Παρασκευή 16 Απριλίου 2021

ΠΑΝΑΓΙΑ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΑΚΟΛΟΥΘΙΑ

ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ

ΠΑΡΑΣΚΕΥΗ Ε΄ ΕΒΔΟΜΑΔΟΣ


 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους η΄, καὶ ψάλλομεν προσόμοια. Ἦχος πλ. β' Ὅλην ἀποθέμενοι

Βουλὴν προαιώνιον, ἀποκαλύπτων σοι Κόρη, Γαβριὴλ ἐφέστηκε, σὲ κατασπαζόμενος, καὶ φθεγγόμενος. Χαῖρε γῆ ἄσπορε, χαῖρε βάτε ἄφλεκτε, χαῖρε βάθος δυσθεώρητον, χαῖρε ἡ γέφυρα, πρὸς τοὺς οὐρανοὺς ἡ μετάγουσα, καὶ κλῖμαξ ἡ μετάρσιος, ἣν ὁ Ἰακὼβ ἐθεάσατο, χαῖρε θεία στάμνε, τοῦ μάννα, χαῖρε λύσις τῆς ἀρᾶς, χαῖρε Ἀδάμ ἡ ἀνάκλησις, μετὰ σοῦ ὁ Κύριος.

Φαίνῃ μοι ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγῃ ῥήματα ὑπὲρ ἄνθρωπον; μετ' ἐμοῦ ἔφης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσειν ἐν τῇ μήτρᾳ μου, καὶ πῶς γενήσομαι, λέγε μοι, χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοῖς Χερουβὶμ ἐπιβαίνοντος; Μή με δελεάσῃς ἀπάτῃ· οὐ γὰρ ἔγνων ἡδονήν, γάμου ὑπάρχω ἀμύητος, πῶς οὖν παῖδα τέξομαι;

Θεὸς ὅπου βούλεται, νικᾶται φύσεως τάξις, φησὶν ὁ Ἀσώματος, καὶ τὰ ὑπὲρ ἄνθρωπον διαπράττεται, τοῖς ἐμοῖς πίστευε, ἀληθέσι ῥήμασι, Παναγία ὑπεράμωμε. Ἡ δὲ ἐβόησε· Γένοιτό μοι νῦν ὡς τὸ ῥῆμά σου, καὶ τέξομαι τὸν ἄσαρκον, σάρκα ἐξ ἐμοῦ δανεισάμενον, ὅπως ἀναγάγῃ, τὸν ἄνθρωπον ὡς μόνος δυνατός, εἰς τὸ ἀρχαῖον ἀξίωμα, διὰ τῆς συγκράσεως.

 

Ἡλίου φαιδρότερον, νῦν ἐξανέτειλεν ὄντως, ἡ λαμπρὰ πανήγυρις, Ἀκαθίστου ὕμνου Σου παναμώμητε, μυστικαῖος λάμψεσιν, οἰκουμένην πᾶσαν, χαρμοσύνως καταλάμπουσα, καὶ ἀγλαΐζουσα· ἣν συναθροισθέντες γεραίρομεν, ἐνθέοις μελῳδήμασι, πάντων εὐσεβῶν οἱ φιλέορτοι, Σὲ ἐκδυσωποῦμεν, πρεσβεύειν ἐκτενώς τῷ Σῷ Υἱῷ, ὑπὲρ τῶν ταύτην ἐκ πίστεως, τελούντων πανάχραντε

 

 

 

 

 

 

Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.

Ποίοις, εὐφημιῶν ᾄσμασιν, εὐφημήσωμεν τὴν Θεοτόκον, τὴν ὑπεραρθεῖσαν τῆς κτίσεως, καὶ ἐνθρονισθεισαν καθύπερθεν, Χερουβὶμ καὶ πάντων τῶν Ἀγγέλων· τὴν δόξαν, τοῦ Βασιλέως τὴν ὑπέρτιμον· τὸ ἅρμα, τῶν Σεραφεὶμ τὸ ὑπὲρ ἔννοιαν· τὴν τῶν βροτῶν σωτηρίαν, τῶν πιστῶν τὸ καύχημα, τὴν πρεσβεύουσα ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων αὐτῆς, τὰ θεῖα τερατουργήματα.

 

Ποῖον, ὑμνῳδιῶν στέφανον, ἀναπλέξωμεν τῇ Ἀκαθίστου, ἑορτῇ Σου πάναγνε Δέσποινα, καὶ πανευλαβῶς προσενέγκωμέν σοι χαριστηρίους ἀντιδόσεις, ἀνθ’ ὧνπερ, λαὸν καὶ Πόλιν Σου διέσωσας, βαρβάρων, ἐπιδρομῆς τε καὶ κακώσεως· Σὺ γὰρ ὑπάρχεις Παρθένε, ταχινὴ ὑπέρμαχος, δωρουμένη πᾶσι πιστοῖς, ἐν τῇ θείᾳ μνήμῃ Σου, εἰρήνην καὶ μέγα ἔλεος.

 

Ποίοις, ἐν ἱεροῖς μέλεσι, Σοῦ ὑμνήσωμεν τὰ μεγαλεῖα, Κόρη Μαριὰμ ἀειπάρθενε, τῆς ἐυεργεσίας καὶ χάριτος; ὡς βαρβάρων θράσον πρὶν καθεῖλες, καὶ Πόλιν, τὴν Βασιλεύουσαν διέσωσας, λαόν τε, πολιορκίας ἐξαπήλλαξας· ἀλλὰ καὶ νῦν δυσωποῦμεν, πρεσβεύειν πρὸς Κύριον, λυτρωθῆναι ἐξ ὁρατῶν, ἐχθρῶν ἀοράτων τε, τοὺς πόθῳ ἀνευφημοῦντάς Σε.

 

Σήμερον ἀνυμνεῖ χαίρουσα, τῶν πιστῶν ἡ Ἐκκλησία πᾶσα, καὶ πανηγυρίζει τὰ πέρατα, τὴν τῆς Ἀκαθίστου πανήγυριν, ἐν ψαλμοῖς καὶ ὕμνοις παννυχίοις· καὶ Χαῖρε, τὸ τοῦ Ἀγγέλου πάντες κράζουσι, καὶ νίκην, τὴν κατ’ ἐχθρῶν ἀνακηρύττουσι, Θεοκυῆτορ Παρθένε· λιταῖς Σου οὖν δώρησαι, ἁμαρτημάτων ἱλασμόν, τοῖς ἀνευφημοῦσί σε, καὶ χάριν καὶ μέγα ἔλεος.

 

Δόξα... Ἦχος ὁ αὐτός.

Τὸ ἀπ' αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος μεταλαβών, μεταδῷ μοι τοῦ βελτίονος, ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν, ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τὸν Ἀδὰμ ἀπεργάσηται. Εὐφραινέσθω ἡ Κτίσις, χορευέτω ἡ φύσις, ὅτι Ἀρχάγγελος Παρθένῳ, μετὰ δέους παρίσταται, καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον, ὁ διὰ σπλάγχνα ἐλέους ἐνανθρωπήσας, Θεὸς ἡμῶν δόξα σοι.

 

 

 

 

 

 

Καὶ νῦν. Ἦχος α’. Τὴν παγκόσμιον δόξαν.

Τὸν πυρίμορφον θρόνον, τοῦ Βασιλέως τῆς δόξης, καὶ οὐρανῶν πλατυτέραν, τὴν πανακήρατον Κόρην, ὑμνήσωμεν τοῦ Θεοῦ τὴν Μητέρα, τὸ ἀκατάληπτον ἅρμα καὶ Χερουβὶμ ὑπερφέρον ὄχημα. Αὕτη ἡ προαιώνιος βουλή, τοῦ Θεοῦ ἡ ἀπόκρυφος· αὕτη ἡ ἐκδήλωσις τῆς ἀκαταληψίας, τῶν τοῦ Θεοῦ κριμάτων καὶ μυστηρίων τὸ συμπέρασμα. Ταύτης οὖν τὴν ἔνδοξον, καὶ ἑορτὴν Ἀκάθιστον, τιμήσωμεν ἐν ᾄσμασι, καὶ εὐλαβῶς αὐτῇ βοήσωμεν· Ὦ Θεοτόκε μὴ ἐλλίπῃς, περιφρουρεῖν, λαὸν καὶ ποίμνην ταύτην, ταῖς πρὸς Κύριον πρεσβείαις Σου.

Εἴσοδος. Φῶς ἱλαρόν.

Προκείμενον. Ἦχος βαρύς: Ὁ Θεός, ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός Σου προφθάσει με.

Στ.: Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου ὁ Θεός, καὶ ἐκ τῶν ἐπανισταμένων με λύτρωσαί με.

 

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. κγ΄ 10)

Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καἰ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν· Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

 

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 27)

Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1)

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα· Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

 

Εἰς τὴν Λιτήν. Ἰδιόμελα Στιχηρά. Ἦχος α' 

Τῷ ἕκτῳ μηνί, ὁ Ἀρχιστράτηγος ἀπεστάλη πρὸς σὲ τὴν Παρθένον καὶ Ἁγνήν, μηνῦσαί σοι τὸν λόγον τῆς σωτηρίας, ἅμα δὲ καὶ καλέσαι σε· Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ· τέξῃ Υἱόν, τὸν πρὸ αἰώνων ἐκ Πατρός, ὃς σώσει τὸν λαὸν αὐτοῦ, ἐκ τῶν πταισμάτων αὐτῶν.

 

Ἀκάθιστον δέησιν, καὶ χαριστήριον αἶνον, ἐν οἴκοις ἱεροῖς, σοὶ προσάγομεν Θεοτόκε, τὸ Χαῖρε τοῦ Ἀρχαγγέλου συμβοῶντες· καὶ τὴν ἀνάμνησιν ἐπιτελοῦμεν, ἀναπολοῦντες τὸ φρικτόν Σου τερατούργημα, δι’ οὗ τῶν Περσῶν τὰ ἔθνη καὶ Σκυθῶν, τὰ κατὰ τῆς εὐσεβοῦς Σου Πόλεως ὁρμήσαντα, κακῶς ἀπωλέσθησαν. Ἀλλὰ ῥυσθῆναι, Σὲ ἱκετεύοντες αἰτοῦμεν, ἐξ ὁρατῶν ἐχθρῶν καὶ ἀοράτων, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος β΄

Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἐν πνεύματι χαρᾶς ἐρασταί, χαριστηρίοις ᾠδαῖς καὶ ὕμνοις, τὰ μεγαλεῖα τῆς Θεοτόκου κηρύττοντες, εὐσεβοφρόνως βοήσωμεν· Χαῖρε θεόνυμφε Δέσποινα, ὅτι τὴν Βασιλίδα τῶν Πόλεων, ἐκ διαφόρων κινδύνων καὶ περιστάσεων, πολλάκις ἐλυτρώσω, καὶ τῶν βαρβάρων ἐθνῶν, τὰς μηχανάς τε καὶ βουλάς, ἀπράκτους ἀπέδειξας· διὸ ὡς πάλαι καὶ νῦν, τὴν ἀόρατόν Σου χάριν, καὶ ἄμαχον βοήθειαν, μὴ ἀντανέλης ἀφ’ ἡμῶν πανύμνητε, τῶν πιστῶς Σε τιμώντων, ἀλλὰ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος γ΄.

Ποία γλῶσσα βρότειος, ἢ καὶ οὐράνιος  ἐπαξίως ὑμνῆσαι δύναται Δέσπινα, τὰ σὰ ἐξαίσια τερατουργήματα; Καὶ γὰρ ὑπερίπτανται ταῦτα, τὴν δύναμιν τοῦ λόγου, ὅτι σθένει Σου ἀμάχῳ καὶ θεϊκῷ, καὶ ἀηττήτῳ δυνάμει, τὴν Σὴν Πόλιν ἐῤῥύσω, ἐξ ἀλλοφύλων ἐπιδρομῆς· ὅθεν τὴν πάννυχον καὶ Ἀκάθιστον συγκροτοῦντες σήμερον πανήγυριν, σὺν τῷ Γαβριὴλ ἐκβοῶμέν Σοι· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ· χαῖρε Μῆτερ τῆς ζωῆς· χαῖρε Νύμφη ἀνύμφευτε.

 

Ἦχος δ΄.

Ἔπρεπε τῇ Βασιλίδι τῶν Πόλεων, Σὲ τὴν Βασίλισσαν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ταύτης βασιλεύειν καὶ προκαθέζεσθαι, προπολεμεῖν τε καὶ προασπίζεσθαι· διὸ σήμερον τὰ μεγαλεῖά Σου ἀνακηρύττοντες, καθικετεύομεν λέγοντες· δεῖξον πανάχραντε, τὰ ἀρχαῖα καὶ ἡμῖν ἐλέη Σου, ὧν τὴν ἀνάμνησιν ἑορτάζοντες, τῆς ἴσης ἐπισκέψεως καὶ ἀντιλήψεως, ἐπιτυχεῖν ἱμερόμεθα. Ἀνάστησον Δέσποινα, τὸ ἔθνος τὸ Σὸν καὶ τὴν κληρονομίαν Σου, ἐκ τῆς δεινῆς ταύτης, καὶ βαρβαρικῆς καταδουλώσεως· εἰ γὰρ καὶ ἡμάρτομεν, ἀλλὰ τῆς Σῆς ἐπικουρίας τὴν ἐλπίδα οὐκ ἀπογινώσκομεν· τὸ Σὸν γὰρ πανάγιον ὄνομα, ἀσιγήτως ἐπικαλούμεθα, τυχεῖν ἐλπίζοντες, καὶ Βασιλείας οὐρανῶν ἀξιωθῆναι

 

Τὸν Ἀκάθιστον ὕμνον Σου, Θεοτόκε Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς συνεπάδομεν, ὅτι κατεπόντισας, βαρβαρικὸν καὶ μισόχριστον ὄντα λαόν, Πόλιν Σου φυλάττουσα, τὴν εἰς τὴν σκέπην Σου καταφεύγουσαν, καὶ εἰς Σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένην· καὶ νῦν πάντας περίσῳζε, τοὺς Σοὶ προστρέχοντας.

 

Δόξα. Ἦχος πλ. Α΄.

Δεῦτε φιλεόρτων τὸ σύστημα· δεῦτε καὶ χορείαν στησώμεθα· δεῦτε καταστέψωμεν ᾄσμασι τὴν Ἐκκλησίαν, τῇ Ἀκαθίστῳ Μητρὸς τοῦ Θεοῦ ἑορτῇ. Σήμερον γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ, συμφώνως συμψάλλουσι, τῇ τεξαμένῃ τὸν Ποιητὴν πάσης κτίσεως· καὶ τὸν ὕμνον τοῦ Γαβριήλ, ἀναφωνοῦντες μετ’ εὐλαβείας, τὴν Δέσποιναν χαιρετίζουσι· Χαῖρε Μῆτερ Χριστοῦ τοῦ Θεοῦ βοῶντες, ἡ τὸν πιστόν σου λαὸν σώσασα, τὸν ὑπὸ τὴν σκέπην Σου πεφευγότα, ἐκ βαρβάρων πολεμικῶν ἀσεβῶν. Πάντες προσκυνήσωμεν αὐτήν, δεόμενοι· Συγγενοῦς οἰκειότητος, μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶν νῦν μελῳδούντων, τὴν Σὴν Ἀκάθιστον αἴνεσιν.

 

Καὶ νῦν. Ὁ αὐτός.

ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ ἡ ὁμήγυρις τῶν εὐσεβῶν, τοῦ Ἀρχαγγέλου τὸν ὕμνον, χαρμονικῶς ἐκβοῶντες, ταύτῃ τὸ χαῖρε συμψάλλουσιν· ἣν καὶ γεραίρειν ἀδιαλείπτως, ἐποφείλομεν πάντες, προστάτιν ἡμῶν ὑπάρχουσαν.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, Παρθενομῆτορ ἁγνή, ἡ ἐκ πασῶν τῶν γενεῶν ἀνατείλασα, καὶ μόνη ἀξιωθεῖσα, εἰς κατοικίαν Θεοῦ, καὶ Μητέρα τούτου χρηματίσασα, σεμνὴ ἀειπάρθενε, Θεοτόκε ἀπείρανδρε· διὸ ἐκ πόθου, ἐκτελοῦμεν οἱ δοῦλοί Σου, τὴν Ἀκάθιστον, ὑμνῳδίαν καὶ πάννυχον· ναόν Σου καὶ τὰ θαυμάσια, καὶ θεῖα τεράστια, ἀνακηρύττοντες πόθῳ, καὶ δυσωποῦντες βοῶντές Σοι· δεινῶν ἐκ παντοίων, καὶ κινδύνων ἡμᾶς ῥῦσαι, Κόρη πανύμνητε.

 

Στ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Χαίροις, Θεογεννῆτορ ἁγνή, καταφυγὴ βοηθὸς καὶ ὑπέρμαχος, ἡ σμῆνος τῶν ἀλλοφύλων, κατασοβοῦσα τομῶς, καὶ διατηροῦσα τοὺς τιμῶντάς Σε, ἐκ πάσης κακώσεως, ὁρατῶν ἀοράτων τε, ἐχθρῶν δολίων, ἀβλαβεῖς καὶ ἀπήμονας, καὶ πρὸς αἴνεσιν, διεγείρουσα ἅπαντας· ὅθεν καὶ τοὺς χαρίεντας, συμψάλλομεν Οἴκους Σου, Σὲ χαιρετίζοντες πόθῳ, ὡς Γαβριὴλ ὁ Ἀρχάγγελος, καὶ Σὲ δυσωποῦντες, τοῦ πρεσβεύειν Θεοτόκε, ὑπὲρ τῆς ποίμνης Σου.

 

Στ.: Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου

Φίλτρῳ, εἰλικρινεῖ ἐκ ψυχῆς, καὶ ἐκ καρδίας θείῳ πόθῳ καὶ ἔρωτι, βοῶμεν ἐν Ἀκαθίστοις, καὶ παννυχίοις εὐχαῖς, Παναγία Κόρη Μητροπάρθενε, τῆς Σῆς πανηγύρεως, χαριστήρια ᾄδοντες, ἐπιποθοῦμεν, κατιδεῖν καὶ τὴν ἔγερσιν, ταῖς πρεσβείαις Σου, τῆς δεινῆς καταπτώσεως, γένους τε τῆς λυτρώσεως, λαμπρῶς ἐπιτεύξασθαι, καὶ ἐκλεκτῶν τῆς μερίδος, καὶ σῳζομένων τῆς στάσεως, καταξιωθῆναι, δόξης τε ἀφθάρτου γενέσθαι μέτοχοι.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. Δ΄.

Τίς λαλήσει τὰς δυναστείας Σου ἁγνή, ἢ τίς ἀνευφημήσει τὴν ὑπερμάχησίν Σου; Πολλή Σου ἡ βοήθεια καὶ σκέπη πρὸς τοὺς δούλους Σου. Βαβαὶ τῆς προστασίας, ἧς πάντοτε ἐπιδείκνυς! ἐν πολλοῖς γὰρ καὶ πολλάκις κινδύνοις καὶ θλίψεσιν, ὑπέρμαχος ἡμῖν ἐγένου· ἀλλὰ καὶ νῦν, Περσῶν καὶ Σκυθῶν τὰ ἔθνη, Σῷ σθένει καταποντίσασα, εἰρήνην ἐβράβευσας, Παρθένε ἄχραντε.

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. Δ΄. Αὐτόμελον.

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ· ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε! (τρὶς ἢ δίς)

 

Καὶ τό· Θεοτόκε Παρθένε, ὀκτάηχον.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Τῇ Παρασκευῇ ἑσπέρας, περὶ ὥραν δ’ τῆς νυκτός, σημαίνει. Μετὰ τὸν Ἑξάψαλμον, ψάλλομεν ἀργῶς καὶ μετὰ μέλους τό· Θεὸς Κύριος, καὶ τὸ Ἀπολυτίκιον. Αὐτόμελον, Ἦχος πλ. δ'

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ· ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε! (γ)

Μετὰ δὲ τὴν Στιχολογίαν τοῦ ΙΣΤ΄ Καθίσματος τοῦ Ψαλτηρίου, ψάλλομεν εὐθὺς ἀργῶς πάλιν καὶ μετὰ μέλους δίχορον τὸ παρὸν Κοντάκιον. Ἦχος πλ. δ' Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Εἶτα ὁ Ἱερεὺς ἀναγινώσκει μεγαλοφώνως τοὺς εἰκοσιτέσσαρας κατ' ἀλφάβητον Οἴκους, ἡμεῖς δὲ εἰς τὴν τούτων Ἀνάγνωσιν ἱστάμεθα.

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε (γ') καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·

Χαῖρε, δι' ἧς ἡ χαρὰ ἐκλάμψει,
χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις,
χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,
χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις,
χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων,

Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἀγνῶν, Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν, λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις,
χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,
χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι ' ἧς κατέβη ὁ Θεός,
χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν,
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,
χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα,
Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα,
χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν.
χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως·

Ἀλληλούϊα.

Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα,
χαῖρε, καρποῦ ἀκηράτου κτῆμα,
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,
χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν,
χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,
χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,
χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,
χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη·

Ἀλληλούϊα.

 

Εἶθ΄ οὕτω τὸ εἰρημένον Κοντάκιον Ἦχος πλ. δ' Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω

 

Μετὰ ταῦτα, στιχολογοῦμεν τὸν Ἄμωμον· μεθ’ ὃν λέγομεν πάλιν· Τῇ Ὑπερμάχῳ. Καὶ ὁ Ἱερεύς, ἑτέρους ἓξ Οἴκους.

Ἤκουσαν οἱ ποιμένες τῶν Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον·

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ,
χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,
χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,
χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στεῤῥόν τῆς πίστεως ἔρεισμα,
χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ ᾍδης,
χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ, καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες·

Ἀλληλούϊα.

Ἴδον παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τὸν πλάσαντα χειρί τοὺς ἀνθρώπους, καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ·

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,
χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,
χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,
χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,
χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα,
χαῖρε, φλογὸς παθῶν ἀπαλλάτουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,
χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι γεγονόντες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν·

Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον,

Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων,
χαῖρε, κατάπωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα,
χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,
χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει,
χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.
Χαῖρε, τροφή τοῦ μάννα διάδοχε,
χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ Γῆ τῆς ἐπαγγελίας,
χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ' ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄῤῥητον σοφίαν, κράζων·

Ἀλληλούϊα.

ΚοντάκιονἮχος πλ. δ' Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Καὶ εὐθὺς τὸ Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὰ μεγαλεῖά Σου, καὶ τὰ θαυμάσια, ἅπερ ἐποίησας, πάλαι τῇ Πόλει Σου, κατὰ βαρβάρων δυσμενῶν, ὑμνοῦμεν πανευγνωμόνως· καὶ Σοῦ νῦν δεόμεθα, καὶ ἡμᾶς διαφύλαξον, ἀβλαβεῖς πανάμωμε, ἐκ κινδύνων καὶ θλίψεων, ἵνα εὐχαρίστως βοῶμεν· Χαῖρε ἡ κεχαριτώμενη.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγησαν φρικτῶς, οἱ τῶν βαρβάρων ἀρχηγοί, θεωροῦντες τὰς αὐτῶν, σκέψεις βουλὰς καὶ μηχανάς, ματαιωθείσας καὶ πάμπαν διαλυθείσας· ὅθεν γοερῶς ἐπωδύροντο, καὶ κόπου καὶ στρατοῦ τὴν ἀπώλειαν· διὸ ἐβόων· ὄντως ὑπάρχει τῇ Πόλει ταύτη φυλάκισσα, Ἄνασσα Κόρη, ὑπερμαχοῦσα, καὶ φρουροῦσα καὶ σκέπουσα.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στ.: Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου

Εὐαγγέλιον: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ…

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Θεοτόκου…

Καὶ νῦν: Ταῖς τῆς Ὑπερμάχου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Δεῦτε σήμερον τῶν φιλεόρτων τὸ σύστημα, τὰ τῆς Θεοτόκου θαυμάσια ἀναμέλποντες, εὐχαριστήριους αὐτῇ φωνάς, ἀναπέμψωμεν λέγοντες· χαῖρε τοῦ Χριστωνύμου πληρώματος, ἡ κραταιὰ προστάτις καὶ ὑπέρμαχος· χαῖρε ἡ τὰ ἀλλόφυλα ἔθνη καὶ βάρβαρα, τὰ τῆς Πόλεώς Σου καταφρυαξάμενα, τῇ ἀοράτῳ καὶ κραταιᾷ Σου ῥοπῇ, τελείῳ ἀφανισμῷ παραδοῦσα· χαῖρε τῶν πιστῶν τὸ μόνον καταφύγιον, καὶ τῆς οἰκουμένης φαιδρὸν ἀγαλλίαμα.

 

 

 

Εἶτα, οἱ Κανόνες· ὁ πρῶτος μετὰ τὸν Εἱρμὸν εἰς στ΄, καὶ οἱ δύο ἕτεροι ἀνᾶ δ’ εἰς η’. Ὁ Εἱρμός μόνο δευτεροῦται, τὰ δὲ Τροπάρια ἅπαξ, ἄνευ δευτερώσεως. Ἀντὶ τῆς Στιχολογίας, τό· Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς, εἰς τὴν ἀρχὴν ἑκάστου Τροπαρίου.

 

Ὁ α’ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχὶς ἄνευ τῶν Εἱρμῶν: Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνῃ. Ἰωσήφ.

ᾨδὴ α', Ἦχος δ' Ὁ Εἱρμός

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι· Ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρᾶς δοχεῖον, δι' ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται.

Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως· χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος,

Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα, τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως, χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.

Ἁγνείας θησαύρισμα, χαῖρε δι' ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν, χαῖρε ἡδύπνοον κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον, θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Πλέκω τὸν ὕμνον Μητροπαρθένῳ Κόρῃ. Ἰωαννικίου.

ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμός, ὁ αὐτός.

Πολλάκις τὴν Πόλιν Σου, καὶ τὸν λαὸν τὸν φιλόχριστον, καὶ ἄνακτας ἔσωσας, σκέπῃ τῇ Σῇ κραταιᾷ, ἔθνη βάρβαρα, θανάτῳ παραδοῦσα, λυττήσαντα Δέσποινα, κατὰ τῆς ποίμνης Σου.

Λαμπρῶς ἑορτάζομεν, πανηγυρίζοντες σήμερον, ἡμῶν τὰ σωτήρια, δι’ ἣν καθαίρεσιν, καὶ ἀπώλειαν, τῶν ἐπανισταμένων, ἐχθρῶν ἡ Πανάμωμος Κόρη ἐτέλεσεν.

φύμνιον πάναγνε, μεθ’ ἱλαρότητος πρόσδεξαι, ἱκέτιδος Πόλεως, καὶ τὴν εὐτέλειαν, μὴ παρίδῃς μου, ἀεὶ δὲ ἐπηρείας, βαρβάρων περίσωζε, ὅπως δοξάζω Σε.

Καλλίστην Σε πρόμαχον, ἡ Βασιλὶς πασῶν πόλεων, ηὐτύχησε σώζεις γάρ, ἐκ περιστάσεων, καὶ κακώσεων, καὶ νόσων καὶ κινδύνων, ἐχθρῶν κακονοίας τε καὶ ἐπιθέσεως.

δήν Σοι προσάγομεν, εὐχαριστήριον χαίροντες, ἐφ’ οἷς ἠλευθέρωσας, ἐκ πολεμίας χειρός, πασῶν πόλεων, ὑπερκειμένην Πόλιν, καὶ μόνῳ τῷ κράτει Σου ὑποκειμένην ἁγνή.

 

Ὁ γ’ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἡ βασιλὶς τὰ σῶστρά Σοι τῇ Παρθένῳ· ἐν δὲ τοῖς τελευταίοις τῶν ᾠδῶν: Νικολάου. Τοῦ Κατασκεπηνοῦ.

ᾨδὴ α΄. Ἦχος καὶ Εἱρμός, ὁ αὐτός.

ρέτισας Ἄχραντε λαὸν καὶ Πόλιν βασίλειον, οἰκεῖν ὡς βασίλισσα καὶ βασιλεύειν αὐτῆς, ἣν ἁλώσεως, βαρβάρων ἀνωτέραν, φυλάττοις γεραίρουσαν, τὰ μεγαλεῖά Σου.

Βαβαὶ τῶν ἀπείρων Σου, περὶ τὸν κλῆρόν Σου Πάναγνε, θαυμάτων πῶς ἄτρωτον, ἀκαταπόντιστον, διετήρησας αὐτόν, ὡς ἐν πελάγει βαρβάρων κυκλούμενον ταῖς ἀντιπνεύσεσιν.

δέτω Σοι Δέσποινα, Δαβίδ ὁ θεῖος προπάτωρ Σου, φωνὴ τὴν χαρμόσυνον, Θύγατερ ἄκουσον, ἐπικλίνασα, τὸ οὖς ἐπὶ λαόν Σου, ἐτήσιον ᾄδοντά Σοι χαριστήριον.

Συνέσεισας Δέσποινα, καὶ συνετάραξας θάλασσαν, καὶ ἄρδην ἐπόντισας, στόλον μισόχριστον, Σκύθην ὄλεθρον, καθάπερ τοὺς τῆς Ἄγαρ λαός σου σεσωσμένος δέ, ᾄδει τὰ θαύματα.

Νομὴν πολυχρόνιον, κατατρεχόντων Σῆς Πόλεως, Παρθένε ἀνέστειλας, τῶν ἐκ τῆς Ἄγαρ δεινῶς, ἐπιτρίψασα, τὸ στράτευμα τὸ τούτων, καὶ τέλος βυθίσασα, οἴκαδε φεύγοντας.

Καταβασία

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ᾨδὴ γ', Ὁ Εἱρμός

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς κυήσασα, Θεοῦ ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον.

Ὄρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλούς, καὶ πύλας ᾍδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων πανύμνητε.

 

 

 

 

Ἕτερος. Ὁ αὐτός.

Τῇ Σῇ δυναστείᾳ τροπωθέντες, οἱ Πέρσαι καὶ Σκῦθαι καὶ λοιπά, βάρβαρα ἔθνη σύμμεικτα, πανωλεθρίαν εὕραντο, αὐταῖς ναυσὶ καὶ χρήμασι, διαφθαρέντες πανύμνητε.

πάλαι ποντώσας Παντοκράτωρ, τριστάτας τυράννου Φαραώ, λαὸν Ἱσραηλίτην δέ, διαβιβάσας ἄβροχον, αὐτὸς καὶ νῦν ἐβύθισε, τῶν δυσμενῶν τὰ στρατεύματα.

Νικῶσι τὰ θαύματά Σου Κόρη, ἀστέρων ὑπέρμετρον πληθύν, καὶ ψάμμον τὴν παράλιον, δι’ ὧν οἱ Σοὶ θεράποντες, καὶ ὑμνηταὶ τοῦ Τόκου Σου, κράτος τὸ Σὸν μεγαλύνουσι.

ψώθη ἡ δόξα Σου Παρθένε, ἡφάνισας γὰρ ὡσεὶ κηρόν, βαρβαρικὰ τεχνάσματα, προσκείμενα τοῖς τείχεσι, Σῆς Βυζαντίδος Πόλεως, ἐπαπειλοῦντα τὴν πόρθησιν.

Μυρίανδρος στόλος τῶν ἀθέων, τῷ τείχει προσψαύσας τολμηρῶς, τῷ ἐν Βλαχέρναις γέγονε, θαλάσσης παρανάλωμα, κύματα γὰρ ὑψώσασα, βυθοῖς ἐσχάτοις παρέπεμψεν.

 

Ἕτερος. Ὁ αὐτός.

δοὺ τῶν ἐθνῶν ἐν πονηρίᾳ, τὰ ὕδατα ἤχησαν ἁγνή, τῇ Πόλει Σου τὸν ὄλεθρον, αὐτῶν ἐν κραταιότητι, ἀλλ’ ἐμφανῶς τῇ ῥώμῃ Σου, παρὰ τὸν ᾍδην διεσπάρησαν.

Λαὸν περιούσιον, Παρθένε καὶ ἅγιον, ἔθνος Σοι σαφῶς, καὶ θεῖον ἱεράτευμα, βασίλειον ἐξαίρετον, τὴν βασιλίδα δέδωκεν, ὁ Σὸς Υἱὸς εἰς περιποίησιν.

σόῤῥοπον κίνησιν, οἱ Πέρσαι τοῖς Σκύθαις ἐνθέμενοι, τῇ σφῶν καρδίᾳ δίκην λαίλαπος καὶ καταιγίδος ἄχραντε, τῇ Σῇ πόλει προσέῤῥηξαν, ἀλλ’ ὡσεὶ χοῦν αὐτοὺς ἐλίκμησας.

άθη τὸ σύντριμμα, Παρθένε τῆς Σῆς θυγατρός, ὡς συντριβὴν ἀλάστωρ ὁ καὶ βλάσφημος, ὀξέως καθυπέμεινεν, ἵππον γὰρ καταβέβληκας, καὶ ἀναβάτην ἐνδικώτατα.

Καταβασία

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

 

Κοντάκιον Ἦχος πλ. δ' Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Καὶ πάλιν ἄλλους ἓξ Οἴκους.

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες:

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας,
χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,
χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολή τῶν γυμνῶν παῤῥησίας,
χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς Αὐτῷ βοῶντας:

Ἀλληλούϊα.

Ὅλος ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα,
χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,
χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπί τῶν Χερουβείμ,
χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα,
χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χαῖρε, δι' ἧς ἐλύθη παράβασις,
χαῖρε, δι' ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ βασιλείας,
χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως·

Ἀλληλούϊα.

Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,
χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,
χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταΊ,
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,
χαῖρε, τῶν Ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,
χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι,
χαῖρε, λιμήν τοῦ βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε, καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει·

Ἀλληλούϊα.

Αἴτησις καὶ τὸ Κοντάκιον Ἦχος πλ. δ' Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Καὶ εὐθύς, τὸ Κάθισμα Ἦχος πλ. Δ’. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν Ἀκάθιστον ταύτην καὶ παμφαῆ, ἑορτὴν εὐφημήσωμεν ἐν ᾠδαῖς, καὶ ὕμνοις γεραίροντες, τὴν πανάχραντον Δέσποιναν, καὶ ἀμοιβὴν εὐχάριστον, αὐτῇ προσενέγκωμεν, ἀνυμνολογοῦντες, αὐτῆς τὰ θαυμάσια, τὰ ἐνεργηθέντα, πρὸς λαὸν εὐσεβοῦντα, καὶ Πόλιν βασίλειον, κατ’ ἐχθρῶν πολεμίων τε, καὶ ἐκ πόθου βοήσωμεν· ὥσπερ πάλαι τότε καὶ ἡμᾶς, νῦν κινδύνων, καὶ θλίψεων ἐκλύτρωσαι, τοὺς Σὲ πιστῶς Θεοτόκον, κηρύττοντας Ἄχραντε.

Δόξα. Καὶ νῦν. τὸ αὐτό.

 

 



ᾨδὴ δ', Ὁ Εἱρμός

Ὁ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστέ, τῇ δυνάμει σου.

Ἐν φωναῖς ᾀσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε, Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι, χαῖρε λυχνία καὶ στάμνε, Μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.

Ἱλαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα, χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι, χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου πάντας, πρὸς ζωήν τοὺς ὑμνοῦντάς σε.

Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.

Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα, ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, ἀπειρόγαμε, δι' ἧς ἡμεῖς ἐθεώθημεν.

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν· Χαῖρέ σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα, καὶ ἱερὸν καταφύγιον.

 

Ἕτερος. Ὁ αὐτός.

Νοῦν καὶ λόγον ὑπερβαίνει καὶ ῥητόρων δεινότητας, καὶ τῶν φιλοσόφων τοὺς συλλογισμοὺς Μητροπάρθενε, τῆς φοβερᾶς Σου ἰσχύος τὰ τεράστια, ὑπὲρ ὧν Σὲ λαὸς εὐφημεῖ ὁ χριστώνυμος.

πλιτῶν τε καὶ ναυμάχων πολυάριθμον στράτευμα, ὁ Σκυθῶν ἐξάρχων ἄθεος Χαγάνος ἐπήγαγε, κατὰ λαοῦ Σου καὶ κλήρου καὶ σχοινίσματα, ἀλλ’ εἰς μάτην λύκος χανὼν ἐξελήλεγκται.

Ναοῦ θείου καὶ μεγίστου τῆς ἀνάσσης τῶν πόλεων, εἷς τῶν Ἄγαρ γόνων καταφρυαττόμενος ἔφιππος, ἔν τινι πίπτει βοθύνῳ καὶ ἀπόλλυται, σὺν τῷ ἵππῳ δίκην ἀξίαν ἐπισπώμενος.

Μυριάδας ἐναντίον δύω μόνοι φιλόχριστοι, τῇ ῥοπῇ Σου Κόρη κατοχυρωθέντες ἐδίωξαν, καὶ πρὸς χιλίους εἷς πάλιν παρετάξατο, ἀνακράζοντες· Δόξα Χριστὲ τῇ δυνάμει Σου.

θερμή Σου προστασία ἡ πηγὴ τοῦ ἐλέους Σου, καὶ γυναίων φύσιν κατὰ τῶν βαρβάρων ἠῤῥένωσεν, ὅθεν πλοκάς τε τὰς τούτων ἀπεκρούσατο, καὶ βουλεύσεις ἀσυνέτους πάντῃ ἀπέδειξεν.

 

Ἕτερος. Ὁ αὐτός.

Σήμερον παράδοξα εἶδεν ἁγνή, Πόλις ἡ ἐξάρχουσα πόλεων, Σοῦ τῆς Παρθένου στρατηγούσης κατ’ ἐχθρῶν, παρ’ ἑκατέραν ἤπειρον, πάχος ὡσεὶ γῆς διεῤῥάγησαν.

Τί Σοὶ ἀνταπόδομα Μῆτερ Θεοῦ, νῦν ἀνταποδοίημεν ἄξιον, ἀχρεῖοι δοῦλοι, ἀντὶ πάντων ὧν εἰς ἡμᾶς ἁγνὴ προευεργέτησας, ὅθεν ἐκ ψυχῆς Σε γεραίρομεν.

γαρ οἱ ἀπόγονοι οἷς συστοιχεῖ πόλις ἡ δουλεούουσα Δέσποινα, λήξει τῇ κάτω προβάλλοντες ὡς σκηπτὸς τῇ ἐλευθέρᾳ Πόλει Σου, λίθος οἷα πόντῳ κατέδυσαν.

Σύμβολα πανάμωμε, τῆς Σῆς μορφῆς ἐν εἰκονικοῖς ἐκτυπώμασιν ὁ Ἱεράρχης, καὶ ἡ σύμπασα πληθὺς ἱκετικῶς κατέχοντες, νίκην κατ’ ἐχθρῶν ἀνεστήσαντο.

Κόσμου Σε βασίλισσα, ἡ βασιλὶς πόλεων πασῶν βασιλεύουσαν, καίπερ εἰδυῖα ὅμως Δέσποιναν, αὐτῆς ἐξόχως Σε πλουτήσασα, μένει πολεμίοις ἀνάλωτος.

Καταβασία

Ὁ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστέ, τῇ δυνάμει σου.

ᾨδὴ ε', Ὁ Εἱρμός

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Ὁδὸν ἡ κυήσασα, ζωῆς χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον, χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν, χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.

Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης, νέκρωσις ᾍδου, νυμφὼν ὁλόφωτε, χαῖρε τῶν Ἀγγέλων χαρμονή, χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.

Πυρίμορφον ὄχημα, τοῦ Λόγου χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε τὸ ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον, οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷ ὑποκύψαντας.

Ῥωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι· Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα, καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς, ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.

Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου χαῖρε Ἄχραντε, κόχλος ἡ τὸν θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε, πάντων πρὸς Θεὸν καταλλαγὴ τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.

 

Ἕτερος. Ὁ αὐτός.

Ταράχου καὶ δείματος, Ἀγαρηνοῖς παραίτιος, γέγονεν ὁ κήρυξ ἀνελθὼν γάρ, φωνῆσαι τούτους εἰς βδελυρὰν προσευχήν, πίπτει κατὰ γῆς συμποδισθείς, παίγνιον γενόμενος τοῦ ἀθέου κηρύγματος.

οαῖς ἐδυσώπει Σε δακρύων, ὁ τῆς Πόλεως ταύτης ἱεράρχης, θεῖον Ξύλον χερσὶ κατέχων, καὶ τὴν Ἐσθῆτα τὴν Σήν, καὶ κύκλῳ τειχῶν περιπατῶν, ἅμα τῷ συστήματι, τοῦ λαοῦ Σου Θεόνυμφε.

βάρβαρος Σάρβαρος, ὁ τῶν Περσῶν σατράπαρχος, πάσης γυμνωθεὶς τῆς ἐκ Περσίδος, ἐφεπομένης αὐτῷ δυνάμεως, μόλις σὺν ὀλίγοις διαδράς, ὤφθη τῷ προπέμψαντι, σκυθρωπότατος Ἄγγελος.

Πάλαμῃ τῇ θείᾳ Σου, κυβερνωμένη Δέσποινα, Πόλις ἡ φιλόχριστος τὰ θράση, τῶν ἐναντίων ἐχθρῶν συνθλάττουσα, σήμερον ἱστᾷ Σοι ἑορτήν, πάννυχον ἀκάθιστον, τὰ Σὰ θαυμάσια μέλπουσα.

 

Ἕτερος. Ὁ αὐτός.

ράθη τὸ λόγιον αἰσίως περατούμενον, εἷς γὰρ κατεδίωξε χιλίους, καὶ δύο αὖθις μετεκινήσαντο ὅλας μυριάδας  εἰς φυγήν, δύναμιν φραξάμενοι τῆς Παρθένου τὴν ἄμαχον.

Συνέκοψεν Ἄγγελος, ὡς ἐν ἐκστάσει πρότερον, τοῦ Σεναχειρὶμ τὰς μυριάδας, φρυαξαμένου κατὰ τοῦ ζῶντος Θεοῦ, νῦν δὲ τὰς ἀπείρους τῶν ἐθνῶν, ὑφ’ ἓν ἐθανάτωσε  μυριάδας ἡ Δέσποινα.

Τηκόμενοι πάθεσι τοῖς ἀνηκέστοις, βάρβαροι πάντες ἐπιθέμενοι τῷ κλήρῳ τῷ Σῷ Παρθένε, λιμῷ καὶ βρώσει πτηνῶν καὶ ἐκδειματούμενοι φρικτῶς, ἔμαθον οἷς ἔπαθον, ὡς εἰς Σὲ κατεφρόνησαν.

Ὕψιστος ὅτε δεῖ τὰ ἔθνη διεμέριζεν, ὡς ἐπιτροπεύοιντο Ἀγγέλοις, αἵματι θείῳ οὓς ἐξηγόρασε, σχοίνισμα μερίδος τῇ Μητρὶ Πόλιν ὑπεξείλετο, ἣν φυλάττοις ἀπόρθητον.

Καταβασία

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ᾨδὴ ς', Ὁ Εἱρμός

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.

Ἐκ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα· ὅθεν βοῶμέν σοι· Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.

Ἰδού σοι Χαῖρε κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι· Χαῖρε ἡ ἄφλεκτος βάτος, νεφέλη ὁλόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.

 

Ἕτερος. Ὁ αὐτός.

πόρως σχόντες οἱ βάρβαροι, βρωμάτων τῶν εἰς σύστασιν σώματος, λιμῷ ἀπώλοντο, ὅθεν σαρκῶν ἀνθρωπίνων τε, καὶ θνησιμαίων ζώων ἐναπεγεύοντο.

αδίαν Μῆτερ ἀπείρανδρε, εὑρίσκει τῶν δεινῶν ἀπολύτρωσιν, ἡ πιστοτάτη Σου, Πόλις τὴν χεῖρά Σου σύμμαχον, καὶ βοηθὸν πλουτοῦσα τὴν ἀπροσμάχητον.

Θρασύτης ἄμετρος Δέσποινα, ἐκγόνων τῶν τῆς Ἄγαρ συστέλλεται, ὡς γὰρ ἐδίδρασκον, ἡμῶν τὰς χεῖρας τῶν δούλων Σου, ἐν τῷ πελάγει ἄρδην κατεποντίσθησαν.

Εὐφραίνου Πόλις καὶ χόρευε, αὐχοῦσα τὴν Παρθένον ἀσφάλειαν, καὶ ἀκαθαίρετον, πύργον καὶ τεῖχος ἀπόρθητον, καὶ βασιλέων κράτος καὶ δόξης στέφανον.

Νεκρῶν σωμάτων ἐπλήσθησαν, ἀκταὶ καὶ τῶν λιμένων αἱ πρόβολοι, καὶ νῆσοι σύμπασαι, Ἀγαρηνοὶ ἐκφεύγοντες, ἐν τῷ Αἰγαίῳ κόλπῳ ἅπαντες ὤλοντο.

 

Ἕτερος. Ὁ αὐτός.

ομφαίαν ὅπλον καὶ πόλεμον, ἐχθρῶν ἐπεμβαινόντων Θεόνυμφε, τῇ κληρουχίᾳ σου κενὰ καὶ ἄπρακτα ἤλεγξας, ὡς πολιοῦχος ταύτην ὑπερασπίσασα.

δίκως ἐπιστρατεύσασα Περσίς, τῇ βασιλίδι τῶν πόλεων, δουλεύειν ἔνδικον κατεδικάσθη τῷ ἄνακτι, ὑπερμαχούσης τούτῳ τῆς Θεομήτορος.

Σωροὺς ἐξέβρασε θάλασσα, καθάπερ Αἰγυπτίους τὸ πρότερον, Ἀγαρηνῶν τοὺς νεκρούς, οὓς θεηλάτως ἐβύθισεν, ἐπιθεμένους κλήρῳ τῆς Θεομήτορος.

Σοὶ τὴν Πόλιν δειμάμενος, ἀνάκτορον Παρθένε περίπτυστον, ἄναξ ἀγάλλεται, ταύτην ἀμφέπουσαν βλέπων Σε, καὶ τὸν ψιλῶς καλοῦντα ἐχθρὸν συνέτριψας.

Λαὸς καὶ Πόλις φιλόχριστος, ῥυσθέντες φοβερᾶς καταπόσεως, ὑπερμαχούσης Σου, νῦν χαριστήριον πάννυχον, ἐν ἀκαθίστῳ τελεῖ δοξάζων Σε.

Καταβασία

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

 

 

Κοντάκιον Ἦχος πλ. δ' Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Καὶ τοὺς λοίπους ἓξ Οἴκους.

Τεῖχος εἶ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας.

Χαῖρε, ἡ στήλη τῆς παρθενίας.
χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως.
χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε· σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς.
χαῖρε· σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν,
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα,
χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως.
χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων,
χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων,
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὕμνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοὶ βοῶσιν·

Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγὴ τὸν νοῦν φωτίζουσα, κραυγὴ δὲ τιμωμένη ταῦτα·

Χαῖρε, ἀκτὶς νοητοῦ Ἠλίου,
χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,
χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,
χαῖρε, ὅτι τὸν πολύῤῥητον, ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,
χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον.
Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν,
χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας,
χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι' ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος, καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως,

Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας.

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου.
χαῖρε, Ἁγία Ἁγίων μείζων,
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι.
χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε,
Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν.
χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν,
Χαῖρε τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος.
χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι' ἧς ἐγείρονται τρόπαια.
χαῖρε, δι' ἧς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,
χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον (γ'), δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορὰς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας·.

Ἀλληλούϊα.

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε (γ') καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.

Χαῖρε, δι' ἧς ἡ χαρὰ ἐκλάμψει,
χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος, Ἀδὰμ ἡ ἀνάκλησις,
χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς,
χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις,
χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Κοντάκιον Ἦχος πλ. δ' Αὐτόμελον

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

 

Τὸ Συναξάριον τοῦ Μηναίου, καὶ εἶτα τὸ παρόν.

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πέμπτης Ἑβδομάδος τῶν Νηστειῶν, ἑορτάζομεν τὸν Ἀκάθιστον Ὕμνον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας.

Ὕμνοις ἀΰπνοις εὐχαρίστως ἡ Πόλις,

Τὴν ἐν μάχαις ἄγρυπνον ὑμνεῖ Προστάτιν.

Ταῖς τῆς σῆς ὑπερμάχου τε καὶ ἀπροσμάχου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεὸς τῶν περικειμένων καὶ ἡμᾶς ἀπάλλαξον συμφορῶν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος φιλάνθρωπος.

ᾨδὴ ζ', Ὁ Εἱρμός

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἀνυμνοῦμέν σε, βοῶντες· Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ, ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.

Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα χαῖρε Θεόνυμφε, ἡ ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα, χαῖρε Δέσποινα, δι' ἧς χαρὰς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.

Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε· ὑπὲρ γὰρ τὰ Σεραφείμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν, ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή, ὃν ἱκέτευε, βίβλῳ ζωῆς τους δούλους σου, καταγράψαι Θεοτόκε.

Ἱκετεύομεν οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν. Κλῖνον τὸ οὖς σου Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζόμενους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πόλιν Θεοτόκε.

 

Ἕτερος. Ὁ αὐτός.

τοῦ θαύματος τὴν χάλαζαν ἡ θάλασσα ἀνῆψε δίκην πυρός, ὅθεν ὁλκάδες ἐχθρῶν, τῆς πίσσης γυμνούμεναι κατεβυθίζοντο, πᾶσαι αὔτανδροι, τῆς κραταιᾶς πρεσβείαις Σου, καινουργούσης ταῦτα Κόρη.

Κατανύξει καὶ ἀγάπῃ καὶ πραότητι καὶ προσευχῇ καθαρᾷ, καὶ οἴκτῳ πρὸς πένητας ἀνταμειβόμεθα, θείας χάριτος, τῆς Θεοτόκου μέλποντες, τὴν θερμὴν αὐτῆς πρεσβείαν.

Οὐ κατήσχυνεν ἡ πάντων προστατεύουσα δούλων δεήσεις πιστῶν, ἀλλὰ βλασφήμων ἐχθρῶν, ὀφρὺν ἐταπείνωσε καὶ θράσος ἔθραυσε, καὶ κατέβαλεν, ὑπερηφάνων φρύαγμα, καὶ δεινὴν ἀλαζονείαν.

άβδον ἔχοντες δυνάμεως οἱ δοῦλοί Σου τὴν θείαν σκέπην Σου, τὰς προσβολὰς τῶν ἐχθρῶν, μακρὰν ἀπελαύνομεν πίστει καὶ ψάλλομεν· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ἐλπὶς ἡ προστασία ἡ ἀντίληψις τὸ καταφύγιον, τῶν Σῶν πιστῶν οἰκετῶν, ἡ δόξα τὸ καύχημα τὸ ἀγαλλίαμα, τὸ κραταίωμα, τῶν ὀρθοδόξων Δέσποινα, Σὺ ὑπάρχεις βασιλέων.

 

Ἕτερος. Ὁ αὐτός.

κετήριόν Σοι δέησιν προσάγομεν οἱ σεσωσμένοι φρικτῆς αἰχμαλωσίας ἁγνή, ῥυσθῆναι δεόμενοι καὶ ἀοράτων ἐχθρῶν, ὧν ὁ πόλεμος, οὐκ ἐν σαρκὶ καὶ αἵματι, τῷ νοΐ δὲ ἀντιπίπτει.

Τόξα πάντα συνετρίβη καὶ ἠσθένησε τῶν δυνατῶν ἐν αὐτοῖς, οἱ ἀσθενεῖς δὲ σαφῶς ἰσχύν τε καὶ δύναμιν περιεζώσαντο, Ὡς τὴν ἄμαχον πεπλουτηκότες δύναμιν, πεποιθήσει Σου Παρθένε.

παλίμφημος ἀπέσβη καὶ ἠφάνιστο γλῶσσα τοῦ κήρυκος τῆς μυσαρᾶς τελετῆς, ἐξ ὕψους γὰρ ἔῤῥιπτο πτῶμα ἐξαίσιον, μὴ κραυγάζων Σοι· εὐλογημένος Δέσποινα, ὁ καρπὸς τῆς Σῆς κοιλίας.

νοιγέσθωσαν αἱ πύλαι Σου, βασίλισσα πασῶν τῶν πόλεων, καὶ προερχέσθωσαν ἐν ἐλευθέρῳ ποδί, οἱ πρώην Σου δέσμιοι καὶ ἐγκατάκλειστοι, ὁ τοῦ πταίοντος, καὶ γὰρ ζυγὸς συντέτριπται, στρατηγούσης τῆς Παρθένου.

Καταβασία

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

 

 

 

 

 

 

 

ᾨδὴ η', Ὁ Εἱρμός

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νηδύϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας, γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνὴ ᾧ ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα μυστήριον τοῦ τόκου σου. Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου, καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον, Κόρη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας, εὔλαλοι οἱ ἄλαλοι, πρῴην χρηματίζοντες, λεπροὶ ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.

κόσμῳ τεκοῦσα σωτηρίαν, δι' ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν, χαίροις παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα, τῶν μελῳδούντων Ἁγνή. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Ὁ αὐτός.

λεων τὸ ὄμμα τοῦ Υἱοῦ Σου, ἀπέργασαι ἤδη Κόρη Μητροπάρθενε, ὅπως τοὺς τιμῶντάς Σου, καὶ πανηγυρίζοντας, τὴν τῶν θαυμάτων ἄβυσσον, ὡς ἀνεξάντλητον, λυτροῦται, καὶ ἐλαύνῃ βαρβάρους, πόῤῥωθεν Ῥωμαίων κληρουχίας.

φθης οὐρανῶν ὑψηλοτέρα, τῶν ἄνω τιμιωτέρα τε Δυνάμεων, μόνη γὰρ ἐχώρησας, πᾶσι τὸν ἀχώρητον, ἐν καθαρᾷ νηδύϊ Σου καὶ ἀπεκύησας, εἰς πάντων, τῶν πιστῶν σωτηρίαν, τῶν ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

βυσσος ὑπάρχουσα τεράτων, ἀβύσσῳ τῆς ἀπωλείας παραδέδωκας, ἔθνη μιξοβάρβαρα, καταφρυαττόμενα, τῶν ὀρθοδόξων δούλων Σου καὶ ἐγκαυχώμενα, τῷ θράσει, τῆς αὐτῶν ἀσεβείας, καὶ μὴ προσκυνοῦντα, τοῦ Σοῦ Υἱοῦ τὸ κράτος.

Νέκρωσον ψυχῶν ἡμῶν τὰ πάθη, Παρθένε καὶ τὰ συντρίμματα θεράπευσον, πάντων ἡ βαστάσασα, νόσους τὸν βαστάζοντα, καὶ ἁμαρτίας ἄραντα καὶ θανατώσαντα, τῷ πάθει, τῷ τιμίῳ τὸν ὄφιν, οὗ τῇ συμβουλίᾳ ὑπήχθημεν θανάτῳ.

Νάουσι ποτάμια ὡς ῥεῖθρα, αἱ χάριτες τῶν ἀφθόνων θαυμασίων Σου, νόσοι φυγαδεύονται, δαίμονες ἐλαύνονται, καὶ τῶν πιστῶν συστήματα καταφωτίζονται, καὶ λύσιν, τῶν θλιβόντων εὑρίσκει, ὅθεν ἀνυμνεῖ Σε, παννύχοις μελωδίαις.

 

Ἕτερος. Ὁ αὐτός.

Πέρσαι τε καὶ Μῆδοι καὶ τῶν Οὔννων τὰ ἔχθιστα φῦλα συνελάλησαν· δεῦτε καὶ κατάσχωμεν κλῆρον τὸν ἀπόλεκτον, ἐν γὰρ αὐτοῖς οὐδείς ἐστιν ὁ βασιλεύων τὰ νῦν, ἠλέγχθησαν δὲ φρύαγμα μόνον, πάντας γὰρ ἐξῆρεν ὡς χλόην ἡ Παρθένος.

νασσα Σοι Πόλις Θεοτόκε, παρ’ ἧς ἡ εὐσέβεια κρατύνεται, πάννυχον ἐτήσιον ᾄδει τὸ κατόρθωμα, καὶ ἑορτάζει χαίρουσα τῆς βασιλίδος σαφῶς, τὰ ῥύσια καὶ σῶστρα Παρθένε, ἀνυμνολογοῦσα τὸν τόκον Σου τὸν ξένον.

ήγνυται τὰ σκάφη τῶν ἀθέων, ἀλλήλοις ἐν συσεισμῷ καὶ καταιγίδι φρικτῇ, βίᾳ προσαράξαντα ἄλλα τε βεβύθισται, πάντα δ’ ὑφ’ ἓν ἀπόλωλε καὶ ἐξηφάνισται, θρηνεῖ δὲ καὶ ὁ φύλαρχος, βλέπων ἔργον γενομένους καὶ τοὺς λοιποὺς μαχαίρας.

λωλε τὰ ἔθνη παραδόξως, Σῇ κληρονομίᾳ ἐπιθέμενα, ἔθεντο τὸ στόμα γὰρ ὕψος πρὸς οὐράνιον, καὶ τὴν αὐτῶν ὑβρίστριαν γλῶσσαν διήγαγον εἰς γῆν μεγαλαυχοῦσαν, ὥσπερ ὁ Ῥαψάκης, σὺν ᾧ καὶ διεφθάρη.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Καταβασία

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἡ Τιμιωτέρα οὐ στιχολογεῖται.

ᾨδὴ θ', Ὁ Εἱρμός

Ἄγγελοι, τὸ θαῦμα τῆς Θεοτόκου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ φιλόχριστος Πόλις, ὁρμῆς βαρβάρων ἐῤῥύσθη.

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνή, ἀειπάρθενε.

Ἄγγελοι, τὰ πλήθη τῶ βαρβάρων, ὁρῶντες ἀπολούμενα, τῆς Θεοτόκου τῷ σθένει, κατεθαμβοῦντο εἰκότως.

Ἵνα σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

Ἄγγελοι, τὴν λύτρωσιν καθορῶντες, λαοῦ τε καὶ τῆς Πόλεως, τῆς πανυμνήτου τῷ κράτει, χαρμονικῶς ἀνευφήμουν.

Ὤφθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι· Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ, τὸν μέγαν Ἥλιον, χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή, χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωὴν τὸ ἀνθρώπινον.

Ἄγγελοι, συμψάλλουσι τοῖς ἀνθρώποις, τὸν Ὕμνον τὸν Ἀκάθιστον, τὴν τοῦ Κυρίου Μητέρα, ἀνευφημοῦντες συμφώνως.

Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν· Χαῖρε κόσμου Δέσποινα, χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν, χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή, χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

Ἄγγελοι, καὶ ἄνθρωποι τῆς Παρθένου, τὸν ὕμνον τὸν Ἀκάθιστον, θεοπρεπέσιν ἐν ὕμνοις, νῦν μελῳδήσωμεν ἄμα.

Ἡ περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε ἀειπάρθενε Ὁσίων πάντων, χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα, χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν πάννυχον τελέσωμεν, χαρμονικῶς θείαν μνήμην, αὐτῇ τὸ Χαῖρε βοῶντες.

Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων, ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε, κυοφορήσασαν, διὰ μέγα ἔλεος θελήσαντα, μορφωθῆναι Χριστέ, τὸ ἀλλότριον.

Ἕτερος. Ὁ αὐτός.

Ἄγγελοι, συγχαίρουσι τοῖς ἀνθρώποις, ἐν οἴκοις χαιρετίζοντες, χαρμονικῶς τὴν Παρθένον, καὶ Θεοτόκον Μαρίαν.

δε τοῦ πιστοῦ, λαοῦ Σου ἐγκάρδιον πόθον πανάμωμε, ἴδε τὴν ἀνόθευτον εὐγνωμοσύνην καὶ τὴν ἀκάθιστον, δοξολογίαν Ἄχραντε, καὶ τὴν πεποίθησιν, καὶ πταισμάτων δίδου τὴν συγχώρησιν, πρὸς Θεὸν μητρικαῖς Σου ἐντεύξεσιν.

Ἄγγελοι, καὶ ἄνθρωποι ὁμοφώνως, τελέσωμεν γεραίροντες, τὴν ἑορτὴν τῆς πανάγνου, ἐν χαρμοσύνοις τε ὕμνοις.

Κήρυκες ἡμεῖς, θαυμάτων γινόμεθα Σῶν διαπρύσιοι, καὶ πανηγυρίζοντες, ὑμνολογοῦμεν τὰ μεγαλεῖά Σου, καὶ τὰς ἀπείρους χάριτας ἐκδιηγούμεθα, και βοῶμεν· χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

Ἄγγελοι, καὶ ἄνθρωποι θεῖον ὕμνον, Ἀκάθιστον νῦν μέλψωμεν, τῇ παναχράντῳ Παρθένῳ· χαῖρε βοῶντες αὐτῇ ἐκ πόθου.

λαθι καὶ νῦν, φιλάγαθε Δέσποινα τῇ κληρουχίᾳ Σου, καὶ τὸ χριστεπώνυμον πλήρωμα φρούρει, καὶ καθυπόταξον τούτου ποσὶ πολέμια, ἔθνη καὶ βάρβαρα, Σὲ γὰρ μόνην, σύμμαχον ἀπρόσμαχον, ἐν ταῖς μάχαις ἀεὶ ἐπιστάμεθα.

Ἄγγελοι, καὶ ἄνθρωποι ἀνυμνοῦσιν, σὲ τὴν μόνην πανάμωμον, τὴν λυτρώσασαν τὴν Πόλιν, ἐκ τῶν ἐχθρῶν τῶν δολίων.

ρος Σε ἁγνή, καὶ βάτον παστάδα τε κατονομάζομεν, πλάκα κλίνην γέφυραν, ῥάβδον ἁγίαν καὶ θείαν τράπεζαν, καὶ κιβωτὸν καὶ κλίμακα, τέμενος θάλαμον στάμνον πόκον, θρόνον τε πυρίμορφον, καὶ Μητέρα Θεοῦ ἀειπάρθενον.

Ἄγγελοι, καὶ ἄνθρωποι ἀνυμνοῦσιν, σὲ τὴν μόνην πανάμωμον, τὴν λυτρώσασαν τὴν Πόλιν, ἐκ τῶν ἐχθρῶν τῶν δολίων.

περάμωμε, Θεοτόκε Δέσποινα, ὥσπερ τὴν Πόλιν Σου, ἐλυτρώσω κινδύνων καὶ τοὺς Σὲ ἱκετεύοντας λύτρωσαι, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ καὶ καταξίωσον, τοῦ Σοῦ Υἱοῦ τὴν θείαν λαμπρότητα, κατιδεῖν εἰς τὰ ἄνω Βασίλεια.

Ἕτερος. Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ.

Χαῖρέ Σοι βοῶμεν τοῦ Ἀρχαγγέλου, πανάχραντε Θεόνυμφε· καὶ γὰρ δοχεῖον ἐδείχθης, κοινῆς χαρᾶε τῆς τοῦ κόσμου.

Θαυμαστὴ σού ἐστιν ἡ σκηνή, παλάτιον τοῦ πάντων Βασιλέως, πνεῦμα γὰρ ἐν Σοὶ ἐπισκιάσαν Θεοτόκε, φρικτὸν κατεσκίασέ σε θάλαμον, νῦν δὲ ἡ Πόλις σου αὕτη κλῆρος, ἀλλὰ σώζοις ταύτην ἐχθρῶν ἀσινῆ.

Χαῖρε ἀειπάρθενε Θεοτόκε· χαῖρε Νύμφη ἀνύμφευτε· χαῖρε ἀπείρανδρε Μῆτερ, καὶ προστασία τοῦ κόσμου.

νεδρεύονται Θεοτόκε ἁγνή, ἀδίκως οἷς ἐνήδρευσαν δικαίων Πόλιν καὶ λαόν, οἱ ἐκ Περσίδος ἐπιστάντες, αὐτοῖς ἐπιστάντος τοῦ ὀλέθρου φρικτῶς καταστρατηγούσης Σου Κόρη, τούτων καὶ συστρατηγούσης τῷ πιστῷ βασιλεῖ.

Χαῖρε Μῆτερ τοῦ πάντων Βασιλέως· χαῖρε Κόρη πανάμωμε· χαῖρε ἡ ἐκ τῶν βαρβάρων, τὴν Πόλιν Σου ῥυσαμένη.

Νομοθέτης τὸ πρὶν Μωϋσῆς, τυπούμενος παλάμαις σταυροτύπως, ῥύεται λαὸν Ἰσραηλίτην παλαμναίας χειρὸς Ἀμαλὴκ τοῦ πολεμήτορος, νῦν δὲ τῷ Σταυρῷ καὶ Εἰκόσι θείαις, τοὺς ἐχθροὺς ἡττῶσι χεῖρες ἀνδρῶν ἱερῶν.

Χαίροντες δοξάζομεν ὁμοφώνως, Θεέ Σε τρισυπόστατε, Πάτερ Υἱὲ καὶ Πνεῦμα, καὶ προσκυνοῦμεν ἐν πίστει.

ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, λυτρούμεθα ἐν Σοὶ Θεογεννῆτορ, ἄρδην κατακλύζοντος πολέμου ἐξ ὑδάτων ἐθνῶν καλυπτόντων γῆς τὸ πρόσωπον καὶ ὑπὲρ βουνῶν ὑψουμένων, Σοῦ δὲ ἀφανιζομένων τῇ θάλψει πρὸς τάχος, Ἁγνή.

Χαίρουσι τὰ πλήθη τῶν Ὀρθοδόξων, καὶ μέλπουσί Σοι σήμερον, πάντες τὸ Χαῖρε συμφώνως, ὦ Παναγία Παρθένε.

περίπταται Θεομῆτορ, τὰ Σὰ θαυμάσια τὴν δύναμιν τῶν λόγων, σθένει γὰρ Σῷ ἀμάχῳ ἐῤῥύσω ἀλλοφύλων ἐπιδρομῆς Ἁγνή, κληρουχίαν Σου, ὅθεν εὐχαρίστως βοᾷ Σοι· Σύ μου Θεοτόκε, ῥῦσις, προστάτις καὶ καταφυγή.

Ἄγγελοι, τὸ θαῦμα τῆς Θεοτόκου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ φιλόχριστος Πόλις, ὁρμῆς βαρβάρων ἐῤῥύσθη.

Καταβασία

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνή, ἀειπάρθενε.

Ἐξαποστειλάρια. Ἦχος β' Γυναῖκες ἀκουτίσθητε

Σκιρτᾷ καὶ χαίρει σήμερον, ἡ τῶν πιστῶν ὁμήγυρις, τῆς Ἀκαθίστου τελοῦσα, τὴν ἑορτὴν Παναγία· ἐν ᾗ τὰ μεγαλεῖά Σου, κροτεῖ καὶ νικητήρια, καὶ εὐχαρίστως μέλπει Σοι, εὐχαριστήριον Ὕμνον, ὡς Στρατηγῷ Ὑπερμάχῳ. (Δίς)

Ὡς πάλιν Πόλιν Δέσποινα, καὶ Σὸν λαὸν διέσωσας, τῆς τῶν βαρβάρων ἐφόδου, Σοῦ ἀοράτῳ δυνάμει, οὕτω καὶ νῦν διάσωσον, Παρθένε Σοῦ δεόμεθα, τὸν κλῆρόν Σου τὸν Ὀρθόδοξον, ἐκ συμφορῶν καὶ κινδύνων, καὶ πολεμίων παντοίων.

 

Αἶνοι. Ἦχος α’. Ὢ τοῦ παραδόξου θαύματος.

Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς χαρᾶς, χαρμονῆς ἐμπίπλησι, τοὺς πάννυχον εὐλαβῶς, ὕμνον Ἀκάθιστον, τῇ ταύτης πανευκλεεῖ, καὶ χαρμοσύνῳ νῦν μνήμη προσάδοντας· βοῶμεν οὖν καὶ ἡμεῖς, σὺν τῷ Ἀγγέλῳ τὸ Χαῖρε κραυγάζοντες· Κεχαριτωμένη Χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.

 

Βαβαὶ τῶν σῶν τεραστίων ἁγνή, καὶ τῶν θαυμασίων, δι’ ὧν σκέπεις ἅπαντας, καὶ σώζεις ἐκ πειρασμῶν, λαὸν καὶ Πόλιν Σου, βαρβάρων ἐπιδρομῆς, τοὺς προσφυγόντας πρὸς Σὲ μετὰ πίστεως· ὡς πάλαι οὖν καὶ ἡμᾶς, τοὺς πεφευγότας πρὸς Σὲ διαφύλαξον ἐξ ἀπειλουμένων πάντων, φόβων καὶ κακώσεων, ὁρατῶν καὶ ἀοράτων, ἵνα πίστει Σε γεραίρομεν.

 

Τὴν Σὴν γεραίρουσι σήμερον, ἐν ψαλμοῖς καὶ ὕμνοις, Ἀκάθιστον αἴνεσιν, ἀνθρώπων πᾶσα πληθύς, τῶν Ὀρθοδόξων λαμπρῶς, προσάδοντάς σοι ᾠδάς, χαριστηρίους Παρθένε Θεόνυμφε, καὶ μέλπουσιν εὐλαβῶς, σῦν τῷ Ἀγγέλῳ χαρᾷ χαιρετίζοντες· Κεχαριτωμένη χαῖρε, κραταιὰ ὑπέρμαχε, τῶν πιστῶς γεραιρόντων, τὰ θαυμάσιά Σου Δέσποινα.

 

Δεῦτε μοναστῶν συστήματα, ἱερέων τάξεις, καὶ πιστῶν ὁ σύλλογος, προσάξωμεν εὐλαβῶς, ὕμνον Ἀκάθιστον, τῇ ὄντως Θεοῦ Μητρί, τὰ εὐκλεῆ ταύτης τρόπαια μέλποντες, ὡς Πόλιν τε καὶ λαόν, διασωσάσῃ βαρβάρων κακώσεως· ᾗ καὶ νῦν ὡς ὑπερμάχῳ, εὐλαβῶς βοήσωμεν· ἐκ παντοίων κινδύνων, ἡμᾶς λύτρωσαι πανύμνητε.

 

Δόξα... Καὶ νῦν... Ἦχος πλ. Β΄

Τῇ κραταιᾷ Σου δυναστείᾳ, Θεοτόκε Μῆτερ τῆς χαρᾶς, τὰ ἔθνη τῶν ἀλλοφύλων, τροπωθέντα ἀπώλοντο· ὅθεν φωναῖς χαριστηρίοις, ὁ λαός Σου τῆς Πόλεως, εὐσεβῶς Σὲ ἐμεγάλυνεν. Χαρμονικῶς οὖν καὶ ἡμεῖς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἐκβοῶμεν· Χαῖρε Κεχαριτωμένη, Παρθένε Μῆτερ ἀνύμφευτε, ὁ Κύριος μετὰ Σοῦ. Αὐτὸν ὡς Υἱόν Σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Ὕμνον τὸν Ἀκάθιστον οἱ πιστοί, ἐπαδόντες πόθῳ Σοὶ τὸ Χαῖρε χαρμονικῶς, βοῶμεν ἀπαύστως, Παρθένε Θεοτόκε· φρούρει οὖν Σαῖς πρεσβείαις, καὶ σῷζε ἅπαντας.




 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου