, τὴν ἐν ἀσκήσει ζωήν, προσδεχόμενος Θεοῦ τὸ θεῖον ἔλεος, οὗ δαψιλῶς ἐπιτυχών, χάριν ἐκβλύζεις τοῖς πιστῶς, τὴν μνήμην σου ἐκτελοῦσι, Πᾶτερ Κοσμᾶ θεομάκαρ, ἐρημιτῶν τὸ ἐγκαλλώπισμα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χαῖρε ἄχραντε Κόρη καὶ ὑπερύμνητε, τοῦ Πατρὸς ἡ τὸν Λόγον, ἀφράστως τέξασα· χαῖρε Δέσποινα Μαρία ἀπειρόγαμε· χαῖρε ἡ πύλη τῆς ζωῆς· χαῖρε τὴν φύσιν τῶν βροτῶν, θεώσασα τῷ Σῷ τόκῳ· ἀνύμφευτε χαῖρε νύμφη, ἡ προστασία τῶν τιμώντων σε.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον, ζήτει τῇ Ε’ Δεκεμβρίου.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ὅσιε Πάτερ, Κοσμᾶ μακαριώτατε, τῶν γεηρῶν ἀποκλίνων θεοσόφῳ φρονήματι, ἐν ἐρήμοις τόποις κατεσκήνωσας· ἐν οἷς τῷ παλαιῷ πτερνιστῇ, τῇ στεῤῥοτάτῃ ἀσκήσει συμπλακείς, τούτου τὴν ἔπαρσιν κατέβαλες, καὶ τρόπαιον αἰώνιον, ἀρετῆς τε καὶ ἀσκήσεως ἔστησας· ὅθεν παρὰ Θεοῦ δεξάμενος, τῆς νίκης τὸν ἄφθαρτον στέφανον, ἐν οὐρανοῖς ὑπερφυῶς ἐδοξάσθης, καὶ παρέστης Αὐτῷ εὐκλεῶς, πρεσβείαν ποιούμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Χαῖρε, Κοσμᾶ θεόφρον, ἐρημῖτα. Κυρίλλου.

ᾨδὴ α’. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.

Χαριτωθεὶς ταῖς δωρεαῖς τῆς χάριτος, τῇ σῇ ἀσκήσει Κοσμᾶ, χάριν μοι ἐξαίτει, ταῖς εὐχαῖς σου ἄφθονον, ὡς ἂν ὑμνήσω σήμερον, τὴν ὁσίαν ζωήν σου, ᾗ τῶν Ἀγγέλων κατέπληξας, τὰς χοροστασίας ἀοίδιμε.

ποῤῥαγεῖς τῶν μεριμνῶν ὡς πάνσοφος, τῆς φθειρομένης σαρκός, σώματος ἀνέθου, τῷ Θεῷ τὴν πρόνοιαν, καὶ ἔζησας ἀπράγμονα, καὶ ἡσύχιον βίον, ἀποσκοπῶν τὴν ἀΐδιον, ἐν Ἐδὲμ Κοσμᾶ ἀγαλλίασιν.

να κερδήσῃς τὴν ζωὴν τὴν κρείττονα, παντὶ τῷ κόσμῳ Κοσμᾶ, καὶ τοῖς ἐν τῷ κόσμῳ, πᾶσι τεθανάτωσαι, ἐν τόποις διαιτώμενος, θεομάκαρ ἐρήμοις, καὶ τὸν Θεὸν ἱλεούμενος, τῇ σκληραγωγίᾳ τοῦ σώματος.

Θεοτοκίον.

εύσεως θέλων ὁ Θεὸς τῆς πάλαι με, ἐπανορθῶσαι ἐκ Σοῦ, τῆς ἁγνῆς Παρθένου, ὄντως ἐνηνθρώπησε, καὶ πάντων Σε ἀνέδειξε, κραταιὰν συμμαχίαν, τῶν προσκυνούντων τὸν τόκον Σου, τὸν ἀπερινόητον Δέσποινα.

 

ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.

πιποθήσας κατιδεῖν, τοῦ Παραδείσου τὰ κάλλη, τῶν προσκαίρων ἀπηρνήσω τὴν σχέσιν, καὶ ηὐλίσθης ὦ Κοσμᾶ, τῆς Κρήτης ἐν τοῖς ὄρεσιν, ἔνθα τῆς ἡσυχίας, τὴν χάριν ἐκαρποφόρησας.

Καταφυγή σου ψαλμικῶς, καὶ δύναμιν ὁ Δεσπότης, ὡς ὑπάρχων οὐδαμῶς τοῦ γηΐνου, θεοδόξαστε Κοσμᾶ, σκεύους σου οὐκ ἐφρόντισας· ἐν σοὶ γὰρ πίστις Πάτερ, ἐλπὶς ἀγάπη ἐπέλαμπεν.

λολαμπῆ περιβολήν, θεώσεως ἐνεδύσω, γυμνητεύσας ἐν παντί σου τῷ βίῳ, καὶ κατήσχυνας Κοσμᾶ, ἐχθρὸν τὸν πολυμήχανον, τὸν φθόνῳ τοὺς γενάρχας, ἐν Παραδείσῳ γυμνώσαντα.

Θεοτοκίον.

Σωματωθεὶς ὑπερφυῶς, ἐν Σῇ ἀχράντῳ νηδύϊ, ὁ ἀσώματος Θεὸς πλατυτέραν, ἀληθῶς Σε οὐρανῶν, ἀνέδειξε Θεόνυμφε, πρὸς πλάτος ὁδηγοῦσαν, ζωῆς ἡμᾶς τῆς ἀμείνονος.

 

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ὑπερφρονήσας νουνεχῶς τῶν ἐν κόσμῳ, ὥσπερ πτηνὸν ἐρημικὸν ἐβιώσω, ἐν δυσπροσίτοις φάραγξι καὶ ὄρεσι Κοσμᾶ· ἔνθεν κουφιζόμενος, ἀπαθείας τῇ αὔρᾳ, ἕως τοῦ Παντάνακτος, ἐπετάθης τῷ θρόνῳ, καὶ τὸ Αὐτοῦ ἠξίωσαι ἰδεῖν, ὦ θεομάκαρ ἀθέατον πρόσωπον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ῥητορευόντων Σε οὐ σθένουσι γλῶσσαι, ἀνευφημῆσαι Θεοτόκε ἀξίως, καὶ ἐξειπεῖν τὰ θεῖα μεγαλεῖά Σου· Σὺ γὰρ τὸν φιλάνθρωπον, ἐσωμάτωσας Λόγον, τὸν ἡμᾶς λυτρώσαντα, τῆς ἀρχαίας κατάρας, Ὃν ἐκτενῶς δυσώπει Μαριάμ, δοῦναι ἡμῖν ὡς οἰκτίρμων τὰ κρείττονα.

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Μιμησάμενος Ὅσιε, ἔρωτι ἁγίῳ Χριστοῦ τὸν Πρόδρομον, τῶν ἐν κόσμῳ μετηνάστευσας, καὶ ἐν τοῖς ἀοίκοις κατεσκήνωσας.

κτησίαν κτησάμενος, πάντα ὑπερέβης θεσμὸν τῆς φύσεως, καὶ ἄγγελος Κοσμᾶ πέφηνας, τῇ διαγωγῇ σου ὁμοδίαιτος.

Θεὸν μόνον ἐπόθησας, γῆς τῶν φθειρομένων τε κατεφρόνησας, καὶ Κοσμᾶ εἰς κατοικίαν σου, τὰς σκηνὰς Παραδείσου ἀπέλαβες.

Θεοτοκίον.

πὶ Σὲ τὴν ἐλπίδα μου, Κόρη ἀνατίθημι ὁ ταλαίπωρος· μὴ ἐάσῃς με ὡς εὔσπλαγχνος, τοῦ Βελίαρ γενέσθαι ἐπίχαρμα.

 

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.

λικῇ διαθέσει, πρὸς τὰ ὑπερκόσμια ἀνατεινόμενος, τὸ τραχὺ ὑπῆλθες, ἀνενδότως Κοσμᾶ τῆς ἀσκήσεως· σὺ γὰρ προσδοκίᾳ, ὧν ὀφθαλμὸς Πάτερ οὐκ εἶδεν, ἐν καρδίας εὐθύτητι ἔχαιρες.

Φερωνύμως σῷ βίῳ, τὴν προσωνυμίαν νῦν ἔχεις μακάριε· τῆς γὰρ ἐρημίας, ὁ διάπυρος πόθος σε ἔφλεξεν, ἐν ᾗ καινουργεῖται, πᾶσα ψυχὴ μακρυνομένη, τῶν τῆς γῆς καὶ Κυρίῳ σχολάζουσα.

ήξας φύσεως Πάτερ, τὰ δεσμὰ ἀσκήσεως τοῖς ἀγωνίσμασι, τῶν ὑπὲρ τὴν φύσιν, ἐκομίσω Κοσμᾶ τὴν ἐνέργειαν· ὅθεν τῶν θαυμάτων, ὀμβροβλυτεῖς χάριτι θείᾳ, τὰ σωτήρια ῥεῖθρα τοῖς χρήζουσι.

Θεοτοκίον.

ἐκ Σοῦ ἀπειράνδρως, σάρκα προσλαβόμενος Μῆτερ ἀνύμφευτε, τὴν ἡμῶν οὐσίαν, εἰς τὴν πρώτην ἀνήγαγες εὔκλειαν· Ὃν ἀεὶ δυσώπει, ἐν παῤῥησίᾳ δωρηθῆναι, τῶν πταισμάτων ἡμῖν τὴν συγχώρησιν.

 

 

ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.

Νομίμως προσκαρτερῶν, νηστείαις πένθει δεήσεσι, τὸ φρόνημα τῆς σαρκός, Κοσμᾶ ἐταπείνωσας, καὶ ὄντως ἀπάθειαν, ἐστολίσω Πάτερ, οἷα κόσμον ὑπερκόσμιον.

μίσησας τὰ τῆς γῆς, ὑπερφιλήσας τὸν Κύριον, καὶ δι’ Αὐτὸν ὦ Κοσμᾶ, ὡς ἄσαρκος ἔζησας, καὶ ὤφθης ἐπίγειος, Ἄγγελος ἐν κόσμῳ, τοῖς Ἀγγέλοις ἁμιλλώμενος.

ημάτων ἐνηχηθείς, πνευματικῶν τοῦ Κυρίου σου, διήνυσας τὴν στενήν, ὁδὸν καρτερώτατα, καὶ εὗρες κατάλυμα, ἄξιον σῶν πόνων, ὦ Κοσμᾶ θεομακάριστε.

Θεοτοκίον.

λίου τοῦ νοητοῦ, ἀνατολῇ χρηματίσασα, ἀνάτειλον ἐν ἐμοί, τὸ φῶς θείας γνώσεως, ἀεὶ ἵνα μέλπω Σοι, τὸν τοῦ Ἀρχαγγέλου, ἀσπασμὸν μόνη Μητρόθεε.

 

Κάθισμα. Ἦχος πλ. Δ΄. Τῇ Ὑπερμάχῳ.

Ὡς ἐγκρατείας ἀκριβοῦς θεῖον παράδειγμα, καὶ ὑπὲρ φύσιν βιοτῆς σεπτὸν ὑπόδειγμα, οἱ πιστοί σε μακαρίζομεν ὁμοφώνως. Ἀλλ’ ὡς δόξης ἐντρυφῶν Κοσμᾶ τῆς κρείττονος, τῷ Κυρίῳ ταῖς πρεσβείαις σου οἰκείωσον, τοὺς βοῶντάς σοι· Χαίροις Πάτερ ἰσάγγελε.

Ὁ Οἶκος.

Φύσεως ὑπερέβης, τοὺς θεσμοὺς ὑπὲρ φύσιν, βιώσας ἐπὶ γῆς θείῳ πόθῳ· διὸ ὑπὲρ φύσιν δωρεῶν, ἐν τοῖς ὑψίστοις Κοσμᾶ ἐκοινώνησας· ὅθεν σε μακαρίζομεν, οἱ εὐσεβεῖς ἀναβοῶντες·

Χαῖρε, εἰκόνισμα ἐγκρατείας·

χαῖρε, κειμήλιον ἡσυχίας.

Χαῖρε, ὁ ἐν Κρήτῃ βιώσας ὡς ἄσαρκος·

χαῖρε, ὁ δοξάσας ἀσκήσει τὸν Κύριον.

Χαῖρε, μιμητὴς πανάριστος τοῦ Θεσβίτου Ἠλιού·

χαῖρε, θεῖον ἀφομοίωμα τοῦ ἐνδόξου Βαπτιστοῦ.

Χαῖρε, ὅτι καθεῖλες τῶν παθῶν τὰς ἐπάρσεις·

χαῖρε, ὅτι ὑπῆλθες τῶν Ἀγγέλων τὸν βίον.

Χαῖρε, Χριστοῦ θεράπων θερμότατος·

χαῖρε, ἐχθροῦ πολέμιος κράτιστος.

Χαῖρε, σοφὸς ἀσκητῶν ποδηγέτης·

χαῖρε, ἡμῶν κραταιὸς παραστάτης.

Χαίροις, Πάτερ ἰσάγγελε.

 

Συναξάριον.

Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Κοσμᾶ  τοῦ ἐρημίτου, τοῦ ἐν τῇ Μονῇ Κουδουμᾶ τῆς Κρήτης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.

Μνήμην Κοσμᾶ ἐν ἐγκωμίοις, τὴν ἁγίαν σου τελοῦμεν γηθοσύνως· ἐπλεόνασας γάρ, δικαιοσύνης ἔργοις, καὶ δήμοις συνηρίθμησαι, ἐν  ὑψίστοις τῶν Δικαίων.

θυνας ὄντως σὰς πορείας, τελειότητος πρὸς ὕψος ὡς ἐχέφρων· ἔνθα φθάσας Θεοῦ, τὴν θέαν ἐνωπτρίσω, Κοσμᾶ μακαριώτατε, ἀσκητὰ σημειοφόρε.

Τίς τὰς πολλάς σου ἀριστείας, εὐφημήσει ἐπαξίως θεομάκαρ; ἐν ἀσκήσει Κοσμᾶ, ἀγωνισθεὶς τὰ στίφη, τοῦ βροτοκτόνου ἔτρεψας, καὶ λαμπρῶς ἐθαυμαστώθης.

Θεοτοκίον.

χραντε Μῆτερ Θεοτόκε, χειμαζόμενος παθῶν ταῖς ἐπηρείαις, προστασίαις τῆς Σῆς, δυνάμει καταφεύγω· μη με ἀπώσῃ Δέσποινα, τὸν πολλὰ ἡμαρτηκότα.

 

ᾨδὴ η’. Τὸν Βασιλέα.

Κόσμου ματαίου, ἔξω γενόμενος Πάτερ, τῇ τοῦ Πνεύματος ἁγίᾳ κυβερνήσει, τρυφῆς ἀκηράτου, Κοσμᾶ εἰσῆλθες ἔνδον.

μνοις ἀεί σε, ἐγκωμιάζει ἡ Κρήτη, ὁσιώτατε Κοσμᾶ Ὁσίων κλέος, ὡς ἁγιασθεῖσα, τῇ σῇ στεῤῥᾷ ἀσκήσει.

ῦσαι εὐχαῖς σου, ἀπὸ κινδύνων παντοίων, συμφορῶν τε ὦ Κοσμᾶ καὶ νοσημάτων, τοὺς τῇ κραταιᾷ σου, σπεύδοντας ἀντιλήψει.

Θεοτοκίον.

ασαι Μῆτερ, τὴν ἀσθενοῦσαν ψυχήν μου, τῷ φαρμάκῳ τῆς ἁγίας χάριτος Σου, ἵνα Σε γεραίρω, τὴν Κεχαριτωμένην.

 

ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ

Λαμπρύνας τῆς ψυχῆς σου τὸ ὀπτικόν, ἐγκρατείας φαιδροῖς ἀγωνίσμασιν, ἐν ταῖς σκηναῖς, Πάτερ προσεχώρησας τῆς ζωῆς, καὶ μυστικῶς τεθέασαι, δόξαν τὴν ἀθέατον τοῦ Θεοῦ· διό σε ἐπαξίως, οἱ πιστοὶ εὐφημοῦμεν, Κοσμᾶ ἀζύγων ἐγκαλλώπισμα.

Λαμπρότατον φωστῆρα Πάτερ Κοσμᾶ, ἡ Ἁγία Τριάς σε ἀνέδειξε, τῶν ἀρετῶν, λάμποντα ἀστέκτοις μαρμαρυγαῖς, καὶ πονηρίας λύοντα, τῶν πνευμάτων σκότος τὸ ζοφερόν· φωτὸς γὰρ τὰς εὐθείας, ἐπορεύθη πορείας, Θεὸν ποθήσας ἀεισέβαστε.

θεῖος ἐρημίτης καὶ θαυμαστός, τὸ τῆς Κρήτης σεπτὸν ἐγκαλλώπισμα, ὁ τὸν ζυγόν, χαίρων τὸν χρηστότατον ὑπελθών, Κοσμᾶ θεομακάριστε, καὶ εἰς καταπαύσεις τὰς μυστικάς, ἀξίως καταπαύσας, ἡμῶν μὴ ἐπιλάθῃ, τῶν ἐκτελούντων σὸν μνημόσυνον.

Θεοτοκίον.

πέραγνε Μαρία Μῆτερ Θεοῦ, ὑπεράμωμε Κόρη πανύμνητε, μετὰ Θεόν, μόνην Σε γνωρίζω καταφυγήν, παραμυθίαν στήριγμα, ἔνθεον ἀντίληψιν καὶ χαράν· διό Σε μακαρίζω, ἀεὶ ἐν κατανύξει, καὶ μεγαλύνων τὴν λοχείαν Σου.

Ἐξαποστειλάρια. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἀπαρνησάμενος κόσμον, καὶ τὰ ἐν κόσμῳ ὁλικῶς, ἀσκητικῶς τοῦ Κυρίου, ὀπίσω ἔδραμες Κοσμᾶ, ᾧ καὶ ἡνώθης βιώσας, ἐπὶ τῆς γῆς ὑπὲρ φύσιν.

Σήμερον τέρπεται Κρήτη, ἡ ἑκατόμπολις Κοσμᾶ, ἐπιτελοῦσα εὐσήμως, τὴν μνήμην σου τὴν εὐαγῆ, ἣν περιφρούρει ἀπαύστως, ταῖς θεοδέκτοις εὐχαῖς σου.

Θεοτοκίον.

Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, εὐλογημένη Μαριάμ, ὡς εὐμενὴς μὴ παρίδῃς, τὴν ἐκ βαθέων μου φωνήν, ἀλλ’ ἐπιστᾶσά με ῥῦσαι, τῆς μήνιδος τοῦ δολίου.

 

Αἶνοι. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Φιλοσίων τὰ τάγματα, εὐσεβῶς νῦν συνδράμωμεν, καὶ ᾀσμάτων στέμμασιν ἀναδήσωμεν, τὸν δι’ ὁσίας ἀσκήσεως, ὡς ἄγγελον ζήσαντα, ἀληθῶς ἐπὶ τῆς γῆς, καὶ χαρίτων τοῦ Πνεύματος, χρηματίσαντα, τοῦ Ἁγίου ὑπέρτιμον δοχεῖον, ὦ Κοσμᾶ ἀναβοῶντες, σκέπε ἡμᾶς ταῖς πρεσβείαις σου.

 

Προχοαῖς τῶν δακρύων σου, δαψιλῶς ἀρδευόμενος, ὥσπερ δένδρον Ὅσιε εὐθαλέστατον, ἐν Κρητονήσου τοῖς ὄρεσι, πλουσίως ἐξήνεγκας, παγκαρπίαν θαυμαστήν, ἀρετῶν τῶν τῆς χάριτος, δι’ ὧν πάντοτε, μοναστῶς διατρέφεις τὰς ἀγέλας, ὦ θεόφρον ἐρημῖτα, Κοσμᾶ Ἀγγέλοις ἐφάμιλλε.

 

Τὴν ψυχὴν καθαιρόμενος, ἐγκρατείας παλαίσμασι, καὶ εὐχαῖς σὺν δάκρυσι ἱλασκόμενος, τὸν πολυέλεον Κύριον, Κοσμᾶ παναοίδιμε, ἀπαθείας τὴν φαιδράν, ἠμφιέσω εὐπρέπειαν, καὶ ἀνέδραμες, λαμπροφόρος σκηνὰς πρὸς τὰς ἀφθάρτους μνημονεύων τῶν τιμώντων, τὸ ἱερόν σου μνημόσυνον.

 

Δοξασθεὶς τῇ ἀσκήσει σου, ὁ Θεὸς ἐθαυμάστωσε, βίον σου μακάριε τὸν οὐράνιον, καὶ ποταμὸν πολυχεύμονα, θαυμάτων ἀνέδειξε, παναοίδιμε Κοσμᾶ, τὴν σορὸν τῶν λειψάνων σου· ὅθεν σήμερον, εὐφημεῖ σε ἡ Κρήτη γηθοσύνως, ἣν εὐχαῖς σου περιφρούρει, ἐκ πολεμίων ἀχείμαστον.

 

Δόξα. Ἦχος πλ. Δ΄.

Μακάριος εἶ Κοσμᾶ ἐρημοπολῖτα, θεράπον γνήσιε Θεοῦ, ὅτι ἀσκητικῶς γεωργήσας, τῆς καθαρᾶς σου ψυχῆς τὰς ἀρούρας, ἔχεις νῦν τοὺς καρποὺς σου εἰς ἁγιασμόν· ἐν οὐρανοῖς γὰρ πολὺς ὁ μισθός σου, ὡς ἔφη τῆς ἀληθείας τὸ σόμα, Χριστὸς ὁ Κύριος γέγονεν. Αὐτὸν οὖν ἰκέτευε, ἐν παῤῥησίᾳ δεόμεθα πολλῇ, τῇ οἰκουμένῃ τὴν εἰρήνην δωρήσασθαι, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν, ὡς μόνος ἐν ἐλέει ἀνείκαστος.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον

Ἄρας τοῦ Κυρίου σου τὸν ζυγόν, ἔζησας ἐν Κρήτῃ, βίον Πάτερ ἀσκητικόν, καὶ ἀπογυμνώσει, τῶν ἐπιγείων πάντων, στολὴν περιεβάλου, Κοσμᾶ τῆς χάριτος.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου