ΑΠΡΙΛΙΟΣ ΚΗ
ΔΙΟΝΥΣΙΟΣ ΟΣΙΟΣ ΚΟΛΙΤΣΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς ἐν Ἁγίῳ τῷ Ὄρει, πανσέπτου Σκήτεως, τῆς Κολιτσοῦ ἣν μόχθοις, ἐν ἐσχάτοις τοῖς χρόνοις, ἡγίασεν ὁ θεῖος ἐν ἀσκηταῖς, θεοφόροις Ἀγάπιος, κονίστραν ἔδειξε πόνων ἄρτι σεπτῶν, ὁ θεόπνους Διονύσιος.
Τῆς ταπεινώσεως ἄστρον, τὸ παμφαέστατον, ἐν τοῦ τροπαιοφόρου, Γεωργίου Κελλίῳ, ἀρτίως ἀνατεῖλαν καὶ τηλαυγῶς, καταυγάσαν τὸν Ἄθωνα, ἀνευφημήσωμεν ᾄσμασι καὶ ψαλμοῖς, μελιῤῥύτοις, Διονύσιον.
Πνευματικῇ ὁδηγίᾳ, τὸν διαπρέψαντα, συντόνῳ ἐνασκήσει, ἀρετῇ καὶ σοφίᾳ, ἀρτίως ἐν τῷ Ἄθῳ καὶ ἀφανῶς, πολιτείαν ἰσάγγελον, τὸν διανύσαντα μέλψωμεν εὐλαβῶς, φωτοφόρον Διονύσιον.
Τὸν ὑφηγούμενον πᾶσι, πιστοῖς πραότητα, ὑπομονὴν ἀγάπην, ἐκκοπὴν τοῦ ἰδίου, θελήματος καὶ ἄκραν ὑπακοήν, ἀρετῆς θεῖον πρύτανιν, καὶ ταπεινώσεως στέψωμεν μελιχροῖς, ἐφυμνίοις Διονύσιον.
Δόξα. Ἦχος β΄.
Τὸν ἐκ νεότητος πολίσαντα τὸν Ἄθωνα, καὶ ἁγιάσαντα Κολιστοῦ τὴν Σκήτην, τοῖς αὐτοῦ ἀσκητικοῖς ἱδρῶσι, Διονύσιον ὅσιον μέλψωμεν, καὶ καθηκόντως αὐτῷ ἐκβοήσωμεν· Ὁ ἑαυτὸν ταπεινώσας ἐνώπιον τοῦ Κυρίου, καὶ φωτισθεὶς ἀστραπαῖς τοῦ Παρακλήτου Πνεύματος, σκέδασον ἡμῶν τὸν ζόφον τῆς οἰήσεως καὶ ἀλαζονίας, καὶ διὰ τῆς παμφώτου ὁδοῦ τῆς ταπεινοφροσύνης ἴθυνον, πρὸς νομὰς σωτηρίας, πάτερ θειότατε, τοὺς ἱκέτας σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ἀσκητικοῖς, ἐν Κολιτσοῦ ἀγῶσι, ὁ θεωθεὶς καὶ πόλον, σαφῶς κληρονομήσας, τρισμάκαρ Διονύσιε.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρει σῇ ἀγωγῇ, τῇ θεαυγεῖ ὁ Ἄθως, καὶ γάνυται ὁ δῆμος, τῇ σῇ ποδηγεσίᾳ, ἀζύγων Διονύσιε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις ὁ τοῦ ἐχθροῦ, τοῦ νοητοῦ ὀλέτης, καὶ φίλος τοῦ Κυρίου, θειότατος πατέρων, σεμνότης Διονύσιε.
Δόξα. Τριαδικόν.
Δώρησαι τοῖς πιστοῖς, ὑγίειαν κατ' ἄμφω, τοῖς σὲ δοξολογοῦσι, Τριὰς ὑπεραγία, Θεότης παντευλόγητε.
Καὶ νῦν. Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς παθῶν, τῶν χαμαιζηλων Μῆτερ, φιλόστοργε Κυρίου, λιταῖς Διονυσίου, ἐν Κολιτσοῦ ἀσκήσαντος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν εἰς ἄῤῥητον ὕψος ἀρθέντα νήψεως, ἐν Ὄρει Ἁγιωνύμῳ, ἀσκητικῇ ἀγωγῇ, Κολιτσοῦ δι' ἧς τὴν Σκήτην καθηγίασεν, ἄρτι τιμήσωμεν φαιδρῶς, Διονύσιον σεπτόν, ἡδύφθογγον ὡς κινύραν, τοῦ ἱεροῦ Παρακλήτου, αὐτοῦ θερμὰς λιτὰς αἰτούμενοι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀσκητῶν τὰ συστήματα, καὶ μιγάδων οἱ σύλλογοι, Ὄρους τοῦ Ἁγίου ἐγκωμιάσωμεν, τὸν ἐν ἐσχάτοις τοῖς ἔτεσι, λαμπρῶς διαπρέψαντα, ἐν τῇ Σκήτῃ Κολιτσοῦ, θεαυγῆ Διονύσιον, βίῳ κρείττονι, καὶ πιστῶν ἀπλανεῖ ποδηγεσίᾳ, πρὸς ἀνάβασιν βαθμίδων, τῆς ἀρετῆς θείας κλίμακος.
Ῥουμανίας τὸ βλάστημα, καὶ τοῦ Ἄθωνος ἄνθισμα, Κολιτσοῦ τῆς Σκήτεως τὸν οἰκήτορα, καὶ ἱερώτατον σέμνωμα, Καλύβης τοῦ Μάρτυρος, Γεωργίου τοῦ κλεινοῦ, ἐν στατάρχαις τοῦ Κτίσαντος, εὐφημήσωμεν, εὐλαβῶς Διονύσιον τὸν νέον, ταπεινώσεως φωστῆρα, καὶ εὐσεβείας ἀμάρυγμα.
Μοναστῶν κατευθύντορα, πρὸς σοφίαν καὶ θέωσιν, ἀπλανῆ καὶ ἄριστον πρὸς ἀπόκτησιν, βροτῶν ἐνθέου φρονήματος, σεπτὸν Διονύσιον, τὸν ἐκλάμψαντα βολαῖς, νεαυγῶς θείας χάριτος, διοράσεως, ἔσω κόσμου τῶν καρδιῶν ἁπάντων, ἀνυμνήσωμεν ὡς ἄστρον, νεολαμπέστατον Ἄθωνος.
Ὁδηγὸν ἐμπειρότατον, ἀσκητὴν ἐνθεώτατον, ἔσοπτρον τῆς χάριτος διαυγέστατον, τὸν ἑαυτῷ αὐστηρότατον, καὶ τοῖς καταφεύγουσιν, εἰς αὐτὸν ἐπιεικῆ, ταπεινὸν καὶ ἁπλούστατον, Διονύσιον, Κολιτσοῦ τὸν κοσμήσαντα τὴν Σκήτην, μαργαρίταις παλαισμάτων,αὐτοῦ ἀόκνων τιμήσωμεν.
Ἀσκητὴν θεοφώτιστον, καὶ σοφὸν ἀπολέσαντα, ὅρασιν ἐν γήρατι βλέπειν ἔνυλον, κτίσιν ἀλλὰ διαβλέποντα, ψυχῶν τὰ ἐνδότερα, καὶ ἀΰλους στρατιάς, τῶν Ἀγγέλων ὑμνήσωμεν, Διονύσιον, ὡς ὁσίων πατέρων λαμπηδόνα, ἀστραπαῖς χρηστοηθείας, τὸν καταυγάσαντα σύμπαντα.
Δεῦτε πάντες φιλόσιοι, Ἀθωνῖται καὶ τάγματα, εὐσεβῶν τιμήσωμεν ὕμνοις πρέπουσι, τὸν θεαυγῆς Διονύσιον, εὐχῆς ταπεινώσεως, φιλοθέου ἀγωγῆς, ἀπαθείας καὶ νήψεως, τὸν διάκοσμον, καὶ αὐτοῦ προσκυνήσωμεν τὸν τάφον, τὸν βλυστάνοντα ἀφθόνως, πιστοῖς ἰάσεων νάματα.
Δόξα. Ἦχος πλ. β΄.
Τὸν ἐπιμελῶς κρύπτοντα τὴν ἐν αὐτῷ οἰκοῦσαν χάριν, ἀσύλητον ἀρετῆς θησαυρὸν καὶ πολύτιμον ταπεινώσεως μάργαρον, ὡς ἔκτυπον τῆς ἐν Χριστῷ καινῆς ζωῆς τιμήσωμεν, Διονύσιον τὸν Ἀθωνίτην νεαυγῆ φωστῆρα, ἐν ἐσχάτοις χρόνοις καταλαμπρύναντα ὄρος τὸ Ἁγιώνυμον· οὗτος γὰρ τὴν στενὴν καὶ τεθλιμμένην τῆς ἀσκήσεως βαδίσας τρίβον ὑπὲρ φύσιν ἠγωνίσατο, καὶ δαψιλῶς εἵλκυσε τὴν χάριν τοῦ παναγίου Πνεύματος· ὅθεν ὡς τῶν πάλαι ἀσκητῶν ἰσοστάσιον καὶ ὁμότροπον, ἀξιοχρέως οἱ πιστοὶ μακαρίζομεν,καὶ ὡς πνευματικὸν πατέρα ἀνευφημοῦντες ὅσιον, τὰς αὐτοῦ εὐχὰς ἐκδεχόμεθα πρὸ βίον κρείττονα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄ 1 - 11 )
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὰ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη ;Ἤ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1 - 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καῖ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ Ἀθωνιτῶν ἡ ὁμήγυρις, τελοῦσα τὴν μνήμην τοῦ νεοθαλοῦς τῆς ἀρετῆς ἔρνους, καὶ νεοφύτου κρίνου τῆς ἐν Χριστῷ ἀπαθείας καὶ νήψεως,Διονυσίου τοῦ πνευματοφόρου· οὗτος γὰρ τοῦ ὁσίου Ἀγαπίου ἀκαλουθήσας τρίβοις, ἐν τῇ Σκήτῃ τῆς Κολιτσοῦ ἀσκήσει συντόνῳ, Θεῷ καὶ ἀνθρώποις εὐηρέστησε· καὶ νῦν ὡς τῶν πάλαι ὁσίων πατέρων ἐφάμιλλος, τῶν βραβείων τῆς νίκης ἔτυχεν ἐν τῇ πόλει τῇ ἄνῳ, ἔνθα Χριστῷ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Ὡς ὀρθρινὸς τῆς εὐσεβείας φωστὴρ καὶ πυξὶς ἀπλανεστάτη, ἀσκητῶν δήμοις καὶ μιγάδων χορείαις, ὑπέδειξας τὴν ὁδὸν τὴν ἀπάγουσαν πρὸς θέωσιν, Διονύσιε θεόσοφε· σὺ γὰρ λύχνον τοῖς ποσί σου θέτων τὸν νόμον τῆς ἀγάπης, καὶ φῶς ταῖς τρίβοις σου τὸ Πηδάλιον τῆς Ἐκκλησίας, ὡς οἰακοστρόφος ψυχῶν σταθηρὸς διέλαμψας ἄρτι· καὶ νῦν εἰς λιμένα καταντήσας τῶν οὐρανῶν ἀχείμαστον, Χριστῷ συμβασιλεύεις τῷ παρέχοντι λιταῖς σου, πᾶσιν ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος γ΄.
Καθοπλισθεὶς τοῖς ὅπλοις τῆς καρδιακῆς προσευχῆς Διονύσιε, νηπτικῶν πατέρων ἔκτυπον ὤφθης ἐν χρόνοις τοῖς ἐσχάτοις, καὶ δαιμόνων ἀντίπαλος· αὐτοὺς γὰρ θριαμβεύσας ἐν ταῖς καθ’ ἡμέραν μάχαις, νίκης τρόπαια ἔστησας περιφανῆ ἐν Κολιτσοῦ τῇ Σκήτῃ, τοῖς σοῖς νυχθημέροις πόνοις καὶ γονάτων κλίσεσιν· ὅθεν κοινωνῆσαι ἀξιωθεὶς θείας δόξης, Ἀγγέλων σύσκηνος γέγονας, καὶ πρεσβευτὴς ἡμῶν πρὸς Κύριον θερμότατος.
Δόξα. Ἦχος δ΄.
Ἐκ Ῥουμανίας τῆς βλαστησάσης σε εἰς Ἄθωνα ἐνδημήσας, αὐτὸν κατεπίανας ὀχετοῖς δακρύων σου, καὶ ῥείθροις ἀσκητικῶν σου ἱδρώτων, Διονύσιε· ἐκδημήσας ὅθεν πρὸς τοὺς ἀειθαλεῖς λειμῶνας τῆς χάριτος, κατέλιπες ἡμῖν ὀσμὴν εὐωδίας πνευματικῆς τελειώσεως, τοῖς νῦν τιμῶσιν ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, τῆς Ῥουμανίας βλαστός, Ἁγιωνύμου ὄρους ἔμπνουν ἀγλάϊσμα, πολύτιμος μαργαρίτης, τῆς Σκήτης τῆς Κολιτσοῦ, καὶ στεῤῥὸς ἀδάμας, ταπεινώσεως, σεπτὲ Διονύσιε, ἀσκουμένων ὑπόδειγμα, σκληραγωγίας, ἀπαθείας καὶ νήψεως, εὐωδέστατον, θεοφόρε ἀλάβαστρον· ὅθεν τὴν θείαν μνήμην σου, τιμῶντες γηθόμενοι, ἐν κατανύξει βοῶμεν· Πατέρων νέων καλλώπισμα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ στερηθεὶς ἐπὶ γῆς, τῶν ὀφθαλμῶν σου τοῦ φωτὸς Διονύσιε, πατέρων πνευματοφόρων, καὶ νεαυγῶν λαμπηδών, ἵνα ἀπολαύσῃς, φέγγους ὅσιε, ἀδύτου ἐν δώμασιν, οὐρανίου λαμπρότητος, σὺν τοῖς Ἀγγέλοις, καὶ ἁγίων συντάγμασι, χαριτόβρυτε, Ἀθωνῖτα καὶ πάνσοφε, μύστα τῆς θείας χάριτος· διόπερ ὡς σκήνωμα, διπλῆς ἀγάπης σε πάντες, ἀνευφημοῦντες πρὸς Κύριον, καὶ πρὸς τὸν πλησίον, δηλονότι τὴν ἁγίαν, τελοῦμεν μνήμην σου.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, χειραγωγὸς ἀπλανής, πρὸς τοὺς λειμῶνας οὐρανῶν τῶν σπευδόντων σοι, πατέρων ἐνασκουμένων, ἐν Κολιτσοῦ καλλονή, θεϊκῶν χαρίτων, οἰκητήριον, σεπτὲ Διονύσιε, ἰσουράνιε ἄνθρωπε, ἄσαρκε μέροψ, προσευχῆς ἐργαστήριον, καὶ ἀνάκτορον, ἀχειρότευκτον νήψεως· πάτερ θεοφορούμενε, ἐξ ὕψους τῆς δόξης σου, κατεποπτεύων μὴ παύσῃ, τοὺς εὐλαβῶς ἀνυμνοῦντάς σου, ἀσκήσεως πόνους, πρὸς ἀπόκτησιν σοφίας, καὶ ὁλοκλήρωσιν.
Δόξα. Ἦχος πλ. δ΄.
Ἔμπειρε πνευματικὲ κατευθῦντορ, διδακτικὲ πραΰτατε καὶ ἐπιεικέστατε, ὁ ἐν τῇ προσευχῇ προσκαρτερῶν ἀόκνως, καὶ ἑαυτὸν ἀναλίσκων τῇ διπλῇ ἀγάπῃ, Διονύσιε παμμακάριστε, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, μὴ παύσῃ Αὐτὸν ἱλεούμενος, ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν εἰς ἄῤῥητον ὕψος ἀρθέντα νήψεως, ἐν Ὄρει Ἁγιωνύμῳ, ἀσκητικῇ ἀγωγῇ, Κολιτσοῦ δι' ἧς τὴν Σκήτην καθηγίασεν, ἄρτι τιμήσωμεν φαιδρῶς, Διονύσιον σεπτόν, ἡδύφθογγον ὡς κινύραν, τοῦ ἱεροῦ Παρακλήτου, αὐτοῦ θερμὰς λιτὰς αἰτούμενοι.
Δόξα. Ἕτερον Ὅμοιον.
Ἀκραιφνοῦς ταπεινώσεως ὑφηγήτορα, ὑπομονῆς συμπαθείας, ὑπακοῆς καὶ εὐχῆς, Διονύσιον διδάσκαλον τιμήσωμεν, τὸν ἐν τῇ Σκήτῃ Κολιτσοῦ, ἐνασκήσαντα σεπτῶς, καὶ λάμψαντα ὡς πρὸς πόλον, χειραγωγὸν εὐσεβούντων, αὐτοῦ πρεσβείας ἐκδεχόμενοι.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
Ε Ν Τ ῼ Ο Ρ Θ Ρ ῼ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς ὄντως ἀσκητής, Κολιτσοῦ ἐν τῇ Σκήτῃ, Κυρίῳ τῷ Θεῷ, εὐηρέστησας μάκαρ, συντόνοις καμάτοις σου, προσευχῇ Διονύσιε, ἀπαθείᾳ σου, ὑπομονῇ ἀλουσίᾳ, νήψει κλίσεσι, τῶν σῶν γονάτων νηστείᾳ, καὶ τήξει σαρκίου σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β΄. Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σεπτὲ Διονύσιε, οἰκῆτορ τῆς Κολιτσοῦ, τῆς Σκήτεως πάνσοφε, ὁ ἐν ἐσχάτοις καιροῖς, ἀσκήσας ὡς ἄσαρκος, πρέσβευε οὐρανόθεν, τῷ Κυρίῳ τῆς δόξης, δοῦναι τοῖς σὲ τιμῶσιν, ἄμφω ῥῶσιν καὶ σθένος, καὶ δύναμιν πατῆσαι ἐχθροῦ, τὰ μηχανήματα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Κρουνὸν πολύῤῥυτον, τῆς θείας χάριτος, πιστοὺς ποτίζοντα, καὶ ἀναψύχοντα, αὐτοῦ τοῖς νάμασι σοφῶν ῥημάτων ἀζύγων δήμους, θεῖον Διονύσιον εὐφημήσωμεν ᾄσμασι, πάντες χαριτόβρυτον ἀσκητὴν ὄρους Ἄθωνος, καὶ πάνσεμνον οἰκήτορα Κέλλης θείου στρατάρχου Γεωργίου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον· Ὁσιακόν (Λουκ. στ΄ 17 - 23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος.
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τὸ δίπτυχον τῆς ἐν Χριστῷ καινῆς ζωῆς, ταπείνωσιν καὶ ἀγάπην πρακτικῶς προβάλλων ἐν Ἄθωνι, λίκνον πνευματικῆς ἀναγεννήσεως τὸ κελλίον σου ἔδειξας, Κολιτσοῦ ἐγκαλλώπισμα Διονύσιε· σὺ γὰρ ἀναγεννηθεὶς συντόνῳ ἀσκήσει, πολλοὺς ἐν Χριστῷ ἐγέννησας, τῷ παρέχοντι πᾶσιν ἡμῖν λιταῖς σου, οἰκτιρμῶν ὀχετοὺς καὶ μέγα ἔλεος.
Εἶτα οἱ Κανόνες· ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου οὗ ἡ Ἀκροστιχίς· Διονυσίῳ αἶνος, Κολιτσοῦ τῷ διακόσμῳ. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Δυνάμει τῇ ἄνωθεν, καθοπλισθεὶς ἐκ νεότητος, ἐπάταξας δράκοντα, τὸν νοητὸν ἀγωγῇ, τῇ ἀμέμπτῳ σου, καὶ ἤσκησας ἐν Ἄθῳ, σοφὲ Διονύσιε, χάριτος σκήνωμα.
Ἱλέωσαι Κύριον, ἡμῖν τοῖς πόθῳ τιμῶσί σε, ὡς ἄστρον νεόφωτον, ἐν Σκήτῃ τῆς Κολιτσοῦ, ἀμαρύγμασιν, ἐκλάμψαν ἀσιγήτου, εὐχῆς Διονύσιε, καὶ ταπεινώσεως.
Ὁσίων τοῖς ἴχνεσιν, ἀκολουθήσας ἐν ἔτεσιν, ἐσχάτοις ὁμότροπος, τῶν παλαιῶν ἀσκητῶν, Διονύσιε, τῆς Κολιτσοῦ κοσμῆτορ, ἐδείχθης καὶ Ἄθωνος, θεῖος διάκοσμος.
Θεοτοκίον.
Ναὸς εὐπρεπέστατος, τοῦ Θεοῦ Λόγου πανάχραντε, ὑπάρχουσα δεῖξόν με, ναὸν καλῶν λογισμῶν, Μητροπάρθενε, καὶ θεαρέστων ἔργων, τὸν σὲ μεγαλύνοντα, ὕμνοις ἑκάστοτε.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ὑμνοῦμεν ἀσκήσεώς σου πόνους, οὓς ἔτλης ἐν Σκήτῃ Κολιτσοῦ, πρὸς ἀρετῆς τελείωσιν, καὶ ἀγωγὴν ἰσάγγελον, τρισμάκαρ Διονύσιε, πατέρων νέων ὡράϊσμα.
Σοφὲ Διονύσιε ταμεῖον, νηστείας εὐχῆς ὑπομονῆς, ὑπακοῆς συνέσεως, σκληραγωγίας νήψεως, καὶ χαρισμάτων Πνεύματος, ἄρτι ἐδείχθης ἀσύλητον.
Ἰθύνας τὰ διαβήματά σου, σὺν τῷ Γυμνασίῳ τῷ σεμνῷ, ὁμαίμονί σου Ὅσιε, εἰς ὄρος τὸ τοῦ Ἄθωνος, ἀσκήσει Διονύσιε, τῷ Ἰησοῦ εὐηρέστησας.
Θεοτοκίον.
Ὡράϊσμα Κεχαριτωμένη, ἁγνείας ἀόκνοις προσευχαῖς, Διονυσίου ἔμφρονος, κοσμήτορος τοῦ Ἄθωνος, ἱλέωσαι τὸν Τόκον σου, ἡμῖν τοῖς σὲ μακαρίζουσι.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ἐκ νεότητος, ἄχρι βαθέος, γήρως ὅσιον, ἀναλωθέντα, τῇ ἀγάπῃ τοῦ Θεοῦ καὶ ἀσκήσαντα, θεοτερπῶς ἐν τῷ ὄρει τοῦ Ἄθωνος, ἀνευφημήσωμεν ὕμνοις ἐμπρέπουσι, Διονύσιον Ἀγγέλων τὸν ἰσοστάσιον, καὶ πόλου νῦν θειότατον οἰκήτορα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἀσκητὰ πνευματοφόρε, ἐγρηγόρσει κοσμούμενος, πᾶσαν ῥαθυμίαν, καὶ ῥαστώνην πόνοις ἀσκήσεως, σοῖς νυχθημέροις ἐδίωξας θεόσοφε, Διονύσιε, χαρίτων Πνεύματος ἔσοπτρον.
Ἰσχυρῶς τῷ παλαμναίῳ, προσεπάλαισας Ὅσιε, πόνοις σου συντόνοις, νοερᾷ εὐχῇ Διονύσιε, σκληραγωγίᾳ καὶ τήξει τοῦ σαρκίου σου,καὶ τῷ Κτίσαντι, Θεῷ ἡμῶν εὐηρέστησας.
Νικηφόρως τὸν ἀγῶνα, ἀσκητὰ ἐπεράτωσας, καὶ λιπὼν τὸν κόσμον, ὃν δι’ ὀφθαλμῶν σου οὐκ ἔβλεπες, τῶν χοϊκῶν ἐν σῷ γήρᾳ Διονύσιε, μεταβέβηκας, πρὸς φῶς Χριστοῦ τὸ ἀνέσπερον.
Θεοτοκίον.
Οὐρανῶν ὑψηλοτέρα, παντευλόγητε Δέσποινα, Κεχαριτωμένη, τοῦ Διονυσίου τοῦ μάκαρος, εὐχαῖς ὁδήγει πρὸς δώματα οὐράνια, τοὺς ἐν ᾄσμασι, σὲ ἀκλινῶς μακαρίζοντας.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Σοφῶς πεπολίτευσαι, ἐν Σκήτῃ Διονύσιε, Κολιτσοῦ καὶ τοῦ Τροπαιοφόρου, τοῦ Γεωργίου, Καλύβην τὴν πτωχικήν, παλάτιον ἔδειξας λαμπρόν, προσευχῆς καὶ νήψεως, ἀσκητὰ πνευματέμφορε.
Καλῶς τὸν ἀγῶνά σου, τελέσας Διονύσιε, ἔλαβες βραβεῖα σῶν καμάτων, ἐκ τοῦ Κυρίου, τῶν παναχράντων χειρῶν, τοῦ νέμοντος γέρα δαψιλῶς, πᾶσι τοῖς τὸ ἅγιον, Τούτου θέλημα πράττουσιν.
Οὐράνιε ἄνθρωπε, οὐράνωσον τὸ φρόνημα,τῶν ἀνευφημούντων σου τοὺς πόνους, οὓς ἔτλης μάκαρ, πρὸς κτῆσιν τῆς ἀρετῆς, ἀρτίως ἐν Σκήτῃ Κολιτσοῦ, πάτερ Διονύσιε, ἀφανὲς καὶ ἁπλούστατε.
Θεοτοκίον.
Λαμπὰς ἀγαθότητος, σεμνὴ Θεογεννήτρια, φώτισον τὰ σκότη σῶν προσφύγων, φωτὶ εὐχῶν σου, Υἱὸν πρὸς μονογενῆ, τὸν σὸν καὶ δοτῆρα τοῦ φωτός, τοῦ ἀστέκτου ἄχραντε, καὶ πανύμνητε Δέσποινα.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἰδεῖν Χριστὸν κατηξίωσαι, ἐν δόμοις οὐρανίου λαμπρότητος, βίου ἐν γήρᾳ σου, ὁ στεῤῥηθεὶς τῶν ὀμμάτων σου, Αὐτὸς οἷς οἶδε κρίμασι, Διονύσιε.
Τῶν φιλοσίων ὁμήγυρις, τελοῦσα τὴν ὑπέρλαμπρον μνήμην σου, ὕμνοις ἐμπρέπουσι, στέφει καμάτους τοὺς θείους σου, νεοφανῶν Ὁσίων φῶς Διονύσιε.
Σανὶς πλεόντων σωτήριος, ἐν δίναις ζοφεραῖς Διονύσιε, καὶ βίου κλύδωσι, τῶν προστρέχοντων σῇ χάριτι, ἐδείχθης καὶ ζητούντων εὐχὰς τὰς θείας σου.
Ὁσίων νέων τοῦ Ἄθωνος, πυξίον Διονύσιε πρόσδεξαι, τῶν ἀνυμνούντων σε, λιτὰς καὶ ταύτας προσάγαγε, Κυρίῳ ὡς εὐῶδες ὄντως θυμίαμα.
Θεοτοκίον.
Ὑπὲρ ἡμῶν Μητροπάρθενε, μὴ παύσῃ δεομένη τοῦ Τόκου σου, ὡς εὐσυμπάθητος, τῶν ὕμνοις μεγαλυνόντων σε, ἑκάστοτε Κυρία Θεογεννήτρια.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Θεοῦ εἰρήνης καὶ ἀγάπης ὑφηγήτορα, ἀσκητικῶς ἐν Κολιτσοῦ πολιτευσάμενον, καὶ σοφῶς χειραγωγήσαντα πρὸς σκηνώσεις, οὐρανῶν πληθὺν ἀζύγων καὶ συστήματα, εὐσεβῶν ὡς ὄλβον χάριτος τιμήσωμεν, θείας κράζοντες· Χαίροις ὦ Διονύσιε.
Ὁ Οἶκος.
Ἄθωνος τοῦ λειμῶνος, εὐθαλὲς καὶ εὐῶδες, θεόφρον Διονύσιε κρίνον, καὶ τῆς Σκήτεως τῆς Κολιτσοῦ, μυροβόλον ἄνθος ἀρετῆς πρόσδεξαι, τὸν ὕμνον τῶν τιμώντων σε, καὶ πίστει ἀκλινεῖ βοώντων·
Χαῖρε, ὁ γόνος τῆς Ῥουμανίας·
χαῖρε, ὁ λύχνος Θεοῦ σοφίας.
Χαῖρε, τῶν πατέρων τῶν πάλαι ὁμόζηλος·
χαῖρε, τῶν Ὁσίων τοῦ Ἄθωνος σύσκηνος.
Χαῖρε, νήψεως διάδημα καὶ διάκοσμος εὐχῆς·
χαῖρε, πίστεως καλλώπισμα καὶ ἐνθέου ἀγωγῆς.
Χαῖρε, ὁ κατευθύντωρ εὐσεβῶν πρὸς τὸν πόλον.
χαῖρε, ὁ παρακλήτωρ τῶν δεινῶς τρυχομένων.
Χαῖρε, σεπτῶν πατέρων κειμήλιον·
χαῖρε, λαμπρὸν τῆς χάριτος ἔσοπτρον.
Χαῖρε, πυξὶς βιοτῆς ἐναρέτου·
χαῖρε, ἀκτὶς χαρμονῆς οὐρανίου·
Χαίροις, ὦ Διονύσιε.
Συναξάριον.
Τῇ κη΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ὁσίου Διονυσίου, τοῦ ἐν τῇ Βατοπεδινῇ Σκήτῃ τῆς Κολιτσοῦ τοῦ Ἄθωνος.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Τεῖχος ἄσειστον, νηστείας ταπεινώσεως, εὐχῆς καὶ νήψεως, ἐν τοῖς ἐσχάτοις καιροῖς, ἐστήριξας λόγοις σου, καὶ νουθεσίαις σου, τοὺς προστρέχοντας, τῷ σῷ Κελλίῳ σέμνωμα, Διονύσιε πατέρων.
Ὡς θεόγραφον, νῦν τόμον ἀγαθότητος, σὲ μεγαλύνοντες, καὶ ἀρετῆς ἀκραιφνοῦς, χρυσόδετον νήψεως, τεῦχος θειότατε, θείαν μνήμην σου, ἐπιτελοῦμεν σήμερον, Διονύσιε εὐσχήμως.
Δένδρον νήψεως, νεόφυτον τοῦ Ἄθωνος, ὑπὸ τοὺς κλώνους σου, διδασκαλίας σεπτῆς, ἀνέψυχες ἅπαντας, τοὺς σοὶ προστρέχοντας, Διονύσιε, τοὺς βίου ἐν τῷ καύματι, τοῦ παρόντος πεζοπόρους.
Ἱκετεύομεν, θερμῶς σὴν ὁσιότητα, πάτερ πανάρετε· Μὴ διαλείπῃς Χριστῷ, πρεσβεύων ἀείποτε, ὑπὲρ τῶν ᾄσμασι, μελῳδούντων σου, τὴν μνήμην Διονύσιε, τὴν λαμπρὰν καὶ φωτοφόρον.
Θεοτοκίον.
Ἀγαθότητος, καὶ παρθενίας σκήνωμα, Θεογεννήτρια, Διονυσίου λιταῖς, τοῦ ἐν τῷ λειμῶνί σου, σοφῶς ἀσκήσαντος, ἄρτι εὔθυνον, ἀεί σε μεγαλύνοντας, πρὸς ὁδοὺς ἀγαθωσύνης.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Κρείττονα πρὸς βίον καὶ σοφίας, πρὸς κτῆσιν Θεοῦ κατηύθυνας σοὺς πρόσφυγας, πάτερ Διονύσιε, Κολιτσοῦ ἀνάστημα, πυξίδι τῶν ῥημάτων σου, πνευματοφόρητε, καὶ ῥάβδῳ θείων νουθεσιῶν σου, ἄκακε ἀκτῆμον, ἁπλούστατε καὶ πρᾶε.
Ὄμβρισον ὑψόθεν σοῖς ἰκέταις, νεφέλη ὡς ὀμβροτόκος Διονύσιε, συμπαθείας ἅπασιν, ὑετὸν προνοίας σου, ἀγάπης τῆς ἀφάτου σου, καὶ ἀντιλήψεως, σεμνότης νεαυγῶν μονοτρόπων, Ἄθωνα εὐχῶν σου, ὁ καταρδεύσας ὄμβροις.
Στήριγμα τοῦ βίου πεζοπόρων, ἀσάλευτον Διονύσιε πανθαύμαστε, προσευχαῖς σου ἴσχυσας, καθελεῖν τοῦ δράκοντος, τὸ ἐπηρμένον φρύαγμα, καὶ μηχανήματα, αὐτοῦ τὰ ψυχοκτόνα τρισμάκαρ, θραῦσαι ποδηγέτα, ὀρθὲ πιστῶν πρὸς πόλον.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ ἠγλαϊσμένη, ἁπάντων χριστιανῶν τὸ καταφύγιον, θεῖον παραμύθιον, θλιβομένων Δέσποινα, καὶ πάντων ὀλετήριον, δαιμόνων πρόσδεξαι, δεήσεις τῶν θερμῶς καθ’ ἑκάστην, σὲ μεγαλυνόντων, Κυρία Θεοτόκε.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ὡς νεολαμπῶν, πατέρων ἀπαύγασμα, ἀνευφημοῦντές σε, μάκαρ Διονύσιε, Ἁγίου Ὄρους, Ὁσίων καύχημα, νεόφωτον πρεσβείας σου, ἀπεκδεχόμεθα, πρὸς τὸν μόνον, διασῴζειν μερόπας, ἐκ θανάτου σκοτίας δυνάμενον.
Χαῖρε ἀσκητά, σοφὲ Διονύσιε, ἀζύγων κλέϊσμα, Κολιτσοῦ θησαύρισμα, καὶ θεοφόρων, πατέρων σέμνωμα, βοῶντες καταφεύγομεν, τῇ ἀντιλήψει σου, καὶ προνοίᾳ, τῇ ἀόκνῳ Ὅσιε, ἵνα πόλου χαρᾶς ἀπολαύσωμεν.
Μέμνησο ἡμῶν, νῦν μακαριζόντων σε, ὡς σκεῦος χάριτος, διαυγὲς καὶ σκήνωμα, τῆς διακρίσεως εὐπρεπέστατον, παμμάκαρ Διονύσιε, καὶ ἐκζητούντων σου, τὰς πρεσβείας, πρὸς τὸν πανοικτίρμονα, Ἰησοῦν τὸν Θεάνθρωπον Κύριον.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, ἁγνὴ ἀειπάρθενε, βροτῶν διάσωσμα, Ἄθωνος ἀγλάϊσμα, καὶ μονοτρόπων, σεπτῶν ὡράϊσμα, ἱκέτευε τὸν Τόκον σου, τὸν πανσεβάσμιον, δοῦναι πᾶσι, σὲ τοῖς μακαρίζουσιν, ἄμφω ῥῶσιν ψυχῆς τε καὶ σώματος.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Καθυποτάξας πάθεσι, σαρκίου σου τῷ πνεύματι, ἐν Κολιτσοῦ θείᾳ Σκήτῃ, ἀρτίως ἐπολιτεύσω, ὡς σαρκοφόρος ἄγγελος, θεόφρον Διονύσιε, χειραγωγὲ τοῦ Ἄθωνος, τῶν μονοτρόπων πρὸς πόλον, σεπτὲ καὶ κλέος πατέρων.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι.Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πάτερ Διονύσιε, ὑποπιάζων τὸ σῶμά σου, ἀπηρνήσω τὰ πρόσκαιρα, φθαρτὰ καὶ ἐπίκηρα, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίᾳ, καὶ πειρασμῶν ὑπομονῇ, ἄρτι ἐν Ἄθῳ, θεομακάριστε· διὸ καὶ τῆς λαμπρότητος, τῆς ὑπὲρ νοῦν ἐν τοῖς δώμασιν, ἀπολαύεις μακάριε, οὐρανῶν ὡς ἰσάγγελος.
Πάτερ Διονύσιε, τῶν ἀγαθῶν ὀρεγόμενος, ἃ ἡτοίμασε Κύριος, Αὐτὸν τοῖς πιστεύουσιν, ἐλογίσω πλοῦτον, τὴν Χριστοῦ πτωχείαν, καὶ τὴν ἐγκράτειαν τρυφήν, πνευματοφόρε· διὸ ἐνήσκησας, ἐν Κολιτσοῦ τοῦ Ἄθωνος, τῇ Σκήτῃ ὥσπερ ἀσώματος, καὶ ἀζύγων κατηύφρανας, τοὺς χοροὺς ἐνασκήσει σου.
Πάτερ Διονύσιε, τὴν ἀτραπὸν τῆς ἀσκήσεως, τὴν στενήν τε καὶ δύσβατον, ἐκ χρόνων ἐβάδισας, τῆς νεότητός σου· ὅθεν ἐκομίσω, σῶν πόνων στέφανον χρυσοῦν, παρὰ τοῦ μόνου τὰ γέρα νέμοντος, πιστοῖς Χριστοῦ οἰκτίρμονος, τὰς ἐντολὰς Οὗ ἐτήρησας, καὶ τὴν πίστιν ἀνόθευτον, εὐλαβῶς μάκαρ Ὅσιε.
Πάτερ Διονύσιε, χειραγωγὸς ἀπλανέστατος, καὶ φιλόστοργος δέδειξαι, πατὴρ ὁμηγύρεως, εὐσεβῶν μερόπων, κατὰ πνεῦμα μάκαρ, τῶν προσιόντων ἐν σπουδῇ, λαβεῖν εὐχήν σου καὶ τῶν ῥημάτων σου, ἀκοῦσαι πρὸς ἀνάβασιν, τῶν ἀρετῶν θείας κλίμακος, ἣν ἀνέβης συντόνοις σου, ἐν τῷ Ἄθωνι σκάμμασι.
Δόξα. Ἦχος πλ. δ΄.
Νεαυγῶν Ἀθωνιτῶν πατέρων τὸ καλλώπισμα, καὶ πνευματοκινήτων Ὁσίων τὸ ἱερὸν σεμνολόγημα, ὡς πιστῶν ἀπλανῆ πρὸς θέωσιν ἰθύντορα, καὶ ταμεῖον χάριτος ἀσύλητον, Διονύσιον τὸν ἐν Κολιτσοῦ ἀσκήσαντα εὐσχημόνως τιμήσωμεν· οὗτος γὰρ καθαγιάσας τὸν Ἄθωνα τοῖς αὐτοῦ ἀσκητικοῖς ἱδρῶσι, καὶ ἀνακουφίσας τοὺς αὐτῷ προσιόντας, βαλσάμῳ τῆς ἐν αὐτῷ οἰκούσης χάριτος, οὐρανῶν Βασιλείας πολίτης γέγονεν· ὅθεν καὶ ἡμεῖς αὐτοῦ τοὺς ἀγῶνας μακαρίζοντες, καὶ τὴν αὐτοῦ παγγέραστον μνήμην ἑορτάζοντες, τὰς θεοπειθεῖς αὐτοῦ λιτὰς ἐξαιτούμεθα, πρὸς βίον κρείττονα καὶ ζωὴν τὴν αἰώνιον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ὁ ἐν Σκήτῃ τῆς Κολιτσοῦ, ἄρτι διαπρέψας, ταπεινώσει καὶ προσευχῇ, καὶ ποδηγεσίᾳ πιστῶν ἀπλανεστάτῃ, πρὸς σωτηρίαν κόσμου, φῶς Διονύσιε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ τὰ ἐνδότερα ψυχῶν διαβλέπων, τῇ σοὶ οἰκούσῃ Θείᾳ Χάριτι μάκαρ, Κολιτσιῶτα ὅσιε σοφὲ ἰθυντήρ, πάντων Διονύσιε τῶν εἰς σὲ προστρεχόντων, τῆς χειρός μου κράτησον σταθηρῶς τῆς ἀθλίας, καὶ μετανοίας πρὸς τὴν σωστικήν, ὁδήγησόν με ὁδόν παμμακάριστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Διονύσιε Κολιτσιῶτα, ἀεὶ εὐλόγει με. Χ.Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει τῇ θείᾳ ἐγκρατευτά, διήνυσας τρίβον, Διονύσιε θαυμαστέ, ὁσίως καὶ εἴληφας τὴν χάριν, πιστοὺς ἰθύνειν πρὸς πόλου σκηνώματα.
Ἱκάνωσον πάντας σοὺς ὑμνητάς, καλῶς διαπλεῦσαι, Διονύσιε Κολιτσοῦ, τῆς Σκήτεως ἔνθεε οἰκῆτορ, θαλασσομάχους τοῦ βίου τὸ πέλαγος.
Ὁδὸν Διονύσιε σωστικήν, ὁ δείξας τοῖς πίστει, προσιοῦσί σοι ἀσκητά, τοὺς οἴακας κράτει τῆς ψυχῆς μου, οἰακοστρόφος σεπτὲ ὡς ἀλάνθαστος.
Θεοτοκίον.
Νικήτορας δεῖξον τοὺς εὐσεβεῖς, ἐν μάχαις τοῦ βίου, τοὺς ὑμνοῦντας πανευλαβῶς, καμάτους σεμνοῦ Διονυσίου, τῆς Κολιτσοῦ καλλωπίσματος Σκήτεως.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερεύχου τῶν πίστει, τῆς Κολιτσοῦ Ὅσιε, ἀνυμνούντων σοὺς νυχθημέρους, πόνους ἀσκήσεως, ὁ ἀκραιφνεῖ ἀγωγῇ, εὐαρεστήσας Κυρίῳ, πάτερ Διονύσιε, ἔνσαρκε ἄγγελε.
Συμπαθέστατε πάτερ, Ἀθωνιτῶν σέμνωμα, ὄλβε Ῥουμανίας εὐάνδρου, ἄμφω ὑγίειαν, δὸς τοῖς τιμῶσι λαμπρῶς, σῆς ταπεινώσεως τρόπους, μάκαρ Διονύσιε, καὶ διακρίσεως.
Ἰθυντὴρ χριστωνύμων, πρὸς ἀρετῆς ὅσιε, κτῆσιν ἀπλανὴς ὡς ὑπάρχων,τῇ ἐνοικούσῃ σοι, χάριτι σοὺς ὑμνητᾶς, ὁδήγει Κολιτσιῶτα, πάντας Διονύσιε, μάκαρ πρὸς θέωσιν.
Θεοτοκίον.
Ἐν ταῖς ζάλαις τοῦ βίου, καὶ συμφοραῖς ἄχραντε, σπεύδω Θεοτόκε προνοίᾳ, καὶ ἀντιλήψει σου, καὶ ἐκ βαθέων βοῶ· Διονυσίου πρεσβείαις, πειρασμῶν μὲ λύτρωσαι, Μῆτερ καὶ θλίψεων.
Ὁδήγησον, πρὸς μετανοίας λειμῶνας καὶ σωτηρίας, Διονύσιε Κολιτσοῦ οἰκῆτορ ἰσάγγελε, τοὺς σπεύδοντας Ὅσιε χάριτί σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἡ χάρις Θεοῦ τοῦ Λόγου Διονύσιε, φανὲ Κολιτσοῦ τῆς Σκήτεως νεόφωτε, ὁδηγὸν σὲ ἔδειξε, ἀπλανῆ τῶν πιστῶς προστρεχόντων σοι, καὶ πρὸς Αὐτὸν μεσίτην ἀσκητά, ἡμῶν τῶν τιμώντων σε θερμότατον.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Κόπασόν μου τὸν τάραχον, τῶν παθῶν πανεύφημε Διονύσιε, ἀπαθείας σεμνολόγημα, καὶ λαμπρὸν τοῦ Ἄθωνος καλλώπισμα.
Ὁ κρυφὰ Διονύσιε, προγινώσκων πάντων ψυχῶν σπευδόντων σοι, τῷ ὑσσώπῳ σῶν δεήσεων, κάθαρον ψυχῶν ἡμῶν τὸν βόρβορον.
Λαμπηδὼν Διονύσιε, Ὅσιε νεόφωτε διασκέδασον, λυπηρῶν ἡμῶν σκοτόμαιναν, ταῖς ἀκτῖσι θείας προστασίας σου.
Θεοτοκίον.
Ἴασαί μου τοὺς μώλωπας, καὶ τὰς ἀνιάτους πληγὰς θεράπευσον, τοῦ οἰκέτου σου Μητρόθεε, μητρικῆς φαρμάκῳ παῤῥησίας σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖχος ἀῤῥαγές, ἴσθι πάντων Διονύσιε, ἀντιλήψεως καὶ θείας ἀρωγῆς, τῶν ὑμνούντων σου ἐν Ἄθωνι παλαίσματα.
Σκεῦος τιμαλφές, Διονύσιε τῆς πίστεως, διακόσμησον τὸν βίον σαῖς εὐχαῖς, πρὸς Χριστὸν τῶν ἀκλινῶς μακαριζόντων σε.
Ἴσθι ταχινός, ἀντιλήπτωρ Διονύσιε, τῶν σπευδόντων εἰς τὴν Σκήτην Κολιτσοῦ, τὸ Κελλίον προσκυνῆσαι σῆς ἀσκήσεως.
Θεοτοκίον.
Ὡς κρουνὸν χαρᾶς, σὲ ὑμνοῦμεν πολυχεύμονα, Θεοτόκε καὶ ἀστείρευτον πηγήν, ἰαμάτων τῶν τρανῶς μακαριζόντων σε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὸν ἔνοικον, τοῦ Κελλίου ὅσιον, Γεωργίου πάνυ Τροπαιοφόρου, ἐν Κολιτσοῦ Διονύσιον ὕμνοις, ἐγκωμιάσωμεν ὡς ἀπλανέστατον, πνευματικὸν τῶν εὐσεβῶν, καὶ ἀλείπτην αὐτῶν θεοδώρητον.
Ἀξίωσον, μάκαρ Διονύσιε, Ῥουμανίας παντευλόγητε γόνε, μετ’ Ἡσυχίου ὁ Ἅγιον Ὄρος, καταλαβὼν παλαισμάτων κονίστραν σου, ὃ ἔδειξας σοὺς ὑμνητάς, ἀνελθεῖν τῆς θεώσεως κλίμακα.
Ἁγίασον, τοὺς ἀνευφημοῦντάς σε, Διονύσιε ὁ καθαγιάσας, τοῖς ὀχετοῖς τῶν δακρύων σου Ὄρος, ἀρτίως Ἅγιον καὶ τῶν ἱδρώτων σου, ῥοαῖς τὴν Σκήτην Κολιτσοῦ, ἀσκητὴς ἧς ἰσάγγελος πέφηνας.
Θεοτοκίον.
Ἑκάστοτε, Θεοτόκε σπεύδομεν, οἱ σοὶ δοῦλοι μητρικῇ παῤῥησίᾳ, τῇ σῇ καὶ σκέπῃ ἐν δίναις τοῦ βίου, καὶ ἀλγειναῖς περιστάσεσι Δέσποινα, Διονυσίου τὰ σεπτά, τοῦ Ὁσίου ὑμνοῦντες παλαίσματα.
Ὁδήγησον, πρὸς μετανοίας λειμῶνας καὶ σωτηρίας, Διονύσιε Κολιτσοῦ οἰκῆτορ ἰσάγγελε, τοὺς σπεύδοντας Ὅσιε χάριτί σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὁ ἀρετῶν διαλάμψας ἐν Ἄθωνι, βολαῖς ἀρτίως σοφὲ Διονύσιε, καὶ καταυγάσας ψυχὰς τῶν σπευδόντων σοι, ἐζοφωμένας ἡμῶν καταφώτισον, παθῶν σκοτίαν φωτὶ συμπαθείας σου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Κατὰ Ματθαῖον. (Ε’, 16-20)
Εἶπεν ὁ Κύριος· Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον...
Προσόμοιον. Ἦχ. πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός..
Φάρε διοράσεως, ὁ τηλαυγῶς διαλάμψας, φέγγει ταπεινώσεως, προσευχῶν καὶ νήψεως, Διονύσιε, Κολιτσοῦ δύσβατον, Σκήτην ἐν τῷ Ἄθῳ, καὶ δυσπρόσιτον ἐφώτισας, ἀκτῖσι πόνων σου, τῶν ἀσκητικῶν θαυμασίων σου,καὶ ἀπλανοῦς σπευδόντων σοι, πόλου πρὸς νομὰς ὁδηγήσεως· ὅθεν σὲ ὑμνοῦντες, ὡς ἄνθρωπον ὑπέρφωτον Θεοῦ, ταῖς σαῖς εὐχαῖς καταφεύγομεν, πρὸς Χριστὸν τὸν εὔσπλαγχνον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσχυροὺς ἐν ταῖς μάχαις, κατ’ ἐχθρῶν ἀοράτων, ἡμᾶς ἀνάδειξον, τοὺς ἐπικαλουμένους, τὴν πάνσεπτόν σου κλῆσιν, Διονύσιε Ὅσιε, ὁ θριαμβεύσας αὐτούς, συντόνοις σου καμάτοις.
Ἐγκαλλώπισμα θεῖον, ἀγωγῆς ἐναρέτου, καὶ διοράσεως, εἰ καὶ τυφλὸς ἐν τέλει, τοῦ βίου σου ἑώρας, τῶν ψυχῶν Διονύσιε, τὰ κρύφια θαυμαστῶς, χαρίτων θείων ὄμμα.
Ὑπερύμνητε πάτερ, Διονύσιε σκεῦος, τῆς διοράσεως, καὶ ἀρετῶν παντοίων, ὑψόθεν σοῖς ἱκέταις, δαψιλῶς δίδου χάριν σου, τοῖς μελῳδοῦσι λαμπρῶς, ἀσκήσεώς σου πόνους.
Θεοτοκίον.
Λυμεῶνος βροτείου, γένους Θεογεννῆτορ, ἁγνὴ ὀλέτειρα,σοὺς δούλους περιφρούρει, καὶ ῥύου ἀλγηδόνων, συμφορῶν καὶ συμπτώσεων, τοὺς μελῳδοῦντας λαμπρῶς, πληθὺν σῶν θαυμασίων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Οὐρανοδρόμον, ὑπόδειξόν μοι πορείαν, Διονύσιε ἣν ἐν ἀσκήσει, ἤνυσας συντόνῳ, ἐν Ὄρει τῷ Ἁγίῳ.
Γῆθεν πρὸς πόλου, ἕλκυσον πάντας ἐπάλξεις, Διονύσιε τοὺς ὑμνητάς σου, ὁ οἰκῶν νῦν δόμους, τῶν οὐρανῶν παμφώτους.
Εὔφρανον πάντας, τῇ εὐωδίᾳ εὐχῶν σου, Διονύσιε ὡς παῤῥησίαν, ἔχων πρὸς τὸν Κτίστην, ἡδύπνουν Ἄθω ἴον.
Θεοτοκίον.
Ἰσχὺν παράσχου, Θεογεννῆτορ σοῖς δούλοις, παρακλήσεσι Διονυσίου, Κολιτσοῦ Ὁσίου, τοῖς μεγαλύνουσί σε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ ἁγιάζων, τοὺς ὑμνοῦντας πόνους, ἡγιασμένον τοῦ Ἄθωνος σκήνωμα, σοὺς νυχθημέρους πρὸς θέωσιν Διονύσιε.
Ἐξ ὕψους σου εὐκλείας, ἐπευλόγει πάντας, τοὺς σὲ τιμῶντας λαμπρῶς Διονύσιε,ὡς Κολιτσοῦ ῥόδον Σκήτεως εὐωδέστατον.
Χριστοῦ ὁ ἀπολαύων, τοῦ προσώπου κάλλους, ἐν οὐρανῷ ἀσκητὰ Διονύσιε, Αὐτοῦ ἡμᾶς ἀπολαύειν ἀεὶ ἀξίωσον.
Θεοτοκίον.
Μητρόθεε σοὺς δούλους, στήριζε ἐν βίῳ, Διονυσίου ἐνθέρμοις δεήσεσιν, ἀσκήσει εὐαρεστήσαντος θεῖον Τόκον σου.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ὁ ἐν Σκήτῃ τῆς Κολιτσοῦ, ἄρτι διαπρέψας, ταπεινώσει καὶ προσευχῇ, καὶ ποδηγεσίᾳ πιστῶν ἀπλανεστάτῃ, πρὸς σωτηρίαν κόσμου, φῶς Διονύσιε.
Χαίροις Ῥουμανίας σεπτὸς βλαστός· χαίροις ὁ οἰκήτωρ, θείας Σκήτεως Κολιτσοῦ· χαίροις ὁ Κελλίον, Ἁγίου Γεωργίου, καθαγιάσας ῥείθροις, πάτερ δακρύων σου.
Ὁ τυφλὸς ἐν γήρᾳ σου ἀσκητά, εἰληφὼς τὴν χάριν, Διονύσιε καρδιῶν, διαβλέπειν βάθη, ἐν χρόνοις τοῖς ἐσχάτοις, ἀξίωσόν με βλέπειν, μόνον θεάρεστα.
Χαίροις ὁ τὴν Σκήτην τῆς Κολιτσοῦ, ἀναδείξας ἄρτι, καταγώγιον ἀρετῶν, καὶ κονίστραν πόνων, συντόνων σου τρισμάκαρ, ἐν ᾗ ἐχθρὸν τὸν πλάνον, πάτερ ἐπύκτευσας.
Πάντας τοὺς ὑμνοῦντάς σε εὐλαβῶς, ῥύου ἐπηρείας, Διονύσιε θεαυγές, Κολιτσοῦ κοσμῆτορ, ἐχθροῦ τοῦ παλαμναίου, οὗ τὴν ὀφρὺν σοῖς πόνοις, ἄρτι ἐπάτησας.
Χαίροις ταπεινώσεως προσευχῆς, νήψεως νηστείας, Διονύσιε καὶ σαρκός, σῆς σκληραγωγίας, φαιδρότης ὁ ἰθύνας, σαφῶς πρὸς σωτηρίαν,
τοὺς προσιόντας σοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ Διονύσιε ψυχῶν, ἀπλανὲς ἰθύντορ πρὸς πόλον, ἐγκρατευτὰ Κολιτσοῦ, Σκήτεως ἰσάγγελε, τερπνὸν ὀσφράδιον, ταπεινώσεως νήψεως, καὶ σκληραγωγίας, σώματος πρεσβείαις σου, θερμαῖς πρὸς Ὕψιστον, ῥύου συμφορῶν καὶ κινδύνων, καὶ τῆς τοῦ ἐχθροῦ ἐπηρείας, ἣν συντόνοις πόνοις σου ἀπέφυγες.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.