ΙΑΝΟΥΑΡΙΟΣ ΚΘ΄!!
ΔΗΜΗΤΡΙΟΣ ΓΚΑΓΚΑΣΤΑΘΗΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἀγαθὸν τοῦ Κυρίου, λευΐτην μέλψωμεν, ὡς νεοσσὸν στρουθίου, τὸν ἐν ὕψει ἀρθέντα, καὶ σὺν τῇ ὁμηγύρει Ταξιαρχῶν, ἀενάως δοξάζοντα, τὸν Ποιητὴν πάσης κτίσεως καὶ Θεόν, πνευματέμφορον Δημήτριον.
Οἰακιζόμενος πάτερ, ὑπὸ τῆ χάριτος, τῆς πανσθενοῦς ταῖς τρίβοις, ἠκολούθησας χαίρων, ὁσίων παιδιόθεν καὶ οὐρανοῦ, ἀλλοιώσεις δεχόμενος, ἀποκαλύψεις τε πέφηνας ἱερεύς, θαυματόβρυτος Δημήτριε.
Τοῖς σοῖς σπαργάνοις ἡ κώμη, Πλατάνου γάνυται, καὶ τῇ σῇ προστασίᾳ, λειτουργὲ μυστηρίων, ἀχράντων Ἐκκλησία πάτερ ἡμῶν, μύρου ὁ πολυχεύμονας, κρουνοὺς ἀνοίγων Δημήτριε θαυμαστῶς, ἐν ταῖς θείαις Λειτουργίαις σου.
Τῆς Θεομήτορος φίλον, σεμνὸν Δημήτριον, καὶ τῶν Ἀρχιστρατήγων, ὑμνητὴν τῶν Ἀγγέλων, τὸ σκήνωμα ἀγάπης τῆς τοῦ Θεοῦ, καὶ χαρίτων τοῦ Πνεύματος, τοῦ παναγίου ταμεῖον δεῦτε πιστοί, γεγηθότες εὐφημήσωμεν.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸν ἑαυτὸν τῆς γῆς λογιζόμενον σκύβαλον, καὶ ἱερέων ἔσχατον ἐγκωμιάσωμεν, ὡς ὑψιπέτην ἀετὸν τῆς θείας χάριτος, παναοίδιμον Δημήτριον, Πλατάνου τῆς Θεσσαλίας τὸ περίβλεπτον καύχημα· οὗτος γὰρ ἀδιαλείπτως εὐχόμενος, συνεργὸς σωτηρίας πιστῶν γενόμενος, καὶ πάμπολλα δεινὰ πάσχων ὑπὲρ λαοῦ τοῦ Θεοῦ, ἁγίων ἰσοστάσιος ἄρτι πέφηνε, καὶ μεσίτης ἡμῶν πρὸς Κύριον θερμότατος.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε ὁ ταπεινός, καὶ πολιὸς λευΐτης, ἀεὶ ὁ χεῖρας τείνων, καὶ ὄμματα καρδίας, πρὸς Κύριον Δημήτριε.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἔγγαμε ἀσκητά, σφραγὶς πολυτεκνίας, φιλανθρωπίας κέρας καὶ μυστιπόλε θεῖε, Δημήτριε ὑμνοῦμέν σε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαῖρε ὁ τῶν τερπνῶν, ἁπάντων καὶ ἡδέων, τοῦ βίου ἐκδημήσας, καὶ ἐνδημήσας πόθῳ, τῷ Κτίσαντι Δημήτριε.
Δόξα. Τριαδικόν.
Χαῖρε Τριὰς σεπτή, ὁμόδοξε θεότης, Πάτερ σὺν τῷ συνθρόνῳ, Υἱῷ Σου καὶ τῷ θείῳ, καὶ ζωηφόρῳ Πνεύματι.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, μετὰ τοῦ Δημητρίου, τοῦ ἐκλεκτοῦ σου φίλου, ἱκέτευε ἀπαύστως, ὑπὲρ ἡμῶν τὸν Τόκον σου.
Νῦν ἀπολύεις. Τρισάγιον
Ἀπολυτίκιον Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ χάρις τοῦ Πνεύματος σὲ ἱερέα σοφόν, παιδείας τὸν ἄμοιρον τῆς κοσμικῆς θαυμαστέ, ἀρτίως ἀνέδειξε, φίλε τῶν Ἀρχαγγέλων· ὅθεν σὲ ἀνυμνοῦντες, τὰς πρὸς Θεὸν λιτάς σου, πρὸς τελείωσιν πάντες, αἰτούμεθα Πλατάνου τερπνόν, ἄνθος Δημήτριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Δημήτριε πάτερ ἱερέ, τοῦ Πλατάνου βλάστημα, ὁ πτερωθεὶς θείῳ ἔρωτι, καὶ ὥσπερ ἄγγελος, ἐπὶ γῆς βιώσας, καὶ βαδίσας ἴχνεσιν, ὁσίων ἀσκητῶν ἄρτι κότινον, αἰωνιότητος, ἐκ χειρῶν Χριστοῦ ἀπείληφας, ὡς καμάτων, τῶν σῶν ἀντιμίσθιον.
Δημήτριε σκεῦος ἐκλογῆς, παιδιόθεν γέγονας, καὶ τῆς σοφίας τῆς κρείττονος, πέφηνας μέλαθρον, εἰ καὶ τὴν παιδείαν, πάτερ οὐκ ηὐμοίρησας, τὴν θύραθεν λαβεῖν παναοίδιμε· ὅθεν τιμῶντές σου, πολιτείας τὸ ὑπέρλαμπρον, ἀνυμνοῦμεν, τὸν σὲ κραταιώσαντα.
Δημήτριε θεῖε ἀκραιφνοῦς, ἀγωγῆς ἀρχέτυπον, καὶ σωφροσύνης ἐπ’ ὤμων σου, βίου ἀράμενος, τὸν σταυρὸν ἐγγάμου, κύκλῳ τῆς τραπέζης σου, κατεῖδες ἐλαιῶν ὡς νεόφυτα, πλῆθος τῶν τέκνων σου, ἃ φιλεῖν Χριστὸν ἀείποτε, ἐνουθέτεις, καὶ Κτίστην τοῦ σύμπαντος.
Δημήτριε μάκαρ ὑμνητά, φίλε καὶ ὁμόζηλε, τῶν Ἀρχαγγέλων ὡς ἄγγελος, τρόποις ἀπλάστοις σου, προσευχαῖς ἀπαύστοις, βιοτῆς ἁπλότητι, ἀγάπῃ ἀληθῇ νήψει δάκρυσι, καὶ νουθεσίαις σου, ἐν Πλατάνου κώμῃ ἔλαμψας, καὶ σκοτίαν, λαοῦ ἀπεδίωξας.
Δημήτριε σὲ ὁ τὰ μωρά, κόσμου Παντοδύναμος, Θεὸς ἐκλέξας θεόπνευστε, ἵνα τοῦ σύμπαντος, τοὺς σοφοὺς αἰσχύνῃ, θεϊκῆς σὲ ἔδειξε, σοφίας διαυγέστατον ἔσοπτρον, καὶ θεοπρόβλητον, ἱερέα· ὅθεν μνήμην σου, τὴν ἁγίαν, τιμῶμεν γηθόμενοι.
Δημήτριον πρᾶον καὶ ἁπλοῦν, ἱερέα μέλψωμεν, τὸν ταμειοῦχον τῆς χάριτος, καὶ διακρίσεως, βάθρον τὸν ἁγίοις, ὁμιλεῖν δυνάμενον, καὶ τούτοις μεταφέρειν αἰτήματα, πάντων πρὸς πλήρωσιν, ἐκβοῶντες· Χαῖρε ὅσιε, σῶν προσφύγων, χαρὰ καὶ ἀντίληψις.
Δόξα. Ἦχος πλ. β΄.
Ἀγγελικὸν βίον ἀρτίως ἐπιδειξάμενος, ἱερουργὸς θειότατος τοῦ Πλατάνου, καὶ τῶν Ἀρχαγγέλων ἱκέτης θερμότατος χρηματίσας, ἄνθρωπος οὐράνιος ἀπεφάνθης, Δημήτριε πάντιμε· σὺ γὰρ σκύβαλον κόσμου σεαυτὸν λογιζόμενος, καὶ σκύβαλα πάντα τὰ γεώδη ἡγούμενος, σύνοικον τὴν ἀρετὴν ἐκτήσω, καὶ τὸν τῆς θεώσεως δρόμος καλῶς ἐτέλεσας, πρεσβῦτα θεοδόξαστε· Θεάμων οὖν πέλων τῆς δόξης τοῦ Παβασιλέως Χριστοῦ, ὡς ὅσιος κεκεκοσμημένος θεωρίᾳ καὶ πράξει, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελοῦντων, θεόληπτε πάτερ τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ια' 23-31 )
Ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. Εἰσίν, οἵ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσι, εἰσὶ δὲ καὶ οἱ συνάγοντες ἐλαττονοῦνται. Ψυχὴ εὐλογημένη πᾶσα ἁπλῆ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων. Ὁ συνέχων σῖτον ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσιν, εὐλογίαν δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. Τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν, ἐκζητοῦντα δὲ κακά, καταλήψεται αὐτόν. Ὁ πεποιθὼς ἐπὶ πλούτῳ οὗτος πεσεῖται, ὁ δὲ ἀντιλαμβανόμενος δικαίων οὗτος ἀνατελεῖ. Ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. Εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ὁ ἁμαρτωλὸς ποῦ φανεῖται;
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. ζ΄ 29 -36)
Τέκνον, ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε. Ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. Φοβοῦ τὸν ἱερέα καὶ δῷς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων. Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου. Χάρις δόματος ἔναντι παντὸς ζῶντος καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. Μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον. Μὴ ὄκνει ἐπισκέπτεσθαι ἄῤῥωστον, ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ. Ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη· καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ὁ ἐκ Πλατάνου ἰσάγγελος ἄνθρωπος, ἀρτίως ὀφθεὶς ἐν κόσμῳ ἐπίγειος ἄγγελος, ὁ ἀγγελικὴν ζωὴν ἐπαγόμενος, καὶ ἀσιγήτως αἰνῶν Χριστὸν τὸν Θεάνθρωπον, Δημήτριος ὁ ὁσιώτατος πιστοὺς συγκαλεῖται σήμερον, πρὸς πνευματικὴν τῆς θεοφιλοῦς αὐτοῦ ἀγωγῆς ἑστίασιν· δεῦτε οὖν φιλέορτοι εὐφραινόμενοι, καὶ ἀπολαύοντες τῆς ἱερᾶς ταύτης πανδαισίας, ἐπαινέσωμεν τοῦ πατρὸς τὴν ἁπλότητα, τὴν τῶν ἠθῶν διακόσμησιν, τὴν ἀκακίαν καὶ ὀρθότητα τῶν εὐσεβῶν δογμάτων, δι’ ὧν Χριστὸν ἐκέρδησε, καὶ πρέσβυς ἡμῶν πρὸς Αὐτὸν θερμότατος γέγονεν.
Ἦχος β΄.
Ἐπέστη νῦν ἡ πανέορτος μνήμη σου, Δημήτριε πάτερ ἡμῶν ὅσιε, ὡς φωτοφόρος ἀστὴρ τὰς καρδίας ἡμῶν ἀγλαΐζουσα, καὶ χαρμονικῶς πρὸς δόξαν Κυρίου ἐγείρουσα· Αὐτῷ οὖν παρεστὼς ὡς μυστηπόλος θεῖος, καὶ λειτουργὸς τῶν αὐτοῦ μυστηρίων ἱερώτατος, μὴ παύσῃ ἐκτενῶς πρεσβεύων, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Τῇ τοῦ Θεοῦ πανσόφῳ προνοίᾳ, καὶ τῆς Κυρίας Θεοτόκου,καὶ τῶν Ἀρχαγγέλων βοηθείᾳ καὶ προστασίᾳ, εἰς οὓς ἀεὶ κατέφευγες ἐν θλίψεσι, θαυμαστῶς διεσώθης Δημήτριε· καὶ νῦν ἀγγέλοις συνευφραινόμενος, καὶ τῇ Θεομήτορι παριστάμενος, Χριστόν, τὸν φιλεύσπλαγχνον Κύριον ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος δ΄.
Τὸν καλὸν πνευματικὸν ποιμένα τοῦ Πλατάνου, τὴν ψυχὴν αὐτοῦ δυνάμενον θεῖναι, ὑπὲρ τῶν λογικῶν αὐτοῦ προβάτων, ἱερέα Δημήτριον μελιχροῖς ἐγκωμιάσωμεν ᾄσμασιν· οὗτος γὰρ τοὺς νοητοὺς καὶ ἀνθρωπομόρφους λυσσώδεις λύκους, τοὺς ὁρμήσαντας κατὰ τῆς τοῦ Χριστοῦ σεπτῆς Ἐκκλησίας ἐδίωξε, θείᾳ συνεργείᾳ καὶ ψυχῆς ἀδιαπτώτῳ δυνάμει· καὶ νῦν οὐρανόθεν ἐποπτεύει τοὺς αὐτὸν τιμῶντας, καὶ τῇ φλογίνῃ ῥομφαίᾳ τῶν προστατῶν αὐτοῦ Ἀρχαγγέλων, κατακαίει λύκους ζητοῦντας ἀφανίσαι, τὸ τοῦ Χριστοῦ ἅγιον ποίμνιον.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, ὁ τοῦ Πλατάνου βλαστός, καὶ ἱερεὺς καὶ ποδηγὸς πρὸς τελείωσιν, λευῗτα πνευματοφόρε, τῆς σωφροσύνης κανών, ἀρετῶν παντοίων, καταφύγιον, εὐχῆς ἐργαστήριον, ταπεινώσεως μάργαρον, ἀγάπης κέρας, πονουμένων παράκλησις, καὶ προπύργιον, ἀῤῥαγὲς διοράσεως· δώρησαι τοῖς τελοῦσί σου, τὸ θεῖον μνημόσυνον, ψυχῆς καὶ σώματος ῥῶσιν, σημειοφόρε Δημήτριε, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, Ταξιαρχῶν λειτουργός, τοῦ ναϋδρίου ὁ ζηλώσας τὴν εὔκλειαν, αὐτῶν ἐν Κυρίου θρόνῳ, ὡς ἀληθῶς καὶ ὀφθείς, Πνεύματος ἁγίου, θεῖον σκήνωμα, Δημήτριε ὅσιε, Ὀρθοδόξου φρονήματος, ἀστὴρ φωσφόρε, ὁ φωτίσας τὰ πέρατα, τοῖς πυρσεύμασιν, ἀκραιφνοῦς πολιτείας σου· ἄνθρωπε ἰσουράνιε, ἐπίγειε ἄγγελε, τῆς ἐξ ἐγγάμων χορείας, ὁσίων, κλέος περίβλεπτον, Χριστὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι, τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, χριστεπωνύμου λαοῦ, χειραγωγὸς πρὸς ἐν Κυρίῳ τελείωσιν, διδάσκαλε τῆς ἀγάπης, θεόφρον ὑφηγητά, προσευχῆς ἀόκνου, καὶ συνέσεως, πρεσβῦτα Δημήτριε, τῆς Μονῆς κτῖτορ δεύτερε, Κορμπόβου θεῖε, ὁ πατήσας φρυάγματα, τοῦ ἀλάστορος, προσευχαῖς καὶ στερήσεσιν· ἔχων οὖν πρὸς τὸν Κύριον, ἡμῶν θεοφόρητε, ὡς ἱερεὺς παῤῥησίαν, Αὐτὸν δυσώπει ἀείποτε, παρέχειν εἰρήνην, καὶ ὑγίειαν κατ’ ἄμφω, τοῖς σὲ γεραίρουσι.
Δόξα. Ἦχος πλ. δ΄.
Τίς ἀξίως ὑμνήσει τὴν ἁπλότητα, τῆς ἐπὶ γῆς πολιτείας σου, τὴν ἀνδρείαν τοῦ πνεύματός σου, καὶ σὴν ταπείνωσιν, δι’ ὧν εἰς ὕψος ἐπήρθης ἀνεξιχνίαστον Δημήτριε; Λειτουργὸς γὰρ Ὑψίστου γενόμενος θειότατος, καὶ τῶν Ἀρχαγγέλων ὁμότροπος δειχθεὶς καὶ ὁμόζηλος, δεδόξασαι παρὰ Κυρίου τῇ ἀφθόνῳ χορηγίᾳ τῆς χάριτος· καὶ νῦν ἀγγέλοις συνὼν ἐν μακαρίᾳ δόξῃ, καὶ μετ’ αὐτῶν ἱερουργῶν ἐν τῷ ἄνῳ θυσιαστηρίῳ, τὸν Ἀμνὸν τοῦ Θεοῦ καὶ Θεὸν ἡμῶν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον
Ἀπολυτίκιον Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ χάρις τοῦ Πνεύματος σὲ ἱερέα σοφόν, παιδείας τὸν ἄμοιρον τῆς κοσμικῆς θαυμαστέ, ἀρτίως ἀνέδειξε, φίλε τῶν Ἀρχαγγέλων· ὅθεν σὲ ἀνυμνοῦντες, τὰς πρὸς Θεὸν λιτάς σου, πρὸς τελείωσιν πάντες, αἰτούμεθα Πλατάνου τερπνόν, ἄνθος Δημήτριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα· Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Προστάτας ἀρωγούς, καὶ ἀκέστορας θείους, κατέχων τοὺς σεπτούς, Πρωτοστάτας ἀγγέλων, Δημήτριε πάνσοφε, ἰσουράνιε ἄνθρωπε, κατεπάτησας, ὀφρὺν τοῦ πλάνου Βελίαρ, καὶ ἐκόσμησας, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, σεμνῇ πολιτείᾳ σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Πανάμωμε ἁγνή, Δημητρίου πρεσβύτου, σεμνὴ καταφυγή, καὶ ἡμῶν προστασία, τῶν μεγαλυνόντων σε, εἰς αἰῶνα τὸν ἅπαντα, δέξαι δέησιν, τήνδε ἀχρείων σου δούλων, καὶ κατάπεμψον, ἡμῖν τοῦ θείου Υἱοῦ σου, τὸ ἄμετρον ἔλεος.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς
Τοῦ ἀγαθοῦ καὶ πανοσίου λευΐτου, ἐν Πλατάνῳ τῶν Τρικάλων ἀρτίως, ἐκλάμψαντος πυρσεύμασι σεμνῆς ἀγωγῆς, πολιτείας κρείττονος προσευχῆς εὐσεβείας, ἄκρας ταπεινώσεως σωφροσύνης νηστείας, καὶ πατρικῆς ἀγάπης ἐν χορῷ, τὴν θείαν μνήμην φιλέορτοι μέλψωμεν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Εὐλογημένη Θεοτόκε Παρθένε, τῶν ἱερέων ὑπερτίμητον εὖχος, ἁγίων σεμνολόγημα δικαίων χρυσοῦν, στέφος καὶ ἀγλάϊσμα χριστωνύμων ἁπάντων,πρόσδεξαι τὴν δέησιν τῶν πιστῶς προστρεχόντων, τῇ ταχινῇ σου Μῆτερ ἀρωγῇ, καὶ προστασίᾳ ἐν βίου τοῖς κλύδωσι.
Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Παιδείας ἄμοιρον, ὅνπερ ἐπέλεξεν, ὁ Παντοδύναμος, Θεὸς καὶ Κύριος, ἵνα τῆς γῆς τῶν ἰσχυρῶν τὴν ἔπαρσιν καταισχύνῃ, ἄρτι εὐφημήσωμεν ὡς λευΐτην θειότατον, εὐσεβείας πρόμαχον καὶ δαιμόνων ἀντίπαλον, φωναῖς ἀναβοῶντες αἰσίαις· Χαῖρε Δημήτριε τρισμάκαρ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἱερωσύνης ἀμπεχόμενος ἱμάτιον, ὁσίως ἱεράτευσας, καὶ ὁμόζηλος ἐποφθεὶς ἀγγέλων, ἀρετῇ διέλαμψας ἀρτίως Δημήτριε· διὸ καὶ τοῦ ἐπουρανίου θυσιαστηρίου, λειτουργὸς γενόμενος, μὴ παύσῃ Κυρίου δεόμενος, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.
Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς· Δημητρίου, ἀγαθοῦ λευΐτου, ἐγκώμιον. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Δημήτριον ὅσιον, ἐγκωμιάσαι ἀξίωσον, Παντάναξ καὶ Κύριε, θεοπρεπέσιν ᾠδαῖς, τὸν θειότατον, λευΐτην τοῦ Πλατάνου, ἐν θείοις σου δώμασιν, ὅνπερ παρέλαβες.
Ἡ χάρις τοῦ Πνεύματος, ὡς Ἁερμὼν δρόσος πάντερπνος, τρισμάκαρ Δημήτριε, κατῆλθεν ἐπὶ τὸν σόν, θεῖον πώγωνα, καὶ ἁγιάζουσά σε, θαυμάτων σὲ ἔδειξε, φρέαρ ἀστείρευτον.
Μακάρων τοῖς τάγμασι, συνήφθης πάτερ Δημήτριε, ἐπίγειε ἄγγελε, τῆς προσευχῆς ἐραστά, ταπεινώσεως, καὶ ἀρετῶν πυξίον· διὸ ὕμνοις πρέπουσιν, ἀνευφημοῦμέν σε.
Θεοτοκίον.
Ἡγίασε μήτραν σου, τὴν παναμώμητον Κύριος, ἁγνὴ ἀειπάρθενε, ὁ διανοίξας αὐτήν, καὶ περίλαμπρον, παλάτιον ποιήσας,αὐτὴν δόξης κρείττονος, τῆς ὑπὲρ ἔννοιαν.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Τῆς κώμης Πλατάνου τῆς ἀσήμου, περίδοξος ὤφθης ἱερεύς, καὶ λειτουργὸς θειότατος, τῶν Μυστηρίων ὅσιε, Χριστοῦ τοῦ Παντοκράτορος, πνευματοφόρε Δημήτριε.
Ῥωννύμενος θείᾳ προστασίᾳ, Δημήτριε τῶν Ταξιαρχῶν, ὧν τὸ ἁπλοῦν ναΰδριον, διὰ τῶν σῶν ἐντεύξεων, εἰς οὐρανὸν μετέτρεπες, ἐχθροῦ ἐπάτεις τὸ φρύαμα.
Ἱστάμενος ἐν τῇ Λειτουργίᾳ, ὡς ἄγγελος μετὰ προσοχῆς, ἐτέλεις τὸ Μυστήριον, τὸ ἱερὸν Δημήτριε, καὶ μῦρον πᾶσιν ἔχεες, ἐξ οὐρανοῦ προερχόμενον.
Θεοτοκίον.
Οἰκῆσαι ἐδέξατο γαστέρα, τὴν σὴν ὁ ἀχώρητος παντί, Θεογεννῆτορ Δέσποινα, Θεὸς ἡμῶν καὶ Κύριος, ἵνα ποιήσῃ ἅπαντας, τοῦ Παραδείσου οἰκήτορας.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τὸν θεράποντα, Χριστοῦ τὸν θεῖον, τὸν φιλάνθρωπον, ἁπλοῦν καὶ πρᾶον, ὃν πραέων γῆν οἰκεῖν κατηξίωσεν, ὁ Λυτρωτής εὐφημήσωμεν ᾄσμασι, πνευματοφόρον πρεσβύτην Δημήτριον, πόθῳ κράζοντες· Οἰκήτορας γῆς ἀνάδειξον, γενέσθαι τῶν πραέων καὶ σοὺς πρόσφυγας.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Σκεῦος χάριτος, πεποικιλμένον, ταπεινώσεως, καὶ παρθενίας, τιμαλφὲς καὶ πολυτίμητον μάργαρον, ἡγιασμένη πανύμνητε Δέσποινα, Θεογεννῆτορ χαρᾶς κόσμου πρόξενε, ῥῦσαι ἅπαντας μελλούσης ἡμᾶς κολάσεως, ἐκθύμως τοὺς δοξάζοντας τὸν Τόκον σου.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὑπερόπτης τῶν προσκαίρων, ἐλεήμων φιλάρετος, ταπεινὸς ἀκτήμων, φίλεργος ἁπλοῦς φιλακόλουθος, μεστὸς ἀγάπης πρὸς ἅπαντας καὶ δίκαιος, ἄρτι πέφανσαι, λευῗτα πάνυ Δημήτριε.
Ἀγαθότητος ταμεῖον, παιδιόθεν τὰ ἄλογα, ἔβοσκες ἀρνία, ὡς ποιμὴν καλὸς καὶ ἀνύστακτος, καὶ τῶν ἐλλόγων προβάτων ὤφθης ὕστερον, θεοφώτιστος, βοσκὸς παμμάκαρ Δημήτριε.
Γόνε πάντιμε Πλατάνου, Μιχαὴλ Ἀρχιστράτηγον, ἔσχες βοηθόν σου, ἐν ταῖς τρικυμίαις τοῦ βίου σου· ἐκ γὰρ βεβαίου θανάτου σὲ διέσωσεν, οὗτος ὅσιε, ἐν Σμύρνῃ πάτερ Δημήτριε.
Θεοτοκίον.
Ἀπειρόγαμε Παρθένε, καταπλήττονται ἄγγελοι, ἀνυμνολογοῦντες, μέγεθος τῆς ξένης λοχείας σου· μεθ’ ὧν δυσώπει σὸν Τόκον πάντας σῴζεσθαι, σὲ τοὺς μέλποντας, εἰλικρινῶς Μητροπάρθενε.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Θεοῦ πάτερ σκήνωμα, σαυτὸν τελέσας ἅγιον, πράξεσι καὶ ῥήμασιν ἐνθέοις, εἴληφας χάριν, θαυματουργεῖν παρ’ Αὐτοῦ, ἐλαύνειν ἀκάθαρτα ταχύ, πνεύματα Δημήτριε, καὶ ἰᾶσθαι νοσήματα.
Ὁσίων εὐπρέπεια, πατέρων ὁ φιλεύσπλαγχνος, Κύριος εἰσήκουσεν εὐχῶν σου, καὶ τὰς αἰτήσεις, ἐπλήρου πάσας εὐθύς, τὰς σὰς εὐαρέσκειαν Αὐτοῦ, πρὸς τὴν σὴν δεικνύμενος, πολιτείαν Δημήτριε.
Ὑψίστου θειότατε, λευῗτα ἐξηφάνισας, τοῦ Σταυροῦ δυνάμει τοῦ τιμίου, ὥσπερ ἀτμίδα, τῶν δαιμονίων ἑσμόν, Δημήτριε καὶ τὰς μηχανάς, τούτου πάτερ ἔθραυσας, προσευχαῖς ταῖς ἀόκνοις σου.
Θεοτοκίον.
Λυτρώσεως γέγονας, ἡμῶν τοῦ γένους πρόξενος, Κεχαριτωμένη Θεοτόκε, ὡς τὸν Σωτῆρα, καὶ Λυτρωτὴν Ἰησοῦν, ἀφράστως κυήσασα, σεμνή· ὅθεν μελῳδήμασι, σὲ τερπνοῖς μακαρίζομεν.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἐδέξω πάτερ Δημήτριε, τὸν πλοῦτον οὐρανῶν ὡς ἀντίδωρον, τῆς ἑκουσίας σου, πτωχείας καὶ ἱλαρότητος, σῶν πρὸς πεινῶντας πάντας, πλουσίων δόσεων.
Ὑμνῶν ἀπαύστως τὸν Κύριον, καὶ ψάλλων Ἀρχαγγέλοις Δημήτριε, ἠγαπημένοις σου, ἐν τῷ Ναῷ πνευματέμφορε, αὐτῶν τῷ φερωνύμῳ, ἐπλήσθης χάριτος.
Ἰδοὺ πιστῶν ἡ ὁμήγυρις, τελοῦσα τὴν πανέορτον μνήμην σου, ψάλλει Δημήτριε· Τῶν χαρισμάτων τοῦ Πνεύματος, τοῦ παναγίου χαῖρε, κοσμῆτορ πάντιμε.
Θεοτοκίον.
Τοῦ Δημητρίου ἀγλάϊσμα, λευΐτου τοῦ Πλατάνου θεόφρονος, Εὐαγγελίστρια, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν, φωτὶ τῶν πρεσβειῶν σου, τῶν θείων σκέδασον.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Οὐκ ἀφιστάμενος προνοίας τῆς τοῦ οἴκου σου, ἐμπράκτως ὤφθης τῆς πρὸς πέλας ἀγαπήσεως, καὶ Θεὸν ἡμῶν ἀκρότης, σεμνὲ πρεσβῦτα, τοῦ Πλατάνου· ὅθεν χάριτος ἀνάπλεως, γεγονὼς τῶν ἀρετῶν σου μύρῳ ἥδυνας, τοὺς κραυγάζοντας· Χαίροις μάκαρ Δημήτριε.
Ὁ Οἶκος.
Ἄγγελος σαρκοφόρος, ἀνεδείχθης ἀρτίως,Δημήτριε λευῗτα Πλατάνου· ὥσπερ ἄγγελος γὰρ λειτουργῶν, καθαρᾷ καρδίᾳ τῷ Θεῷ, πάνσοφε, ὁσίως ἱεράτευσας, καὶ ἤγειρας λαὸν βοᾶν σοι·
Χαῖρε, ὁ τύπος ἱερωσύνης·
χαῖρε, ὁ λύχνος τῆς σωφροσύνης.
Χαῖρε, Ἐκκλησίας τὸ νέον ὀσφράδιον·
χαῖρε, εὐσεβείας καὶ νήψεως μάργαρον.
Χαῖρε, ὅτι διηκόνησας τῇ σῇ ποίμνῃ εὐλαβῶς·
χαῖρε, ὅτι κατεπάτησας τὸν Βελίαρ εὐσθενῶς.
Χαῖρε, εὐχῆς ἀόκνου καὶ ἁπλότητος στῦλος·
χαῖρε, τοῦ Ταξιάρχου ζηλωτής τε καὶ φίλος.
Χαῖρε, ἀστὴρ λαμπρὸς ταπεινώσεως·
χαῖρε, φωστὴρ βιώσεως κρείττονος.
Χαῖρε, Θεὸν ἐκ ψυχῆς ἀγαπήσας·
χαῖρε, ἐχθρὸν μιαρὸν ὁ μισήσας·
Χαίροις, μάκαρ Δημήτριε.
Συναξάριον.
Τῇ ΚΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Δημητρίου Γκαγκαστάθη, τοῦ Πλατάνου Τρικάλων.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὄμβρους ὅσιε, δακρύων σου ἐξέχεας, πολλῶν Δημήτριε, Θεῷ σεμνῶς λειτουργῶν, καὶ ὅλος μετάρσιος, καὶ πολυόμματος, ἱερώτατε, ἐφαίνου τῷ πληρώματι, τοῦ Χριστοῦ τῆς Ἐκκλησίας.
Ὕλην ῥέουσαν, οὐδέποτε ἠγάπησας, σοφὲ Δημήτριε, ἀλλ’ ἀγωγῆς ζηλωτής, ἀΰλων δυνάμεων, ὑπάρχων ἔστρεψας, τῆς καρδίας σου, τὰ ὄμματα πρὸς Κύριον, τῶν ἀγγέλων παιδιόθεν.
Εὐγενέστατε, μειλίχιε Δημήτριε, θεοφορούμενε, λόγον ἀεὶ προσηνῆ, ἐκφέρων καὶ δίκαιε, πιστοὺς κατηύφρανας, προσιόντας σοι, καὶ συμβουλάς σου ὅσιε, τὰς σοφὰς ἐκδεχομένους.
Θεοτοκίον.
Γῆθεν Δέσποινα, πρὸς οὐρανοὺς μετήγαγες, ὡς κλῖμαξ ἔνθεος, βροτῶν ἁπάντων χορούς, αἰνοῦντας τὸν Τόκον σου, τὸν ὑπεράγαθον, καὶ ὑμνοῦντάς σε, ἀπαύστως Μητροπάρθενε, παναμώμητε Παρθένε.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Κλέος θεαυγῶν πατέρων ἄρτι, τεθέασαι πᾶσι πάτερ θεοφώτιστε, ἱερεῦ Δημήτριε, Θεσσαλίας κόσμημα, καὶ τοῦ Πλατάνου ἔκθρεμμα, καὶ σεμνολόγημα· διὸ σὲ μεγαλύνοντες πόθῳ, σοῦ τὰς ἱκεσίας, πρὸς Κτίστην ἐκζητοῦμεν.
Ὡς ἀπὸ Θεοῦ ἀποσταλέντα, Δημήτριε θεοφόρε ὑπεδέξατο, ἄρτι ἡ πανίερος, τῶν πιστῶν ὁμήγυρις, καλῶς ἣν πρὸς τὴν ἄληκτον, ἐχειραγώγησας, ζωὴν κλυτὲ ἀγάπης σου τρόποις, τοῖς ἀπλάστοις πάτερ, καὶ λόγων σου σοφίᾳ.
Μέγας ἐν πατράσι θεοφίλοις, ἐγγάμοις καὶ πολυτέκνοις ἀναδέδειξαι, ἱερεῦ Δημήτριε, τοῦ Πλατάνου βλάστημα· βιώσας γὰρ ὡς ἄσαρκος, Χριστοῦ προσείλκυσας, τὴν χάριν καὶ θαυμάτων παντοίων αὐτουργὸς ἐγένου, ἐν χρόνοις τοῖς ἐσχάτοις.
Θεοτοκίον.
Ἴδε τὴν ψυχή μου τὴν ἀθλίαν, πανάσπιλε Θεοτόκε καὶ ἐξάρπασον, τῶν χειρῶν τοῦ δαίμονος, ταύτην Μητροπάρθενε, ὡς ἂν ὑμνῶ ἑκάστοτε, τὰ σὰ θαυμάσια, καὶ Κύριον δοξάζω ἀπαύστως, τὸν μονογενῆ σου, Υἱὸν καὶ πάντων Κτίστην.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ὄλβον τιμαλφῆ, τὸ Κόρμποβον κέκτηται, τὰς ἱκεσίας σου, οὗ Σεμνείου δεύτερος, ὑπάρχεις κτίτωρ, λαμπρὸς Δημήτριε· διὸ ἐν περιστάσεσι, προσφεύγει πάντοτε, ταῖς ἐνθέρμοις, προσευχαῖς σου ὅσιε, πρὸς Θεὸν τὸν τρανῶς σὲ δοξάσαντα.
Νόσους λοιμικάς, ἰᾷ καὶ ἀκάθαρτα, διώκεις πνεύματα, ἰατρὸς ὡς ἄριστος, σημειοφόρε, Χριστοῦ Δημήτριε, θεράπον καὶ ἑκάστοτε, παρέχεις ἅπασι, προσιοῦσι, σκέπῃ τῇ ἐνθέῳ σου, ἐπταισμένων τὴν λύσιν καὶ δύναμιν.
Χάριτος κρουνέ, Χριστῷ ἱεράτευσας, καθάπερ ἄγγελος, ὅσιε Δημήτριε, ἱερωσύνης, χιτῶνα ἱερώτατον, καὶ θεῖον καύχημα, ἱερέων, εὐλαβῶν γενόμενος· ὅθεν πάντες τιμῶμεν τὴν μνήμην σου.
Θεοτοκίον.
Μέμνησο ἡμῶν, Παρθένε πανύμνητε, τὸ φῶς τὸ ἄδυτον, τῆς ἐνθέου γνώσεως, Χριστὸν τεκοῦσα, δι’ ἀγαθότητα, καὶ τὴν ἀχλὺν διάλυσον, ταῖς σαῖς ἐλλάμψεσι, τῆς ζοφώδους, ἁμαρτίας Δέσποινα, τῶν σπευδόντων τῇ θείᾳ σου χάριτι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀπλάστοις τρόποις ὅσιε, Κυρίῳ εὐηρέστησας, Ὃν ὐπὲρ πάντας ἐφίλεις, οἰκείους τίμιε πάτερ· σαυτὸν γὰρ ἡγησάμενος, τῆς γῆς ἁπάσης σκύβαλον, τῶν γεηρῶν ἠλόγησας, καὶ τῶν ῥεόντων πανσόφως, λευῗτα πνευματοφόρε.
Θεοτοκίον.
Μερόπων καταφύγιον, ὡς πέλουσα Μητρόθεε, καὶ ἀπλανὴς ποδηγέτις, κατευθυνόν με πρὸς τρίβους, Θεοῦ εὐαρεστήσεως, Εὐλογημένη Δέσποινα, ὡς ἂν ἀεὶ γεραίρω σε, καὶ μεγαλύνω ὁ τάλας, καὶ παναχρεῖός σου δοῦλος.
Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Δεῦτε ἱερεῖς τιμήσωμεν, σὺν τῷ λαῷ του Θεοῦ, τὸν κυκλοῦντα τὸ ἅγιον, νῦν θυσιαστήριον, οὐρανῶν πνευματέμφορον, ἡμῶν πατέρα, σεπτὸν Δημήτριον, τὸν ἐν Πλατάνῳ, ἱερατεύσαντα, πρότερον κράζοντες· Χαῖρε ταπεινώσεως, ὑπογραμμέ, πύργε ἀγαθότητος, καὶ σκεῦος χάριτος.
Χαίροις τοῦ Πλατάνου βλάστημα, ὁ παιδιόθεν Χριστόν, ἀγαπήσας καὶ κλίμακα, ἀρετῶν Δημήτριε, ἀνελθὼν παναοίδιμε· τῆς συζυγίας, κανὼν εὐθύτατε, πολυτεκνίας, λαμπὰς πολύφωτε, βάθρον ἀκράδαντον, ἀκραιφνοῦς βιώσεως, καὶ τῶν λαμπρῶν, Ἀρχαγγέλων φίλτατε, ὑμνῆτορ ὅσιε.
Ἔρωτι Θεοῦ πτερούμενος, παρεῖδες πάντα ῥευστά, καὶ σκαιώδη Δημήτριε, ἱερεῦ θειότατε, τοῦ Ὑψίστου καὶ πάντιμε· ἔχων γὰρ φίλους, καὶ ἀντιλήπτορας, τοὺς Ἀρχαγγέλους,ἐν βίου κλύδωσι, πέλαγος ἔπλευσας, ἀσφαλῶς προσκαίρου σου, ἐν γῇ ζωῆς, καὶ εἰς ὅρμον ἔφθασας, αἰωνιότητος.
Ἔχων Μωϋσῆν ὡς πρότυπον, τῆς σῆς ἐγγάμου ζωῆς, καὶ τῆς ἱερωσύνης σου, τοῦ Θεοῦ ἐντάλματα, τῇ σῇ ποίμνῃ μετήνεγκας, καὶ ἐν ἀγάπῃ, πολλῇ κατηύθυνας, μέσῳ ἐρήμου, αὐτὴν τῶν θλίψεων, εἰς γῆν τὴν εὔφορον, Χαναὰν Δημήτριε, τὴν νοητήν, ἣν τῆς θείας χάριτος, ἄρδουσι ῥεύματα.
Δόξα. Ἦχος πλ. α΄.
Ποδήρει χιτῶνα ἱερωσύνης σεαυτὸν κατακοσμήσας, καὶ τοῖς πάλαι πατράσιν ἁμιλληθεὶς διαυγεῖ πολιτείᾳ, ἀρτίως διέπρεψας ἐπ’ ἀρετῇ καὶ ἀγάπῃ, Δημήτριε ὅσιε· καὶ νῦν σὺν τοῖς προστάταις σου Ἀρχαγγέλοις ἀγαλλιώμενος, καὶ ἰδίοις ὄμμασι θεώμενος τὸ τοῦ Κυρίου κάλλος, μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὑπὲρ τῶν πίστει τιμώντων τὴν θείαν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ· διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ἱερέων ἡ καλλονή, χάριτος πυξίον, στηλογράφημα ἀρετῶν, εὐσπλαγχνίας στῦλε, καὶ προσευχῆς ἀόκνου, ὑπογραμμὸς πρεσβῦτα, θεῖε Δημήτριε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν πνευματέμφορον λευΐτην Πλατάνου, καὶ πολυτόκον κατὰ πνεῦμα καὶ σάρκα, πατέρα εὐφημήσωμεν πιστοὶ ἐκτενῶς, εὐλαβῆ Δημήτριον ἀνακράζοντες πόθῳ· Ἄνθρωπε ἰσάγγελε καὶ ζωῆς κληρονόμε, τῆς αἰωνίου ῥῦσαι σαῖς λιταῖς, τοὺς σοὺς ἱκέτας δεινῶν τῆς κολάσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς· Δημητρίῳ, ἀνθρώπῳ τοῦ Θεοῦ προσπίπτω. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δημήτριε ἄνθρωπε τοῦ Θεοῦ, ἐν χρόνοις ἐσχάτοις, ὁ ἐκλάμψας μαρμαρυγαῖς, ἁπλότητος καὶ χρηστοηθείας, ἡμῶν τὰ σκότη εὐχαῖς σου διάλυσον.
Ἠδάφισας φρύαγμα τοῦ ἐχθροῦ, Δημήτριε σθένει, τῶν ἀόκνων σου προσευχῶν· διὸ καὶ ἡμᾶς Χριστῷ πρεσβεύεις, εὐχῆς τοῖς ὅπλοις παλαῖσαι τὸν βέβηλον.
Μὴ παύσῃ τὸν Κύριον δυσωπῶν, ὑπὲρ τῶν τιμώντων, πολιτείαν σου τὴν σεπτήν, Δημήτριε κλέϊσμα Πλατάνου, καὶ ἱερέων ἁπάντων εὐπρέπεια.
Θεοτοκίον.
Ἡλίου γλυκεῖα τοῦ νοητοῦ, καὶ πάντιμε Μῆτερ, Δημητρίου θερμαῖς λιταῖς, τὴν νύκτα ἐξάλειψον παθῶν μου, καὶ ἀρετῆς παμφαεῖς τρίβους δεῖξόν μοι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ταξιάρχην προστάτην, τὸν Μιχαὴλ ἔχοντα, καὶ ἀγγελικὴν πολιτείαν, ἐπιδειξάμενον, ἀνευφημοῦντες λαμπρῶς, κλεινὸν Δημήτριον πάντες, τὴν αὐτοῦ ἀντίληψιν, ἀπεκδεχόμεθα.
Ῥῦσαι πάσης ἀνάγκης, καὶ ζοφερῶν θλίψεων, ἱερεῦ Θεοῦ τοῦ Ὑψίστου, πανοσιώτατε, τοὺς προσκυνοῦντας πιστῶς,καὶ φαιδρῶς τιμῶντάς σε, μάκαρ Δημήτριε.
Ἱερώτατε μύστα, τῆς τοῦ Θεοῦ χάριτος, ὁ τοὺς λογικοὺς νουθετήσας, ἄρνας τῆς ποίμνης σου, ταῖς σαῖς σοφαῖς διδαχαῖς, πάτερ Δημήτριε δεῖξον, τοῖς θερμοῖς ἱκέταις σου, πᾶσι συμπάθειαν.
Θεοτοκίον.
Ὡς μεσίτριαν πάντων, χριστιανῶν ἔνθερμον, σὲ ὑμνολογοῦντες Παρθένε, καὶ παραμύθιον, τῶν θλιβομένων πικρῶς, ἀναβοῶμεν· Σοὺς δούλους, ἴθυνον πρὸς θέωσιν, καὶ τελειότητα.
Διάσωσον, πνευματοφόρε Δημήτριε σοὺς ἱκέτας, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοὺς τιμῶντάς σε, ὡς νέον ὡράϊσμα εὐσεβείας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸν Ὃν θερμῶς ἐφίλεις καθικέτευε, διδόναι ἡμῖν πταισμάτων ἀπολύτρωσιν, ἱερεῦ Δημήτριε, τοῦ Πλατάνου εὖχος ὑπέρτιμον· σὲ γὰρ Χριστός, ὁ Κτίστης τοῦ παντός, ἐν χρόνοις ἐσχάτοις ἐθαυμάστωσεν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀμπεχόμενος ἔνδυμα, κραταιὲ Δημήτριε ἀφθαρτότητος, τῆς φθορᾶς ἡμῶν ἀπέκδυσον, τὴν στολὴν πρεσβείαις σου πρὸς Κύριον.
Νεοσμίλευτον ἄγαλμα, τῆς Θεοῦ ἀγάπης καὶ ταπεινώσεως, τοὺς ἱκέτας σου Δημήτριε, δεῖξον ἐκμαγεῖα θείας γνώσεως.
Θεοφόρε Δημήτριε, ὁ μυρίσας κόσμον ὀδμαῖς χαρίτων σου, δυσωδίαν μου ἀπέλασον, ἐμπαθείας μίσους καὶ κακότητος.
Θεοτοκίον.
Ῥύπου κάθαρον Δέσποινα, τὴν ἐσπιλωμένην ἡμῶν διάνοιαν, καὶ πρὸς βίον καθαρότητος, ἴθυνον τοὺς σοὶ θερμῶς προσφεύγοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ λειτουργόν, πνευματέμφορον τιμῶντές σε, ἀνακράζομεν· Δημήτριε ἡμῶν, τὰς δεήσεις τῷ Θεῷ θερμῶς προσάγαγε.
Πέλων ἀρωγός, ἐν τῷ βίῳ σου Δημήτριε, τῶν στενόντων νῦν ὑψόθεν καὶ ἡμᾶς, μὴ ἐλλείπῃς ἐποπτεύων τοὺς ὑμνοῦντάς σε.
Ὥδευσας καλῶς, τὴν στενὴν ὁδὸν Δημήτριε· ὅθεν ἔφθασας εἰς πλάτος οὐρανῶν, εἰς ὃ ἕλκυσον καὶ πάντας τοὺς σοὺς πρόσφυγας.
Θεοτοκίον.
Τόμε τῶν βροτῶν, σωτηρίας θεοχάρακτε, πλημμελήματα ἐξάλειψον ἡμῶν, τῶν πιστῶς μακαριζόντων σε Θεόνυμφε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οὐράνωσον, τῶν πιστῶν τὸ φρόνημα, ἐπὶ γῆς ὁ ἀκλινῶς ἄρτι πάτερ, οὐρανοδρόμον χαράξας πορείαν, ἱεροφάντορ παμμάκαρ Δημήτριε, ἵνα σὺν σοὶ ἐν οὐρανοῖς, καὶ ἡμεῖς εὐφραινώμεθα πάντοτε.
Ὑπέρλαμπρον, τῆς ἀγάπης σκήνωμα, εὐλαβείας καὶ πραότητος κέρας, ὁ διασώσας τὴν κώμην Πλατάνου, ἐξ ὀλεθρίων δεινῶν καθικέτευε, Χριστὸν καὶ ἅπαντας ἡμᾶς, ἐκ τῆς μήνιδος σῶσαι τοῦ δράκοντος.
Θειότατε, ἱερεῦ Δημήτριε, ἀπλανέστατε πιστῶν ποδηγέτα, πρὸς βιοτὴν τὴν ἀγήρω μὴ παύσῃ, ὑπὲρ ἡμῶν δυσωπῶν τὸν Παντάνακτα, ἵνα τῆς κρείττονος χαρᾶς, ἀπολαύσωμεν πάντες πρεσβείαις σου.
Θεοτοκίον.
Ἐπόμβρισον, τὰ ἐλέη Δέσποινα, τοῦ Υἱοῦ σου δαψιλῶς τοῖς τιμῶσι, σὲ εἰς αἰῶνας αἰώνων Παρθένε, ὡς ὀμβροτόκον νεφέλην χρηστότητος, εἰρήνης ἄμφω καὶ χαρᾶς, ἀενάου πιστῶν ὁμηγύρεως.
Διάσωσον, πνευματοφόρε Δημήτριε σοὺς ἱκέτας, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοὺς τιμῶντάς σε, ὡς νέον ὡράϊσμα εὐσεβείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἀρχαγγέλων τῆς δόξης συμμέτοχος, καὶ τῶν Ἁγίων ἐν πόλῳ συνόμιλος, σημειοφόρε Δημήτριε πρέσβευε, Χριστῷ ἡμᾶς ἐκτενῶς βλάβης ῥύσασθαι, σὲ τοὺς λαμπρῶς μακαρίζοντας ὅσιε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μιχαὴλ Ἀρχάγγελον, ἔχων προστάτην ἐν βίῳ, καὶ ζωὴν ἰσάγελον, διανύων ὅσιε, θείου Πνεύματος, δαψιλῶς εἴληφας, οὐρανόθεν χάριν,καὶ πολίτης θεῖος γέγονας, τῆς ἄνω πόλεως, ἱερεῦ Δημήτριε ὄλβιε· διόπερ σοῦ δεόμεθα· Τὸν Παμβασιλέα ἱκέτευε, δωρηθῆναι πᾶσιν, εἰρήνην καὶ ὁμόνοιαν πιστοῖς, τοῖς ἀνυμνοῦσιν ἀγῶνάς σου, πρὸς ἀγήρω βίωσιν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀφλημάτων μοι λύσιν, δίδου σαῖς ἱκεσίαις, σεπτὲ Δημήτριε, πρὸς τὸν Θεὸν τῆς δόξης, Οὗ ὅσιος λευΐτης, ἐπὶ γῆς ἐχρημάτισας, καὶ Οὗ τὸ κάλλος ὁρᾷς, τὸ ἄῤῥητον ἐν πόλῳ.
Ὕμνοις στέφοντες θείοις, τὴν σεμνὴν βιοτήν σου, καὶ τοὺς καμάτους σου, πρὸς θέωσιν βοῶμεν· Δημήτριε μὴ παύσῃ, δυσωπῶν τὸν Παντάνακτα, ἰθύνειν πρὸς οὐρανῶν, λειμῶνας σοὺς ικέτας.
Πολυτέκνων πατέρων, ἐποφθεὶς ἄρτι κλέος, λαμπρόν Δημήτριε, τοὺς οἴκους πολυτέκνων, ἐπόπτευε θεόθεν, καὶ χορήγει τὰ πρόσφορα, ὡς ἔχων πεῖραν αὐτοῖς, ταῖς σαῖς θερμαῖς πρεσβείαις.
Θεοτοκίον.
Ῥαθυμίας ὁμίχλην, ἀποδίωξον πόῤῥῳ, ἡμῶν Θεόνυμφε, σκοτίζουσαν καρδίας, τῶν δούλων σου καὶ πᾶσι, χρυσαυγὴν ἐγρηγόρσεως, τοῖς καταφεύγουσι σοί, ἀνάτειλον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ τῆς ἀγάπης, ἀναδειχθεὶς πρὸς τοὺς πέλας, καὶ τὸν Κτίστην Δημήτριε φάρος, φθόνου καὶ κακίας, ἀπέλασόν μου ζόφον.
Στηλογραφία, τῆς ἀκακίας ὑπάρχων, σκοτομήνην Δημήτριε λῦσον, τῆς μνησικακίας, ἡμῶν θερμαῖς εὐχαῖς σου.
Πυρὸς γεέννης, αἰωνιζούσης μὲ ῥῦσαι, τὸν προσπίπτοντα σαῖς δροσοβόλοις, ἱκεσίαις πάτερ, Δημήτριε πρὸς Κτίστην.
Θεοτοκίον.
Ἵνα δοξάζω, ἀεὶ τὸν μονογενῆ σου, Θεοτόκε Υἱὸν παῦσον σάλον, ζοφερὸν Παρθένε, παθῶν μου χαμαιζήλων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Παθῶν ἡμῶν ἀκάνθας, θέρισον δρεπάνῃ, τῶν σῶν εὐχῶν πρὸς τὸν Κτίστην Δημήτριε, ὁ δι’ εὐχῆς καταντήσας εἰς τὴν ἀπάθειαν.
Τοὺς σοὺς ἐπιστηρίζων, πρόσφυγας μὴ παύσῃ, πρὸς ἀρετῆς προκοπὴν ὁ τὴν ποίμνην σου, ἐν σαῖς ἀγκάλαις στηρίζων στεῤῥῶς Δημήτριε.
Ὡράϊσας ἀρτίως, κώμην τοῦ Πλατάνου, καὶ τοὺς χοροὺς εὐσεβούντων Δημήτριε, τοὺς καταφεύγοντας πόθῳ τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Χαρίτωσον σοὺς δούλους, τοὺς τιμῶντας μνήμην, τοῦ Δημητρίου τοῦ θείου Παντάνασσα, καὶ σὲ καρδίᾳ καὶ χείλεσι μεγαλύνοντας.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ἱερέων ἡ καλλονή, χάριτος πυξίον, στηλογράφημα ἀρετῶν, εὐσπλαγχνίας στῦλε, καὶ προσευχῆς ἀόκνου, ὑπογραμμὸς πρεσβῦτα, θεῖε Δημήτριε.
Χαῖρε ἐνθεώτατε λειτουργέ, τοῦ Θεοῦ ὁ πέλων, εὐωδία ὅλος Αὐτοῦ· χαίροις ὁ ἐν ὥρᾳ, τῆς θείας Λειτουργίας, ὀδμαῖς ἡδύνων πάντας, θείαις Δημήτριε.
Σκέπε τοὺς τιμῶντας πανευλαβῶς, μνήμην σου τὴν θείαν, καὶ λειψάνων σου τὴν σορόν, κατασπαζομένους, Δημήτριε παμμάκαρ, λευῗτα τοῦ Πλατάνου, πανιερώτατε.
Ἔχων ἐν κινδύνοις καὶ συμφοραῖς, ταχινὸν προστάτην, τὸν Ἀρχάγγελον Μιχαήλ, ὁρατῶν μανίαν, ἐχθρῶν καὶ ἀοράτων, ἐτρόπωσας, λευῗτα, θεῖε Δημήτριε.
Χαίροις τῶν καμνόντων ὁ ἀρωγός, καὶ τῶν θλιβομένων, ἀντιλήπτωρ καὶ βοηθός· χαίροις τοῦ Πλατάνου, τῆς κώμης ὁ προστάτης, καὶ πλουτισμὸς πενήτων, μάκαρ Δημήτριε.
Χαίροις ἀγαπήσεως τοῦ Χριστοῦ, στήλη καὶ σοφίας, τῆς ἐνθέου φανὸς λαμπρός· χαίροις ὁ ἐν χρόνοις, ἐσχάτοις κατευφράνας, σοῖς τρόποις εὐσεβούντων, δήμους Δημήτριε.
Χαίροις ἱερέων ἡ καλλονή, προσευχῆς ἀόκνου, ἐργαστήριον καὶ εἰκών, φιλοθέου βίου, Δημήτριε χαρίτων, τοῦ θείου Παρακλήτου, ἄστρον νεόφωτον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ῥῦσαι, σοὺς ἱκέτας προσβολῆς, πάσης τοῦ δολίου Βελίαρ, καὶ ἀνηκέστου φθορᾶς, τοὺς ἀνευφημοῦντάς σε, σεπτὲ Δημήτριε, ἱερεῦ ὁσιώτατε, Ὑψίστου καὶ σκεῦος, διαυγὲς τῆς χάριτος, ὡς πρὸς τὸν Κύριον, ἔχων παῤῥησίαν πρεσβεύειν, ἀκλινῶς ὑπὲρ τῶν τιμώντων, μνήμην σου τὴν θείαν καὶ πανσέβαστον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
.jpg)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου