Κυριακή 28 Δεκεμβρίου 2025

ΤΩΝ ΑΓΙΩΝ ΤΩΝ ΚΑΤΑΚΟΜΒΩΝ ΤΗΣ ΜΗΛΟΥ ΑΚΟΛΟΥΘΙΑ

 

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

ΑΓΙΟΙ ΚΑΤΑΚΟΜΒΩΝ ΜΗΛΩΝ

ΑΚΟΛΟΥΘΙΑ

(Ὁσίου Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι’, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου β’. Ἦχος πλ. δ΄

Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

 

Κύριε, Κύριε, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

 

Προσόμοια β΄ Ἁγίων Πάντων. Ἦχ. α’. Ὢ τοῦ παραδόξου θαύματος!

Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ὁ τῶν ὅλων Κύριος, τὸν ἄνθρωπον μορφωθεὶς κόσμον ἀνέπλασε, καὶ ἔδειξεν ἐμφανῶς, τὴν τῶν Ἐθνῶν Ἐκκλησίαν πολύτεκνον, κηρύγματι θεουργῷ, τῶν ἱερῶν Ἀποστόλων ἐν Πνεύματι· ἥτις ἐκλεκτὴ ὡς νύμφη, τούτῳ προσενήνοχε, τῶν Ἁγίων τὰ πλήθη, ἀπαρχὰς τῆς δικαιώσεως.

 

Βαβαὶ τῆς σῆς προμηθείας Χριστέ! Δι’ ἧς ἐξουσίαν καὶ θαυμάτων δύναμιν, δεδώρησαι τοῖς βροτοῖς· δι’ εὐσπλαγχνίαν πολλήν, ἐν ὕλῃ γὰρ χοϊκῇ, τῆς ἀϋλίας τὰς χάριτας ἤνθησαν, καὶ νίκην περιφανῆ, κατὰ τοῦ πλάνου ὡς ἄϋλοι ἤραντο, οἱ ἐν πάσῃ ὑφηλίῳ, Μάρτυρες ἀήττητοι, καὶ Ὁσίων τὰ πλήθη, καὶ Γυναίων ὁ κατάλογος.

 

Καὶ στ’ τῶν Ἁγίων τῆς Μήλου. Ἦχ. ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.

Τῶν εὐσεβῶν αἱ χορεῖαι δεῦτε κατέλθωμεν, εἰς καταδύσεις θείας, εἰς σεπτὰς Κατακόμβας, ἔνθα θεοφόρων Μαρτύρων χοροί, τὸν Σωτῆρα ἐδόξασαν, τῶν διωκτῶν ἀποφεύγοντες τὴν ὁρμήν, οὐρανίῳ πολιτεύματι.

 

Ἡ νῆσος Μῆλος ἀγάλλου ἐν σοὶ κατέχουσα, ὡς στήλην εὐσεβείας, τὰς σεπτὰς Κατακόμβας, Μαρτύρων ἀνωνύμων καὶ ἱερόν, ἀληθῶς ἐνδιαίτημα· μαρτυρικὴν γὰρ ἐκπέμπουσι τοῖς πιστοῖς, εὐωδίαν θείᾳ χάριτι.

 

Ὡς ἱερὸς ὄντως πέλει οὗτος ὁ χῶρος πιστοί· ἱδρῶσι γὰρ ἠρδεύθη, θεοφόρων Ἁγίων, καὶ θείᾳ καταθέσει λειψάνων σεπτῶν, τῶν Μαρτύρων ἡγίασται, καὶ ἁγιάζει τοὺς πίστει εἰλικρινεῖ, πρὸς αὐτὸν θερμῶς προστρέχοντας.

Ἕτερα. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Ἔχει ὡς θησαύρισμα, καὶ ἐμφανὲς στηλογράφημα, εὐσεβείας καὶ πίστεως, ἡ Μῆλος ἐν Πνεύματι, πάλαι τῷ Ἁγίῳ, σεπτὰς Κατακόμβας, ἔνθα πληθὺς Χριστιανῶν, τῷ σαρκωθέντι Θεῷ ἐλάτρευσεν, ὅπου καὶ κατετέθησαν, τὰ ἱερὰ τούτων λείψανα, τὴν μανίαν νεκρώσαντα, τοῦ δεινοῦ κοσμοκράτορος.

 

Μάρτυρες ἀνώνυμοι, οἱ τῷ Θεῷ γινωσκόμενοι, οἱ ἐνταῦθα ἐμπρέψαντες, ὑμῶν ἡ εὐσέβεια, ὑπὲρ τὰς ἀκτῖνας, ἔλαμψεν ἡλίου, τοῦ τῶν εἰδώλων σκοτασμοῦ, διαλυθέντος δυνάμει κρείττονι· ἐντεῦθεν καταυγάζετε, οὐ μόνον Μῆλον τὴν .ενθεον, ἀλλὰ πᾶσαν ταῖς χάρισιν, Ἐκκλησίαν Ὀρθόδοξον.

 

Ἅπασι κηρύττουσι, τῆς ἀῤῥαγοῦς ὑμῶν πίστεως, τὰ ἐξαίρετα τρόπαια, καὶ πῦρ τὸ οὐράνιον, τῆς ὑμῶν ἀγάπης, πρὸς τὸν ἐκ Παρθένου, ἐξανατείλαντα Θεόν, αἱ καταδύσεις αὗται μακάριοι, ἔνθα συναθροιζόμενοι, ὑμῶν τιμῶμεν τὰ σκάμματα, καὶ ζωῆς τὴν λαμπρότητα, Ἀθλοφόροι ἀήττητοι.

 

Δόξα. Τῶν Ἁγίων Πάντων. Ἦχος πλ. β΄

Μαρτύρων θεῖος χορός, τῆς Ἐκκλησίας ἡ βάσις, τοῦ Εὐαγγελίου ἡ τελείωσις, ὑμεῖς ἔργῳ τοῦ Σωτῆρος τὰ ῥητὰ ἐπληρώσατε· ἐν ὑμῖν γὰρ αἱ πύλαι τοῦ ᾍδου, κατὰ τῆς Ἐκκλησίας ἀνεῳχθεῖσαι, ἐκλείσθησαν, ἡ τοῦ αἵματος ὑμῶν χύσις, τὰς εἰδωλικὰς σπονδὰς ἐξήρανεν, ἡ σφαγὴ ὑμῶν, ἀπέτεκε τῶν πιστῶν τὸ πλήρωμα, τοὺς ἀσωμάτους ἐξεπλήξατε, τῷ Θεῷ στεφανηφόροι παρίστασθε, ᾧ ἀπαύστως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον. Ὀκτώηχος. Ἦχος πλ. δ΄

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν.

Προκείμενον. Ἦχ. πλ. β’: Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στ.: Ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο.

Στ.: Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

 

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. ΜΓ, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν, Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς; Τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ΄ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Ε, 15-23 & ΣΤ, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Τῶν Ἁγίων Πάντων. Ἦχος α'

Πίστεως συμφωνία, τὴν κοσμικὴν πανήγυριν, τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, Πατριαρχῶν τὸ τίμιον, τῶν Προφητῶν τὸν σύλλογον, Ἀποστόλων τὸ ἐγκαλλώπισμα, Μαρτύρων τὸ ἄθροισμα, Ἀσκητῶν τὸ καύχημα, πάντων τῶν Ἁγίων τὴν μνήμην, πνευματικῶς ἑορτάσωμεν· πρεσβεύουσι γὰρ ἀπαύστως, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ τῶν Ἁγίων τῆς Μήλου. Ἦχος ὁ αὐτός.

Πάλαι τῆς ἀσεβείας κρατούσης, τῆς εὐσεβείας ὁ πυρσός, ὑπὸ μόδιον ἐκρύπτετο, καὶ ἐν Κατακόμβαις διέλαμπεν· ἐν αὐταῖς γὰρ Μαρτύρων δῆμοι, εἰδωλομανίαν τὴν νύκτα ἐκκλίνοντες, οἷα τέκνα φωτός, τῷ Πατρὶ τῶν φώτων ὤρθριζον, προσκαρτεροῦντες ταῖς δεήσεσιν, ἕως οὗ ἡμέρα διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ, τῆς ἀληθείας ὁ ἥλιος. Τούτων τοὺς μακαρίους μακαρίζοντες ἀγῶνας, τὴν πίστιν αὐτῶν μιμησώμεθα, τὴν ὑπομονήν, τὴν ἀνδρείαν, τὸ ἐν πόνοις ἀνένδοτον, καὶ τὴν πρὸς Χριστὸν διάπυρον άγαπην, τῷ Σωτῆρι κραυγάζοντες· Κύριε δόξα Σοι.

 

Μαρτύρων στίφη Ζωοδότα, τοῖς ἴχνεσι ἀκολουθήσαντα, πεῖραν πολλῶν θλίψεων ἔλαβον, καὶ ὡς χρυσὸς ἐν χωνευτηρίῳ ἐδοκιμάσθησαν, τῇ τῶν ἀντικειμένων μανίᾳ· ὅθεν αἱ ψυχαὶ αὐτῶν, Γραφικῶς ἀναθάλλουσι, τὴν μέλλουσαν ἀξίαν πρὸς στηριγμὸν καὶ περιποίησιν, τῶν εὐλαβῶς σοι βοώντων· Κύριε δόξα Σοι.

 

Ζέοντι πνεύματι ἀθλοῦντες, τὸν καλὸν τῆς πίστεως ἀγῶνα, οὐδόλως ἐκάμφθητε, ταῖς τοῦ βίου περιστάσεσι· ἀλλ’ Εὐαγγελικῶς κακοπαθοῦντες, τοὺς πάντας ἐξεπλήξατε, ἐν τῇ τῶν δεινῶν καρτερίᾳ, Ἅγιοι Μάρτυρες. Μακάριαι αἱ χεῖρες ἡμῶν, αἱ θαυμαστῶως τεκτηνάμεναι, τὰς παρούσας Κατακόμβας, ἐν αἷς ὁμοφρόνως ἐκράζετε, τῷ ἐνδυναμοῦντι ὑμᾶς· Κύριε δόξα Σοι.

 

Δόξα. Ἦχος β΄.

Δεῦτε ἅπασα ἡ Μῆλος, ἐν ταῖς σεπταῖς Κατακόμβαις, ὡς ἐν τόπῳ ἁγίῳ, τῷ Κυρίῳ προσκυνήσωμεν. Πόδες γὰρ Ἁγίων ἐνταῦθα ἔστησαν, καὶ λείψανα Μαρτύρων πάντιμα, τὸν χῶρον τοῦτον ἡγίασαν· ἔνθεν πᾶς προσερχόμενος, ψυχῇ καὶ σώματι ἁγιάζεται, ἐπιφοιτήσει τῆς χάριτος· ἀλλ’ ὦ Μάρτυρες ἀεισέβαστοι, στρατιῶται Χριστοῦ ἀήττητοι, καὶ πύργοι Ἐκκλησίας ἄσειστοι, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Ἀπόστιχα, Τὸ Ἀναστάσιμον. Ὀκτώηχος. Ἦχος πλ. δ΄

Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

 

Ἕτερα τῶν Ἁγίων τῆς Μήλου. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, ἀσεβείας ἡ ἀχλύς, πᾶσαν ἐπεκάλυπτε κτίσιν, τῇ ἐπηρείᾳ ἐχθροῦ, τότε τὴν σκοτόμαιναν ταύτης ἐκφεύγοντες, παναοίδιμοι Μάρτυρες, ἐν ταῖς Κατακόμβαις, τῷ Χριστῷ τὴν αἴνεσιν θερμῶς ἐφέρετε· ὅθεν τῆς ὑμῶν εὐανδρίας, τοὺς στεῤῥοὺς ἀγῶνας καὶ ἄθλους, ἐν ἀγαλλιάσει μακαρίζομεν.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Πίστει, καὶ ἀγάπῃ ἀληθεῖ, τῷ ὑπὲρ ἡμῶν σαρκωθέντι, ἀκολουθοῦντες Θεῷ, Μάρτυρες ἀήττητοι καὶ θεοτίμητοι, θεοφρόνως ἠθλήσατε, καὶ τῇ καταθέσει, τῶν λειψάνων Ἅγιοι, καθηγιάσατε, τόνδε ἀληθῶς σεπτὸν χῶρον, ἔνθα συνελθόντες ὑμνοῦμεν, τὸν ὑμᾶς ἀξίως μεγαλύναντα.

 

Στ.: Εἰς μνημόσυνον αἰώνιον ἔσονται δίκαιοι.

Χαίρει, ἐν Κυρίῳ ἀληθῶς, ἔχουσα ἐν κόλποις ἡ Μῆλος, ὡς θεῖον σέμνωμα, καὶ ὡς ἐνδιαίτημα Ἁγίων ἅγιον, καὶ σεπτὸν ἐντευκτήριον, σεπτὰς Κατακόμβας, ἃς πάλαι ἀνήγειραν, ἄνδρες θεόφρονες· ἔνθα συνελθοῦσα γεραίρει, Μάρτυρας Χριστοῦ τοὺς γενναίους, τούτων τὰ παλαίσματα θαυμάζουσα.

 

Δόξα... Ἦχος πλ. α’

Μαρτυρικῶς ἀγωνισάμενοι, καιροῖς ἰδίοις, τὸν Χριστὸν ἐδοξάσατε, Ἅγιοι Μάρτυρες· ὅθεν δόξης οὐρανίου, μέτοχοι γενόμενοι, τῶν βρβαείων τῆς ἄνω κλήσεως ἐτύχετε, καὶ τὸ διάδημα τῆς ἀφθαρσίας, ἐκ χειρὸς Κυρίου εἰλήφατε· διὸ ἡ νῆσος Μῆλος, ἐν εὐλαβείᾳ συνελθοῦσα, ἐν τῷδε σεπτῷ χώρῳ, τοὺς ἀγῶνας ὑμῶν γεραίρει, καὶ τῶν ἄθλων τὸ μέγεθος· ἣν τῇ προστασίᾳ ὑμῶν περιέπετε, βραβεύοντες αὐτῇ εἰρήνην, καὶ τὰ πρὸς σωτηρίαν αἰτήματα.

 

Καὶ νῦν. Θεοτοκίον.

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. δ΄. Αὐτόμελον.

Ἐξ ὕψους κατῆλθες, ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Ἀπολυτίκιον τῶν Ἁγ. Πάντων. Ἦχ. α’. Τοῦ λίθου σφραγισθέντος

Βλαστοὺς εὐαγγελίου καὶ καρποὺς ἀμαράντους, χοροὺς ἁγίων Πάντων εὐφημήσωμεν πάντες, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς, καὶ ἀγῶνας τοὺς γενναίους, ἀπὸ ψυχῆς συμφώνως ἀνακράζοντες· δόξα τῷ στεφανώσαντι ὑμᾶς· δόξα τῷ ἁγιάσαντι· δόξα τῷ ἐν τῇ γῇ καὶ οὐρανῷ ὑμᾶς δοξάσαντι.

Δόξα.  Ἀπολυτίκιον τῶν Ἁγ. τῆς Μήλου. Ἦχ. δ΄. Ταχὺ προκατάλαβε.

Μηλίων φιλέορτοι ἐν εὐλαβείᾳ πολλῇ, καὶ πίστει προσέλθωμεν, εἰς Κατακόμβας σεπτάς, τιμῶντες τοὺς Μάρτυρας· οὗτοι γὰρ δι’ ἀγάπην, τοῦ Σωτῆρος τῶν ὅλων, ἤθλησαν πλείστοις πόνοις, καὶ κινδύνοις μυρίοις· καὶ νῦν καθικετεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον,  διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται·  Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,  καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος·  δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον,  ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΚΥΡΙΑΚΗ ΟΡΘΡΟΣ

 

Τὰ σύνηθη Ἀναστάσιμα τοῦ Ἤχου.

 

Κανόνες· ὁ Ἀναστάσιμος, εἷς τῶν Ἁγίων Πάντων, καὶ τῶν Ἁγίων τῆς Μήλου οὗ ἡ ἀκροστιχίς: Μαρτύρων στίφη Μῆλος ὑμνέει. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Μαρτύρων δεήσεσι, τῶν δοξασάντων Σε Κύριε, σοφίαν παράσχοι μοι, Λόγε τοῖς χείλεσι, μακαρίζοντι, αὐτῶν τὴν πολιτείαν, καὶ τὰ ὑπὲρ πίστεως, ἀνδραγαθήματα.

Ἀθλήσεως σκάμμασιν, ὁμολογίαν τὴν ἔνθεον, σαφῶς ἐλαμπρύνατε, Ἅγιοι Μάρτυρες· ὅθεν σήμερον, ἡ νῆσος Μῆλος μέλπει, ὑμῶν τὰ παλαίσματα, Χριστὸν δοξάζουσα.

Ῥοαῖς κατηρδεύσατε, τόνδε τὸν χῶρον τὸν ἅγιον, δακρύων δεόμενοι, Χριστοῦ μακάριοι, τὴν ψυχόλεθρον, τῆς πλάνης λῦσαι ζάλην· διὸ καὸ εἰσήκουσεν, ὑμῶν ὁ Κύριος.

Θεοτοκίον.

Τὴν δόξαν Σου ἄχραντε, τὴν ὑπὲρ λόγον καὶ ἔννοιαν, ὑμνοῦντες ἐδόξαζον, Χριστιανοὶ οἱ πιστοί, συνερχόμενοι, ταύταις ταῖς Κατακόμβαις, καὶ πόθῳ τῷ Χαῖρέ Σοι, Κόρη ἐκραύγαζον.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Ὑψοῦντες τὸν νοῦν πρὸς τὸν Σωτῆρα, κατήρχοντο πίστει ἀκλινεῖ, οἱ θεοφόροι Μάρτυρες, εἰς Κατακόμβας χαίροντες, τὸ χαλεπὸν κλυδώνιον, τῆς δυσσεβείας ἐκφεύγοντες.

Ῥωννύμενοι σθένει οὐρανίῳ, καθεῖλον ἰσχὺν τὴν τοῦ ἐχθροῦ, οἱ Ἀθλοφόροι Μάρτυρες, καὶ τοῖς πιστοῖς γεγόνασι, πύργος ἰσχύος ἄσειστος, καὶ ἀσφαλείας προτείχισμα.

Ὡς ὄντως σεπτὸς οὗτος ὁ χῶρος, ἐν ᾧ πάλαι λείψανα σεπτά, Ἁγίων κατετέθησαν, ἐξ οὗ πάντες οἱ Μήλιοι, ἁγιασμὸν ἀντλήσωμεν, καὶ ψυχικὴν ἀγαλλίασιν.

Θεοτοκίον.

Ναὸν τοῦ Υἱοῦ Σου καὶ Δεσπότου, εἰργάσαντο πάλαι οἱ πιστοί, ταύτας θεοχαρίτωτε, τὰς Κατακόμβας χαίροντες, ἔνθα καὶ συνερχόμενοι, τὸ Σὸν ἀνύμνουν μυστήριον.

 

Τὰ Κοντάκια καὶ οἱ Οἴκοι· τοῦ Πεντηκοσταρίου καὶ τῶν Ἁγίων Πάντων.

 

Κάθισμα. Τῶν Ἁγίων τῆς Μήλου. Ἦχος γ΄. Θείας πίστεως.

Θεῖον ὄμιλον, στεῤῥῶν Μαρτύρων, μέλπει χαίρουσα, ἡ νῆσος Μῆλος, ἀθλησάντων διαφόροις ἐν ἔτεσι, συνεισελθοῦσα ἐν πάσῃ σεμνότητι, ἐν ταῖς σεπταῖς Κατακόμβαις κραυγάζουσα· θεῖοι Μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεῖον σκήνωμα, καὶ φωτοφόρον, καὶ ὑπέρλαμπρος, ἐδείχθης θρόνος, τοῦ τῶν ὅλων Ποιητοῦ ἀειπάρθενε· ἐκ τῶν ἁγνῶν γὰρ ἐτέχθη αἱμάτων Σου, ὁ τὸν Ἀδὰμ ἀναπλάσας δι’ ἔλεος· ὅθεν Δέσποινα, παράσχου τοῖς Σὲ δοξάζουσιν, ἀκτῖνα φωτισμοῦ ὡς φωτοπάροχος.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Στόματι εὐφήμῳ μέλπει, τῶν Μαρτύρων τὰ σκάμματα, ἅπασα ἡ Μῆλος, μετὰ κατανύξεως σπεύσασα, εἰς τὰς σεπτὰς Κατακόμβας ἃς ἀνήγειραν, οἱ θεόφρονες, ὡς ἱερὰ καταφύγια.

Τόπος ἅγιος ἐδείχθη, καὶ ὀσμῆς θείας ἔμπλεως, ὡς φησὶν ὁ λόγος, νέμων τοῖς πιστοῖς χάριν ἔνεθον, Κατακομβῶν ὁ σεπτὸς χῶρος ἑκάστοτε, ᾧ προσέλθωμεν, ὑμνολογοῦντες τοὺς Μάρτυρας.

Ἴδε ἔργον εὐσεβείας, θερμοτάτης καὶ πίστεως, τῆς μετακινούσης, ὄρη ὡς φησὶν ὁ Σωτὴρ ἡμῶν, τὰς Κατακόμβας ἃς χεῖρες πάλαι ἅγιαι, ᾠκοδόμησαν, ὡς μυστικὰ ἐναυλίσματα.

Θεοτοκίον.

Φωτοφόρου ἐκ γαστρός Σου, φῶς τῷ κόσμῳ ἐξέλαμψεν, ὁ φωτίζων πάντας, ταῖς μαρμαρυγαῖς τῆς Θεότητος, ὁ φῶς οἰκῶν καθὰ γέγραπται ἀπρόσιτον, Κόρη πάναγνε, Χριστὸς ὁ μόνος Θεὸς ἡμῶν.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ἡγίασται σύμπασα, ἡ κτίσις θεῖοι Μάρτυρες, αἵμασιν ὑμῶν τοῖς ἐκχυθεῖσιν, ὑπὲρ ἀγάπης Χριστοῦ τοῦ πάντων Θεοῦ· ὅθεν καὶ ἡ Μῆλος εὐλαβῶς, τῆς ὑμῶν ἀθλήσεως, μεγαλύνει τὰ τρόπαια.

Μαρτύρων συνέλευσις, Χριστοῦ ἄμωμα σφάγια, ἅπαντες γνωστοὶ σὺν ἀνωνύμοις, τὰς ἱκεσίας ἡμῶν προσδέξασθε, ἃς εἰς Κατακόμβας τὰς σεπτάς, ὑμῖν ἀναπέμπομεν, τὴν Τριάδα δοξάζοντες.

ᾘσχύνθη καὶ πέπτωκεν, ὀφρὺς ἡ τοῦ ἀλάστορος, τῇ ὑμῶν ἐνστάσει Ἀθλοφόροι· ὑμεῖς γὰρ ἔνδον εἰς Κατακόμβας τὰς σεπτάς, αἶνον ἀνεφέρετε Χριστῷ· δι’ Ὃν καὶ ἐθάνατε, σεαυτοὺς ἀρνησάμενοι.

Θεοτοκίον.

Λυχνία πολύφωτε, ἡ τοῦ Πατρὸς ἐκλάμψασα, κόσμῳ τὸ ἀπαύγασμα ἐν ὕλῃ, τῇ ἀνθρωπίνῃ εὐλογημένη ἁγνή, λάμψον μετανοίας φωτισμόν, καὶ ἀκτῖνα γνώσεως, τοῖς θερμῶς Σοι προστρέχουσι.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ὅμιλον θεῖον αἰνέσωμεν, Μαρτύρων ἀνωνύμων γηθόμενοι, πάντες οἱ Μήλιοι, ἵνα ταῖς τούτων δεήσεσιν, ἁπάσης ἐπηρείας, δεινῶν ῥυώμεθα.

Σοφίᾳ θείᾳ κοσμούμενοι, οἱ Μάρτυρες Χριστοῦ ἀπεμώραναν, σοφίαν ἅπασαν, τὴν κοσμικὴν καὶ ἀθλήσαντες, ὑπερφυῶν βραβείων, κατηξιώθησαν.

Ὑπὸ τοὺς θόλους συνήλθομεν, σεπτῶν Κατακομβῶν πάντες Μήλιοι, Ἅγιοι Μάρτυρες, ὑμῶν τιμῶντες τὴν ἄθλησιν, καὶ τοῦ ἀμέμπτου βίου, τὰ κατορθώματα.

Θεοτοκίον.

Μήτηρ ἐδείχθης ἀπείρανδρος, ἀλλ’ ἔμεινας Παρθένος πανάφθορος· Θεὸν γὰρ ἔτεκες, θεοῦντα Κόρη τὸν ἄνθρωπον· ὤ! ποῖον στόμα μέλψει, τὰ μεγαλεῖά Σου;

 

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Μαρτύρων Χριστοῦ, τιμήσωμεν τὴν ἄθλησιν, Μηλίων χοροί, ἀπὸ ψυχῆς κραυγάζοντες· Ἀθλοφόροι Μάρτυρες, ἀπὸ πάσης ἀνάγκης λυτρώσασθε, τοὺς ἐπαινοῦντας ὑμῶν εὐλαβῶς, τοῦ βίου τὰ θεῖα κατορθώματα.

Ὁ Οἶκος.

Τῶν Μηλίων λαός, δεῦτε πάντοθεν, εὐλαβείᾳ καὶ πόθῳ συνέλθομεν, καὶ ποδῶν τὸ ὑπόδημα λύσαντες, τὰς τοῦ κόσμου φροντίδας ἀφέμενοι, ἐν σπουδῇ κατέλθωμεν, καὶ εἰσέλθωμεν εἰς Κατακόμβας τὰς ἱεράς, ἵνα μυηθῶμεν θεοφόρων ἀνδρῶν ζωὴν ἀγγελικήν, καὶ ἄθλησιν παθημάτων, ὑμνοῦντες Ἁγίων Μαρτύρων τοῦ βιου τὰ θεῖα κατορθώματα.

                            

Τὸ Συναξάριον τῆς ἡμέρας ἐκ τοῦ Μηναίου καὶ εἶτα·

Τῇ σήμερον ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἁπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ, καὶ Εὐρώπῃ, Βοῤῥᾷ τε καὶ Νότῳ, Ἁγίων Πάντων Ἑορτὴν ἑορτάζομεν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν ταῖς Κατακόμβαις τῆς Μήλου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ ἐν Μυστρᾷ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ὁμολογητῶν καὶ Φανέντων τῆς Σάμης Κεφαλληνίας· Γρηγορίου, Θεοδώρου καὶ Λέοντος.

Ταῖς τῆς ἀχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων τῶν ἀπ' αἰῶνος Ἁγίων σου, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Νέοι γέροντες, γυναῖκες καὶ νεάνιδες, λαμπρῶς ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Ἀγγέλων συνήφθησαν, θείοις στρατεύμασιν, οὓς ὑμνήσωμεν, οἱ Κυκλαδῖται χαίροντες, συνελθόντες ἐν τῇ Μήλῳ.

Ἐνδυσάμενοι, φωτὸς τὰ ὅπλα Ἅγιοι, κατηγωνίσασθε, τοῦ σκότους τὸν ἀρχηγόν, καὶ φῶς χρηματίσαντες, ἄθλων λαμπρότησι, καταυγάζετε, τὴν Ἐκκλησίαν ἅπασαν, φρυκτωρίαις τῶν θαυμάτων.

Ἔνδον Μάρτυρες Κατακομβῶν συνήλθομεν, ὑμῶν τὰ στίγματα, καὶ διωγμοὺς τοὺς σκληρούς, καὶ πόνους καὶ θάνατον, ὃν ὑπεμείνατε, θείῳ ἔρωτι, ὑπὲρ Χριστοῦ γεραίρομεν, τοῦ ὑμᾶς τετιμηκότος.

Θεοτοκίον.

Ἱλαστήριον, τῆς ἀνθρωπίνης φύσεως, ὤφθης κυήσασα, τὸν ἐκ τῆς πάλαι ἀρᾶς, ἡμᾶς ἀπαλλάξαντα, Χριστὸν τὸν Κύριον, Ὃν ἱλέωσαι, κἀμοὶ τῷ ἁμαρτήσαντα, ὑπὲρ πάντας Θεοτόκε.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Γνώμῃ ἀριστεύσαντες ἀνδρείᾳ, οἱ Μάρτυρες τοῦ Χριστοῦ οἱ ἐνθεώτατοι, τῶν τυράννων ᾔσχυναν, τὸ ἄθεον πρόταγμα, καὶ ὡς ζωὴν τὸν θάνατον, φαιδρῶς δεχόμενοι, ἀνῆλθον πρὸς ἀθάνατον λῆξιν, καὶ τῶν ἀκηράτων, ἐπέτυχον στεφάνων.

Ἔρωτι φλεγόμενοι τῷ θείῳ, οἱ πάλαι Χριστιανοὶ οἱ οὐρανόφρονες, κρίσιν τὴν παράφρονα, τῶν ἐχθρῶν ἐκκλίνοντες, εἰς Κατακόμβας χαίροντες σεπτὰς εἰσέδυον, τελοῦντες τὰς ὁσίας λατρείας, ἐν ἀταραξίᾳ, καὶ ψυχικῇ γαλήνῃ.

Ῥώμην ψυχικὴν καὶ πόθον θεῖον, ἑστῶτες εἰς Κατακόμβας ἃς ἡγίασαν, πόδες πάλαι Ἅγιοι, καὶ Ὁσίων λείψανα, θεοπρεπῶς καρπούμεθα ὑμνοῦντες Μάρτυρες, ὑμῶν τὰς ὑπὲρ νοῦν ἀριστείας, καὶ ὑπερυψοῦντες, Τριάδα τὴν Ἁγίαν.

Θεοτοκίον.

Ἁγίων τὸν Ἅγιον τεκοῦσα, Παρθένε ὑπεραγία, ὑπὲρ ἔννοιαν τὸν καθαγιάσαντα, φύσιν τὴν ἐπάρατον, ἡμῶν φθόνῳ τοῦ ὄφεως, Χριστὸν τὸν Κύριον, ἁγίασον καὶ λάμπρυνον Κόρη, τῇ Σῇ ἐπιλάμψει, ψυχῆς μου τὰς αἰσθήσεις.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Στίφη ἱερά, Μαρτύρων ὑμνήσωμεν, ἀγαλλιώμενοι, Κυκλαδῖται ἅπαντες, εἰς Κατακόμβας τῆς Μήλου σπεύσαντες, ὡς ἂν ταῖς παρακλήσεσι τούτων ῥυσθείημεν, πάσης βλάβης, καὶ ὀργῆς καὶ θλίψεως, καὶ πταισμάτων τὴν ἄφεσιν λάβωμεν.

Ἴσχυσαν χοροί, Μαρτύρων τῷ κράτει Σου, ἐνδυναμούμενοι, Σῶτερ ὑπεράγαθε, τῶν ἀοράτων ἐχθρῶν τὰς φάλαγγας, ἐν ἀνθρωπίνῳ σώματι νικῆσαι Δέσποτα· ὧν πρεσβείαις, δίδου τὰ ἐλέη Σου, τοῖς τιμῶσιν αὐτῶν τὰ παλαίσματα.

Μῆλος ἐν χαρᾷ, ἡ νῆσος συνέδραμεν εἰς Κατακόμβας σεπτάς, τὴν ἁγίαν ἄθλησιν, καὶ τῶν ἐπάθλων τὴν ἀνταπόδοσιν, ὑμῶν τιμῶσα Μάρτυρες ᾠδαῖς καὶ ᾄσμασιν· ἣν φρουρεῖτε, ταῖς ὑμῶν δεήσεσιν, ἐκ παντοίων δεινῶν επριστάσεων.

Ὅμιλε σεπτέ, χορεία θεόπλοκε, σύστημα ἅγιον, Μάρτυρες ἀήττητοι, οἱ διαφόροις χρόνοις ἀθλήσαντες, τὴν νῆσον Μῆλον σκέπετε, ὑμᾶς γεραίρουσαν, καὶ σὺν ταύτῃ, πάσας τὰς Κυκλάδας δέ, ἀσινεῖς συντηρεῖτε ἐκ θλίψεων.

Θεοτοκίον.

Ὕψιστον Θεόν, τεκοῦσα ἐν σώματι τὸν ἀπερίληπτον, ὕψωσας πανάμωμε, ἐξ ἀπωλείας βυθοῦ τὴν ἔκπτωτον, οὐσίαν τοῦ Προπάτορος καὶ ἐθεούργησας, τῷ Σῷ τόκῳ· ὅθεν ὡς αἰτίαν Σε, τῆς ἡμῶν σωτηρίας γεραίρομεν.

 

Ἐξαποστειλάριον. Ἦχος β'. Αὐτόμελον.

Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας.

Ἐξαποστειλάριον. Τῶν Ἁγίων Πάντων. Γυναῖκες ἀκουτίσθητε.

Οἱ κόσμον ἀρνησάμενοι, καὶ τὸν Σταυρὸν ἀράμενοι, πληθὺς Ὁσίων Πατέρων, σὺν τοῖς χοροῖς τῶν Μαρτύρων, Ἱεραρχῶν ὁμήγυρις, καὶ Γυναικῶν τὸ σύνταγμα, ἡμᾶς καταφαιδρύνατε, τοῦ ἀνυμνῆσαι ἀξίως, ὑμῶν τὴν πάμφωτον μνήμην.

Τῶν Ἁγίων τῆς Μήλου. Ὅμοιον .

Μαρτυρικῶς ἀθλήσαντες, Μάρτυρες ἀεισέβαστοι, ὑπὲρ Χριστοῦ τοῦ Σωτῆρος, καθείλετε τὴν ἀπάτην, καὶ ὡς ἀστέρες πάμφωτοι, τῷ κόσμῳ διελάμψατε, μαρμαρυγαῖς πυρσεύοντς, μαρτυρικῶν χαρισμάτων, τὰς τοῦ Θεοῦ Ἐκκλησίας.

Θεοτοκίον. Ὅμοιον.

Σύ μου προστάτις Ἄχραντε, καὶ ἰσχυρὸν προπύργιον, καὶ προστασία τοῦ κόσμου, καὶ σοὶ προσπίπτω κραυγάζων· τῶν ὀδυνῶν με λύτρωσαι, καὶ τοῦ πυρὸς ἐξάρπασον, τοῦ αἰωνίου Παρθένε, τὸν ἐπὶ σοὶ πεποιθότα.

 

Αἶνοι. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου β. Ἦχος πλ. δ΄.

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

 

Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο∙ ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

 

Προσόμοια γ΄ τῶν Ἁγίων Πάντων. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τὴν τῶν Ἁγίων ἁπάντων φαιδρὰν πανήγυριν, σήμερον ἐκτελοῦντες, εὐσεβούντων τὰ πλήθη, δοξάσωμεν ἐν ὕμνοις τὸν Λυτρωτήν, τὸν αὐτοὺς ἀναδείξαντα, εἰς τὴν ἡμῶν σωτηρίαν ὡς ἀληθῶς, ἀκοιμήτους ἀκλινεῖς πρεσβευτάς.

 

Τῶν οὐρανίων Ἀγγέλων πιστοὶ τὰ τάγματα, Προφητῶν Ἀποστόλων, καὶ Μαρτύρων τὴν μνήμην, κλεινῶν Ἱεραρχῶν τε καὶ τῶν σεπτῶν, Ἱεροάθλων τὴν ἄθροισιν, καὶ τῶν Ὁσίων ἁπάντων καὶ Γυναικῶν, ταῖς χορείαις ἀνυμνήσωμεν.

 

Ὥσπερ στερέωμα ἄλλο δείκνυται σήμερον, ὁ θεῖος οὗτος οἶκος, τῶν Ἁγίων ἁπάντων, ὡς ἥλιον ἐν μέσῳ μὲν τὸν Χριστόν, καὶ σελήνην τὴν Δέσποιναν, ὥσπερ δὲ ἄστρα πολύφωτα τοὺς χορούς, κύκλῳ πάντων τῶν Ἁγίων Αὐτοῦ.

 

Ἕτερα. Τῶν Ἁγίων τῆς Μήλου. Ὅμοια.

Τῶν εὐσεβῶν αἱ χορεῖαι δεῦτε προσέλθωμεν, εἰς Μῆλον ἔνθα κεῖνται, αἱ σεπταὶ Κατακόμβαι, ἐν ταύταις δὲ Μαρτύρων τῶν τοῦ Χριστοῦ, τοὺς ἀγῶνας αἰνέσωμεν, ἵνα ταῖς τούτων πρεσβείαις πάσης φθορᾶς, καὶ κινδύνων ἐκρυώμεθα.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἐν εὐλαβείᾳ καὶ πίστει θερμῇ συνήλθομεν, εἰς ταύτας τὰς ἁγίας, καὶ σεπτὰς Κατακόμβας, ὑμῶν τὰς ἀριστείας τὰς θαυμαστάς, μακαρίζοντες Μάρτυρες· τῇ γὰρ ἀγάπῃ τρωθέντες τῇ τοῦ Χριστοῦ, ἐν σαρκὶ ἄσαρκοι ὤφθητε.

 

Στ.: Εἰς μνημόσυνον αἰώνιον ἔσονται δίκαιοι.

Ἡ νῆσος Μῆλος γεραίρει σὺν τῷ κλεινῷ Μαθητῇ, Χριστοῦ τῷ Θεολόγῳ, Ἰωάννῃ τῷ πάνυ, Μαρτύρων ἀνωνύμων καὶ τῶν γνωστῶν, τὴν ἁγίαν συνέλευσιν· τούτους γὰρ ἔχει προστάτας καὶ ἀρωγούς, καὶ μεσίτα πρὸς τὸν Κύριον.

 

Δόξα. Ἦχος πλ. δ'

Ὑπὲρ Χριστοῦ ἀνδραγαθήσαντες, τρόπαια νίκης ἐξαίρετα, κατὰ τῆς πλάνης ἐστήσατε Μάρτυρες· ἡ γὰρ πίστις ὑμῶν, τῶν διωκτῶν ἐξέπληξε τὰς φρένας, ἡ δὲ ἀνδρεία, τῶν ἀοράτων ἐχθρῶν καταβέβληκε τὰς φάλαγγας. Μακάριοι ἐστέ, ὅτι νομίμως ἀθλήσαντες, τῶν αἰωνίων ἀγαθῶν κληρονόμοι γεγόνατε· ὧν καὶ ἡμεῖς ἀξιωθείημεν, οἱ τιμῶντες ὑμῶν τὰ παλαίσματα.

 

Καὶ νῦν. Θεοτοκίον, Ἦχος β'

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Μάρτυρας Κυρίου τοὺς θαυμαστούς, εἰς τὰς Κατακόμβας, συνελθόντες οἱ εὐσεβεῖς, τιμήσωμεν πόθῳ, ἵνα πρεσβείαις τούτων, πταισμάτων λυτρωθῶμεν, καὶ πάσης θλίψεως.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου