ΝΟΕΜΒΡΙΟΣ ΙΕ!!
ΕΥΤΡΟΠΙΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀρχιμανδρίτου Χρυσοστόμου Παπαδάκη)
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ.
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῆς παρθενίας τῷ κάλλει, περικοσμούμενος, Ἀγγέλων ἀνεδείχθης, ἰσοστάσιος μάκαρ· διὸ καὶ συναγάλλῃ νῦν μετ’ αὐτῶν, τῷ Κυρίῳ δεόμενος, ὑπὲρ ἡμῶν τῶν τιμώντων σου τὴν σεπτήν, μνήμην ἔνδοξε Εὐτρόπιε.
Ἀσκητικὸν τοῦ σοῦ βίου, καὶ τὴν εὐσέβειαν, καὶ τῆς ψυχῆς σου ἄκραν, καθαρότητα βλέπων, χοροῦ τοῦ τῶν Πατέρων ἡ κορυφή, Χρυσοῤῥόας ὁ μέγιστος, ἱεροψάλτης κατέστησεν ὡς ποιμήν, Ἐκκλησίας ὦ Εὐτρόπιε.
Κλήσεως θείας παμμάκαρ, ἐνωτιζόμενος, ἀνέθηκας Κυρίῳ, ἅπαντά σου τὸν βίον, ὡς ἔλαφος διψῶσα δὲ πρὸς πηγάς, Χρυσοῤῥήμονος ἔσπευσας· διὸ καὶ χάριν ἐδέξω παρὰ Θεοῦ, πολυθαύμαστε Εὐτρόπιε.
Ἕτερα. Ἦχος ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.
Παρθένος ὑπάρχων τῷ νοΐ, καὶ σαρκὶ μακάριε, διακονίαν εὐπρόσδεκτον, Θεῷ προσέφερες, ψάλλων Αὐτοῦ δόξαν, ἐν λατρείᾳ πάνσεμνε, τοῖς πᾶσιν εὐσεβείας γενόμενος, λαμπρὸν ὑπόδειγμα, περιλάλητόν τε καύχημα, Χρυσοστόμου, ὡς τέκνον τὸ γνήσιον.
Ἐχθρῶν τοῦ ἁγίου σου Πατρός, καθυπέστης ἔνδοξε, δεινὴν μανίαν καὶ ἄμετρον, πόνον ὑπήνεγκας, καὶ τοῦ μαρτυρίου, στέφος τὸ ἀμάραντον, δεξάμενος εἰς ἄνω σκηνώματα, μετέστης Ἅγιε, αἰωνίως ἀγαλλόμενος, σὺν Ἀγγέλοις, ψάλλων θεοτίμητε.
Σὴν μνήμην τελοῦντας τὴν σεπτήν, Ἀθλητὰ Εὐτρόπιε, ἐκ πειρασμῶν τε καὶ θλίψεων, ἀεὶ διάσῳζε, καὶ χειρῶν ἀδίκων, σὺ ῥύου ἑκάστοτε, ἐκ τούτων ὑπομείνας τὴν βάσανον, καὶ ταῖς πρεσβείαις σου, τῆς ἀφέσεως ἀξίωσον, παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον.
Δόξα. Ἦχος πλ. Β΄.
Δεῦτε φιλομάρτυρες πιστοί, ἐν ψαλμοῖς καὶ ὕμνοις εὐφημήσωμεν, τοῦ ψαλτηρίου Ἐκκλησίας τῆς Βασιλευούσης Πόλεως, διάκονον καὶ μαθητὴν τοῦ Χρυσολόγου λέγοντες αὐτῷ· Χαίροις, ὁ τῶν Ἀγγέλων τὸ πολίτευμα ἐκμιμησάμενος, τὴν ἁγνείαν ἐν κόσμῳ ὡς περιβεβλημένος, καὶ ὡς Θεοῦ θελήματος ὑπήκοος ἄριστα γενόμενος· χαίροις, τοῦ θείου Πατρὸς γνήσιε φοιτητά, ὁ τὴν καρδίαν αὐτοῦ μεγάλως ἀναπαύσας· χαίροις, ὁ μαρτύριον φρικτὸν ὑπομείνας, διὰ χειρῶν ἱερέων τῆς αἰσχύνης, καὶ ὡς πανίερον σφάγιον τῷ Χριστῷ προσαχθείς· χαίροις, ὅτι τὴν πορφυρᾶν σου ἔξοδον ἐκ τῶν ἐνθάδε, οὐράνιαι δυνάμεις αἰσθητῶς ἀνύμνησαν. Ἀλλ’ ὦ τρισμάκαρ Εὐτρόπιε Χρυσοστόμου τὸ θρέμμα, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.(μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ἀνενδότῳ φρονήματι πανεύφημε, ἡδυπαθείας προσβολάς, τῶν ἀκαθάρτων δαιμόνων ἐξωστράκισας, καὶ ἐραστὴς ἱερὸς γενόμενος τοῦ οὐρανίου Νυμφίου, ἀγγελοειδοῦς κατηξίωσαι βίου· διὸ καὶ Πόλις ἡ τέξασά σε, καυχᾶται ἐν τοῖς σπαργάνοις σου, Εὐτρόπιε πανθαύμαστε.
Ἦχος β΄.
Ἐπὶ τὴν ἀσάλευτον τῆς ἀληθείας πέτραν στηριχθείς, τὴν κηρυχθεῖσαν ὑπὸ τῆς χρυσηλάτου σάλπιγγος, τῆς Ἐκκλησίας Ἰωάννου τοῦ Χρυσοστόμου, κατέπτυσας πάντων τῶν ἐπὶ γῆς τερπνῶν, καὶ ἐπτερώθης ἔρωτι τῆς ἀχράντου ὡραιότητος· διὸ καὶ ὡς πανεύοσμον ἄνθος τῆς ἁγνείας, ηὔφρανας πᾶσαν Ἐκκλησίαν θεομακάριστε Εὐτρόπιε. Πρέσβευε οὖν Χριστῷ τῷ Θεῷ, τοῦ διατηρεῖν αὐτὴν εἰρηνεύουσαν.
Ἦχος γ΄.
Τῇ ἁγίᾳ καὶ ἀγγελοϋμνήτῳ σου ἀθλήσει, ὡς οὐρανόφωτος ἀστήρ, θαυμαστῶς ἀνέτειλας Εὐτρόπιε, καταυγάζων ἡμῶν τὰς καρδίας, τῶν ἐν πίστει βοώντων σοι· χαίροις μυριόνικε Ἀθλητά, μάρτυς τῆς ἀληθείας, ὁ τῷ χρυσοῤῥήτῳ Πατρί, ἐν οὐρανίοις θαλάμοις συναυλιζόμενος.
Ἦχος δ΄.
Ψαλτηρίου τῆς Ἐκκλησίας τὴν θεοκίνητον κινύραν, τὴν ὑμνήσασαν Χριστὸν τὸν Κύριον, δεῦτε πιστοὶ τιμήσωμεν, Εὐτρόπιον τὸν πανένδοξον. Οὗτος γὰρ τῷ χρυσοπνόῳ στόματι, τῆς χάριτος ἀκολουθῶν, προθύμως τὸ αἷμα αὐτοῦ ἐξέχεε, μάρτυς γενόμενος τῆς πατρώας εὐσεβείας. Καὶ νῦν κάλλους τῷ διαδήματι λαμπόμενος, ἀπαύστως πρεσβεύει, ὑπὲρ ἡμῶν πρὸς τὸν Φιλάνθρωπον.
Δόξα. Ἦχος πλ. Α΄.
Δεῦτε οἱ φιλάγιοι σήμερον, χορείαν στησώμεθα, καὶ ἐν ἀγαλλιάσει καρδίας, Εὐτρόπιον τὸν ἀοίδιμον Μάρτυρα, ᾀσμάτων τοῖς ἄνθεσι ἀναδήσωμεν· νικητὴς γὰρ πρότερον κατὰ παθῶν ἐγένετο, καὶ Ἀθλητὴς πανάριστος ὕστερον ἀνεδείχθη, τῇ ἄνωθεν δυνάμει βοῶν τοῖς ἀνόμοις ἱερεῦσι· οὐ πτοοῦμαι μηδαμῶς, ὡς διῶκται τοῦ θεοφόρου μου Πατρός, εἰ καὶ θανατοῦσθαί με θέλετε οὐ πτοοῦμαι, τοῦ Χριστοῦ ἐπαγγείλαντος, ὅτι ὁ πιστεύων εἰς ἐμέ, κᾂν ἀποθάνῃ ζήσεται· ὅθεν ὡς ταχυδρόμος ἔλαφος ἔσπευσε, διαβῆναι μαρτυρικῶς, πρὸς Βασιλείαν τὴν οὐράνιον.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σκεῦος παιδιόθεν ἀρετῶν, καὶ πλουσίας χάριτος ὤφθης, σοφὲ Εὐτρόπιε, καὶ θεράπων γέγονας, τοῦ ψαλτηρίου λαμπρός, δωρεᾶς ἀξιούμενος, ὁρᾶν λειτουργοῦντα, ἱερὸν Χρυσόστομον, οὗ τέκνον γνήσιον, ἄχρι καὶ θανάτου γενναίως, ἀληθῶς φανεὶς θεοφόρε, δόξης καὶ τιμῆς ἄξιος γέγονε.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅτε, δυσσεβῶν ὁ ὁρμαθός, μένους τῶν δαιμόνων ἐπλήσθη, κατὰ τοῦ θείου Πατρός, καὶ τρόποις ἐδίωκε, θηριωδίας σοφράς, εὐσεβείᾳ τοὺς μένοντας, πιστοὺς καὶ βασάνοις, θάνατον ἐπέφερεν, αὐτοῖς τὸν ἄδικον, τότε Ἀθληταῖς ἠριθμήθης, θαυμαστῇ ἐν θεοσημείᾳ, ἀξιομακάριστε Εὐτρόπιε.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Πάντας, εὐλαβείᾳ ἐν πολλῇ, τοὺς τὴν σὴν σεβάσμιον μνήμην, τελοῦντας Ἅγιε, σκέπε ταῖς πρεσβείαις σου, ἐκ περιστάσεων, πειρασμῶν τε καὶ θλίψεων, καὶ πάσης ἀνάγκης, δίδου δὲ θεόσοφε, ζῆλον τὸν ἔνθεον, ὡς ἂν ἀρεστοὶ τῷ Κυρίῳ, τύχοιμεν ἀφάτου ἐλέους, ἐν ἡμέρᾳ κρίσεως μακάριε.
Δόξα. Ἦχος α΄.
Ὡς ἀστέρα τῆς ἁγνείας, καὶ πάσης ἀρετῆς τηρητήν, Εὐτρόπιε ἐυφημοῦμέν σε. Ὡς δὲ πεφοινιγμένον Ἀθλητήν, τῆς θεοσεβείας εὐφροσύνως τιμῶμέν σε. Πάρεσο οὖν θεοδόξαστε δυσωποῦμέν σε, ἐν ταῖς τοῦ βίου ἡμῶν παντοίαις ἀνάγκαις, ἀπήμονας διαφυλάττων τῇ μεσιτείᾳ σου.
Καὶ νῦν... Θεοτοκίον
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Ἀσωμάτων ἐδείχθης μάκαρ ἰσότιμος, τῇ καθαρᾷ βιοτῇ σου, ὡς μαθητὴς γεγονώς, ὄντως γνήσιος τοῦ θείου Χρυσοῤῥήμονος, καὶ Ἁγίων τοῖς χοροῖς, ἠριθμήθης Ἀθλητά, δι’ αἵματος μαρτυρίου· διὸ τιμῶμεν σὴν μνήμην, τὴν ἀεισέβαστον Εὐτρόπιε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Κωνσταντίνου Πόλεως, καύχημα πέλεις, κρίνον ὡς πανεύοσμον, τῇ πολιτείᾳ σου ὀφθείς, καὶ τῇ ῥοῇ τῶν αἱμάτων σου, καθαγιάσας αὐτὴν ὦ Εὐτρόπιε.
Δόξα...
Τῆς ἁγνείας πέφηνας, λαμπρὸν δοχεῖον, ὑμνῳδός τε ἄριστος, καὶ Μάρτυς ἔνδοξος ὁμοῦ· ὅθεν μὴ παύσῃ δεόμεθα, Χριστῷ πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν ... Θεοτοκίον
Ἐν τῇ σκέπῃ πάναγνε, τῇ Σῇ Παρθένε, προσφυγόντων δέησιν, προσδεξαμένη τὴν ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, τῷ Φιλανθρώπῳ, σωθῆναι τοὺς δούλους Σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ῥεῖθρα τῶν αἱμάτων σου, πανευλαβῶς προσκυνοῦμεν, καὶ ἁγίαν μνήμην σου, ἐν εὐφροσύνῃ τελοῦμεν· πρέσβευε δεόμεθά σου τῷ παναγάθῳ, ἔχεις γὰρ τὸ ἀπαράτρεπτον παῤῥησίας, ὡς ἰσότιμος Ἀγγέλων, καὶ Μάρτυς μέγας, θεόφρον Εὐτρόπιε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ὡς θερμὴν ἀντίληψιν, χειμαζομένων ἐν βίῳ, καὶ στεῤῥὰν βοήθειαν, τῶν πεποιθότων ἐπὶ Σέ, γνόντες Σε, Παρθενομῆτορ ἄχραντε Κόρη, σκέπην Σου, ἐπικαλούμεθα παναγίαν, οἱ πολλῇ πεσόντες θλίψει, ἐκ τῆς πταισμάτων, πληθύος πανάμωμε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν ἀξιέραστον, Χριστὸν ἠγάπησας, ἐκ βρέφους Ἅγιε καὶ ἐπεπόθησας, εὐαρεστῆσαι ἀληθῶς αὐτῷ διὰ τῆς ἁγνείας, πιστὸς δὲ γενόμενος μαθητὴς Χρυσοῤῥήμονος, ἀρεταῖς πολύκαρπος ἀνεδείχθης τρισόλβιε· διὸ καὶ καθορᾶς αἰωνίως, Ἠγαπημένου πρόσωπον Εὐτρόπιε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τὰ ἐπουράνια, φόβῳ ἠγάλλοντο, καὶ τὰ ἐπίγεια, τρόμῳ ηὐφραίνοντο, ὅτε ἡ ἄχραντος φωνὴ ὑπῆλθέ Σοι Θεοτόκε, μία γὰρ πανήγυρις ἀμφοτέροις ἐπελάμψεν, ὅτε τὸν πρωτόπλαστον ὁ Δεσπότης ἐῤῥύσατο· διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν Σοι· χαῖρε ἡ Κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, τοῦ Ὄρθρου τοῦ Ἁγίου Γεωργίου (ζήτει τῇ 23ῃ Ἀπριλίου)
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Σήμερον μαρτυρικαὶ χορεῖαι ἀγάλλονται, καὶ αἱ τῶν οὐρανίων νόων τάξεις πανηγυρίζουσι, ἐπὶ τῇ μνήμῃ τοῦ πανενδόξου Μάρτυρος Εὐτροπίου. Καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, οἱ φιλαγίῳ φρονήματι τιμῶντες αὐτόν, δοξάζομεν τὸν αὐτὸν ἀντιδοξάσαντα.
Ὁ Κανὼν τοῦ Μάρτυρος.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Καρδίᾳ καὶ χείλεσι, ὑμνολογῆσαι προθέμενος, Εὐτρόπιον Μάρτυρα, Δέσποτα Κύριε, χάριν δίδου μοι, ἐν θράσει τῷ μεγίστῳ, ἀγάπην τὴν ἄκραν σου, τῷ παροργίσαντι.
Μητρὸς ἐκ κοιλίας σου, ἡγιασμένος πανένδοξε, σαφῶς ἀναδέδειξαι, καὶ πολιτείᾳ σου, δι’ ἧς ἔλαμψας, ἐν μέσῳ Ἐκκλησίας, ἀστὴρ ὡς πολύφωτος, Μάρτυς Εὐτρόπιε.
Ἐξέστησαν τάγματα, τῶν οὐρανίων δυνάμεων, ὁρῶντα τοῦ βίου σου, τὸ καθαρώτατον, δι’ οὗ γέγονας, χάριτος μυριπνόου, δοχεῖον πολύτιμον, μακαριώτατε.
Θεοτοκίον.
Ὡς πάσης τῆς κτίσεως, καθαρωτέρα Θεόνυμφε, ἐκύησας πάναγνε, Χριστὸν Σωτῆρα Θεόν· διὸ κάθαρον, ψυχῶν ἡμῶν τὸν σπίλον, καὶ δὸς ταῖς πρεσβείαις σου, βίου διόρθωσιν.
ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Τοὺς ὄμβρους δεχθεῖσα ἡ ψυχή σου, σεπτοῦ Ἰωάννου διδαχῆς, τοῦ θείου Χρυσοῤῥήμονος, καρπὸν πολὺ ἐποίησε· διό σε ὡς πολύκαρπον, ὁ Γεωργὸς ἐπεβράβευσεν.
Χαρίσματι ὢν πεποικιλμένος, τοῦ ψάλλειν Κυρίῳ τῷ Θεῷ, λατρείαν κατεκόσμησας, τῆς Ἐκκλησίας ἔνδοξε, μελῳδικῶς φθεγγόμενος, ᾄσματα θεῖα Εὐτρόπιε.
Πολλῆς εὐφροσύνης ἐπληροῦντο, τὰ πλήθη ἀκούοντα ἐκ σοῦ, ἡδύμολπα τὰ ᾄσματα, Εὐτρόπιε πανένδοξε, γιγνώσκοντα δὲ βίον σου, Θεὸν ἀσμένως ἐδόξαζον.
Θεοτοκίον.
Ἁγνὸν ὑμνητήν Σου Θεοτόκε, ἠξίωσας καὶ ἐν οὐρανῷ, ὑμνεῖν Σε τὴν πανάμωμον, ἣν αἰωνίως μέλπουσιν, Ἁγίων τὰ συστήματα, καὶ τῶν Ἀγγέλων τὰ τάγματα.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ταχὺ εἰς ἀντίληψιν γενοῦ ἡμῖν Ἀθλητά, φυλάσσων ἐκ θλίψεων, καὶ ἐκ βελῶν τοῦ ἐχθροῦ, Εὐτρόπιε ἔνδοξε, νοῦν δὲ καὶ τὴν καρδίαν, ἡμῶν στρέψον Κυρίῳ, θείᾳ σου μεσιτείᾳ, ὡς πλουτῶν παῤῥησίαν, ἵνα τὴν σεπτήν σου ἀεί, μνήμην δοξάζομεν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Ἡ μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ Σου ἄχραντε, ῥῦσαι ἡμᾶς παγίδων, τοῦ δολίου Βελίαρ· στῆσον ἐπὶ τὴν πέτραν, τοῦ Χριστοῦ θελημάτων, Αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, Ὃν ἐσωμάτωσας.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Καθυπέταξας τὴν σάρκα, ἀνενδότῳ φρονήματι, καὶ τὸν λογισμόν σου, ἄκρως καθαρὸν διεφύλαξας· διὸ εἰσῆλθες τρισμάκαρ, εἰς ἀπάθειαν, ἀγγελώνυμον, βίον διάγων Εὐτρόπιε.
Ἀρετῶν ἐπιμέλειᾳ, τὴν τοῦ Πνεύματος εἵλκυσας, ἄφθονον τὴν χάριν, παιδιόθεν μάκαρ Εὐτρόπιε· ὅθεν πιστῶν ὤφθης τύπος, πολυθαύμαστε, καὶ ὑπόδειγμα, φωτοειδὲς τῆς νεότητος.
Ἀχλυώδους πάσης λύμης, τῶν παθῶν ἡμᾶς λύτρωσαι, ταῖς πρὸς τὸν Σωτῆρα, θείαις σου πρεσβείαις Εὐτρόπιε· καὶ φωτοφόρον σου μνήμην, τοὺς γεραίροντας, καταξίωσον, τῆς δεξιᾶς παραστάσεως.
Θεοτοκίον.
Νοῦν ἡμῶν ἐσκοτισμένον, πανακήρατε φώτισον, τῶν ψυχῶν ἡμῶν κατίδωμεν, καὶ διὰ τῆς μετανοίας, θείας τύχοιμεν, ἐπισκέψεως, καὶ ἐγκλημάτων ἀφέσεως.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ὁλόκληρος ἄμωμος, ἐν βίῳ καὶ διάκονος, ἄριστος ἐδείχθης ψαλτηρίου, ἱερουργοῦντος τοῦ Χρυσολόγου Πατρός, οὗ ἀκολουθῶν ταῖς ἱεραῖς, ὑποθήκαις πάνσεμνε, τῷ Θεῷ εὐηρέστησας.
Ὡς σπόγγος Εὐτρόπιε, ἐπλήσθης ἐκ τοῦ ὕδατος, διδαχῶν Πατρὸς τοῦ θεοσόφου, καὶ τετρωμένος καρδίᾳ ἔρωτι, θείῳ ἐπεδόθης τῇ Χριστοῦ, λατρείᾳ πανένδοξε, καὶ ψυχῆς καθαρότητι.
Τὸ στόμα σου γηέγονε, κρατὴρ χαρίτων πάνσεπτε, ὡς δόξαν Κυρίου ἀναμέλπον, καὶ Ἐκκλησίαν πᾶσαν κατηύφρανε, νῦν δὲ σὺν Ἀγγέλοις ἀνυμνεῖ, αἰωνίως ἔνδοξε, τῆς Τριάδος τὴν δύναμιν.
Θεοτοκίον.
Ἀγκάλαις ἁγίαις Σου, ἐβάστασας πανάμωμε, πᾶσι τὸν ἀχώρητον Παρθένε, θείοις μαστοῖς Σου δὲ ἐγαλούχησας· ὅθεν Αὐτῷ πρέσβευε ἁγνή, ἡμᾶς τῆς κολάσεως, λυτρωθῆναι Μητρόθεε.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Παθῶν νεότητος ἔνδοξε, ἐδείχθης ἀληθείᾳ ἀνώτερος, νικῶν τεχνάσματα, πολυμηχάνου πανεύφημε, τῇ τοῦ Χριστοῦ δυνάμει, μάκαρ Εὐτρόπιε.
Ὡς ῥόδον ὄντως πανεύοσομον, τὴν Πόλιν σου σοφὲ εὐωδίασας, καὶ δι’ αἵμάτων σου, μαρτυρικῶν καθηγίασας· διὸ λαμπρῶς γεραίρει, μνήμην σου σήμερον.
Ποιμὴν τῆς Ἑλενουπόλεως, Παλλάδιος ὁ θεῖος παρέδωκεν, ἡμῖν τὸν βίον σου, καὶ τὴν δι’ αἵματος ἄθλησιν· μεθ’ οὗ ἀεὶ πρεσβεύεις, ὑπὲρ ὑμνούντων σε.
Θεοτοκίον.
Ὡς Στρατηγόν Σε Ὑπέρμαχον, καὶ Πόλεως τῆς Σῆς σκέπην ἄχραντε, ἧς πέλει καύχημα, ὁ θεοφόρος Εὐτρόπιος, Σὲ ἀνυμνοῦμεν πάντες, καὶ μακαρίζομεν.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Κωνσταντίνου γάννυται, σήμερον Πόλις, Εὐτροπίου σπάργανα, καὶ τῶν αἱμάτων τὴν ῥοήν, τῇ οἰκουμένῃ δεικνύουσα, καὶ ἐκβοῶσα· σὺ πέλεις μου καύχημα.
Ὁ Οἶκος.
Ὁ τὰ πάντα προγινώσκων Θεός, ἐκ γαστρὸς μητρός σου ἔπλησέ σε, χάριτος ἀφθόνου θεόληπτε Εὐτρόπιε. Ἁγνείᾳ γὰρ ψυχῆς καὶ σώματος κεκοσμημένος, ὅλος Χριστῷ ἀνετέθης, ὑμνῶν τὰ αὐτοῦ μεγαλεῖα. Ἀγγελικῶς οὖν πολιτευσάμενος, ἐπιστασίᾳ τοῦ Χρυσοῤῥήμονος Πατρός, καὶ ὡς τέκνον αὐτοῦ γνήσιον, χερσὶν ἱερέων τῆς αἰσχύνης ἐμπεσών, μαρτυρικῶς ἐτελειώθης μακάριε· ὅθεν ἡ γενέθλιος Πόλις σου, ἡ τῷ σεπτῷ σου αἵματι πορφυρωθεῖσα βοᾷ· σὺ πέλεις μου καύχημα.
Συναξάριον.
Τῇ ΙΕ΄ του αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐτροπίου, τοῦ ἀναγνώστου καὶ ψάλτου, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Χριστὸν ὕμνησας ἐν χείλεσι καὶ βίῳ,
καὶ μαρτυρήσας στέφους κατηξιώθης.
Δεκάτῃ καὶ πέμπτῃ τυθεὶς Εὐτρόπιος ἦλθεν πόλῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν· Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου.
Ξίφος τελειοῖ Σαμωνᾶν καὶ Γουρίαν,
καὶ φλὸξ Ἄβιβον, οἷς χαρὰ φλὸξ καὶ ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἐλπίδιος, Μάρκελλος καὶ Εὐστόχιος, πυρὶ τελειοῦνται.
Πῦρ, Ἐλπίδιε, σὺν δυσὶ στέγειν φίλοις,
ἡ τῶν ἐπάθλων ἐλπὶς ἠρέθιζέ σε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Κυντίωνος, ἐπισκόπου Σελευκείας
Tὴν δωρεὰν ηὔξησε Kυντιὼν θύτης,
εὖ δοῦλε γοῦν ἤκουσε. Tί τούτου πλέον;
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων· Ἰουστίνου καὶ Θεοδώρας, τῶν εὐσεβῶν βασιλέων
Ἰουστῖνον ἄνακτα σὺν Θεοδώρα,
πρὸς οὐρανοὺς κέκληκε πάντων Δεσπότης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δημήτριος, ξίφει τελειοῦται.
Ὁ
Δημήτριος, χειρὶ τμηθεὶς δημίου,
δήμοις ἀθλητῶν συγχορεύει Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων· Εὐψυχίου, Νεάρχου, Καρτερίου καὶ τῶν σὺν αὐτῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θωμᾶ Β΄, Πατριάρχου Κων/πόλεως
Ζωὴν ὁ Θωμᾶς ἐκλιπὼν μετρουμένην,
ζωὴν πρεπόντως εὗρεν οὐ μετρουμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παϊσίου τοῦ Βελιτσκόφσκυ.
Ἀδιαλείπτου κλήσεως Χριστοῦ ἐργάτα,
Νῦν ὑμνεῖς , Παΐσιε, Θεὸν ἀπαύστως.
Τῇ αὐτῇ ἡμερᾳ μνήμη τοῦ Ὁσίου Γερμανοῦ, τοῦ ἐν τῇ Ἀλάσκᾳ.
Ῥίζα ὁσία, καρποὺς Ὀρθοδοξίας,
Γερμανέ, ἐξήνεγκας ἐν τῇ Ἀλάσκᾳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Θεοτύπωτος, εἰκὼν ὑπάρχων πάνσεπτε, Μάρτυς Εὐτρόπιε, τῆς Ἐκκλησίας ἀστήρ, ἐγένου καὶ μέτοχος, τῶν ὑπὲρ νοῦν ἀμοιβῶν· ὅθεν πρέσβευε, ὑπὲρ ἡμῶν πανόλβιε, τῶν τιμώντων σου τὴν μνήμην.
Ἑσμὸς ἄθλιος, τῶν ἱερέων Ἅγιε, φθόνῳ τὸ σῶμά σου, βαρβαρικῇ ἐν ὁρμῇ, βασάνοις παρέδωκε, ἄχρι θανάτου πικροῦ. Ὢ τολμήματος, χειρῶν θείας προθέσεως, τοῦ Κυρίου ψαυομένων!
Τὰ σκιρτήματα, σαρκὸς ἡμῶν Εὐτρόπιε, ταχέως πράϋνον, ὡς τῆς ἁγνείας ὀφθείς, εὐῶδες κειμήλιον, καὶ ἐμπαθεῖς λογισμούς, ἀποδίωξον, ἀμέσῳ ἀντιλήψει σου, θαυμαστὲ μεγαλομάρτυς.
Θεοτοκίον.
Παντοκράτορος, ὡς θρόνον τὸν πυρίμορφον, οὐρανῶν ἄνασσα, Ἀγγέλων τὴν χαρμονήν, Μαρτύρων Ὁσίων τε, τὸν ἱερὸν γλυκασμόν, ἀνυμνοῦμέν Σε, Παρθένε παντευλόγητε, ἐξαιτοῦντες Σὴν πρεσβείαν.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὕμνοις καταστέφουσι σὴν μνήμην, ψαλλόντων ἐν Ἐκκλησίαις τὰ συστήματα, εὐλαβὴς δὲ σύλλογος, ἱερέων Ἅγιε, τιμᾷ σε ὡς πολύαθλον Κυρίου Μάρτυρα, καὶ δῆμοί σε πιστῶν εὐφημοῦσι, οἱ λόγοι τραφέντες, Πατρὸς τοῦ Χρυσολόγου.
Μύρον Ἐκκλησίας ἀνεφάνης, ἀμέμπτῳ σου πολιτείᾳ ἀξιάγαστε, ἱεροῖς ἐν ἴχνεσι, μάκαρ πορευόμενος, ποιμένος τοῦ τῆς Πόλεως τοῦ Χρυσοῤῥήμονος, καὶ πάσης οἰκουμένης φωστῆρος· μεθ’ οὗ καὶ πρεσβεύεις, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Πάσης ἐκ δαιμόνων ἐπηρείας, περίσῳζε ἱκεσίαις σου Εὐτρόπιε, καὶ παντοίων θλίψεων, νόσων καὶ κακώσεων, ῥύου ἡμᾶς ἑκάστοτε τοὺς προσκυνοῦντάς σου, μορφῆς σεπτῆς ἐκτύπωμα μάκαρ, καύχημα Ἀγγέλων, καὶ κλέος τῶν Μαρτύρων.
Θεοτοκίον.
Ὤφθης τῆς σαρκώσεως τοῦ Λόγου, ναὸς ἁγιάσματος καὶ θεῖον σκήνωμα, λαβόντος τὸ φύραμα, Κόρη πολυΰμνητε, ἐκ Σοῦ καὶ γένος βρότειον θεοποιήσαντος· ὅθεν Σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ’. Ἅπας γηγενής.
Ὡς ἀειλαμπῆ, ἀστέρα σε ἔγνωμεν, πανυπερθαύμαστε, ἔνδοξε Εὐτρόπιε, καὶ ὄλβον ὄντως τὸν πολυτίμητον, τοῦ Παρακλήτου Πνεύματος, καὶ ἁγιάσματος, θείαν κρήνην· διό σε γεραίρομεν, ἀσπαζόμενοι θείαν Εἰκόνα σου.
Ὢν ἐν τοῖς Ἐδέμ, μακάρων σκηνώμασι, μάκαρ ὁμόσκηνος, τῆς μακαριότητος, καὶ ἡμᾶς πάντας τοὺς μελῳδοῦντάς σε, εὐχαῖς σου καταξίωσον, Μάρτυς θεόληπτε, συνευχέτην, ἔχων τὸν Χρυσόστομον, τὸν Τριάδι ἀεὶ παριστάμενον.
Κράτει τῆς χειρός, τοῦ πλέξαντος ὕμνοις σοι, πόθῳ ἐν ζέοντι, καὶ τοῦτον ἐκλύτρωσαι, ἐκ διαβόλου ὀνύχων Ἅγιε, μετάνοιαν δωρούμενος, τῇ ἀντιλήψει Σου, καὶ ἐν ὥρᾳ, κρίσεως βοήθησον, αἰωνίων βασάνων ῥυόμενος.
Θεοτοκίον.
Ὅρμῳ νοητῷ, ἐκ θλίψεων ἴθυνον, καὶ σάλου τῶν πειρασμῶν, Μαριὰμ Θεόνυμφε, τῆς εὐσεβείας καὶ καθαρότητος, ταῖς ἱκεσίαις Δέσποινα, τοῦ Χριστομάρτυρος, Εὐτροπίου, καὶ ταῖς τοῦ πρυτάνεως, τῶν Πατέρων σοφοῦ Χρυσοῤῥήμονος.
Ἐξαποστειλάρια. Γυναῖκες ἀκουτίσθητε.
Πάγας σατὰν διέλυσας, καὶ τῇ φλογὶ τῶν εὐχῶν σου, αὐτοῦ κατέβαλες θράσος· ὅθεν ἰδὼν τὴν λάμπουσαν, ἔνθεον πολιτείαν σου, ψάλτην σε προεχείρισε, Χρυσόστομος Ἰωάννης, ποιμὴν τῆς πόλεως πρώτης.
Ξύλῳ ἐτάθης Ἅγιε, πάθος Χριστοῦ μιμούμενος, καὶ ἱερέων δημίων, ὑπέστης τὸ λυσσαλέον, μῖσος πλευρὰς ξεόμενος, λαμπάσι δὲ καιόμενος, καὶ ὄψιν συντριβόμενος, κηρύττων τῆς ἀληθείας, κράτος Εὐτρόπιε Μάρτυς.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Παρθενίας ὀσφράδιον, ἀρετῶν ἐνδιαίτημα, ταμιεῖον χάριτος ὤφθης ἔνδοξε, ἐν βιοτῇ φωτοφόρῳ σου, θεόφρον Εὐτρόπιε, Ἐκκλησίας δὲ σεπτῆς, Κωνσταντίνου τῆς πόλεως, κρίνον εὔοσμον, καὶ θεράπων τοῦ θείου ψαλτηρίου, ἀνεδείχθης καὶ γενναῖος, Μάρτυς Κυρίου πολύαθλε.
Τῶν ἀνόμων ὑπέμεινας, ἱερέων Εὐτρόπιε, ἀσεβείας μένος θεοκατάρατον, μένων στεῤῥῶς ἐνθεώτατε, πιστὸς κατ’ ἀλήθειαν, τῷ ἁγίῳ σου Πατρί, τῷ σοφῷ Χρυσοῤῥήμονι· διὸ ἔτυχες, τῶν στεφάνων ὡς Μάρτυς νικηφόρος, τῶν ἀφθάρτων καὶ ἀλήκτου, κληρονομίας πανθαύμαστε.
Τὰς πλευράς σου ξεόμενος, τὰς ὀφρῦς ἐκριζούμενος, καὶ λαμπάσι σάρκας κατακαιόμενος, ἄχρις ὀστέων μακάριε, τρανῶς τὴν εὐσέβειαν, ὡμολόγησας· διό, καὶ ψυχῆς σου ἀνύμνησαν, θείαν ἔξοδον, οὐρανίων δυνάμεων χορεῖαι, μιμητήν σε θείου πάθους, ὁρῶσαι Μάρτυς Εὐτρόπιε.
Ἀθλητὴν ὡς πανάριστον, καὶ τῷ βίῳ ἰσάγγελον, Χρυσοστόμου τέκνον τὸ γνησιώτατον, φαιδρῶς τιμῶμέν σε σήμερον, παμμάκαρ Εὐτρόπιε, οἱ πιστοὶ πανευλαβῶς, ἱκεσίας σου Ἅγιε, ἐξαιτούμενοι, πρὸς Χριστὸν τὸν Σωτῆρα ἵνα πάντες, τῇ Αὐτοῦ φιλανθρωπίᾳ, πυρὸς ἀσβέστου σωθείημεν.
Δόξα. Ἦχος πλ. Β΄.
Σήμερον ἡ χρυσήλατος σάλπιγξ ὁ μέγας Ἰωάννης, συγκαλεῖ ἡμᾶς πρὸς ἑστίασιν πνευματικήν, ἐπὶ τῇ μνήμῃ τοῦ μεγαλάθλου Εὐτροπίου, χρυσοφθόγγοις ῥήμασι λέγων πρὸς αὐτόν· Ὦ εὐωδέστατον ἄνθος τῆς ἐκλογάδος μου, καὶ πάγκαρπε βλαστέ, ὁ μεγάλως με ἀναπαύσας τῇ φωτοφόρῳ σου ζωῇ· ὦ φωνὴ ψαλτηρίου ἡ μελίῤῥυτος, ἡ τῷ Θεῷ εὐπρόσδεκτος καὶ τῆς ἐμῆς ἱερουργίας ὁ κόσμος· ὦ πανάριστε υἱέ, ὁ τῶν ἐσκοτισμένων τὸν νοῦν λειτουργῶν τῶν θείων μυστηρίων, ὑπομείνας τὴν θηριώδη μανίαν· ὦ σπλάγχνον τὸ ἐμόν, ὃ ἐν θεοσημίᾳ πρὸς τὴν ἄληκτον μεταστὰν μακαριότητα. Πρέσβευε οὖν σὺν ἐμοὶ τῷ Κυρίῳ, ὑπὲρ τῶν εὐσεβοφρόνως τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Χρυσοστόμου ὁ μιμητής, ἀρεταῖς ἐν πάσας, καὶ Μαρτύρων ὁ κοινωνός· χαίροις τῶν ψαλλόντων, ὁ ἄγρυπνος προστάτης, καὶ Ἐκκλησίας πάσης, τὸ ἐγκαλλώπισμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου