Παρασκευή 23 Απριλίου 2021

ΑΝΑΣΤΑΣΙΣ ΛΑΖΑΡΟΥ ΑΠΟΣΤΙΧΑ ΠΡΟΣΟΜΟΙΑ ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

ΣΑΒΒΑΤΟ ΛΑΖΑΡΟΥ

ΑΠΟΣΤΙΧΑ

(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εἰς τὸν Στίχον. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Φίλος, καὶ οἰκεῖος ἀληθῶς, τοῦ δι’ εὐσπλαγχνίαν ὀφθέντος, μετὰ σαρκὸς ἐπὶ γῆς, Λάζαρε μακάριε Χριστοῦ γενόμενος, τὴν Αὐτοῦ συγκατάβασιν, σαφῶς ἐμυήθης· δι’ ἧς ἐλυτρώθημεν, ἐκ τῆς ἀρχαίας ἀρᾶς· ὅθεν, πρὸς Αὐτὸν παῤῥησίαν, ἔχων θεοφόρε μεγίστην, πρέσβευε σωθῆναι τοὺς τιμῶντάς σε.

 

Στ.: Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Τάφῳ, τῷ σεπτῷ σου ἐπισπάς, ὁ κρατῶν ζωῆς καὶ θανάτου, Χριστὸς ὁ Κύριος, καὶ δἀκρυα ῥάνας σοι, οἷα φιλῶν σε θερμῶς, δεῦρο Λάζαρε ἔφη σοι· ἔξελθε τοῦ τάφου, σὺ δὲ τάχος ἔσπευσας, τοῦτου τῷ ρήματι· ὅθεν, οἱ λαοί σε ἰδόντες, ζῶντας τὸν Δεσπότην τῶν ὅλων, τὸν σὲ ἀναστήσαντα ἀνύμνησαν.

 

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Πρόεδρος, Κιτίου ἱερός, καὶ ἀρχιερεὺς θεοφόρος, τῇ ἐπινεύσει Θεοῦ, μετὰ τὴν ἐκ τάφου σου Λάζαρε ἔνδοξε, τετραήμερον ἔγερσιν, σαφῶς ἀνεδείχθης, καὶ καλῶς ἐποίμανας, τὸν τοῦ Κυρίου λαόν· ὅθεν, ὡς θερμόν σε προστάτην, καὶ πρὸς τὸν Σωτῆρα μεσίτην, θεῖόν σε γεραίρομεν μακάριε.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.

Τῶν ἐν νόμῳ ἐντολῶν, ἐργάτης δόκιμος ἐγένου, ἐν εὐθύτητι ψυχῆς, Λάζαρε μακάριε· διὸ ὁ σαρκωθεὶς Κύριος, τὴν σὴν ζωὴν ἀγάμενος, οἰκεῖον φίλον σε ἀνέδειξε, οἷα θυσίαν δεκτὴν προσδεξάμενος, τὴν τῶν τρόπων χρηστότητα· καὶ νόμῳ φύσεως θανόντα σε, ζωοποιῷ λόγῳ ἀνέστησεν ἐκ τοῦ τάφου τετραήμερον· ᾧ καλῶς διακονήσας, τῆς αἰωνίου δόξης καὶ ζωῆς ἠξίωσαι, θεωθεὶς κατὰ μέθεξιν. Καὶ νῦν πρέσβευε Ἅγιε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

 

 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου