ΜΑΪΟΣ Γ΄.
ΑΧΜΕΤ ΝΕΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ[1]
(Γερασίμου Ὁσίου μοναχοῦ Μικραγιαννανίτου)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀχμὲτ τοῦ καλφᾶ, τοῦ ἐξ Ἀγαρηνῶν, ἀπαγχονισθέντος εἰς τὴν Πόλιν, ἐν ἔτει 1682ῳ.
Ὁ Ἅγιος Ἀχμέτ, καταγόταν ἀπὸ τὴν Κωνσταντινούπολη καὶ ἦταν μουσουλμάνος. Εἶχε τὸ ἀξίωμα τοῦ δεύτερου καλλιγράφου στὴν γραμματεία τοῦ σουλτάνου καὶ ἔχαιρε προνομιακῆς κοινωνικῆς θέσης. Ὄντας ἄγαμος, εἶχε ὡς παλλακίδα του, σύμφωνα μὲ τὸν μουσουλμανικὸ νόμο, μία ἀπὸ τὶς χριστιανὲς σκλάβες του, ῥωσσικῆς καταγωγῆς. Μία ἄλλη αἰχμάλωτη ῥωσσίδα, γραία θεοσεβής, συνήθιζε νὰ πηγαίνει στὴν ἐκκλησία τὶς ἑορτάσιμες ἡμέρες, καὶ νὰ φέρνει στὴν φίλη της ἀντίδωρο καὶ ἁγιασμό. Μία ἀπὸ αὐτὲς τὶς ἡμέρες, ὁ Ἀχμέτ, ἀντιλήφθηκε ὅτι τὸ στόμα τῆς νέας γυναίκας ἀνέδιδε γλυκύτατη εὐωδία. Τὴν ῥώτησε τί εἶχε φάει καὶ ἐκείνη, μετὰ ἀπὸ πολλὲς ἐπίμονες παρακλήσεις, ἀπάντησε ὅτι τὸ μόνο ποὺ εἶχε φάει ἦταν ψωμὶ ἁγιασμένο ἀπὸ τὸν ἱερέα ποὺ τῆς ἔφερε ἡ ἡλικιωμένη γυναίκα.
Φλογερὴ ἐπιθυμία κατέλαβε τότε τὸν Ἀχμὲτ νὰ δεῖ πῶς οἱ χριστιανοὶ λαμβάνουν τὸ ψωμὶ αὐτό, καὶ τί εἴδους ἱεροτελεστίες τελοῦνται στὶς ἐκκλησίες τους. Ντύθηκε χριστιανικὰ καὶ μετέβη στὸν ναὸ τοῦ Πατριαρχείου γιὰ νὰ παρακολουθήσει κρυφὰ τὴν Θεία Λειτουργία. Τὴν στιγμὴ τῆς Μεγάλης Εἰσόδου, εἶδε τὸν ἱερέα ποὺ ἔφερε τὰ ἅγια Δῶρα, νὰ βαδίζει δίχως νὰ πατᾶ στὴν γῆ καὶ νὰ λάμπει ὁλόκληρος. Καὶ ὅταν ὁ πατριάρχης εὐλόγησε τὸ πλήρωμα, διέκρινε ἀκτίνες φωτὸς νὰ ἐκχέονται ἀπὸ τὰ χέρια του καὶ νὰ ἀγγίζουν τὰ κεφάλια τῶν πιστῶν, ἐνῶ μόνος αὐτὸς στεροῦνταν τοῦ θείου αὐτοῦ φωτός. Ὁ Ἀχμέτ, πίστεψε τότε μὲ ὅλη του τὴν ψυχή, καὶ δίχως δισταγμό, ἔκτοτε ἄρχισε νὰ ὁμολογεῖ τὴν ὑπεροχῆ τῆς χριστιανικῆς πίστεως μπροστὰ στοὺς συναδέλφους του. Ὁ τρίτος καλλιγράφος, ποὺ ἐποφθαλμιοῦσε τὴν θέση τοῦ Ἀχμέτ, ἔστρεψε ἐναντίον του τὸν ἀρχιγραμματέα καὶ τὸ ὑπόλοιπο προσωπικό. Ὁ Ἅγιος ὁδηγήθηκε στὸ δικαστήριο καὶ ἀνακριθείς, ἀπήντησε ὅτι ὄντως εἶχε ἀσπασθεῖ τὴν χριστιανικὴ πίστη μετὰ ἀπὸ θεία ἀποκάλυψη καὶ ὅτι εὐχόταν μὲ ὅλη τὴν καρδιά του στοὺς συναδέλφους του νὰ ἀντιληφθοῦν μὲ τὴν σειρά τους τὴν μουσουλμανικὴ ἀπάτη. Ὀργισμένος ὁ δικαστής, διέταξε νὰ τὸν φυλακίσουν μαζὶ μὲ τοὺς κρατούμενους τοῦ κοινοῦ ποινικοῦ δικαίου καὶ ἔδωσε ἐντολὴ νὰ τὸν ἀφήσουν δίχως τροφὴ καὶ νερὸ γιὰ ἕξι ὁλόκληρες ἡμέρες. Παρουσιαζόμενος ξανὰ στὸν δικαστή, μετὰ τὸ πέρας τῆς κράτησής του, δήλωσε ὅτι ἡ νηστεία αὐτὴ τὸν εἶχε ἐξαγνίσει, καὶ ὅτι ὁ Χριστὸς τοῦ εἶχε ἀποκαλύψει τὰ βαθύτερα μυστήρια τῆς πίστεως καὶ εἶχε στερεώσει τόσο γερὰ τὴν ἀποφασιστικότητά του, ὥστε θὰ ἦταν εὐκολότερο γιὰ τὸν δικαστὴ νὰ ζυμώσει πέτρες καὶ σίδερο μὲ τὰ χέρια του παρὰ νὰ τὸν μεταπείσει. Ὁδηγήθηκε τότε ἐνώπιον τοῦ ἴδιου τοῦ σουλτάνου, καὶ στὶς ἀπειλὲς ὅτι θὰ ἐκτελοῦνταν μὲ ἀποκεφαλισμό, ἀποκρίθηκε ὅτι ἕνας τέτοιος θάνατος θὰ ἦταν γιὰ αὐτὸν τὸ ἀποκορύφωμα τῆς χαρᾶς. Ὁ σουλτάνος, τὸν καταδίκασε ἀμέσως σὲ θάνατο, καὶ ὁ Ἀχμὲτ ἀποκεφαλίσθηκε στὶς 3 Μαΐου τοῦ 1682, βαπτιζόμενος στὸ ἴδιο του τὸ αἷμα, μὲ τὸ ὄνομα Χριστόδουλος. Πέταξαν τὸ σῶμά του στὴν ἀκτή, καὶ τὸ σημεῖο ἐκεῖνο, ἐπὶ πολλὲς ἡμέρες, καταυγαζόταν μὲ ὐπερκόσμιο φῶς.[1]
[1] Σύμφωνα μὲ τὸ πρωτότυπο κείμενο τοῦ Μαρτυρίου ποὺ διασώζει ὁ Κώδικας 349 τῆς βιβλιοθήκης τοῦ Πατριαρχείου Ἀλεξανδρείας.
Διαφοροποιεῖται ὅμως ὁ Ἅγιος Νικόδημος ὁ Ἁγιορείτης, καθὼς στὸ Νέον Μαρτυρολόγιον, γράφει ὅτι βαπτίσθηκε καὶ παρέμεινε κρυπτοχριστιανός, ἕως τὴν ἡμέρα πού, παρευρισκόμενος σὲ ἕνα συμπόσιο μὲ ἀνώτερους ἀξιωματούχους, τοῦ ζητήθηκε νὰ λάβει μέρος στὴν συζήτηση καὶ νὰ πεῖ ποιο, κατὰ τὴν γνώμη του, ἦταν τὸ καλλίτερο πράγμα στὸν κόσμο. Πληρωθεὶς αἴφνης μὲ θεῖο ζῆλο, ὁ Ἀχμέτ, ἐδήλωσε μεγαλοφώνως ὅτι τὸ καλλίτερο πράγμα στὸν κόσμο εἶναι ἡ πίστη στὸν Ἰησοῦ Χριστό. Οἱ ὁμοτράπεζοί του, ἔπεσαν ἀμέσως μὲ λύσσα ἐπάνω του καὶ τὸν ἔσυραν στὸν δικαστή, ὁ ὁποῖος, δίχως χρονοτριβή, ἀπήγγειλε τὴν θανατικὴ καταδίκη.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Καταυγασθεὶς ἐπιπνοίᾳ τοῦ θείου Πνεύματος, ἐν τῇ ψυχῇ ἐδέξω, εὐσεβείας τὸ φέγγος, Ἀμὲτ καὶ τῷ Σωτῆρι προσῆλθες Χριστῷ, θεολήπτῳ καρδίᾳ σου, καὶ ἐναθλήσας νομίμως ὑπὲρ Αὐτοῦ, οὐρανίου δόξης ἔτυχες.
Τῇ μυστικῇ εὐωδίᾳ τοῦ θείου Πνεύματος, εὐφράνας τὰς δυνάμεις, τῆς ψυχῆς σου τρισμάκαρ, ἀπέπτυσας τῆς πλάνης Ἀχμὲτ νουνεχῶς, δυσωδίαν ὀλέθριον, καὶ ὡς θυσία εὐώδης καὶ λογική, τῷ Σωτῆρι προσενήνεξαι.
Φωνῇ μεγάλῃ κηρύξας Χριστοῦ τὸ ὄνομα, ὑπὲρ Αὐτοῦ ἐτμήθης, ἀνδρικῶς τὸν αὐχένα, καὶ ῥείθροις τῶν αἱμάτων σου φοινιχθείς, λευκοφόρος ἀνέδραμες, πρὸς οὐρανίους σκηνώσεις Μάρτυς Ἀμέτ, ὡς ὁπλίτης Χριστοῦ ἔνθεος.
Προσόμοια ἕτερα. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔδωκας φιλάνθρωπε, τῷ Σῷ ἱκέτῃ ὡς εὔσπλαγχνος, τὴν ὀσμὴν τῆς Σῆς χάριτος, ἐντεῦθεν ἐπέγνω Σε, Ἀχμὲτ ὁ θεόφρων, καὶ τὴν δυσωδίαν, ἀπέβαλεν ἐκ τῆς ψυχῆς, τῆς δυσωνύμου πλάνης καὶ ἤθλησεν, ὑπὲρ τοῦ Σοῦ ὀνόματος, καὶ τῆς Σῆς δόξης ἐπέτυχεν· οὗ πρεσβείαις ἐλέησον, τοὺς αὐτὸν μακαρίζοντας.
Γνώμῃ οὐρανόφρονι, Χριστοῦ τὴν πίστιν εἰσδέδεξαι, τὴν ἁγίαν καὶ ἄμωμον, καὶ ταύτην ἐκήρυξας, Ἀχμὲτ Νεομάρτυς, τοῖς παρανομοῦσιν, ἀκαταπλήκτῳ σου ψυχῇ, καὶ παῤῥησίᾳ στεῤῥᾷ κατέπληξας, ἐχθρὸν τὸν πολυμήχανον, καὶ εὐφροσύνης ἐνέπλησας, τῶν πιστῶν τὰ συστήματα, τῇ γενναίᾳ ἀθλήσει σου.
Δέδωκας εἰς θάνατον, ὑπὲρ Χριστοῦ τοῦ Παντάνακτος, Ἀχμὲτ Μάρτυς ἀοίδιμε, σαὐτὸν ἀνδρικώτατα, καὶ δήμοις Μαρτύρων, συνήφθης τρισμάκαρ, ὡς τοῦ Σωτῆρος ἀθλητής, ἀθανασίας τῆς ὑπὲρ ἔννοιαν, ἐνδόξως ἀξιούμενος, καὶ ἐν μεθέξει θεούμενος· διὰ τοῦτο τὴν μνήμην σου, τὴν ἁγίαν γεραίρομεν.
Δόξα. Ἦχος πλ. β΄.
Ὡς ἀστὴρ θεοφεγγής, ἐκ σκότους ἀγνωσίας ἡμῖν ἀνέτειλας, Νεομάρτυς Ἀχμὲτ μακάριε. Τῇ μυστικῇ γὰρ κλήσει νουνεχῶς προσχών, τὸν καλέσαντά σε ἅγιον προθύμως ἐπέγνωκας, τὸν τῆς πλάνης ἀποθέμενος ζόφον. Καὶ τῷ φωτὶ τῆς ἀληθείας, τὸν νοῦν ῥυθμίζων, τῇ ἐκχύσει τοῦ αἵματος, τὴν σὴν καλὴν ὁμολογίαν ἐσφράγισας, Χριστοῦ κηρύξας τὸ ὄνομα, καὶ Μάρτυς Αὐτοῦ θεῖος γενόμενος· διὸ τὴν σὴν μνήμην τελοῦντες, Ἀθλητὰ βοῶμέν σοι· μαρτυρικοῖς συγχορεύων δήμοις, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος· Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Προφητείας Ἡσαΐου το ανάγνωσμα. [Κεφ. ΜΓ 9-14].
Τάδε λέγει Κύριος` πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ αὐτῆς; Ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αὐτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. Γ 1-9]
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτούς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν. Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄
Εὐφράνθης τῇ καρδίᾳ, ἐν τῇ εὑρέσει τῆς χάριτος, Ἀχμὲτ παναοίδιμε. Καὶ ὅλον σεαυτὸν ἐπέδωκας, τῆς καθαρᾶς ζωῆς τοῖς ἔργοις, ὡς τοῦ Χριστοῦ κοινωνός. Παρ’ Αὐτοῦ γὰρ ἐδέξω, δύναμιν καὶ σθένος, ἐν τῇ ἀποπτύσει τοῦ χείρονος. Καὶ τὸ ὄνομα Αὐτοῦ ὁμολογήσας, ἀθλητικῶν γερῶν ἠξίωσαι, ὑπὲρ ἡμῶν δεόμενος, τῶν τιμώντων σε Ἅγιε.
Ἦχος β΄.
Τῷ Χριστῷ στρατευσάμενος, ἐν πίστει καὶ ἀληθείᾳ, τῶν ἐν κόσμῳ ἀγαθῶν ὑπερήρθης, ἐν συνέσει πολλῇ, Ἀχμὲτ Μάρτυς ἔνδοξε. Καὶ σαὐτὸν ἀπαρνησάμενος, μαρτυρικὸν ὑπῆλθες ἀγῶνα, καὶ τὸν τοῦ σκότους ἄρχοντα, τῇ σῇ εὐτολμίᾳ ἐθανάτωσας, θανατωθεὶς ἀνδρείως, ὑπὲρ τῆς πάντων ζωῆς, καὶ τῆς ἀθανάτου ζωῆς, κληρονόμος γενόμενος, μαρτυρικῶν κατατρυφᾷς ἐπάθλων, φωτὸς ἀϊδίου πληρούμενος· διὸ δυσωποῦμέν σε, ὡς Ἀθλοφόρον Χριστοῦ εὐκλεῆ, ἀπαύστως πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Ἀθλητικὴν ὁπλισάμενος ἀνδρείαν, τυραννικὴν ἐφαύλισας μανίαν, ἐν τῇ ὁμολογίᾳ τῆς πίστεως, Νεομάρτυς Ἀχμὲτ ἀξιάγαστε. Καὶ ἐκτμηθεὶς τὸν αὐχένα, ῥείθροις αἱμάτων ἀπέπνιξας, τὸν βύθιον δράκοντα μακάριε, καὶ κοινωνὸς Μαρτύρων ὤφθης, στεῤῥοτάτῃ ἀριστεύσας καρδίᾳ. Καὶ νῦν τῆς δόξης αὐτῶν μέτοχος χρηματίζων καὶ ἰσότιμος, σὺν αὐτοῖς ἀδιαλείπτως ἱκέτευε, τὸν στεφανώσαντά σε Κύριον, ῥύεσθαι ἡμᾶς τῆς ἀπάτης τοῦ πολεμήτορος, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Τῆς θεϊκῆς ἐπιγνώσεως, ἐπιλάμψαν τὸ φῶς ἐν τῇ καρδίᾳ σου, μυστικῶς σε ἠλλοίωσε, καὶ τοῦ Σωτῆρος Χριστοῦ, ὀπαδόν σε ἀπειργάσατο. Οὗ τὸν Σταυρὸν ἀράμενος, αὐτῷ ἠκολούθησας, καὶ ὑπὲρ αὐτοῦ προθύμως, τὸ θανεῖν προείλου, Ἀχμὲτ ἀθλητὰ μακάριε. Καὶ νῦν τῆς αἰωνίου δόξης κατατρυφῶν, καὶ τοῦ ξύλου τῆς ζωῆς ἐπαπολαύων, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῶν Μαρτύρων ἰσότιμος, τῇ ἐκχύσει τοῦ αἵματος, Ἀχμὲτ παμμακάριστε ἐχρημάτισας, καὶ ἐπαξίων τετύχηκας, ἐπάθλων καὶ σύσκηνος, τῶν Ἀγγέλων γεγονώς, ὡς ὁπλίτης περίδοξος, τοῦ Παντάνακτος, ἐκδυσώπει ἀπαύστως Ἀθλοφόρε, ὑπὲρ πάντων τῶν τιμώντων, τὴν παναοίδιμον μνήμην σου.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ὡς ἐπέγνως τὴν δύναμιν, καὶ τὴν χάριν τὴν ἔνθεον, ἐνεργείᾳ κρείττονι τοῦ Παντάνακτος, τούτῳ προθύμως προσέδραμες, Ἀχμὲτ παναοίδιμε, καὶ υἱὸς ὤφθης φωτός, διὰ θείου βαπτίσματος, ἀπωσάμενος, τῆς ἀπάτης τοὺς μύθους τοὺς ληρώδεις, καὶ ἐβάδισας ἐν πίστε, τοῦ μαρτυρίου τὸν δόλιχον.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ἐκτμηθεὶς τὸν αὐχένα σου, τῆς ἀπάτης τὸ φρύαγμα, νοητῶς ἀπέτεμες τῇ ἐνστάσει σου, καὶ νικηφόρος ἀνέδραμες, ὡς Μάρτυς ἀήττητος, πρὸς μονὰς τῶν οὐρανῶν, καθορῶν τὴν λαμπρότητα, τὴν ἀμήχανον, σὺν χοροῖς τῶν Μαρτύρων τοῦ Σωτῆρος, καὶ πρεσβεύων ὑπὲρ πάντων, Ἀχμὲτ τῶν πίστει τιμώντων σε.
Δόξα. Ἦχος β΄.
Μαρτυρικῆς εὐκληρίας ἐτρύφησας, μαρτυρικὴν ἐπιδειξάμενος ἔνστασιν, ἀνενδότῳ γνώμῃ, καὶ ζήλῳ ἱερῷ, Ἀχμὲτ μακάριε· ὁλοτρόπως γὰρ Χριστῷ ἀνατεθείς, ἐν τῇ γνώσει τοῦ κρείττονος, οὐκ ἔπτηξας θάνατον, ἀθανάτου πρόξενον ζωῆς· διὸ συναυλιζόμενος Μάρτυσιν, ἐν τῇ ἀπολαύσει τῶν αἰωνίων ἀγαθῶν, σὺν αὐτοῖς πρέσβευε Ἅγιε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Πτερωθεὶς τὴν καρδίαν φωτὶ ὃ ἔβλεψας, καὶ προσελθὼν τῷ Σωτῆρι ἐν θερμοτάτῃ ψυχῇ, ὡμολόγησας Αὐτοῦ πίστιν τὴν ἔνθεον, διαπρυσίῳ ἐν φωνῇ, καὶ ἐκτμηθεὶς τὴν κεφαλήν, Μαρτύρων δήμοις συνήφθης, Ἀχμὲτ Χριστοῦ Νεομάρτυς, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἰδὼν ἐν τῷ ναῷ, ᾧπερ λάθρα προσῆλθες, τὸ φῶς τὸ τοῦ Χριστοῦ, τὴν ψυχὴν κατηυγάσθης, καὶ σκότος τὸ καχέσπερον, τῆς ἀπάτης κατέλιπες, Ἀχμὲτ ἔνδοξε, τρωθεὶς ἀγάπῃ τῇ θείᾳ· ὅθεν νέμει σοι, ὁ τῶν ἁπάντων Δέσποτης, τὸν ἄφθαρτον στέφανον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς πλάνης τὸν σύνδεσμον, καταλιπὼν νουνεχῶς, Κυρίῳ προσέδραμες, τῷ Βασιλεῖ τοῦ παντός, Ἀχμὲτ παναοίδιμε· ᾧπερ ἀκολουθήσας, θεολήπτῳ καρδίᾳ, ἤνεγκας στεῤῥοψύχως, τὴν τομὴν τοῦ αὐχένος· διὸ ὡς Ἀθλοφόρον, Χριστοῦ εὐφημοῦμέν σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Εὐσεβείας τῇ αἴγλῃ καταυγασθείς, δυσσεβείας κατέλιπες τὴν ἀχλύν, καὶ ὅλος μετάρσιος, τῇ ἀγάπῃ τοῦ Κτίσαντος, ἐδείχθης ὡς ἐδέξω, τὸν πλοῦτον τῆς χάριτος, καὶ μαρτυρίου χαίρων, τὸν δρόμον διήνυσας· ὅθεν ἐπαξίων, ἀμοιβῶν ἠξιώθης, καὶ θείας λαμπρότητος, Ἀχμὲτ Μάρτυς ἀήττητε· διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Λουκᾶν. Ζήτει αὐτὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μαρτυρικῆς εὐκλείας ἐπέβης, ὁμολογήσας Χριστοῦ τὸ ὄνομα, ἐπὶ ἀπίστων τυράννων, ἐν παῤῥησίᾳ πολλῇ, Ἀχμὲτ θεόληπτε. Χριστὸς γὰρ Ὃν ἠγάπησας, λαμπρῶς σε ἐδόξασε, καὶ τῆς Αὐτοῦ Βασιλείας σὲ ἠξίωσεν· ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Ἀχμέτ, Μαρτύρων σύμμορφος ὤφθη. Γερασίμου.
ᾨδὴ α’. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Ἀΰλῳ λαμπόμενος, φωτοχυσίᾳ, Ἀχμὲτ παμμακάριστε, τοῦ θείου Πνεύματος, καταύγασόν μου τὸν νοῦν, ταῖς φωτοφόροις σου λιταῖς, ὅπως ὑμνήσω σε.
Χριστὸν ὡμολόγησας, Αὐτῷ πιστεύσας, Ἀχμὲτ βδελυξάμενος, τὴν ματαιότητα, καὶ οὐρανίων ἀγαθῶν, οἷάπερ Μάρτυς στεῤῥός, ὤφθης συμμέτοχος.
Μαρτύρων ἰσότιμος, Ἀχμὲτ ἐδείχθης, αὐτῶν τὴν στεῤῥότητα, ἐπιδειξάμενος, καὶ καθελὼν τὸν ἐχθρόν· μεθ’ ὧν ἱκέτευε Χριστόν, ὑπὲρ ἡμῶν ἐκτενῶς.
Ἐπέγνως τὴν ἔλλαμψιν, τῆς εὐσεβείας, ὡς λάθρα εἰσέδραμες, ἐν τῷ ναῷ τοῦ Θεοῦ, καὶ ἐφωτίσθης τὸν νοῦν, καὶ εἰσεδέξω τῇ ψυχῇ, χάριν τὴν ἔνθεον.
Θεοτοκίον.
Τὸν πάντων δεσπόζοντα, ἀνερμηνεύτως, τεκοῦσα ἐν σώματι, παρθένος ἔμεινας, ὡς ἧς πρὸ τόκου ἁγνή· διὸ ὑμνοῦμέν Σε ἀεί, ὡς Θεομήτορα.
ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Μαρτυρικῶς ἀγωνισάμενος, ψεύδους τὴν ἀπάτην κατήσχυνας, καὶ τὴν ἀλήθειαν Χριστόν, ὡμολόγησας Ἅγιε· διὰ τοῦτο κατηξίωσαι, Ἀχμὲτ θείας λαμπρότητος.
Ἀνοίξας στόμα σου τὸ ἅγιον, μέσον τῶν ἀπίστων ἐβόησας· Χριστιανῶν ἡ εὐσεβής, πίστις καὶ παναμώμητος, μεγίστει πέλει καὶ σωτήριος, σύνετε ἄνομοι.
Ῥωσθεὶς δυνάμει θείας πίστεως, ἀσεβῶν θυμὸν οὐ κατέπτηξας, ἀλλ’ ἀπτοήτως τὸν Χριστόν, ὡμολόγησας Ἅγιε, καὶ τοῖς Μάρτυσι συντέταξαι, τμηθεὶς τὸν αὐχένα σου.
Θεοτοκίον.
Τὸν Βασιλέα πάσης κτίσεως, Κόρη ὑπὲρ φύσιν κυήσασα, ὤφθης ἁπάντων βασιλίς, καὶ προστάτις καὶ ἔφορος· διὰ τοῦτο Βασιλείας με, τῆς ἄνω ἀξίωσον.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὡς κατεῖδες τὰς χεῖρας τὸ φῶς τῆς χάριτος, μυστικῶς αὐγαζούσας τοῦ Πατριάρχου σοφέ, κατηυγάσθης τῆς ψυχῆς Μάρτυς τὰ ὄμματα, καὶ τὸν τοῦ σκότους ἀρχηγόν, καταισχύνας εὐθαρσῶς, τῇ θείᾳ ὁμολογίᾳ, Ἀχμὲτ ἀξίως ἐδέξω, παρὰ Χριστοῦ δόξης τὸν στέφανον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπερήφανον δράκοντα, τῇ ταπεινώσει εἷλες τῇ θείᾳ, καὶ ὑψώθης πρὸς τὸν Κύριον, οὗ τρωθεὶς τῷ ἔρωτι, Μάρτυς διατόρων ἐκήρυξας.
Ῥείθροις τοῖς τῶν αἱμάτων σου, τὰ βορβορώδη ῥεῖθρα τῆς πλάνης, ἀπεξήρανας μακάριε, καὶ λαμπρῶς κατήρδευσας, τὰ τῆς εὐσεβείας βλαστήματα.
Ὡς ἐβόησας Ἅγιε, Χριστιανῶν ἡ πίστις ὑπάρχει, μεγίστη καὶ πανυπέρλαμπρος, ἀσεβεῖς ἐθρόησας, τῇ σῇ παῤῥησίᾳ μακάριε,
Νεκρωθεὶς πόθῳ κρείττονι, Ἀχμὲτ θεόφρον ἐν τοῖς παροῦσι, πρὸς ζωὴν τὴν ὑπερκόσμιον, τὰ σὰ διαβήματα, ὁλικῶς κατηύθυνας Ἅγιε.
Θεοτοκίον.
Σαρκωθεὶς ἐξ αἱμάτων Σου, ὁ Ὑπερούσιος ὑπὲρ λόγον, τὴν ἀρὰν τὴν πάλαι ἔλυσε, Κόρη ἀειπάρθενε, καὶ βροτῶν τὸ γένος ἀνέσωσεν.
ᾨδὴ ε΄. Τὴν Σὴν εἰρήνην.
Ὑπέρτερος γεγένησαι, ἁπάντων φθαρτῶν, ἡνίκα ἐδέξω τὴν γνῶσιν τὴν κρείττονα, καὶ ὅλον τὸν νοῦν σου ἐπτέρωσας, πρὸς τὰ θεῖα κάλλη, ζωῆς τῆς οὐρανίου.
Μεγάλων κατηξίωσαι, Ἀχμὲτ ἀμοιβῶν, παρὰ τοῦ Σωτῆρος, μισήσας τὰ πρόσκαιρα· τῆς οὐρανίου Βασιλείας γάρ, κληρονόμος ὤφθης, σὺν πᾶσι τοῖς Ἁγίοις.
Μαρτυρικῇ λαμπρότητι, ἐμπρέπων σοφέ, καὶ Χριστοῦ τὸ κάλλος, Ἀχμὲτ ὁρῶν πάντοτε, ὡς ἀθλητὴς ἀκαταγώνιστος, ἡμῖν πταισμάτων λύσιν, ἐξαίτει δυσωποῦμεν.
Θεοτοκίον.
Ὁ Λγός σὰρξ ἐγένετο, μηδόλως τραπείς, ἐκ τῶν Σῶν αἱμάτων ἁγνὴ ὑπὲρ ἔννοιαν, καὶ ἀλογίας ἡμᾶς ἔσωσεν· ὅθεν Σὲ Θεοτόκε, ἀεὶ δοξολογοῦμεν.
ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ῥήμασί σοι τοῖς σεπτοῖς, δυσσεβούντων οἱ χοροί, ἄφωνοι καὶ ἐνεοί, ὤφθησαν ὡς ἀληθῶς· τὴν κλῆσιν γάρ, τὴν τοῦ Σωτῆρος, Ἀχμὲτ ἐκήρυξας.
Φωτισμῷ τῷ νοητῷ, ἐπευφράνθης τὴν ψυχήν, καὶ ἁπάσης μετοχῆς, ἐμακρύνθης νουνεχῶς, μακάριε, τῆς ψυχοφθόρου, πλάνης γηθόμενος.
Ὁλικῶς ἀνατεθείς, Ἀχμὲτ Μάρτυς τῷ Χριστῷ, ὡς ἐπέγνωκας Αὐτόν, Θεὸν ὄντα τοῦ παντός, συμμέτοχος Αὐτοῦ τῆς δόξης, ὤφθης γηθόμενος.
Θεοτοκίον.
Σαρκωθεὶς ὑπερφυῶς, ἐξ αἱμάτων Σου ἁγνῶν, ὁ τῶν ὅλων Ποιητής, Θεοτόκον Σε ἁγνή, ἀνέδειξε, καὶ ὑπερτέραν, πάντων πανύμνητε.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοῦ ἀντιδώρου τῇ σεπτῇ εὐωδίᾳ, καὶ τῷ φωτὶ ἐν τῷ ναῷ τοῦ Κυρίου, καταυγασθεὶς Ἀχμὲτ Χριστῷ πεπίστευκας· ὅθεν ἀνεκήρυξας, ἐν φωνῇ διατόρῳ, πίστιν τὴν ἀμώμητον, καὶ τμηθεὶς τὸν αὐχένα, τοῖς τῶν Μαρτύρων ἥνωσαι χοροῖς, ὡς Νεομάρτυς, Χριστοῦ ἐνθεώτατος.
Ὁ Οἶκος.
Ἀπὸ νυκτὸς ἀσεβείας, ὡς ἄστρον φαεινὸν ἀνέτειλας τῇ Ἐκκλησίᾳ, Ἀχμὲτ παναοίδιμε, λιπὼν τῆς πλάνης τὴν σκοτόμαιναν, τῇ ἐν σοὶ ἐπιλάμψει, τοῦ φωτὸς τῆς ἀληθείας· ὁ γὰρ πάντων Θεὸς καὶ προνοητής, προειδώς σου τὸ τῆς καρδίας εὐθές, μυστικῶς σε ἐκάλεσε, πρὸς μετοχὴν τῆς Αὐτοῦ ἀγαθότητος. Καὶ ἐν συνέσει πολλῇ, σπεύσας τῇ οὐρανίῳ κλήσει, τῆς δυσσεβοῦς θρησκείας τὰ μυθεύματα καταλέλοιπας, καὶ τὸν Χριστὸν Θεὸν τῶν ὅλων, εὐτόλμως ὡμολόγησας· ὑπὲρ οὗ τμηθεὶς τὸν αὐχένα, τοῖς τῶν Μαρτύρων ἥνωσαι χοροῖς, ὡς Νεομάρτυς, Χριστοῦ ἐνθεώτατος.
Συναξάριον.
Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀχμὲτ τοῦ καλφᾶ, τοῦ ἐξ Ἀγαρηνῶν, ἀπαγχονισθέντος εἰς τὴν Πόλιν, ἐν ἔτει 1682ῳ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτήρ.
Ὡς εἶδες μεταρσίως βαδίζοντα, Ἀχμὲτ τὸν Ἱερέα ἐπτέρωσαι, τῇ ἀγαπήσει Χριστοῦ, ἐνθεωτάτῃ ψυχῇ.
Φωνῇ διαπρυσίῳ ἐκήρυξας, ἐν μέσῳ τῶν ἀπίστων μακάριε, τὴν πίστιν τῶν Χριστιανῶν, ἀνδρειοτάτῃ ψυχῇ.
Θανὼν ὑπὲρ Χριστοῦ ἀγαλλόμενος, ζωὴν πρὸς τὴν ἀθάνατον ἔδραμες, ἀναβοῶν ἐν χαρᾷ· Εὐλογητὸς ὁ Θεός.
Θεοτοκίον.
Ἠνέῳξας ἡμῖν τὰ οὐράνια, τεκοῦσα Θεοτόκε τὸν Κύριον, τὸν ἀνυψώσαντα ἡμᾶς, πρὸς τὰς ἐκεῖθεν μονάς.
ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Γενναίῳ φρονήματι, καὶ γλώσσῃ εὐσταθεῖ, διήλεγξας ἔνδοξε, τὴν πλάνην τοῦ ἐχθροῦ, Ἀχμὲτ καὶ ἐβόας· Εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐμβρόντητοι ὤφθησαν, ἀκούοντες ἐχθροί, βοῶντός σου ἔνδοξε, Χριστιανὸς εἰμί, καὶ κλίνας τῷ ξίφει, τὸν αὐχένα Ἀχμέτ, ἤρθης πρὸς τὰς λήξεις, τῆς ἄνω Βασιλείας.
Ῥοαῖς τῶν αἱμάτων σου, τῆς πλάνης τὴν πυράν, κατέσβεσας Ἅγιε, πιστῶν δὲ τὰς ψυχάς, διήγειρας ψάλλειν· Εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἀφλέκτως ἐβάστασας, θεότητος τὸ πῦρ, ὡς βάτος ἡ ἄφλεκτος, ἣν εἶδε Μωϋσῆς, Παρθένε Μαρία· διὸ φλέξον βοῶ, παθῶν τὴν ὕλην, πυρὶ τῆς χάριτός σου.
ᾨδὴ θ΄. Τὴν ζωοδόχον πηγήν.
Σύσκηνος ὤφθης τμηθεὶς τὸν αὐχένα σου, ὑπὲρ Χριστοῦ τοῦ τῶν ὅλων δεσπόζοντος, τῶν ἰδίῳ αἵματι, δοξασάντων Κύριον· μεθ’ ὧν τῆς ἄνω τρυφῆς ἐπαπολαύων, ὑπὲρ ἡμῶν Ἀχμὲτ Μάρτυς ἱκέτευε.
Ἰθύνας Μάρτυς νοὸς τὰς κινήσεις σου, πρὸς ἐφετῶν ἀληθῶς τὸ ἀκρότατον, βίου καθαρότητι, πρὸς αὐτὸν ἀνέδραμες, μαρτυρικῷ θείῳ τέλει καὶ ἐδέξω, παρὰ Χριστοῦ ἀφθαρσίας τὸν στέφανον.
Μεγίστη πέλει ἡ πίστις ἐβόησας, Χριστιανῶν δυσσεβούντων ἐνώπιον, καὶ Χριστὸν ἐκήρυξας, Θεὸν προαιώνιον· δι’ Ὃν τμηθεὶς Ἀχμὲτ χαίρων τὸν αὐχένα, πρὸς οὐρανίους μονὰς ἀνελήλυθας.
Ὄμβροις Ἀχμὲτ τῶν ἁγίων αἱμάτων σου, τῶν εὐσεβῶν τὰς καρδίας κατήρδευσας· διὸ κἀμὲ δρόσισον, πάθεσι φλεγόμενον, καὶ τὸν παρόντα μου ὕμνον ὡς δῶρον, δέξαι καὶ αἴτει πταισμάτων μοι ἄφεσιν.
Θεοτοκίον.
Ὑπερφυῶς τὸν Θεὸν ἐσωμάτωσας, ἀναλλοιώτως δι’ οἶκτον ἀμέτρητον, Κόρη ἀειπάρθενε, Θεοτόκε Δέσποινα, καὶ τῆς ἀρχαίας κατάρας ἐλυτρώσω, τοὺς προσκυνοῦντας τὸν ἄφραστον τόκον Σου.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ τῷ Χριστῷ πιστεύσας, Ἀχμὲτ καὶ πᾶσαν τοῦ ἐχθροῦ, καταβαλὼν τὴν ἀπάτην, τῇ σῇ ἀθλήσει τῇ στεῤῥᾷ, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν σὲ πιστῶς εὐφημούντων.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Φωτὶ εὐσεβείας αὐγασθείς, πλάνης τὴν σκοτόμαιναν, ὡς νουνεχὴς καταλέλοιπας, Ἀχμὲτ μακάριε, καὶ τρωθεὶς τῷ πόθῳ, τοῦ Χριστοῦ ἰσότιμος, Μαρτύρων εὐκλεῶν ἐχρημάτισας· μεθ’ ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ναῷ προσελθὼν τῷ τοῦ Χριστοῦ, θαυμαστῶς ἑώρακας, ἐν ἐνεργείᾳ τῇ κρείττονι, Ἀχμὲτ μακάριε, τὰς ἁγίας χεῖρας, ἐκλαμπούσας χάριτι, τοῦ θείου Ἱεράρχου καὶ δέδεξαι, γνῶσιν τὴν ἔνεθον, καὶ Χριστῷ πιστῶς προσέδραμες, ξενοτρόπως, μάκαρ σε καλέσαντι.
Μεγίστη ἡ πίστις τοῦ Χριστοῦ, πέλει ἀνεβόησας, μέσον ἀπίστων μακάριε, καὶ κατεβρόντησας, ἀκοὰς τὰς τούτων, τῷ θείῳ κηρύγματι, καὶ τῇ εὐσήμῳ γλώσσῃ σου Ἅγιε· διὸ γεραίρομεν, τὴν ἀνδρείαν σου παράστασιν, Νεομάρτυς, Χριστοῦ παμμακάριστε.
Τμηθεὶς τὸν αὐχένα σου στεῤῥῶς, ῥείθροις τῶν αἱμάτων σου, τὰ θολερὰ πλάνης ῥεύματα, Ἀχμὲτ κατέκλυσας, καὶ χαίρων ἀνῆλθες, πρὸς τὰ ὑπερκόσμια, σκηνώματα ὡς Μάρτυς ἀήττητος, τοῦ Παντοκράτορος · Ὃν ἱκέτευε δεόμεθα, ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε.
Δόξα. Ἦχος πλ. α΄.
Τῆς ἀληθείας ἡ χάρις, θαυμαστῶς ἐν σοὶ ἐνήργησε, καὶ ἔγνως σοφῶς, τὴν ἐν Χριστῷ ἀνάπλασιν ἡμῶν, Ἀχμὲτ μακάριε· ἀλλοιωθεὶς γὰρ τὴν ψυχήν, τὴν δεισιδαίμονα πλάνην ἀπεῖπας, καὶ ἐνεδύσω τὸν Χριτόν, τῇ καλῇ ὁμολογίᾳ. Οὗ τῇ ἀγάπῃ πτερούμενος, ὑπέκλινας τῷ ξίφει τὸν αὐχένα· ἀλλ’ ὡς τῶν Μαρτύρων σύσκηνος, καὶ πάντων τῶν Ἁγίων συνόμιλος, σὺν αὐτοῖς ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Νεομάρτυς Χριστοῦ Ἀχμέτ, ὁ τῇ ἐπιλάμψει, τοῦ τῆς χάριτος φωτισμοῦ, ἀθλήσας νομίμως, καὶ στέφος μαρτυρίου, λαβὼν παρὰ Κυρίου, τοῦ σὲ δοξάσαντος.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Καταυγασθεὶς τῇ τοῦ Χριστοῦ ἐπιλάμψει, ὑπὲρ Αὐτοῦ τὸ σὸν ἐξέχεας αἷμα, καὶ τῶν Μαρτύρων ὤφθης ἰσοστάσιος· μεθ’ ὧν Ἀχμὲτ πρέσβευε, Νεομάρτυς Κυρίου, πάσης ἡμᾶς ῥύεσθαι, συνοχῆς καὶ ἀνάγκης, καὶ τῆς μελλούσης δόξης μετασχεῖν, ἐν τῇ ἠμέρᾳ, τῆς κρίσεως Ἅγιε
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀχμέτ, αἴτει ἡμῖν θείαν χάριν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγίων Μαρτύρων συνὼν χοροῖς, Ἀχμὲτ Νεομάρτυς, καθικέτευε σὺν αὐτοῖς, τὸν πάντων Θεὸν καὶ Βασιλέα, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν.
Χριστὸν ὡμολόγησας εὐθαρσῶς, καὶ χαίρων ἐτμήθης, δι’ ἀγάπην Αὐτοῦ Ἀχμέτ· ᾯ πρέσβευε ἤδη Νεομάρτυς, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν.
Μαρτύρων τῆς δόξης κατατρυφῶν, παθῶν ἀδοξίας, καὶ κινδύνων ἐπαγωγῆς, Ἀχμὲτ Νεομάρτυς τοῦ Σωτῆρος, ταῖς σαῖς πρεσβείαις ἡμᾶς ἀπολύτρωσαι.
Θεοτοκίον.
Ἐκ Σοῦ κόσμῳ ὤφθη μετὰ σαρκός, ὁ πάντων Δεσπότης, ἐξ αἱμάτων Σου γεννηθείς, ᾯ πρέσβευε Κόρη ὡς Υἱῷ Σου, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῷ φωτὶ ὡς ηὐγάσθης, τῷ τοῦ Χριστοῦ Ἅγιε, σκότος ἀσεβείας ἀπώσω, καὶ χαίρων ἤθλησας· ὅθεν ἱκέτευε, ἁμαρτιῶν μου τὸ σκότος, ἀποθέσθαι τάχιστα, φέγγει τῆς χάριτος.
Ἀθλητῶν Ἀχμὲτ Μάρτυς, ὡς ἄθλητης ἄριστος, στέφει τῷ λαμπρῷ ἐκοσμήθης· ὅθεν ἱκέτευε, παθῶν με ῥύεσθαι, καὶ πειρασμῶν ἀδοκήτων, τὸν πιστῶς προστρέχοντα, ταῖς ἱκεσίαις σου.
Ἰησοῦν τὸν Σωτῆρα, ὃν ὡς Θεὸν ἔγνωκας, καὶ ὑπὲρ Αὐτοῦ τὸ σὸν αἶμα, Ἀχμὲτ ἐξέχεας, θερμῶς ἱκέτευε, πάσης λυτροῦσθαι ἀνάγκης, καὶ μανίας Ἅγιε, ἡμᾶς τοῦ ὄφεως.
Τῇ Χριστοῦ εὐωδίᾳ, τῇ θαυμαστῇ Ἅγιε, δι’ ἧς τὸ τῆς πλάνης δυσῶδες, θᾶττον ἀπέῤῥιψας, τὸν νοῦν μου εὔφρανον, ὅπως παθῶν δυσωδίαν, ἀποβάλω ἅπασαν, ὡς ψυχολέτειραν.
Θεοτοκίον.
Ἐσαρκώθη ἀφράστως, δίχα τροπῆς ἄχραντε, ἐκ τῶν Σῶν ἀχράντων αἱμάτων, ὁ Ὑπερούσιος, καὶ ἀνεπλάσατο, τὴν τῶν ἀνθρώπων οὐσίαν, καὶ δόξης τῆς κρείττονος, ἡμᾶς ἠξίωσε.
Διάσωσον, Ἀχμὲτ θεόφρον λιταῖς σου πρὸς τὸν Δεσπότην, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς οἷα Μάρτυρα θεῖόν σε ἀνυμνοῦντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀχμὲτ ἀθλητά, Χριστοῦ τοῦ Παντοκράτορος, δυσώπει ἀεί, βελῶν τοῦ κοσμοκράτορος, τοῦ πονηροῦ λυτρώσασθαι, τοὺς τιμῶντας τὴν θείαν σου ἄθλησιν, δι’ ἧς καθεῖλες αὐτοῦ τὴν ἰσχύν, καὶ ὤφθης Μαρτύρων ἰσοστάσιος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰσχὺν θείαν παράσχου μοι, κατὰ τῆς ἀπάτης τοῦ πολεμήτορος, Ἀχμὲτ Μάρτυς ἀξιάγαστε, ὁ καταβαλὼν αὐτοῦ τὸ φρύαγμα.
Ἡ πρεσβεία σου γένοιτο, κατὰ τῆς κακίας τοῦ παναλάστορος, τεῖχος ἄῤῥηκτον μακάριε, καὶ καταφυγὴ τοῖς σὲ γεραίρουσι.
Μαρτυρίου διάδημα, παρὰ τοῦ Σωτῆρος Ἀχμὲτ δεξάμενος, Αὐτῷ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν πιστῶς μακαριζόντων σε.
Θεοτοκίον.
Ἴθυνόν με πανάχραντε, πρὸς τῆς μετανοίας ὁδὸν σωτήριον, καὶ πραότητά μοι δώρησαι, καὶ θερμὴν ἐν ἅπασι κατάνυξιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέος ἀθλητής, τοῦ Χριστοῦ Ἀχμὲτ γενόμενος, ἐν καινότητι ζωῆς πνευματικῆς, πολιτεύεσθαι ἡμᾶς Μάρτυς ἐνίσχυσον.
Θείου φωτισμοῦ, ἐν ναῷ αὐτόπτης γέγονας, καὶ ἠγώνισαι στεῤῥῶς ὑπὲρ Χριστοῦ, Ὃν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἔχων πρὸς Χριστόν, παῤῥησίαν Ἀχμὲτ Ἅγιε, καθικέτευε Αὐτὸν ὑπὲρ ἡμῶν, ὡς ἂν λάβωμεν πταισμάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Ἵνα Σου ἁγνή, μεγαλύνω τὴν χρηστότητα, καὶ τὸ πλῆθος συμπαθείας τῆς πολλῆς, φῶς ἀνάτειλον Παρθένε τῇ καρδίᾳ μου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀνοίξας, Αχμὲτ τὸ στόμα ἐν μέσῳ, τῶν ἀπίστων παῤῥησίᾳ κηρύττεις, τὴν τοῦ Σωτῆρος ἀμώμητον πίστιν, ἐν ᾗ ἡμᾶς ἀσαλεύτους συντήρησον, ἐπιβουλῶν φθοροποιῶν, ἵνα τύχωμεν θείας λαμπρότητος.
Νεκρώσας, Ἀχμὲτ τμηθεὶς τὸν αὐχένα, τὸν ἀρχέκακον καὶ δόλιον ὄφιν, τῆς ἀϊδίου ζωῆς ἠξιώθης, ἧς καὶ ἡμᾶς κληρονόμους ἀνάδειξον, ταῖς προσευχαῖς σου πρὸς Χριστόν, τοὺς ὑμνοῦντας τὴν θείαν σου ἄθλησιν.
Χιτῶνι, μαρτυρικῷ ἐκοσμήθης, βεβαμμένῳ τοῖς σοῖς αἵμασι Μάρτυς· ὅθεν ἡμᾶς ἀφθαρσίας χιτῶνα, ἀναλαβεῖν ἐνδυνάμωσον Ἅγιε, ὑπὲρ ἡμῶν ἐκδυσωπῶν, τὸν φιλάνθρωπον Λόγον καὶ Κύριον.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως Θεοτόκε Παρθένε· τὸν γὰρ αὐτῶν Ποιητὴν καὶ Δεσπότην, ἀνερμηνεύτως ἐκύησας ἄχραντε· ὅθεν κἀμὲ τὸν ἐναγῆ, καὶ πολλὰ ἁμαρτάνοντα κάθαρον.
Διάσωσον, Ἀχμὲτ θεόφρον λιταῖς σου πρὸς τὸν Δεσπότην, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς οἷα Μάρτυρα θεῖόν σε ἀνυμνοῦντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν αἱμάτων σου ῥείθροις ἀπέπνιξας, Ἀχμὲτ τρισμάκαρ τὸν δόλιον δράκοντα, ἡμᾶς δὲ κατάρδευσον χάριτι, πρὸς ἀρετῶν εὐκαρπίων δεόμεθα, ὡς ἂν θείαν ἄφεσιν λάβωμεν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος..
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅλην τὴν διάνοιαν, πρὸς τὸν Χριστὸν ἀνατείνων, μέσον εὐθαρσώτατα, τῶν ἀπίστων Ἅγιε ὡμολόγησας, Αὐτοῦ τὸ ὄνομα, ἐν φωνῇ μεγάλῃ, καὶ στεῤῥῶς τμηθεὶς τὴν κάραν σου, Μαρτύρων σύναθλος, ὤφθης· διὰ τοῦτο βοῶμέν σοι, Χριστὸν τὸν ἀθλοθέτην σου, σὺν αὐτοῖς ἱκέτευε πάντοτε, ὅπως λυτρωθῶμεν, ἁπάσης δυσμενῶν ἐπιφορᾶς, καὶ τῆς Αὐτοῦ μετασχοίημεν, θείας ἀγαθότητος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥυπωθεὶς τῇ κακίᾳ, τῇ θερμῇ σου πρεσβείᾳ προστρέχω Ἅγιε· σὺ οὖν ἐκλύτρωσαί με, ἐχθροῦ τῆς δυναστείας, καὶ συνέτισον ψάλλοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰσχυρῶς συνεπλάκης, τῷ ἐχθρῷ καὶ καθεῖλες αὐτοῦ τὴν δύναμιν, Ἀχμὲτ μεγαλοφώνως, κηρύξας τὸν Σωτῆρα, ᾯ βοῶμεν γηθόμενοι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νοσημάτων παντοίων, καὶ παθῶν ἀκαθάρτων ἡμᾶς ἀπάλλαττε, Ἀχμὲτ ταῖς σαῖς πρεσβείαις, τοὺς πόθῳ σε τιμῶντας, καὶ βοῶντας ἑκάστοτε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Γεωργήσασα Κόρη, τῆς ζωῆς τὸν δοτῆρα ὑπὲρ κατάληψιν, ἀνέτρεψας τῆς Εὔας, τὴν λύπην τῷ Σῷ τόκῳ, καὶ θανόντας ἐζώωσας, τῇ ἁμαρτίᾳ ποτέ, τοὺς Σὲ ὑμνολογοῦντας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν τῷ λειμῶνι, τῆς ἀφθαρσίας χορεύων, Ἀχμὲτ Ἅγιε ὡς Μάρτυς στεφηφόρος, ῥῦσαι τὴν ψυχήν μου, φθοροποιοῦ ἀπάτης.
Ῥείθροις αἱμάτων, τῶν σῶν κατάρδευσον Μάρτυς, ξηρανθεῖσάν μου τοῖς πάθεσι καρδίαν, ἵνα ἐξενέγκῃ, καρποὺς τῆς μετανοίας.
Ἀδιαλείπτως, ὑπὲρ ἡμῶν ἐκδυσώπει, Ἀχμὲτ Ἅγιε τὸν πάντων Βασιλέα, ὅπως λυτρωθῶμεν, βασάνων αἰωνίων.
Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.Σεσαρκωμένον, τὸν πάντων Κτίστην τεκοῦσα, ἡμᾶς ὕψωσας Παρθένε Θεοτόκε, πρὸς τὰς ἀπολαύσεις, τῆς ἄνω Βασιλείας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος ἐμπαθείας, κάθαρον τὸν νοῦν μου, τῇ σῇ πρεσβείᾳ Ἀχμὲτ πρὸς τὸν Κύριον, καὶ τῶν πταισμάτων ἐξαίτει μοι τὴν συγχώρησιν.
Μαρτύρων σὺν τοῖς δήμοις, πρέσβευε ἀπαύστως, ὑπὲρ ἡμῶν Νεομάρτυς πρὸς Κύριον, ὅπως ῥυσθῶμεν κινδύνων καὶ περιστάσεων.
Ὁ δόξης τῆς ἀλήκτου, Ἀχμὲτ ἀπολαύων, ὑπὲρ ἡμῶν μὴ ἐλλείπῃς δεόμεθα, μνείαν ποιεῖσθαι πρὸς Κύριον τὸν φιλάνθρωπον.
Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.Ὑμνοῦμεν Θεοτόκε, στόματι ἀπαύστως, τοῦ τοκετοῦ Σου τὸ μέγα μυστήριον, καὶ τὴν πολλὴν πρὸς ἡμᾶς Σου εὔνοιαν ἄχραντε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Πίστεως τὸ φέγγος ἐν τῇ ψυχῇ, μυστικῶς ἐδέξω, καὶ ἐνήθλησας εὐσεβῶς, ὑπὲρ τῆς ἀγάπης, Χριστοῦ Ἀχμὲτ θεόφρον· διὸ καὶ τῆς ἀλήκτου, ζωῆς ἠξίωσαι.
Στόμα σου ἀνοίξας τὸ ἱερόν, ἐν μέσῳ συλλόγου, τῶν ἀπίστων ἀναφωνεῖς, ἐν φωνῇ μεγάλῃ· μία ἐστὶν ἡ πίστις, Χριστιανῶν ἡ θεία, ἡ πάντας σώζουσα.
Χαίρων ἀπετμήθης τὴν κεφαλήν, Ἀχμὲτ Νεομάρτυς, καὶ ἀνῆλθες εἰς οὐρανόν, ἐν δόξῃ ἀῤῥήτῳ, ὡς Μάρτυς τοῦ Σωτῆρος, ὑπὲρ ἡμῶν πρεσβεύων, τῶν εὐφημούντων σε.
Ῥείθροις τῶν αἱμάτων σου τῶν σεπτῶν, κατήρδευσας μάκαρ, τὰς καρδίας τῶν εὐσεβῶν, Ἀχμὲτ Νεομάρτυς· διὸ τὴν ἄθλησίν σου, τιμῶμεν καὶ ὑμνοῦμεν, ἀγαλλιώμενοι.
Δόξης ἀπολαύων θεαρχικῆς, Ἀχμὲτ Νεομάρτυς, σὺν Μαρτύρων θείοις χοροῖς, πρέσβευε ἀπαύστως, Χριστῷ τῷ εὐεργέτῃ, σωθῆναι τοὺς ἐκ πόθου, σὲ μακαρίζοντας.
Πάσης ἐπηρείας πάσης φθορᾶς, λύπης καὶ κινδύνων, καὶ σκανδάλων ἐπαγωγῆς, ἀσινεῖς συντήρει, Ἀχμὲτ Μάρτυς Κυρίου, τοὺς πίστει προσιόντας, τῇ ἀντιλήψει σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δόξης, καὶ ζωῆς τῆς ἀληθοῦς, ἐν τοῖς οὐρανοῖς ἀπολαύων, ὡς ἀθλητὴς τοῦ Χριστοῦ, Μάρτυς παναοίδιμε, Ἀχμὲτ μακάριε, ἀπὸ πάσης ἐκλύτρωσαι, ἀνάγκης καὶ βλάβης, καὶ παντοίων θλίψεων, καὶ περιστάσεων, πάντας τοὺς πιστῶς σε τιμῶντας, ὡς Χριστοῦ γενναῖον ὁπλίτην, καὶ ἡμῶν μεσίτην πρὸς τὸν Κύριον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
[1] Εἰς τὸν Συναξαριστὴν Νικοδήμου, ἡ μνήμη τοῦ Νεομάρτυρος σημειοῦται τῇ ΚΔ΄ Δεκεμβρίου, πλὴν διὰ τὸ αἰδέσιμον τῆς ἡμέρας, ἤτοι τὰ προεόρτια τῆς Χριστοῦ Γέννας, προφανῶς αὕτη μετετέθη εἰς τὰς Γ΄ Μαΐου, τοῦθ’ ὅπερ αἱρετώτερον ψαλθῆναι ἀλλὰ οὐχὶ ἀπολύτως, καθότι καὶ αὕτη ἐνίοτε συμπίπτει εἰς αὐτὰς ταύτας τῆς Ἁγίας καὶ Μεγάλης Ἑβδομάδος ἡμέρας ἢ τῆς Διακαινησίμου.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου