ΜΑΪΟΣ ΙΘ΄!!
ΜΕΛΧΙΣΕΔΕΚ ΚΙΣΣΑΜΟΥ ΚΡΗΤΗΣ
ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἱερομάρτυρα νέον, Χριστοῦ τῆς πίστεως, τὸν γόνον Ἡρακλείου, τοῦ εὐάνδρου καὶ ἄνθος, μυρίπνοον Κισσάμου Μελχισεδέκ, εὐφημήσωμεν κράζοντες· Ἀρχιερέων ἐνδόξων χαῖρε Κρητῶν, τιμαλφέστατε διάκοσμε.
Τὸν ὑποστάντα κολάσεις, πικρὰς ἐκγύμνωσιν, σαρκὸς γενείων τίλσιν, ὀφθαλμῶν πανιέρων, ἐξόρυξιν νῦν ὕμνοις Μελχισεδέκ, καὶ κατώδυνον κρέμασιν, ἐγκωμιάσωμεν πάντες ὡς τοῦ Χριστοῦ, τῶν σεπτῶν παθῶν ὁμόζηλον.
Σὺν Διακόνῳ ἀγχόνην, τὸν ὑπομείναντα, ἐνδόξῳ Καλλινίκῳ, ἐν Χανίοις ἀρτίως, τιμήσωμεν ἐκθύμως Μελχισεδέκ, τῆς Κισσάμου τὸν ἔφορον, οὗ γενναιότητα ὄχλος Ἄγαρ υἱῶν, καὶ ἀνδρείαν κατεφθόνησε.
Μελχισεδὲκ Ἱεράρχα, θεοπρεπέστατε, Κισσάμου καὶ Σελίνου, σὴν πανίερον μνήμην, τιμῶντες γεγηθότες δῆμοι Κρητῶν, σὰς λιτὰς ἐκδεχόμεθα, πρὸς τὸν Σωτῆρα τοῦ κόσμου καὶ Λυτρωτήν, Ἰησοῦν τὸν πολεύσπλαγχνον.
Δόξα. Ἦχος β΄.
Ἀκμαιοτάτῳ φρονήματι καὶ ψυχῆς γενναιότητι, τὸν φυλακὴν καὶ βασάνους ὑπομείναντα, Ἱεράρχην Κισσάμου Μελχισεδὲκ εὐφημήσωμεν, χερσὶ μιαιφόνοις ἀγχόνῃ αἰωρηθέντα, ἐν εὐλαβείᾳ κραυγάζοντες· Ὁ καλῶς καὶ ἀπλανῶς τὴν λαχοῦσάν σοι ποιμάνας ἀγέλην, καὶ Θεῷ μαρτυρίου πόνοις εὐαρεστήσας, μὴ παύσῃ τοὺς μακαρίζοντάς σε οὐρανόθεν, ἐπευλογῶν στηρίζων καὶ ἁγιάζων, ὡς παῤῥησίαν ἔχων πρὸς τὸν ἀγωνοθέτην καὶ στεφοδότην Κύριον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε ὁ νεαυγής, ἀστὴρ Νεομαρτύρων, Μελχισεδὲκ τῆς Κρήτης, ὁ φαίνων πάσῃ κτίσει, ἀθλήσεως πυρσεύμασι.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαῖρε Ἀρχιερεῦ, Κισσάμου καὶ Σελίνου, Μελχισεδὲκ ποδήρη,ὁ αἵμασι φοινίξας, τῆς ἀρχιερωσύνης σου.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ὄχλος Ἄγαρ υἱῶν, Μελχισεδὲκ ἀρτίως, ἐν πόλει τῶν Χανίων, ἀγχόνῃ Νεομάρτυς, κακῶς σε ἀπῃώρησεν.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Ὁσίων καὶ Μαρτύρων, Τριὰς ὑπεραγία, Μελχισεδὲκ τὸ εὖχος, σεπτοῦ Ἱερομάρτυρος.
Καὶ νῦν. Θεοτοκίον.
Φρούρει διηνεκῶς, καὶ σκέπε σοὺς οἰκέτας, Κυρία Θεοτόκε, εἰς πάντας τοὺς αἰῶνας, λαμπρῶς σε μεγαλύνοντας.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱερόαθλον νέον Χριστοῦ τῆς πίστεως, βλαστὸν σεπτὸν Ἡρακλείου, Μελχισεδὲκ ἀγωγῆς, ἐν Κισσάμῳ καὶ Σελίνῳ ἐξανθήσαντα, ῥόδα τερπνὰ ποιμαντικῆς, καὶ ἡδύναντα πιστούς, ἀθλήσεως λευκανθέμοις, ἐν τῇ ἀγχόνῃ τιμῶμεν, θερμὰς αὐτοῦ λιτὰς αἰτούμενοι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Γεγηθότες ἐν ἔαρι, οἱ πιστοὶ ἑορτάζοντες, μνήμην τὴν σεπτήν σου καὶ πανσεβάσμιον, Μελχισεδὲκ τοὺς ἀγῶνάς σου, ἐν Κρήτῃ γεραίρομεν, πρὸς ἐκδίωξιν ἐχθρῶν, τυραννούντων Χριστώνυμον, ἅπαν πλήρωμα, καὶ μαρτύριον μέλπομέν σου θεῖον, ἐν ἀγχόνῃ Νεομάρτυς, στεῤῥὰ κρηπὶς γενναιότητος.
Ἡρακλείου ὡράϊσμα, νήσου Κρήτης ἐκβλάστημα, Ἱερομαρτύρων σεπτὸν καλλώπισμα, Χανίων τὸν ἁγιάσαντα, τὰς ῥύμας ἐκχύσεσι, τῶν αἱμάτων ἐν καιροῖς, τοῖς ἐσχάτοις τιμήσωμεν, ὕμνοις πρέπουσιν, ἀθλητὴν ὡς τῆς πίστεως γενναῖον, καὶ Χριστοῦ τῆς Ἐκκλησίας, Μελχισεδὲκ στῦλον ἄσειστον.
Εὐλαβῶς καθωδήγησας, τὴν λαχοῦσαν ἀγέλην σου, πρὸς νομὰς ἀφθίτου μακαριότητος, καὶ πρὸς ἡμέραν εὐφρόσυνον, τῆς ἀπολυτρώσεως, ἐκ δεσμῶν τυραννικῶν, τῆς Κισσάμου οἰκήτορας, ἀξιάγαστε, καὶ Σελίνου πιστοὺς Ἱερομάρτυς, εὐσεβείας καὶ ἀνδρείας, Μελχισεδὲκ ἀκροθίνιον.
Ἱεράρχα θειότατε, ἀπτοήτῳ φρονήματι, ὁ κεκοσμημένος καὶ γενναιότητος, λελαμπρυσμένος πυρσεύμασιν, ἐδίωξας ζόφωσιν, θαυμαστὲ Μελχισεδέκ, τῶν ἀπίστων δουλώσεως, καὶ ἀνέτειλας, ἦμαρ πάμφωτον τῆς ἐλευθερίας, Κρήταις ἔαρος ἐν τέλει,ἐκγόνων Ἄγαρ κατάπτωμα.
Τῶν ἀπίστων κατῄσχυνας, ὄχλον ἄθλοις τιμίοις σου, καὶ τὴν ἐν πλατάνῳ ἀπαγχονήσει σου, Μελχισεδὲκ καὶ κατηύφρανας, Κρητῶν τὴν ὁμήγυριν, Χριστωνύμων ἀθλητά, τῶν Χανίων καλλίνικε, τῇ ἐνστάσει σου, καὶ φρονήματι σοῦ τῷ ἀηττήτῳ, εὐσταλὲς Ἱερομάρτυς, ποιμὴν Κισσάμου φιλόστοργε.
Δεῦτε πάντες φιλέορτοι, εὐφημήσωμεν ᾄσμασι, νῦν Ἱερομάρτυρα καρτερόψυχον, Μελχισεδὲκ τὸν πανεύφημον, Κισσάμου τὸν Ἔφορον, καὶ Σελίνου γεραρόν, Ἱεράρχην κραυγάζοντες, μετὰ πίστεως· Χαῖρε ἄστρον νεόφωτον ἀνδρείας, τὸ φωτίσαν ἄρτι πάντας, βολαῖς σεπτοῦ μαρτυρίου σου.
Δόξα. Ἦχος πλ. β΄.
Τὸν ἐν πλατάνῳ τῆς πόλεως Χανίων, μαρτυρικῶς ἀπαγχονησθέντα σὺν Καλλινίκῳ Διακόνῳ, Μελχισεδὲκ τὸν Ἱεράρχην Κισσάμου καὶ Σελίνου, πανευλαβῶς ἀνυμνήσωμεν, καὶ ἐν ἀγαλλιάσει αὐτῷ εἴπωμεν· Ὁ ἰθύνας τὴν ὑπόδουλον ποίμνην σου, εἰς ἐλευθερίας ὑπερφώτους ἐπάλξεις, ὁδήγησον καὶ ἡμᾶς τοὺς δουλεύοντας τὴν ἁμαρτίαν, πρὸς ἀπαθείας καὶ σωτηρίας σκηνώματα, καὶ ἑορτάζοντας πόθῳ τὴν πανσεβάσμιον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α’, 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ἡ ἁγιοτόκος Κρήτη, τελοῦσα τὴν μνήμην τοῦ νέου σου Ἱερομάρτυρος, Μελχισεδὲκ τοῦ Ἐπισκόπου Κισσάμου καὶ Σελίνου, καὶ αὐτῷ ἐν εὐλαβείᾳ βόησον· Ἱεράρχα ἐνθεώτατε ὁ ἐν χρόνοις ἐσχάτοις, ἀναζωγραφήσας τὰ σκάμματα τῶν παλαιῶν Μαρτύρων, μὴ παύσῃ τοῦ ἀγωνοθέτου Κυρίου δεόμενος, ὑπὲρ τῶν πίστει τελούντων τὴν πανσεβάσμιον μνήμην σου.
Ἦχος β΄.
Ἐλευθερίας Κρήτης ἐκ τῶν ἀπίστων δουλείας, πρόξενος πέλων Μελχισεδὲκ εὐσταλέστατε, ἤθλησας ἄριστα καὶ ἀγχόνῃ ἀπῃωρήθης· ὅθεν οἱ ἐν δουλείᾳ παθῶν κατακείμενοι, καὶ τὴν ἐξ αὐτῶν λύτρωσιν ἐπιζητοῦντες, τὰς εὐχάς σου Ἱερομάρτυς αἰτούμεθα, πρὸς τὸν Ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Χαίρει Κισσάμου καὶ Σελίνου ἡ θεόσωστος ἐπαρχία, τῆ ποιμαντορικῆ σου προστασίᾳ καὶ ἀντιλήψει, Μελχισεδὲκ Ἱερομάρτυς γενναιότατε, καὶ πᾶσα ἡ τῶν Κρητῶν Ἐκκλησία, τῆ ἐνδόξῳ σου ἀθλήσει νεόαθλε· Σὺ γὰρ καλῶς τὸν ἀγῶνα ἐν Χανίοις τελέσας, καὶ τὴν ἀρχιερατικήν σου στολὴν φοινίξας, αἱμάτων σου ῥεύμασιν, Ἀγγέλοις συνηριθμήθης, καὶ χάριν εἴληφας Κυρίῳ πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος δ΄.
Ποιμαινόμενος τῇ βακτηρίᾳ τοῦ Παρακλήτου Πνεύματος, τοῦ θεραπεύοντος τὰ ἀσθενῆ καὶ ἀναπληροῦντος τὰ ἐλλείποντα, ποιμὴν ἐδείχθης ἱερώτατος Κισσάμου καὶ Σελίνου, Μελχισεδὲκ σεβασμιώτατε· ἀγχόνης οὖν πεῖραν λαβὼν καὶ ἐν αὐτῇ τὸν ἀγῶνα τελέσας, ἀπῆλθες Χριστῷ ὑπαντῆσαι ἐν πόλῳ δόξης, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, τοῦ Ἡρακλείου βλαστός, φανὲ Κισσάμου καὶ Σελίνου νεόφωτε, ἀμάρυγμα ἀριστείας, κανὼν ἀνδρείας ψυχῆς, τόλμης εὐσθενείας, καὶ σεμνότητος, τρισμάκαρ Ἐπίσκοπε, εὐσεβείας ὑπόδειγμα, τῶν ὑποδούλων, Χριστωνύμων τὸ στήριγμα, καὶ τὸ σύντριμμα, τῶν ἀπίστων Νεόαθλε, Μελχισεδὲκ περίδοξε, ὁ ἦμαρ λυτρώσεως, ἐξανατείλας ἐν Κρήτῃ, ἐκ τῆς τῶν Ἄγαρ δουλώσεως, ἐκγόνων ἀκτῖσι, ψυχικῆς σου εὐτονίας, καὶ γενναιότητος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις Μελχισεδὲκ θαυμαστέ, Κισσάμου ἅμα καὶ Σελίνου Ἐπίσκοπε, τὴν ποίμνην σου ὁ κινήσας, τὴν λογικὴν πρὸς δεσμῶν, τῶν υἱῶν τῆς Ἄγαρ, ἀποτίναξιν, καὶ χαίρων μαρτύριον, ὑπομείνας κατώδυνον, τριχῶν σου τίλσιν, τῶν γενείων ἐκγύμνωσιν, τοῦ σαρκίου σου, καὶ δεινὴν διαπόμπευσιν, σοῦ ἐν ταῖς ῥύμαις πόλεως, Χανίων θεσπέσιε, ἅμα ἐν κλώνοις πλατάνου, πάτερ σεπτὲ ἀπαιώρησιν, στεῤῥὲ Νεομάρτυς, ἀθλητῶν Χριστοῦ τῶν πάλαι, ὁ ἰσοστάσιος.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μνήμην, Μελχισεδὲκ σὴν σεπτήν, καὶ πανσεβάσμιον λαμπρῶς ἑορτάζοντες, οἱ δῆμοι τῶν Χριστωνύμων, ἐν εὐλαβείᾳ πολλῇ, στέφομέν σε Μάρτυς, ὕμνοις πρέπουσι, καὶ πόθῳ βοῶμέν σοι· Τῶν Κρητῶν ἐγκαλλώπισμα, Κισσάμου εὖχος, καὶ Σελίνου διάκοσμε, ὁ τὸν δόλιχον, διανύσας τὸν ἔνδοξον, τῆς εὐσθενοῦς ἀθλήσεως, ἐσχάτοις ἐν ἔτεσι, καὶ ὑπομείνας ἀγχόνην, διὰ Χριστοῦ τὴν ἀγάπησιν, Αὐτὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Τὴν στολὴν Μελχισεδὲκ τῆς ἀρχιερωσύνης σου, ἐλάμπρυνας σαπφείροις αἱμάτων σου, καὶ μαργαρίταις μαρτυρικῶν σου ἄθλων· ὅθεν λαμπροχίτων εἰσῆλθες εἰς δώματα πόλου, Ἀγγέλων δήμοις συνεπαγάλλεσθαι, καὶ πρεσβεύειν Κυρίῳ Κισσάμου Ἐπίσκοπε, ὑπὲρ τῶν ἐκθύμως τιμώντων τὴν πανσεβάσμιον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱερόαθλον νέον Χριστοῦ τῆς πίστεως, βλαστὸν σεπτὸν Ἡρακλείου, Μελχισεδὲκ ἀγωγῆς, ἐν Κισσάμῳ καὶ Σελίνῳ ἐξανθήσαντα, ῥόδα τερπνὰ ποιμαντικῆς, καὶ ἡδύναντα πιστούς, ἀθλήσεως λευκανθέμοις, ἐν τῇ ἀγχόνῃ τιμῶμεν, θερμὰς αὐτοῦ λιτὰς αἰτούμενοι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Κισσάμου ἱερόν, καὶ Σελίνου Ἐπόπτην, σεπτὸν Μελχισεδέκ, ἱερόαθλον ὕμνοις, εὐτάκτοις τιμήσωμεν, ὡς τῆς πίστεως σέμνωμα, καὶ διάκοσμον, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, νέον κράζοντες, πανευλαβῶς· Χαῖρε Μάρτυς, τῆς Κρήτης ἀήττητε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀνδρείας ὑπόδειγμα, Μελχισεδὲκ καὶ στεῤῥόν, τῆς πίστεως ἔρεισμα, ἐν τῇ ἀγχόνῃ τὸν σόν, ἀγῶνα ἐτέλεσας, ἔνδοξε Ἱεράρχα, τῆς Κισσάμου καὶ γέρας, πάντιμον ἐπαρχίας, θεοσώστου Σελίνου· διὸ ἐπιτελοῦμεν λαμπρῶς, μνήμην τὴν θείαν σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἱερομάρτυρα Χριστοῦ τῆς πίστεως, τὸν γενναιότατον ἐγκωμιάσωμεν, ὡς Ποιμενάρχην θεαυγῆ Κισσάμου τε καὶ Σελίνου, ἄρτι ἐναθλήσαντα ἐν Χανίοις καὶ πόλεως, ῥύμας ἁγιάσαντα τῶν αἱμάτων ἐκχύσεσι, σεπτὸν Μελχισεδὲκ ἐκβοῶντες· Χαίροις τῆς πίστεως φαιδρότης.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 -ιστ΄ 2 ): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν... Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ ἁγίου Γεωργίου.
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Τοῦ Ἱεροάθλου πρεσβείαις, Ἐλεῆμον,...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός...
Ἱερομάρτυρα νέον Κισσάμου καὶ Σελίνου, Μελχισεδὲκ ὑμνήσωμεν τὸν ἀπτοήτῳ πεπλησμένον φρονήματι, ὡς ἀθλητὴν τροπαιοῦχον ἐν εὐλαβείᾳ κραυγάζοντες· Γέρας ἀτίμητον τῆς ἐν Κρήτῃ Ἐκκλησίας, καὶ σκαπανεῦ αὐτῆς ἀγωνιστῶν ἐλευθερίας, ἐκτενῶς ἱκέτευε τὸν στεφοδότην Κύριον, ὑπὲρ τῶν τιμώντων ἐν ὕμνοις τὴν πανσεβάσμιον μνήμην σου.
Εἶτα οἱ Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ἱερομάρτυρος, οὗ ἡ Ἀκροστιχίς· Μελχισεδέκ, Κισσάμου ὑμνῶ ἱερόαθλον. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Μαρτύρων ἀκρώρεια, Μελχισεδὲκ ἀξιάγαστε, Κισσάμου Ἐπίσκοπε, νέων ἀγχόνῃ λαμπρῶς, τὸν ἀγῶνά σου, ἐτέλεσας καὶ στέφος, χρυσόπλοκον εἴληφας, ἀϊδιότητος.
Ἐκβλάστημα τίμιον, τοῦ Ἡρακλείου καὶ σέμνωμα, τῆς Κρήτης περίδοξον, Μελχισεδὲκ τὸν τερπνόν, κατεκόσμησας, τῶν οὐρανῶν λειμῶνα, ψυχῆς εὐτονίᾳ σου, καὶ γενναιότητι.
Λαμπὰς νεοπύρσευτος, Μελχισεδὲκ παναοίδιμε, Χριστοῦ θείας πίστεως, τὴν Ἐκκλησίαν Χριστοῦ, κατεφώτισας, ἀγώνων σου ἀκτῖσιν, ὑπὲρ τοῦ ποιμνίου σου, Κρήτην τὴν εὔσημον.
Θεοτοκίον.
Χαρὰ Μητροπάρθενε, Χριστεπωνύμου πληρώματος, ψυχῶν ἀγαλλίαμα, τῶν εὐσεβῶν καὶ ἰσχύς, τῶν προσφύγων σου, ἐν ἀσθενείαις ὄντων, ἡμῶν τῶν δεήσεων, τάχος ἐπάκουσον.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἰθῦντορ Μελχισεδὲκ σῆς ποίμνης, πρὸς δώματα πόλου ἀπλανές, κατηύθυνας σὰ βήματα, πρὸς φυλακὴν κατώδυνον, καὶ πάνδεινον αἰώρησιν, ἐπὶ πλατάνου νεόαθλε.
Σὲ ὄχλος Μελχισεδὲκ Χανίων, τῆς Ἄγαρ υἱῶν ἀνηλεῶς, εἰς δι’ ἀγχόνης θάνατον, παρέδωκε καὶ σκῆνός σου, κατέτμησε τὸ ἅγιον, Ἱερομάρτυς ἀοίδιμε.
Ἐπίσκοπε πάντιμε Κισσάμου, κολάσεις πικρὰς Μελχισεδέκ, ἐπέφερόν σοι ἄπιστοι, τὰς τρίχας τῶν γενείων σου, ἀνέσπασον καὶ βλέφαρα, τῶν ὀφθαλμῶν σου ἐξώρυξαν.
Θεοτοκίον.
Διδοῦσα μὴ παύσῃ σοῖς οἰκέταις, θεόθεν τὰ πρόσφορα ἀεί, λαμπρῶς σε μακαρίζουσι, Θεογεννῆτορ πάναγνε, καὶ σὸν Υἱὸν δοξάζουσι, τὸν πανοικίρμονα Δέσποινα.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ἐπαγάλλεται, ἡ ἐπαρχία, ποιμασίᾳ σου, σεπτῇ Κισσάμου, καὶ Σελίνου Ἱεράρχα θειότατε, Μελχισεδὲκ ὁ αἱμάτων σου χεύμασι, σφραγίσας τὴν ἐπὶ γῆς πολιτείαν σου, καὶ σεμνύνεται ἡ Κρήτη σοῖς ἀγωνίσμασι, ἐχθρῶν πρὸς ἀλλοπίστων ἀποδίωξιν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Εὐπειθῶς ὁ παρὰ πόδας, Κλεοβούλου νεόαθλε, πάνυ διδασκάλου, μαθητεύσας ἄρτι Ἐπίσκοπε, Μελχισεδὲκ γενναιότατε Ἰάσιον, ἐργαστήριον, τῆς γνώσεώς σου κατέδειξας.
Κρήτης τῆς ἐλευθερίας, ἐκ ζυγοῦ πάτερ πέφηνας, θεῖος πρωτεργάτης, τῶν Ἄγαρ Υἱῶν γενναιότατε, Μελχισεδὲκ ἣν ἐπότισας σοῖς αἵμασι, πρὸς ἐκβλάστησιν, ἴων ἐκ τούτων λυτρώσεως.
Κλέος ἱερὸν Κισσάμου, καὶ Σελίνου περίδοξον, μνήμην σου τὴν θείαν, νῦν Μελχισεδὲκ ἑορτάζουσα, ἡ Κρήτη σπεύδει ἐν ὕμνοις καταστέψαι σε, τὸν ἀλκίφρονα, καὶ θεῖον Ἱερομάρτυρα.
Θεοτοκίον.
Ἴον εὔοσμον ἁγνείας, Μητροπάρθενε Δέσποινα, Κεχαριτωμένη, δυσωδίαν πόῤῥω ἐκδίωξον, ἡμῶν παθῶν χαμαιζήλων τῶν ἐν ᾄσμασι, παντευλόγητε, μεγαλυνόντων σε πάντοτε.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Σελίνου Ἐπίσκοπε, Μελχισεδὲκ θειότατε, χρόνοις ἀληθῶς ἐν δυσχειμέροις, υἱῶν δουλείας, τῆς Ἄγαρ ποίμνης τῆς σῆς, τὸ φρόνημα ηὔξησας σοφέ, πρὸς ἀπελευθέρωσιν, καὶ τοῦ Κτίσαντος αἴνεσιν.
Σοῦ γένεια ἔτιλον, οἱ τῶν ἀπίστων ἔκγονοι, εἰς τὰς ῥύμας ἔσυρον Χανίων, γυμνὸν καὶ τέλος, Μελχισεδὲκ ἱερέ, ἐκρέμασαν Μάρτυς εὐσταλές, ἐν πλατάνῳ πάντιμε, θησαυρὲ γενναιότητος.
Αἱμάτων σου ῥεύμασιν, ἐπέχρωσας ποδήρη σου, ἀρχιερωσύνης Ἱεράρχα, σεπτὲ Κισσάμου, Μελχισεδὲκ καὶ στεῤῥέ, Σελίνου Ἐπόπτα ὁ δραμών, λαμπροχίτων ἔνθεε, πρὸς σκηνὰς ἀφθαρτότητος.
Θεοτοκίον.
Μὴ παύσῃ σπογγίζουσα, τὰ δάκρυα τῶν δούλων σου, μάκτρῳ σῶν εὐχῶν Θεογεννῆτορ, πρὸς τὸν Υἱόν σου, καὶ Ποιητὴν τοῦ παντός, Ὑψίστου Θεοῦ μονογενῆ, Λόγον εὐσυμπάθητον, Μητροπάρθενε Δέσποινα.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Οἰκήτωρ πέλεις πανένδοξος, σκηνῶν τοῦ νοητοῦ στερεώματος, ὡς ἱερόαθλος, Μελχισεδὲκ ἱερώτατε, Κισσάμου καὶ Σελίνου, Ἀρχιεπίσκοπε.
Ὑπὲρ ἐλλόγου ἀγέλης σου, λυτρώσεως στυγνῆς ἐκ δουλώσεως, μάκαρ ἐμόχθησας, Μελχισεδὲκ ἄχρις αἵματος, καὶ ἐν πλατάνου κλώνοις, ἀπαιωρήσεως.
Ὑμνοῦμεν πόθῳ ἀγῶνάς σου, ἀρίστους πρὸς ἀπίστων ἐκδίωξιν, ἐκ τῆς ἀγέλης σου, Μελχισεδὲκ καὶ ἐκ νήσου σου, Ἱερομάρτυς Κρήτης, εὐάνδρου ἄλκιμε.
Θεοτοκίον.
Μακάρων δήμοις τοὺς δούλους σου, Παρθένε ἀγαθὴ συναρίθμησον, τοὺς μακαρίζοντας, σὲ ὡς βροτῶν καταφύγιον, ἐν πάσῃ περιστάσει, Θεογεννήτρια.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Κισσάμου κλέος καὶ Σελίνου ἐγκαλλώπισμα, Μελχισεδὲκ τὸν ἱερόαθλον τιμήσωμεν, ὑπομείναντα ἀγχόνην ἐν τοῖς Χανίοις, ὑπ’ ἐκγόνων Ἄγαρ ὄχλου ἐν τοῖς ἔτεσι, τοῖς ἐσχάτοις δ’ ἀγάπην τοῦ Παντάνακτος, πόθῳ κράζοντες· Χαίροις Μάρτυς Ἐπίσκοπε.
Ὁ Οἶκος.
Ἄγγελοι οὐρανόθεν, ἀπεθαύμασαν πόνους, τοῦ σοῦ Μελχισεδὲκ μαρτυρίου, Ἱεράρχα Κισσάμου σεπτέ, καὶ Σελίνου κλέος καὶ πιστῶν σύλλογοι, ἰδόντες γενναιότητα, τὴν σὴν περιχαρῶς ἐβόων·
Χαῖρε, ὁ γόνος τοῦ Ἡρακλείου·
χαῖρε, ὁ λύχνος τοῦ μαρτυρίου.
Χαῖρε, Ἱεράρχα Σελίνου θεόσδοτε·
χαῖρε, Ποιμενάρχα Κισσάμου πανόλβιε.
Χαῖρε, ὅτι καθυπέμεινας ἀνυποίστους κολασμούς·
χαῖρε, ὅτι κατηγλάϊσας Χριστωνύμων τοὺς χορούς.
Χαῖρε, ὁ μαρτυρήσας ἐν Χανίων τῇ πόλει·
χαῖρε, ὁ ἐναθλήσας ἀκλινῶς ἐν ἀγχόνῃ.
Χαῖρε, Μαρτύρων πάλαι ὁμόσκηνος·
χαῖρε, ἀγώνων πίστεως πρόβολος.
Χαῖρε, Κρητῶν ἐγκαλλώπισμα θεῖον·
χαῖρε, λαμπρῶν νεοάθλων πυξίον·
Χαίροις, Μάρτυς Ἐπίσκοπε.
Συναξάριον.
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Μελχισεδέκ, Ἐπισκόπου Κισσάμου καὶ Σελίνου, τοῦ ἐν Χανίοις χερσὶ μιαιφόνοις τῶν ἐκγόνων τῆς Ἄγαρ ἀπαγχονισθέντος.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Νίκης στέφανον, ἐδέξω χρυσοστόλιστον, ὡς ἱερόαθλος, στεῤῥόφρον Μελχισεδέκ, καὶ χαίρων ἀνέδραμες, συγχαίρειν πάντοτε, τῷ Παντάνακτι, Χριστῷ καὶ ὁμηγύρεσι, συνευφραίνεσθαι Ἀγγέλων.
Ὡς νεόφωτον, τῆς πίστεως ἀμάρυγμα, σὲ μεγαλύνομεν, Μελχισεδὲκ θαυμαστέ, σεπτὲ ἱερόαθλε, ὁ μαρτυρίου σου, ἐκπυρσεύμασι, φωτίσας ποίμνην ἔλλογον, σοῦ Κισσάμου καὶ Σελίνου.
Ἱερόαθλε, Μελχισεδὲκ πανεύφημε, ὡς ἄλλου πάσχοντος, ἐν τοῖς Χανίοις πικρόν, ὑπέστης μαρτύριον, σαρκός σου γύμνωσιν, τῶν γενείων σου, τριχῶν δεινὴν ἀνάσπασιν, καὶ ἀγχόνην ἐν πλατάνῳ.
Θεοτοκίον.
Ἐπιβράβευσον, ἡμῖν σε μακαρίζουσιν, ἄμφω ὑγίειαν, καὶ ῥώμην Μῆτερ Θεοῦ, σεμνὴ ἀειπάρθενε, καὶ ἄθλους μέλπουσι, γενναιόφρονος, Μελχισεδὲκ τοῦ Μάρτυρος, Ἀρχιποίμενος Κισσάμου.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ῥάβδῳ μάκαρ τῇ ποιμαντικῇ σου, ἐστήριξας τὸν λαὸν τὸν Χριστεπώνυμον, Κρήτης καὶ ἐδίωξας, τάχος ἱερόαθλε, Μελχισεδὲκ τὰ ἔκγονα, τῆς Ἄγαρ ποίμνην σου, τὴν ἔλλογον κακῶς τυραννοῦσαν, χρόνοις ἐν ἐσχάτοις, Κισσάμου Ἀρχιθύτα.
Ὄλβος πολυτίμητος ἀνδρείας, γενναῖε Μελχισεδὲκ καὶ θείας πίστεως, πεφηνὼς κατέδειξας, πᾶσιν εὐσεβόφροσι, τὴν σοὶ οἰκοῦσαν δύναμιν, τοῦ Θείου Πνεύματος, δι’ ἧς ἐχθρῶν συνέτριψας ὄχλον, οἴμοι ἐν Χανίοις, ἀπαγχονίσαντά σε.
Αἵμασιν ἐπέχρωσας τὸν σάκκον, τὸν πάνσεπτον μάκαρ ἀρχιερωσύνης σου, Νεομάρτυς πάντιμε, Ἱεράρχα ἔνθεε,Μελχισεδὲκ αἰδέσιμε, οὗ τρίχας ἔτιλον, γενείων οἱ ἀπόγονοι Ἄγαρ, καὶ γυμνὸν εἰς ῥύμας, διέσυραν Χανίων.
Θεοτοκίον.
Θραῦσον Θεοτόκε τῇ μαχαίρᾳ, δεήσεων διαθέρμων πρὸς τὸν Τόκον σου, τοὺς δεσμοὺς τῶν δούλων σου, νῦν μακαριζόντων σε, μετὰ τῆς ἐκζητήσεως, τῆς ματαιότητος, καὶ πάντας καταξίωσον χαίρειν, σὺν Ἀγγέλων δήμοις, τοὺς καταφεύγοντάς σοι.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Λάμπων ἀστραπαῖς, ψυχῆς γενναιότητος, πιστοὺς ἐφώτισας, μάκαρ ἱερόαθλε, ποιμὴν Κισσάμου, φωτοειδέστατε, Μελχισεδὲκ,καὶ ηὔγασας, τοῦ μαρτυρίου σου, ταῖς ἀκτῖσι, Χριστωνύμων σύστημα, νήσου Κρήτης ἐσχάτοις ἐν ἔτεσι.
Ὄλβος τιμαλφής, ἀνδρείας καὶ πίστεως, ὀφθεὶς ἐν ἔτεσι, τοῖς ἐσχάτοις ᾔσχυνας, ἀπίστων ὄχλον, τῷ μαρτυρίῳ σου, Μελχισεδὲκ καὶ ηὔφρανας, Κρητῶν τὸν σύλλογον, σοῦ τὴν μνήμην, νῦν πανηγυρίζοντα, μελιῤῥύτοις ψαλμοῖς τε καὶ ᾄσμασι.
Νέε ἀθλητά, τῆς Κρήτης χρυσόπλοκον, στέφος δεξάμενος, ὡς σταδίου πρώταθλος, ἐκ τοῦ Ὑψίστου, χειρῶν κατέλαβες, Μελχισεδὲκ σκηνώματα, τοῦ πόλου πάμφωτα, σὺν Ἀγγέλων, δήμοις ἐπαγάλλεσθαι, καὶ Μαρτύρων χοροῖς συνευφραίνεσθαι.
Θεοτοκίον.
Χαῖρε Μαριάμ, Θεοῦ Λόγου εὔστοργε, καὶ εὐσυμπάθητε, Μῆτερ τοῦ Παντάνακτος, ἡ ἐλεοῦσα, ἀπαύστως δούλους σου, σεμνοὺς καὶ κατοικτίρουσα, τοὺς μεγαλύνοντας, σοῦ τὸ πλῆθος, θαυμασίων κράζομεν, ἀσιγήτοις φωναῖς οἱ Χριστώνυμοι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Δεσμοὺς μὴ ἀνεχόμενος, Ἄγαρ υἱῶν δουλώσεως, Μελχισεδὲκ Ἱεράρχα, Κισσάμου τε καὶ Σελίνου, ἀγχόνης πεῖραν ἔλαβες, καὶ ὑπαντῆσαι ἔδραμες, Χριστῷ εἰς πόλου δώματα, τῷ ἐκ δουλείας θανάτου, ἐλευθερώσαντι κόσμον.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Κισσάμου φανὲ Μελχισεδέκ, καὶ Σελίνου αὔγασμα, δουλείας ζόφωσιν ἔλυσας, ποίμνης ἐλλόγου σου, σαῖς βολαῖς αἱμάτων, ἐν ἐσχάτοις ἔτεσι, καὶ τῆς ἐλευθερίας ἀνέτειλας, ἦμαρ εὐφρόσυνον, ἀστραπαῖς τοῦ μαρτυρίου σου, ἐν Χανίοις, στεῤῥόφρον νεόαθλε.
Ἐσύρθης γυμνὸς εἰς τὰς ὁδούς, διαπομπευόμενος, Χανίων οἴμοι τιπτόμενος, κάραν τὴν θείαν σου, ὑπομένων τίλσιν, τῶν τριχῶν γενείων σου, σεπτὲ Μελχισεδὲκ ὡς ἀσώματος, καὶ αἰκιζόμενος, ἵνα λάβῃς δόξης στέφανον, αἰωνίου, χειρῶν ἐκ τοῦ Κτίσαντος.
Ὑπ’ ὄχλου στυγνῶν Ἄγαρ υἱῶν, ἐν πλατάνῳ ἔνδοξε, ἀπηγχονίσθης καὶ σκῆνός σου, τὸ πανσεβάσμιον, μεληδὸν ἐτμήθη, ὑπ’ αὐτῶν μακάριε, Κισσάμου καὶ Σελίνου διάκοσμε, Μάρτυς ἀήττητε, ὦ Μελχισεδὲκ πανεύφημε, νέον θῦμα, Χριστοῦ θείας πίστεως.
Τελοῦντες τὴν μνήμην σου λαμπρῶς, φιλεόρτων τάγματα, Μελχισεδὲκ ἀξιάγαστε, πίστει βοῶμέν σοι· Ἐκκλησίας στῦλε, καλλιμάρτυς ἄσειστε, Κισσάμου καὶ Σελίνου τὸν σύλλογον, βάκτρῳ αἱμάτων σου, ὁ στηρίξας ὑμνηπόλους σου, ἐπευλόγει, θεόθεν καὶ στήριζε.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν πεπλησμένον ἀνδρείου φρονήματος Ἱεράρχην, μὴ ἀνεχόμενον δεσμὸν ἀπίστων δουλείας, ἀλλὰ τὴν τοῦ Χριστοῦ ἐλευθερίαν βιοῦντα, Μελχισεδὲκ τὸν ἀγχόνῃ αἰωρηθέντα εὐφημήσωμεν, ὡς νέον τῆς Κρήτης ὡράϊσμα, οὕτω λέγοντες· Ὁ τὴν ἀρχιερατικήν σου στολὴν αἵμασι καταστίξας, καὶ Κισσάμου τὸν θρόνον μαρτυρικὸν ἀναδείξας, Χριστὸν ἡμῖν καθιλέωσαι, τοῖς ἐκτελοῦσιν ἐκθύμως τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Δεῦτε ἐγκωμίοις Μελχισδέκ, στέψωμεν τὸν νέον, ἱερόαθλον εὐλαβῶς, Πρόεδρον Κισσάμου, τὸν ἀπαιωρηθέντα, χερσὶν ἐκγόνων Ἄγαρ, εὖχος ὡς πίστεως.
.jpg)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου