ΙΟΥΛΙΟΣ ΚΣΤ!!
ΑΤΤΑΛΟΣ ΜΑΡΤΥΣ & ΣΥΝ ΑΥΤῼ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰακώβου Μάλλιαρη, Μητροπολίτου Μηθύμνης)
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦρο μεθ’ ἡμῶν ὦ Ἀθλητά, μνήμην σου σεπτῶς ἐκτελούντων, Ἄτταλε ἔνδοξε, ὅτι ἐμακρύνθημεν ἀπὸ Περγάμου οἰκτρῶς· καὶ ναοὺς καταλείψαντες, ἀγροὺς καὶ οἰκίας, ξένοι ἐγεγόναμεν, διὰ τὸ πλῆθος κακῶν. Ὅμως εὐμενῶς ἡμῖν πρόσχες, καὶ τοὺς ὕμνους Ἅγιε δέχου, ὅτι σὺ ἡμῶν τὸ καταφύγιον.
Χαίροις, τῆς Περγάμου ὁ βλαστός, καὶ τῆς Ἐκκλησίας ἡ δόξα, Ἄτταλε ἔνδοξε, ὅτι σὺ ὑπέμεινας μετὰ συνάθλων στεῤῥῶς, τῶν Ῥωμαίων τὰ τήγανα, ἐθνῶν τε τὰ χλεύη, ἐν ἀμφιθεάτρῳ τε διὰ Χριστὸν τὸν Θεόν. Ὅμως νῦν ἡμεῖς συνελθόντες, σοῦ μετ’ εὐλαβείας ἐν πίστει Ἅγιε, τελοῦμεν τὰ μνημόσυνα.
Δεῦτε, τῆς Περγάμου οἱ κλεινοί, γῇ τε φιλοξένῳ οἰκοῦντες, παῖδες προσέλθετε, μνήμην ἑορτάζοντες ἀγαλλιώμενοι τοῦ Ἀττάλου, Βλανδίνας τε Ματούρου καὶ Σάγκτου, οἳ καὶ τὸ μαρτύριον διὰ Χριστὸν τὸν Θεόν, πάντες νῦν ὑπέμειναν ἅμα, καὶ μετὰ συνάθλων ἀνῆλθον, εἰς τὰ ὑπερκόσμια σκηνώματα.
Ἕτερα. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Δεῦτε νῦν φιλέορτοι, συναθροισθέντες ἐν πνεύματι, τῷ ναῷ νῦν προσέλθωμεν, τιῶντες ἐν ᾄσμασι τῶν σεπτῶν Μαρτύρων, τὴν πάντιμον μνήμην, καὶ δὴ Ἀττάλου τοῦ κλεινοῦ, Σάγκτου Ματούρου καὶ Ἀλεξάνδρου τε. Αὐτῶν πρεσβείαις Κύριε, τοῖς ἑορτάζουσι δώρησαι τὴν εἰρήνην καὶ ἔλεος ἐν ἡμέρᾶ τῆς Κρίσεως.
Χαίροις ἱερώτατε, Περγαμηνῶν ἡ ἀντίληψις, Ἐκκλησίας στερέωμα, μακάριε Ἄτταλε, Ἀθλητῶν ἡ δόξα· ὡς γὰρ πανηγύρει ἐν τῷ σταδίῳ εἰσελθών, ὤφθης ἀκλόνητος γενναιότατε. Αὐτοῦ πρεσβείαις Κύριε, τοῖς ἑορτάζουσι δώρησαι τὴν εἰρήνην καὶ ἔλεος ἐν ἡμέρᾳ τῆς Κρίσεως.
Δεῦτε τῶν Μαρτύρων νῦν, Περγαμηνῶν ἡ ὁμήγυρις, τὴν πανήγυριν ἄγοντες, ἐνθέως τιμήσωμεν τοὺς Χριστοῦ ὁπλίτας, Μάτουρον καὶ Σάγκτον σὺν Ἀλεξάνδρῳ τῷ Φρυγί, ἅμα Βλανδῖναν, Ἄτταλον ᾄδοντες· Αὐτῶν πρεσβείαις Κύριε, τοῖς ἑορτάζοσι δώρησαι τὴν εἰρήνην καὶ ἔλεος, ἐν ἡμέρᾳ τῆς Κρίσεως.
Δόξα. Ἦχος πλ. Β΄.
Δεῦτε πᾶσα τῶν Ὀρθοδόξων πληθύς, τὴν πανσεβάσμιον μνήμην τῶν πανενδόξων Ἀθλοφόρων Χριστοῦ ὑμνήσωμεν. Σάγκτου διακόνου καὶ ὁμολογητοῦ, Ματούρου νεοφωτίστου ἀλλὰ γενναίου ἀγωνιστοῦ, καὶ Βλανδίνας. Σὺν τούτοις ᾄσμασιν ἐνθέοις γεραίροντες Ἄτταλον, Περγαμηνὸν τῷ γένει, στῦλον καὶ ἑδραίωμα τῶν πιστῶν ἀεὶ γεγονότα. Αὐτῶν πρεσβείαις Κύριε, παράσχου ἡμῖν ἱλασμὸν ἁμαρτιῶν, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.(μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ἄτταλον, Περγαμηνὸν τῷ γένει, στῦλον καὶ ἑδραίωμα τῶν πιστῶν, καὶ Σάγκτον διάκονον, Μάτουρον νεοφώτιστον ἀγωνιστήν, ἅμα Βλανδῖναν, ἀξίως οἱ πιστοὶ τιμήσωμεν. Τὰ ἄνθη δὲ δρεψάμενοι τῆς Αἰολίδος γῆς πρὸς τὴν Δύσιν σπεύσωμεν, καὶ τὸν τόπον τοῦ μαρτυρίου αὐτῶν, μετὰ μύρων καὶ ὕμνων καταστέψωμεν, ἱκετεύουσι γὰρ Χριστῷ τῷ Θεῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Χριστιανὴ εἰμί, καὶ παρ’ ἡμῖν οὐδὲν φαῦλον γίνεται, ὡς γενναῖος ἀθλητὴν ἀνενέαζεν ἐν τῇ ὁμολογίᾳ, Βλανδῖνα ἡ ἔνδοξος νύμφη τοῦ Χριστοῦ· ἀνάληψις δὲ καὶ ἀναλγησία τῶν παθημάτων αὐτῆς ἣν τὸ κράζειν· Χριστιανὴ εἰμί.
Ἦχος γ΄.
Οἱ Μάρτυρές Σου Κύριε, τὰ πολλὰ ὀλίγα ἡγούμενοι, ἔσπευδον πρὸς τὸ ἀμφιθέατρον, ὄντως ἐπιδεικνυμενοι, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς· ὅθεν ἐχώρουν ταῖς βασάνοις ὡς ἐν πανηγύρει. Τὰ ἀπὸ τοῦ ὄχλου δὲ πανδημεὶ σωρηδὸν ἐπιφερόμενα, γενναίως ὑπέμειναν, ὁμολογοῦντες τὴν καλὴν ὁμολογίαν. Πρεσβείαις αὐτῶν, ἐλέησον ἡμᾶς.
Ἦχος δ΄.
Δεῦτε κατίδωμεν ἀδελφοί, θαῦμα παράδοξον· ὅσα ὑπέμειναν οἱ μακάριοι Μάρτυρες, ἐπακριβῶς οὐδ’ ἡμεῖς ἱκανοὶ οὔτε μὴν γραφῇ περιληφθῆναι δυνατόν· ἀντιστρατήγει γὰρ ἡ χάρις τοῦ Θεοῦ, καὶ ἀντιπαρέτασσε τοὺς ἁγίους στύλους ἑδραίους, δυναμένους διὰ τῆς ὑπομονῆς, πᾶσαν τὴν ὁρμὴν τοῦ πονηροῦ ὑπομεῖναι, τὰ πάντα ἀνεχόμενοι. Κύριε, πρεσβείαις αὐτῶν, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. Α΄.
Τὴν πανένδοξον μνήμην τῶν Ἀθλοφόρων τιμήσωμεν ἀδελφοί· εἰ γὰρ τὰ λείψανα αὐτῶν παντοίως παραδειγματισθέντα καὶ αἰθριασθέντα, ἐπὶ ἡμέρας ἕξ, μετέπειτα καέντα καῖ αἰθαλωθέντα ὑπὸ τῶν ἀνόμων, κατεσαρώθη εἰς τὸν Ῥοδανόν, ὅμως τὰ πνεύματα αὐτῶν, εἰς τὴν ἐπουράνιον Ἱερουσαλὴμ εἰσωκισθέντα, ἔνθα ἦχος ἑορταζόντων, χορεύουσι μετὰ τῶν Ἀθλοφόρων. Ὄντως γὰρ διῆλθον οἱ μακάριοι διὰ πυρὸς καὶ ὕδατος, καὶ ἤδη ἀναψυχὴν εὑράμενοι, πρεσβεύουσιν ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην αὐτῶν.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. Α’. Χαίροις ἀσκητικῶν.
Δεῦτε, Περγαμηνῶν ἐκλεκτή, καὶ λαμπροφόρος ἱερά τε ὁμήγυρις, ἐν πίστειν συναθροισθέντα, τῇ πανηγύρει φαιδρῶς, ἐν ψαλμοῖς καὶ ὕμνοις μεγάλυνον, Ἀττάλου Βλανδίνας καὶ τοῦ Ματούρου, τὴν ἔνθεον μνήμην τιμῶσα τὰ γενναῖα παλαίσματα, καὶ δι’ αἵματος τῷ θεάτρῳ τελείωσιν. Ἅπαντες οὖν δεόμενοι, ἐν πόθῳ κραυγάζομεν· Πάρεστε δοῦλοι Κυρίου, μέσον ἡμῶν ἱκετεύοντες, Χριστὸν καταπέμψαι ταῖς ψυχαῖς ἡμῶν, εἰρήνην καὶ μέγα ἔλεος.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Δεῦρο, ἐπουρανίῳ ναῷ, ἀναπετάσατε τὰ ὄμματα σήμερον, καὶ μάθατε ἐν ὑψίστοις, ἱερουργίαν φρικτοῖς, ἣν τελεῖ ἀΰλως πυρσευόμενος. Ἀντίπας ὁ ἔνδοξος, τῆς Περγάμου ὁ πρόεδρος, μνήμῃ ἐνδόξων Ἀθλοφόρων φηθόμενος, καὶ προσέλθετε μετὰ δέους συμψάλλοντες· Μνήσθητι παμμακάρισε Ἀντίπα, καὶ δώρησαι πᾶσι τελείσαι ἀξίως τὴν ἑορτὴν τὴν σεβάσμιον, Χριστὸν ἱκετεύων ταῖς ψυχαῖς ἡμῶν, δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Πόθῳ, συναθροισθέντες ἡμεῖς, καὶ τοῦ Ἀττάλου ἱεράν τε πανήγυριν, ἐνθέως ἐπιτελοῦντες ἐν τῷ πανσέπτῳ ναῷ, ταπεινῶς οἱ πάντες ἱκετεύομεν· γενοῦ Ἀθλοφόρε, ἡμῶν προστάτης θερμότατος, ἐκριζωθέντων ἐκ Περγάμου οἰκτρότατα, καταλείψαντα ἱερά τε καὶ ὅσια. Πάρεσο ἀξιάγαστε, καὶ δίδου βοήθειαν, πάντα νικῆσαι τὰ πάθη, καὶ εἰρηνεῦσαι ταχύτατα, Χριστὸν ἱκετεύων ταῖς ψυχαῖς ἡμῶν, δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄.
Τὴν ἡγιασμένην τῶν Ἀθλητῶν χορείαν, δεῦτε πιστοὶ ἅπαντες τιμήσωμεν· τὸν ἐκ Περγάμου Ἄτταλον τὸν κλεινόν, καὶ Ἀλέξανδρον τὸν ἐκ Φρυγίας ἰατρόν· Σάγκτον διάκονον, καὶ τὸν γενναῖον ἀγωνιστὴν Μάτουρον· Βλανδῖναν τὴν σεμνοτάτην, καὶ Ποντικὸν τὸν δεκαπενταετῆ παῖδα. Ἅπας οὖν χαρμονικῶς ἐγκωμιάζοντες εἴπωμεν· Χαίρετε ἀκλόνητοι Μάρτυρες Χριστοῦ, οἱ μιᾷ φωνῇ ἐν τῷ ἀμφιθεάτρῳ, τὴν καλὴν ὁμολογίαν δώσαντες· χαίρετε, οἱ διὰ πολυειδῶν βασάνων πάλιν, διὰ πυρὸς καὶ ὕδατος εἰς ἓν συναθροισθέντες, ὡς τὸν ἕναν Κύριον λατρεύοντες. Αὐτῷ ἐκτενῶς πρεσβεύσατε ἀξιΰμνητοι, ὡς παῤῥησίαν κεκτημένοι, ὑπὲρ ἡμῶν τῶν ἐν πόθῳ γεραιρόντων ὑμᾶς.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χορείαν ὑπέρλαμπρον τῶν Ἀθλητῶν ἀδελφοί, ἐνδόξως τιμήσωμεν ἐπὶ τῇ μνήμῃ αὐτῶν, ἑόρτια μέλποντες· Ἄτταλε Ἀθλοφόρε, σὺν Ματούρῳ καὶ Σάγκτῳ, ἅμα τε Ἀλεξάνδρῳ, καὶ Βλανδίνῃ ἀπαύστως, Χριστὸν ἐκδυσωπῆτε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τοὺς Μάρτυρας Χριστοῦ, καὶ γενναίους ὁπλῖτας, τιμήσωμεν πιστοί, εὐσεβῶς μελῳδοῦντες, Βλανδῖναν καὶ Ἀλέξανδρον, Ποντικὸν Σάγκτον Μάτουρον, καὶ τὸν Ἄτταλον, τὸν ἐκ Περγάμου συμφώνως, ἱκετεύοντες, ὅπως πρεσβείαις οἱ πάντες, δεινῶν λύσιν εὕρωμεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν τῇ μνήμῃ σήμερον, τῶν Ἀθλοφόρων, Ἐκκλησία χαίρουσα, μετ’ εὐφροσύνης συγκαλεῖ, τοὺς φιλομάρτυρας στέφουσα, στέφοις ἀφθάρτοις, Χριστοῦ ποίμνην ἔνδοξον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Εὐφροσύνης σήμερον, ἡ Ἐκκλησία, ἐπληρώθη Δέσποινα, ἐπὶ τῇ θείᾳ ἑορτῇ τῶν Ἀθλοφόρων, καὶ ᾄδει Σοι· Χαῖρε Παρθένε, Χριστὸν ἡ κυήσασα.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ὁ ἐχθρός, τὴν καρτερίαν καθορῶν, τῶν Ἀθλοφόρων τοῦ Χριστοῦ, τῶν ἐν σταδίῳ ἀνδρικῶς, μεγαλοφώνως τὴν πάντιμον ὁμολογίαν, δοσάντων ἐν χαρᾷ, Χριστιανὸς εἰμί, Βλανδῖνα Ποντικός, ὁ παῖς καὶ Ἄτταλος, ἅμα καὶ Σάγκτος, Μάτουρος γενναῖος ἀγωνιστής, καὶ Ἀλέξανδρος. Αὐτῶν πρεσβείαις, Σωτὴρ οἰκτίρμων, τὸν ἱλασμὸν ἡμῖν δώρησαι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον. (Ζήτει εἰς τὸν Ὄρθρον τοῦ Ἁγ. Γεωργίου).
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Τῶν ἁγίων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν· διὰ γὰρ τῆς ὑπομονῆς αὐτῶν τὸ ἀμέτρητον ἔλεος ἀνεφαίνετο τοῦ Χριστοῦ· ἡδέως γὰρ παρεχώρουν τὴν τῆς μαρτυρίας προσηγορίαν τῷ Χριστῷ, τῷ πιστῷ καὶ ἀληθινῷ Μάρτυρι, καὶ πρωτοτόκῳ τῶ νεκρῶν καὶ ἀρχηγῷ, καὶ μετὰ δακρύων παρεκάλουν τοὺς ἀδελφοὺς δεόμενοι, ἵνα ἐκτενεῖς εὐχαὶ γίνονται πρὸς τὸ τελειωθῆναι αὐτοῦς. Ὢ τοῦ θαύματος. Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Ἄτταλον σὺν συνάθλοις, ὕμνοις γεραίρω. Ὁ Ἰάκωβος.
ᾨδὴ α’. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγία Τριὰς ὁ Θεὸς ἡμῶν, τὴν ῥῶσιν παράσχου, ἱλασμὸν καὶ τὸν φωτισμόν, ὡς ἂν ἐπαξίως ἀνυμνήσω, τῶν Σῶν γενναίων Μαρτύρων τὰ ἔπαθλα.
Τὴν πάντιμον μνήμην τῶν Ἀθλητῶν, Ἀττάλλου Βλανδίνας, καὶ Ματούρου δεῦτε πιστοί, τῶν Περγαμηνῶν σεμνὴ χορεία, μετ’ ἐγκωμίων ἀξίως τιμήσωμεν.
Τῆς πίστεως ὤφθητε ἀληθῶς, ἀκλόνητοι στύλοι, γενναιότατοι Ἀθληταί, ἐν ἀμφιθεάτρῳ τὸν Σωτῆρα, ὁμολογοῦντες Θεόν τε καὶ ἄνθρωπον.
Ἀπὸ τῆς Περγάμου διὰ Χριστόν, προσήλθετε πίστει, ἐναθλῆσαι εἰς Ῥοδανόν, Βλανδῖνα γενναία σὺν Ἀττάλῳ, μετ’ Ἀλεξάνδρου καὶ Σάγκτου ἀοίδιμοι.
Θεοτοκίον.
Ὁ κόσμος γεραίρει Σε Μαριάμ, Χριστὸν τετοκυῖαν, ὑπὲρ φύσιν θεανδρικῶς, καὶ σὺν Ἀθλοφόροις μεγαλύνει, τὴν ἐν σταδίῳ αὐτοὺς μεγαλύνασαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λαμπροφόρος ἐφάνης ἐν τῇ σκηνῇ Ἄτταλε, μετὰ τῶν συνάθλων σου, πάντων ἀγωνιζόμενος, καὶ ὑπομένων στεῤῥῶς, βασάνους τήγανα χλεύη· τὴν δὲ πίστιν Ἅγιε, ὄντως ἐδόξασας.
Ὁ χορὸς τῶν Μαρτύρων μιᾷ φωνῇ ἔλεγε· ὡς Χριστιανοὶ ἐν σταδίῳ καθυπομένομεν, ἐπιβουλὰς τοῦ ἐχθροῦ, ἀμφιθεάτρῳ τε θλίψεις, καὶ τὴν πίστιν ἄμωμον, διαφυλάξωμεν.
Νεναίας ὁ Σάγκτος καὶ ὁ στεῤῥὸς Μάτουρος, ἅμα ἡ Βλανδῖνα νεᾶνις σὺν τῷ Ἀττάλῳ τε, ἐπὶ ἡμέρας πολλάς, βασάνους ἤνεγκαν πάντες· καὶ τὴν πίστιν Ἅγιοι, διεφυλάξατε.
Σωφροσύνης χιτῶνα τὸν φωτεινὸν ἅπαντες, ὡς Χριστιανοὶ ἐν τῷ κόσμῳ διετηρήσατε, καὶ στεφηφόροι λαμπρῶς, πρὸς οὐρανῶν ἀνελθόντες, την τε πίστιν Ἅγιοι, διεφυλάξατε.
Θεοτοκίον.
Ἰατρὸν ὡς τεκοῦσα τῶν ἀσθενῶν πάναγνε, τοῦτον ἐκδυσώπει Μαρία μετὰ Μαρτύρων νῦν, τοῦ καταπέμψαι ἡμῖν, ψυχῶν σωμάτων ὑγείαν, καὶ τὴν πίστιν ἅπαντες, διαφυλάξομεν.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὴν χορείαν ἅπαντες, τῶν Ἀθλοφόρων, ἐγκωμίων ᾄσμασι, δεῦτε τιμήσωμεν πιστοί, ὡς τῷ Κυρίῳ πρεσβεύοντας, ὑπὲρ τῶν πίστει, τιμώντων τὴν ἄθλησιν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὰς ἀχράντους χεῖράς Σου, ὑπὲρ τοῦ κόσμου, πρὸς Θεὸν ἐπάρασα, τὸν Σὸν πανύμνητε Υἱόν, ὑπὲρ ἡμῶν ἐκδυσώπησον, τῶν Σὲ τιμώντων, Μαρία Θεόνυμφε.
ᾨδὴ δ᾿. Εἰσακήκοα Κύριε.
Ὑπομένων ὑπέμεινα, μετὰ τῶν συνάθλων ἔλεγεν Ἄτταλος, τῷ Κυρίῳ καὶ πρόσχε μοι, ἀποδοὺς εἰρήνην καὶ τὸν στέφανον.
Νεανίας τιμήσωμεν, ὡς ἠγαπηκότας Χριστὸν τὸν Κύριον, καὶ γενναίως ὑπομείναντας, δι’ Αὐτὸν βασάνους καὶ παλαίσματα.
Σωτηρίαν ποθήσαντες, τὴν διὰ Χριστοῦ Σωτῆρος πολύαθλοι, ἐν σταδίῳ συνεισήλθατε, παριδόντες γένος, πλοῦτον ὕπαρξιν.
Ὑμᾶς πάντας τιμῶμεν νῦν, ἐν ἀμφιθεάτρῳ γὰρ ἠγωνίσασθε, τῷ πυρὶ συνεπαθήσατε, καὶ ὁ ποταμὸς τέλος ἐδέξατο.
Θεοτοκίον.
Ἀπορῶν καὶ ἐξίσταμαι, τοῦ Υἱοῦ Σοῦ Μῆτερ τὴν θείαν δύναμιν, τοῦ πλουσίως χορηγήσαντος καρτερίαν, δύναμιν τοῖς Μάρτυσι.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Νέαν βιοτήν, ἐν τῷ κόσμῳ ἐδωρήσασθε, διὰ Χριστὸν τῶν πάντων δημιουργόν, καθυπομένειν βασάνους, πληγὰς καὶ θάνατον.
Ἅπαντας ὑμεῖς, τῷ θανάτῳ ἠγωνίσθητε· ἐν τῷ πυρὶ γενναίως καὶ ποταμῷ, διὰ Χριστὸν τὸν Σωτῆρα, ἡμῶν μακάριοι.
Θάνατος ὑμᾶς, οὐδαμῶς εὗρε μακάριοι, διὰ τὴν πίστιν Ἅγιοι τοῦ Χριστοῦ, ἐκ τῆς προσκαίρου πρὸς τὴν ἄληκτον μετέστητε.
Λύσαντες ναόν, τὸν τοῦ σώματος πολύαθλοι, διὰ βασάνων οἶκον τὸν τῆς ψυχῆς, λελαμπρυσμένον ἐκτήσασθε ἀξιάγαστοι.
Θεοτοκίον.
Κύριον Θεόν, τετοκυῖα παναμώμητε, τοῦ λυτρωθῆναι πάντας ἐκ πειρασμῶν, ἀεὶ δυσώπει, ὡς οὖσα ἁγνὴ φιλάγαθος.
ᾨδὴ στ’. Τὴν δέησιν.
Οἱ Μάρτυρες, πρὸς ἀγῶνας ἔδραμον, μετὰ πόθου καὶ ἀγάπης μεγάλης, Σάγκτος ὁμοῦ σὺν Ἀττάλῳ, Ματούρῳ ἅμα Βλανδῖνα, ἐνθέως προσάδοντες· οὐδὲν χωρήσει τοῦ Χριστοῦ, οὔτε πῦρ ἡμᾶς ξίφος, οὐ θάνατος.
Ἱστάμενοι, τῷ θεάτρῳ ἔνδοξοι, μετὰ πίστεως ἀκλόνητοι στῦλοι, πάντες ἡμεῖς οὐ πτοήθητε ὅλως, ἀλλ’ ἐκ καρδίας ἐνθέως ἐψάλλετε· οὐδὲν χωρήσει τοῦ Χριστοῦ, οὔτε πῦρ ἡμᾶς ξίφος, οὐ θάνατος.
Συνήλθομεν, μετὰ δέους Ἅγιοι, τὴν γενέθλιον ὑμῶν ἑορτάσαι, πάντες ἡμεῖς παναγίαν ἡμέραν, καθ’ ἣν σταδίῳ ἐνθέως ἐκράζετε· οὐδὲν χωρήσει τοῦ Χριστοῦ, οὔτε πῦρ ἡμᾶς ξίφος, οὐ θάνατος.
Θεοτοκίον.
Ὡραῖάν Σε, καὶ καλὴν εὑράμενοι, οἱ γενναῖοι τοῦ Θεοῦ Ἀθλοφόροι, ἔδραμον νῦν ὑπαντῆσαι σταδίῳ, καὶ τῷ Υἱῷ Σου συμψάλλειν ἐν πνεύματι· οὐδὲν χωρήσει τοῦ Χριστοῦ, οὔτε πῦρ ἡμᾶς ξίφος, οὐ θάνατος.
Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν Ἀθλοφόρον τοῦ Χριστοῦ δεῦτε τιμήσωμεν, τὸν ἐναθλήσαντα γενναίως ὑπὲρ πίστεως, ἐν Λουγδούνῳ σὺν συνάθλοις στεφανωθέντα. Τῆς Περγάμου δὲ βλαστὸν τὸν περιβόητον, καὶ ὡς στῦλον Ἐκκλησίας ἀναλάμψαντα, τούτῳ κράζοντες· Χαίροις Μάρτυς πολύαθλε.
Ὁ Οἶκος.
Ἄτταλε Ἀθλοφόρε, σὺν συνάθλοις σου πρόσχες, ἡμῖν τοῖς δεομένοις ἐν πίστει· καὶ τὰ παραπτώματα ἡμῶν παριδών, ἀξίωσον ἡμᾶς ἅπαντας, μαρτύριον ὑμνῆσαί σου, ἀξίως σὺν συνάθλων οὕτω·
Χαῖρε, Χριστοῦ Ἀθλητὰ γενναῖε·
χαῖρε, Περγάμου βλαστὲ καὶ στῦλε.
Χαῖρε, τῶν Μαρτύρων χορὸς ὑπερθαύμαστος·
χαῖρε, τῶν συνάθλων ποιμὴν γενναιότατος.
Χαῖρε, ὅτι σὺν Βλανδίνᾳ καὶ Ἀλεξάνδρῳ συναθλεῖς·
χαῖρε, Σάγκτε καὶ Ἐπάγαθε, σὺν Ματούρῳ τῷ κλεινῷ.
Χαῖρε, ὅτι βραβεῖα τὰ ἐν γῇ ὑπερεῖδες·
χαῖρε, ὅτι τὰ στέφη οὐρανῶν ἐκομίσω.
Χαῖρε, χαρὰ πιστῶν καὶ ἀντίληψις·
χαῖρε, τιμὴ ἡμῶν τε καὶ καύχημα.
Χαῖρε, ἡμῶν προστασία καὶ σκέπη·
χαῖρε, πιστῶν ἀπερίτρεπτος στῦλος.
Χαίροις Μάρτυς πολύαθλε.
Συναξάριον.
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Ἀττάλου τοῦ ἐκ Περγάμου, Σάγκτου διακόνου, Βλανδίνας, Ἀλεξάνδρου τοῦ Φρυγός, Ματούρου, Ἐπαγάθου, Ποντικοῦ τοῦ παιδός, καὶ τῶν σὺν αὐτοῖς ἀθλησάντων ἐν ἔτει 177ῳ, ἐν Λουγδούνῳ.
Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον,
Σαυτὴν ἄγουσα, σεμνή, εἰς κατοικίαν.
Κλεινοῦ Ἀττάλου σιδηρὰν τιμῶ στρωμνήν,
ἐν ἡ ἐτύθη ὡς λαμπὰς καιόμενος.
Τὸν Σάγκτον πάντες εὐλαβῶς τιμήσωμεν,
τὸ θεῖον πάθος τοῦ Χριστοῦ τιμήσαντος.
Διὰ παντοίων διελθὼν κολάσεων,
καὶ Φρὺξ μετέσχε τῆς τομῆς Ἀλέξανδρος.
Ἑνίκα πόθος τοῦ Χριστοῦ καὶ Μάτουρον,
πολλὰς βασάνους ὑπομένοντας στεῤῥῶς.
Πάντων ἐσχάτη καθάπερ βασίλισσα,
Βλανδῖνα ἔστη γυργαθῷ ἀκλόνητος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
Μήτηρ τελευτᾷ Μητροπαρθένου Κόρης,
Ἡ τῶν κυουσῶν μητέρων σωτηρία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων.
Λόγοι Βελίαρ οἱ λόγοι Ὠριγένους,
Οὕσπερ καθεῖλον προσκυνηταὶ τοῦ Λόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων· Ηλιοὺ ἀρχιεπισκόπου Θεσσαλονίκης, καὶ Ζαχαρίου ἐπισκόπου Λευκάδος, ἐκ τῶν μελῶν τῆς Ε’ Οἰκουμενικῆς Συνόδου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ὀλυμπιάδος τῆς διακόνου.
Ὀλυμπιὰς πεσοῦσα πατρίδος φίλης,
πρὸς τὸν ἄνω χαίρουσα βαίνει πατρίδα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Εὐπραξίας.
Εὐπραξία πρόσεισι Χριστῷ πλουσίᾳ,
πολλαῖς κομῶσα ψυχικαῖς εὐπραξίαις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου τοῦ Καλλίδη, Μητροπολίτου Ἡρακλείας καὶ Ῥαιδεστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μακαρίου τῆς Ζελτοδόβας, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μετὰ τῶν Ἀσωμάτων καὶ Μαρτύρων χορείαις καὶ τῶν Ὁσίων πληθύς, συνόντες Ἀθλοφόροι, ὑμῶν τῶν δεομένων ἐπὶ γῆς πάντων μνήσθητε, τῶν συμψαλλόντων φαιδρῶς· Θεὸς εὐλογητὸς εἶ.
Νενίκηκας παμμάκαρ καὶ ἐστέφθης ἀξίως ἀμφιθεάτρῳ καλῶς, τελέσας τὸν ἀγῶνα, καὶ πίστιν τοῦ Κυρίου σου τετήρηκας Ἄτταλε, μετὰ συνάθλων βοῶν· Θεὸς εὐλογητὸς εἶ.
Ὁ βίος Ἀλεξάνδρου χαρισμάτων ὢν πλήρης τῶν Ἀποστόλων Χριστοῦ, μετέδωκε δὲ ταῦτα, στηρίζων τοὺς Ἁγίους, ἐναθλῆσαι στεῤῥότατα, ἀμφιθεάτρῳ βοῶν· Θεὸς εὐλογητὸς εἶ.
Ἱστάμενοι γενναῖοι παρανόμων ἐν μεσῳ ἀμφιθεάτρῳ πυκνοῦ, Βλανδῖνα καὶ ὁ Σάγκτος, ὁ Μάτουρος σὺν ἄλλοις, τὸν Χριστὸν οὐκ ἠρνήσασθε, ἀλλ’ ἔψαλλόν τε φαιδρῶς· Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Βασίλισσα Παρθένε ἀσκητῶν καὶ Μαρτύρων καταφυγὴ κραταιά, ταῖς τούτων ἱκεσίαις, τὴν νῆσον ἐκ πολέμου, διαφύλαττε ἄτρωτον, ὡς ἂν βοῶμεν Χριστῷ· Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σωματωθέντα, ὑπὲρ ἡμῶν Ἰησοῦν, μεγαλομάρτυρες πάντες ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Γέρα λαβόντες, παρὰ Θεοῦ Ἀθληταί, καὶ ἐν ὑψίστοις συνόντες, ὑμνεῖτε καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἐμεγαλύνθη, καὶ δι’ ὑμῶν ὁ Χριστός, διὰ ζωῆς καὶ θανάτου, Αὐτὸν ὑμνεῖτε Ἀθλοφόροι, εἰς πάντας τοὺς αἰῶνας.
Ῥερυπωμένα, τὰ καθ’ ἡμᾶς ἐκκαθάρατε, καλῶς στεφηφόροι, ὑμνεῖν ἀξίως, καὶ δοξάζειν Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Οἱ παριστάμενοι, Μαριὰμ πανηγύρει, τῶν Μαρτύρων αἰτοῦμεν Αὐτῶν πρεσβείαις, τῷ Υἱῷ Σου συνεῖναι εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀττάλου ταῖς πρεσβείαις, καὶ τῶν Ἀθλοφόρων, τοῦ Ἀλεξάνδρου Βλανδίνας Ματούρου Χριστέ, τὴν ἀγαλλίασιν δίδου τῶν δεομένων σου.
Ἱστάμενοι σταδίῳ, μέσον παρανόμων, μεγαλοφώνως ἀνύμνουν Χριστὸν τὸν Θεόν, καὶ στεφηφόροι ἀνῆλθον εἰς τὸν Παράδεισον.
Ῥοαῖς τῶν σοῦ αἱμάτων, Μάρτυς τοῦ Κυρίου, νῦν ἀποκάθαρον πάντα τὸν ῥῦπον ψυχῶν, ὡς παῤῥησίας τυχὼν παρὰ τοῦ Κυρίου σου.
Ὢ πῶς ὑμῖν τὸν ὕμνον, τῆς εὐχαριστίας, μετὰ δακρύων προσείπω σοφοὶ Ἀθληταί, ὅτι ἐδέξασθε τοῦτον, ἀειμακάριστοι.
Θεοτοκίον.
Σοὶ Κόρη Παναγία, νῦν εὐχαριστοῦμεν, ὅτι ἐνίσχυσας μέλψαι Μαρτύρων χορόν · ὅθεν σὺν τούτοις ἀπαύστως ἡμῶν μνημόνευε.
Ἐξαποστειλάρια. Γυναῖκες ἀκουτίσθητε.
Ἀθροίσθητε ἑορτάζοντες, ἐνθέως ὦ φιλέορτοι, τῶν Ἀθλοφόρων Κυρίου, τῶν πάλαι καλῶς λαμψάντων, Ἀττάλου Σάγκτου τρόπαια, Βλανδίνας Ἀλεξάνδρου τε, καὶ σὺν Ματούρῳ ἅπασαν, σεμνὴν χορείαν τιμῶντες, διὰ Χριστὸν ἐναθλοῦσαν.
Ἀττάλου μνήμην σήμερον, τιμῶμεν φιλομάρτυρες, μετὰ Βλανδίνας καὶ Σάγκτου, Ματούρου καὶ Ἀλεξάνδρου, καὶ τῶν συνάθλων ᾄδοντες, τὰ ἐν σταδίῳ τρόπαια, διὰ πυρὸς καὶ ὕδατος, τέλος ὁμοῦ διελθόντες, ἐστέφθησαν ἐπαξίως.
Θεοτοκίον.
Εἰκόνος ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην οἴμοι ὁ τάλας, δι’ ἀκρασίας τῆς πάλαι· Σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀῤῥήτως κοινωνήσας μοι, τοῦ χείρονος μετείληφας, καινοποιήσας με Λόγε, παρθενικῶν ἐξ αἱμάτων.
Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Τοὺς Ἀθλοφόρους Χριστοῦ ἐν κατανύξει, δεῦτε ὦ φιλέορτοι ᾄσμασι μέλψωμεν, Σάγκτον διάκονον Μάτουρον καὶ τὴν Βλανδῖναν, σὺν Ἀλεξάνδρῳ Ἄτταλον ᾄδοντες· Χαίρετε πανένδοξα Κυρίου ὄργανα, Περγάμου ἐγκαλλωπίσματα καὶ Ὀρθοδόξων, ἁπάντων καύχημα καὶ στερέωμα, καταφυγή τε καὶ προσφύγιον, ἐκτενῶς τῷ Κυρίῳ πρεσβεύσατε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)
Τοὺς ζηλωτὰς τοῦ Χριστοῦ ἐν ἀληθείᾳ, ἅπαντες τιμήσωμεν μέλποντες ᾄσμασι, διὰ πυρὸς γὰρ καὶ ὕδατος στεῤῥῶς ἀθλοῦντες, ὑπομονήν τε ἐπιδειξάμενοι, ὥσπερ ἀκατάβλητοι ὁπλῖται ὤφθησαν, Χριστιανὸς εἰμὶ ἕκαστος ἀναφωνοῦντες, ἀμφιθεάτρῳ πάντας ἐκπλήσσοντας, καὶ Ἐκκλησίαν μεγαλύνοντες, τὴν αὐτοὺς τῷ Χριστῷ ὁδηγήσασαν, ὡς πρεσβεύοντας πάντας τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Σὺν τῷ Ἀττάλῳ Περγαμηνὸν τῷ γένει, Σάγκτον τε διάκονον Μάτουρον ἔνδοξον, τὸν ἐκ Φρυγίας Ἀλέξανδρον σὺν τῇ Βλανδίνῃ, καὶ Ποντικὸν παιδάριον σήμερον, δεῦτε φιλομάρτυρες ἐγκωμιάσωμεν, καὶ τὴν αὐτῶν ἀεισέβαστον καὶ θείαν μνήμην, φαιδρῶς τελοῦντες ἄνθεσι στέψωμεν, ἀναβοῶντες πανσεβάσμιοι, οἱ Χριστὸν ἐν σταδίῳ κηρύξαντες, ἐκτενῶς δυσωπῆτε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. Δ΄.
Τὴν πάντιμον χορείαν τῶν πανενδόξων Μαρτύρων τιμήσωμεν πιστοί· Ἀττάλου Βλανδίνης Σάγκτου Ματούρου Ἀλεξάνδρου, καὶ τῶν συν αὐτῶν. Οὗτοι γὰρ οἱ γενναῖοι, ἐν τῷ ἀμφιθεάτρῳ ὑπομείναντες πᾶσαν βάσανον, διὰ Χριστὸν ἀξίως παρ’ Αὐτοῦ ἐνεδύσαντο δύναμιν, καὶ διὰ πυρός τε καὶ ὕδατος ὁμοῦ διελθόντες, εἰσῆλθον εἰς τὴν ἀναψυχὴν τῆς Βασιλείας τῶν οὐρανῶν· ὅθεν τὴν ἱερὰν αὐτῶν μνήμην, ἐναρμονίοις ᾄσμασι μελῳδοῦντες, ἱκετεύομεν ὅπως ἀεὶ πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὕμνοις σε τιμῶμεν ὦ Ἀθλητά, μετὰ τῶν συνάθλων, τῆς Περγάμου τὰ ἐκλεκτά, τέκνα καὶ αἰτοῦμεν, εὑρεῖν παρὰ Κυρίου, τὴν λύσιν τῶν πταισμάτων, Ἅγιε Ἄτταλε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου