ΙΟΥΛΙΟΣ Δ΄.
ΜΙΧΑΗΛ ΟΣΙΟΣ ΧΩΝΙΑΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α´. Πανεύφημοι μάρτυρες.
Φρυγίας τὸν γόνον Μιχαήλ, Κολλοσῶν ἐκβλάστημα, τὸν δι ̓ αὐτοῦ εὐρυμάθειαν, καὶ πίστιν χάριτι, Πνεύματος ἁγίου, Ἀθηνῶν τῆς πόλεως, σοφῶς προχειρισθέντα ἐπίσκοπον, ἐγκωμιάσωμεν, ὡς ποιμένα θεοπρόβλητον, καὶ πατέρα σεμνὸν καὶ φιλόστοργον.
Θεόπνουν φρουρὸν καὶ ἀρωγόν, Ἀθηναίων μέλψωμεν, νῦν Μιχαὴλ τὸν σοφώτατον, Ἀτθίδος καύχημα, φίλον ἀσκουμένων, ἐν σπηλαίοις ἔνθερμον, τοῦ ὄρους τοῦ Πανείου καὶ πρόμαχον, ἐν περιστάσεσι, καὶ ἀνάγκαις τοῦ πληρώματος, Ἐκκλησίας ψαλμοῖς τε καὶ ᾄσμασιν.
Ἀγέλης ἀνύστακτε ποιμήν, Ἀθηνῶν διέλαμψας, θεοκινήτου γραφίδος σου, καὶ συμπαθείας σου, ἀστραπαῖς πρὸς χρείαν, καὶ ἀνάγκην ἔχοντας, φωσφόρε Μιχαὴλ σκεῦος χάριτος, καὶ ἀνακτόριον, θεοπνεύστου κατηχήσεως, ῥητορίας καὶ φιλαγιότητος.
Καυχῶνται σῇ δόξῃ Μιχαήλ, Χωνιάτα ἔνθεε, τῆς Μεσογαίας περίχωρος, ἡ νῆσος Εὔριπος, Κέα καὶ ἡ μάνδρα, τοῦ Προδρόμου Ἅγιε, ἐν ᾗ καλῶς τὸ ζῆν ἐξεμέτρησας, καὶ ἡ περίδοξος, Ἀθηναίων πόλις πόνοις σου, ἀντιλήψει τῇ σῇ ἣν ἐκόσμησας.
Δόξα. Ἦχος β´.
Θεοφιλῶς ποιμάνας Ἀτθίδος τὴν λογικὴν ἀγέλην ὡς ἀληθὴς ἱεράρχης καὶ λειτουργὸς θείας δόξης διέλαμψας, Μιχαήλ, σοφίας τῆς θύραθεν καὶ τῆς ἐνθέου φρυκτώρημα· φωτίσας οὖν σῆς φιλαγιότητος ἀκτῖσι τοὺς ἐν Ἀττικῇ οἰκοῦντας, ἐξ ὧν ἑκουσίως ἐμακρύνθης ἕνεκα τῆς εἰσβολῆς τῶν Βουργουνδίων, πόλου οἰκήτωρ ὤφθης θειότατος καὶ πρεσβευτὴς ἡμῶν πρὸς Κύριον ἔνθερμος.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι· Μῆτερ τῆς Ζωῆς, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἀπόστιχα. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔλαμψας Μιχαήλ, κλεινὲ Μητροπολῖτα, τῶν Ἀθηνῶν ἀκτῖσιν, ἐνθέου ποιμασίας, καὶ θεϊκῆς σοφίας σου.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Θεῖε Ἀρχιερεῦ, Ἀτθίδος Χωνιάτα, τὴν ἄσκησιν ἐζήλους, πατέρων τοῦ Πανείου, τοῦ ὄρους ὁσιώτατε.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔνθεε Μιχαήλ, τοῦ θείου Ταξιάρχου, ἐπώνυμε ἐν Χώναις, ἐβλάστησας ἐν αἷσπερ, αὐτὸς ἐθαυματούργησεν.
Δόξα. Τριαδικόν.
Χαῖρε, Τριὰς σεπτή, ἡ δείξασα σοφίας, ταμεῖον Σῆς ἐνθέου, τὸν Μιχαὴλ Ἀτθίδος, κλεινῆς τὸν ἀρχιποίμενα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Μῆτερ Θεοῦ, ὑπερευλογημένη, ἡ σκέπουσα ἀπαύστως, τοὺς σὲ ὑμνολογοῦντας, σεμνὴ Ἀθηνιώτισσα.
Νῦν ἀπολύεις... Τρισάγιον,
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀθηνῶν ἱεράρχην τὸν λογιώτατον, καὶ συμπαθῆ ὡς ἀγώνων συμμεριστὴν τοῦ λαοῦ, καὶ αὐτοῦ τῆς ἀγωνίας ὕμνοις μέλψωμεν νῦν, Χωνιάτην Μιχαήλ, τῆς σοφίας ποταμόν, καὶ κρήνην εὐρυμαθείας, αὐτοῦ λιτὰς τὰς ἀόκνους, πρὸς τὸν Σωτῆρα ἐκδεχόμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὸν πολυτίμητον ὄλβον Χριστοῦ τῆς πίστεως, σεπτὸν Μητροπολίτην, Μιχαὴλ Χωνιάτην, καὶ πρόεδρον καὶ μύστην τῶν Ἀθηνῶν, καταστέψωμεν ᾄσμασι, μελισταγέσι σοφίας ὡς ἀληθοῦς, εὐπρεπέστατον ἀνάκτορον.
Τῶν Κολοσσῶν τῆς Φρυγίας τὸ θεῖον βλάστημα, τὸν τῆς Θεοῦ σοφίας, ἐξανθήσαν τα ῥόδα, εὐώδη ποιμενάρχην θεοειδῆ, Μιχαὴλ θεοπρόβλητον, τῶν Ἀθηνῶν εὐφημήσωμεν ἐν χορῷ, φιλεόρτων τὰ συστήματα.
Τὸν ἑαυτὸν ἐν καμίνῳ ἀγάπης τήξαντα, διπλῆς πρὸς τὸν πλησίον, καὶ Θεὸν καθηκόντως, θεόπνουν Χωνιάτην νῦν Μιχαήλ, ὡς κηρίον ὑμνήσωμεν, καὶ τὰς αὐτοῦ ἐκζητήσωμεν προσευχάς, πρὸς τὸν εὔσπλαγχνον Θεάνθρωπον.
Τὸν ζηλωτὴν τῶν καμάτων ἀνευφημήσωμεν, τῶν ἀσκητῶν σπηλαίων, τοῦ Πανείου τοῦ ὄρους, καὶ φίλον ἡσυχίας καὶ προσευχῆς, Μιχαὴλ τὸν φιλάγιον, καὶ θεοῤῥήμονα κήρυκα μελιχροῖς, ἐγκωμίοις ὡς ἰσάγγελον.
Ἐν δυσχειμέροις τοῖς χρόνοις ἐμποδιζόμενος, ὑπὸ ἐπιδρομέων, Δυτικῶν ἐξασκῆσαι, διοίκησιν σῆς ποίμνης πνευματικήν, Μιχαὴλ κατεδίκασας, εἰς ἐξορίαν πανόσιε ἑαυτόν, ἱεράρχα ταπεινότατε.
Μνήμην τελοῦντες σὴν θείαν καὶ ἀεισέβαστον, τῶν Ἀθηναίων δῆμοι, Μεσογαίας χορεῖαι, πιστοὶ Θεσσαλονίκης Θερμοπυλῶν, νήσου Κέας πανεύφημε, καὶ τῆς Εὐβοίας τιμῶμέν σε Μιχαήλ, Χωνιάτα πνευματέμφορε.
Δόξα. Ἦχος πλ. β´.
Ταπεινοφροσύνης καὶ ἀρετῆς στολὴν ἐνδυσάμενος τὴν λογικὴν τῶν Ἀθηναίων ἐποίμανας σοφῶς ἀγέλην, τὴν εἰς αἰῶνας εὐγνωμόνως τιμῶσάν σε, Μιχαὴλ λογιώτατε· εὐσυμπάθητος γὰρ ὢν καὶ φιλάγιος καὶ ζηλωτὴς τοῦ ἀρχαίου τῶν Ἀθηνῶν πνευματικοῦ κάλλους, οὐκ ἔπαυσας διδάσκειν τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς σοῦ ποιμνίου καὶ συντρέχειν ταῖς ἀνάγκαις τῶν πτωχῶν καὶ πενήτων· στέφος οὖν δεξάμενος παρὰ Κυρίου ζωῆς αἰωνίου χάριν εἴληφας πρεσβεύειν ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τις μὴ μακαρίσει σε, Παναγία Παρθένε; Τις μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι ̓ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ ̓ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (δ´ 10-19).
Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δε σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἄν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ ̓ αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (α´ 1-10).
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχοντα πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ ̓ ἡμῶν πορεία σύντριμμα, οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ ̓ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Εὐφραίνου ἐν Κυρίῳ Ἀτθίδος πόλις ἡ ἔνδοξος τελοῦσα τὴν μνήμην τοῦ εὐσυμπαθήτου, λογιωτάτου καὶ γενναιόφρονος ἱεράρχου σου, Μιχαὴλ τοῦ Χωνιάτου· οὗτος γὰρ εὐαγγελικῶς πολιτευσάμενος τὴν πάλαι χρυσοστόλιστον πόλιν καὶ σύμπασαν τὴν ἡλιόφωτον Ἀττικὴν κατεκόσμησε χρηστοηθείᾳ καὶ λόγοις θεοπνεύστοις· καὶ νῦν Χριστοῦ τὸ πρόσωπον θεώμενος ἐν πόλῳ, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β´.
Τῆς τῶν Ἀθηνῶν Ἐκκλησίας τὸν παμφαέστατον φωστῆρα, Μιχαὴλ τὸν Χωνιάτην, οἱ πιστοί, ἀξιοχρέως εὐφημήσωμεν· οὗτος γὰρ ἀκτῖσι τῆς αὐτοῦ φιλαγίου πολιτείας κατεφώτισε τὴν ἐν σκότει ἀγνωσίας κειμένην ἐχθροῖς ὑπόδουλον αὐτοῦ λογικὴν ποίμνην καὶ πρὸς φωταυγῆ σκηνώματα θεογνωσίας καὶ σωτηρίας αὐτὴν ἀπλανῶς κατηύθυνε· καὶ νῦν ὡς κληρονόμος τῶν ὑπερφώτων ἐπάλξεων τῷ αἰωνίῳ Φωτοδότῃ ἀδιαλείπτως πρεσβεύει ἀνατεῖλαι καὶ ἡμῖν ἦμαρ αὐτογνωσίας καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ´.
Τῶν ὑπερασπιστὴν τῶν πτωχῶν καὶ πενήτων καὶ συλλήπτορα τῶν κατατρυχομένων Ἀθηναίων, τὸν βιοῦντα ἐπὶ τῆς γῆς, ἀλλ ̓ ἐν οὐρανοῖς ἔχοντα τὸ πολίτευμα, Μιχαήλ, τὸν θεοφρούρητον Μητροπολίτην, ἀξίως τιμήσωμεν· οὗτος γὰρ ἀνελθὼν τῆς ἀρετῆς τὰς βαθμίδας εἰς ὕψος κατήντησε πνευματικῆς τελειώσεως καὶ θεώσεως· καὶ νῦν Ἀγγέλων χορείαις συνευφραινόμενος τοὺς ἐκτελοῦντας τὴν μνήμην αὐτοῦ εὐλογεῖ καὶ ἁγιάζει καὶ ὁδηγεῖ πρὸς ζωὴν τὴν αἰώνιον.
Δόξα. Ἦχος δ´.
Τὸ τῆς Φρυγίας θεόφυτον κρίνον καὶ Ἀθηνῶν μυροβόλον λείριον, Μιχαήλ, εὐσχημόνως οἱ πιστοὶ μεγαλύνωμεν καὶ ἐν εὐλαβείᾳ αὐτῷ βοήσωμεν· ῥητόρων ἀκρώρεια καὶ θεοκηρύκων πρόβολε, ὁ ἐμπράκτως προασπισθεὶς τῆς σῆς ποίμνης τὰ συμφέροντα, ῥῦσαι ἡμᾶς κινδύνων καὶ θλίψεων καὶ συμφώνως τοῖς τοῦ Χριστοῦ ἐντάλμασι διάγειν ἡμᾶς ἀξίωσον τοὺς ἑορτάζοντας πόθῳ τὴν ἁγίαν μνήμην σου, ἀοίδιμε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. α´. Χαίροις, ἀσκητικῶν.
Χαίροις, τῆς Ἐκκλησίας φωστήρ, ὁλογιότητι φαιδρύνας τὰ σύμπαντα, καὶ πάντας καταφωτίσας τοὺς Ἀθηναίους αὐγαῖς, σῶν σοφῶν ῥημάτων πάτερ ὅσιε, ποιμὴν θεοπρόβλητε, ἀρχιθῦτα θειότατε, ἱεροφάντορ, εὐκλεὲς καὶ ἀνύστακτε, ὄντως πρόεδρε, τοῦ κλεινοῦ πάλαι ἄστεως· ὅθεν τὴν θείαν μνήμην σου, τιμῶντες ἀείποτε, σὲ Μιχαὴλ Χωνιάτα, ἀνευφημοῦμεν γηθόμενοι, καὶ σὰς ἱκεσίας, ἐκδεχόμεθα πρὸς Κτίστην, τὸν πολυεύσπλαγχνον.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ τῆς Φρυγίας βλαστός, τῶν Ἀθηνῶν ἀρχιερεὺς πνευματέμφορος, ἀγώνων καὶ ἀγωνίας, συμμεριστὴς σοῦ λαοῦ, τῶν ἐμπεριστάτων ἐνθεώτατος, ἐλπὶς ἀκαταίσχυντος, κλονουμένων ἐνίσχυσις, καὶ κατευθύντωρ, Μιχαὴλ ἀπλανέστατος, τῆς ἀγέλης σου, τῆς ἐλλόγου πρὸς θέωσιν· πάτερ θεοφορούμενε, ὡσεὶ εὐσυμπάθητος, μὴ διαλίπῃς πρεσβεύων τὸν πανοικτίρμονα Κύριον, ὑπὲρ τῶν ἐν ὕμνοις, σὲ στεφόντων μελιῤῥύτοις, ψαλμοῖς καὶ ᾄσμασι.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τὸν θρόνον τῶν Ἀθηνῶν, ὁ εὐσθενῶς καταλιπὼν ὅτε ἄνομοι, εἰσέβαλον εἰς τὴν χθόνα, τῆς Ἀττικῆς Δυτικοί, αἱματοχυσίας τῆς ἐλλόγου σου, ἀγέλης μακάριε, πρὸς φυγὴν καὶ τὴν ἄσημον, οἰκήσας Κέαν, ἣν παλαίστραν ἀνέδειξας, τῶν καμάτων σου, ἀρετῆς πρὸς τελείωσιν· μύστα παναγιώτατε, τῆς χάριτος βίον σου, ὁ περατώσας ἐν μάνδρᾳ, τῆς Μουντινίτζης ἱκέτευε, Χριστὸν δοῦναι πᾶσι, Μιχαὴλ τοῖς σὲ τιμῶσι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ´.
Τὸν ἐραστὴν τοῦ ἀρχαίου ἑλληνικοῦ κάλλους καὶ ζηλωτὴν τῆς ἐν Χριστῷ δι ̓ ἀσκήσεως τελειώσεως, Μιχαὴλ τὸν Χωνιάτην, τιμήσωμεν πιστῶς βοῶντες· συλλῆπτορ τῆς τῶν Ἀθηνῶν λαχούσης σοι ποίμνης καὶ ἀντιλῆπτορ τῶν τρυχομένων καὶ κακουχουμένων, ὁ χάριτι θείᾳ σοφῶς καθοδηγήσας λαὸν πρὸς θέωσιν, οὐρανίου πόλεως κληρονόμους ἀνάδειξον εὐχαῖς σου τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἀθηνῶν ἱεράρχην τὸν λογιώτατον, καὶ συμπαθῆ ὡς ἀγώνων συμμεριστὴν τοῦ λαοῦ, καὶ αὐτοῦ τῆς ἀγωνίας ὕμνοις μέλψωμεν νῦν, Χωνιάτην Μιχαήλ, τῆς σοφίας ποταμόν, καὶ κρήνην εὐρυμαθείας, αὐτοῦ λιτὰς τὰς ἀόκνους, πρὸς τὸν Σωτῆρα ἐκδεχόμενοι.
Δόξα. Ἕτερον ὅμοιον.
Ἀρετῇ διαπρέψας καὶ ἁγιότητι, ποιμαντικῇ ἐπιστήμῃ καὶ ἀκραιφνεῖ βιοτῇ, Ἀθηναίων στυλοβάτης ἐχρημάτισας, ὦ Χωνιάτα Μιχαήλ, ἱεράρχα κραταιέ, καὶ ἄριστε ποιμενάρχα· διὸ καὶ εἴληφας χάριν, ὑπὲρ ἡμῶν πρεσβεύειν πάντοτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.
Τρισμάκαρ Μιχαήλ, Χωνιάτα θεόφρον, τὴν μνήμην σου λαμπρῶς Ἀττικὴν οἱ οἰκοῦντες, καὶ Κέαν καὶ Εὔβοιαν, καὶ Φθιώτιδα σέβομεν, καὶ μελίσμασι, σὲ καταστέφοντες θείοις, ἐκδεχόμεθα, τὰς ἐκτενεῖς σου πρεσβείας, πρὸς Κτίστην τὴν εὔσπλαγχνον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ναόν σου τὸν σεπτόν, Μιχαὴλ Χωνιάτης, ὁ μύστης ὁ κλεινός, Ἀθηνῶν Θεοτόκε, λαμπρῶς ἐξωράϊσε, Μῆτερ Ἀθηνιώτισσα, καὶ κατέστησε, τῆς Μητροπόλεως ἕδραν, παντευλόγητε, αὐτοῦ τοῦ σὲ καθ ̓ ἑκάστην, φαιδρῶς μεγαλύναντος.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἁγίων συνόμιλε θεοειδὲς Μιχαήλ, τὴν πάνσεπτον μνήμην σου ἐπιτελοῦντες λαμπρῶς, ἐκθύμως βοῶμέν σοι· λύτρωσαι Χωνιάτα, ἐσομένης γεέννης, δῆμον τῶν Ἀθηναίων σὲ τιμώντων ὡς ὄρους, σπηλαίων ἀσκητῶν Πανικοῦ ὄντως ὁμόζηλον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Πανάμωμε Δέσποινα ἡ ἐλεοῦσα ἀεί, πιστοὺς ἀνυμνοῦντάς σε μελισταγέσιν ᾠδαῖς, ὑψόθεν κατάπεμψον, πᾶσι μονογενοῦ σου, οἰκτιρμοὺς καὶ ἐλέη, Τόκου σου Θεοτόκε, καὶ ὑγίειαν ἄμφω, ψυχῶν καὶ τῶν σωμάτων εὐχαῖς ἀδιαλείπτοις σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Ἱεροφάντορα, παναγιώτατον, σοφῶς ποιμάναντα, ἀγέλην ἔλλογον, τῶν Ἀθηνῶν καὶ ἀσκητὴν ὁμόζηλον τοῦ Προδρόμου, ἐν αὐτοῦ τελέσαντα, τῇ μονῇ βίον πρόσκαιρον, Μιχαὴλ τιμήσωμεν, Χωνιάτην τὸν ἔνδοξον, ψυχῆς ἐν κατανύξει βοῶντες· Χαῖρε ἱεραρχῶν λαμπρότης.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ι´ 9-16). (Ζήτει τῇ ιγ´ Νοεμβρίου, τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου).
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχ. Ἐλέησόν με, ὁ Θεός...
Λογιωτάτων ἱεραρχῶν ἀρχέτυπον γενόμενος καὶ ὁσίων πατέρων ποιμαντικοὺς μιμούμενος τρόπους διάκοσμος τῆς τῶν Ἀθηναίων ἐπώφθης Ἐκκλησίας, Μιχαὴλ ἀξιάγαστε· καταλιπὼν γὰρ τὸν θρόνον σου καὶ ἐξορίας βαδίσας τρίβον ἐν καιροῖς δυσχειμέροις ἀνόμων εἰσβολῆς Βουργουνδίων, ἰσαγγέλως ἐπολιτεύσω, μακάριε· καὶ νῦν Χριστῷ ἀγαλλιώμενος ἐν πόλῳ δόξης μὴ παύσῃ Αὐτῷ πρεσβεύων ὑπὲρ τῶν τιμώντων τὴν λαμπρὰν καὶ ἀεισέβαστον μνήμην σου.
Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχίς· «Μιχαὴλ Χωνιάτου, Ἀθηνῶν εὔχους αἶνος. Χ.»
ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Μὴ παύσῃ δεόμενος, Χριστοῦ ὑπὲρ τῶν τιμώντων σε, καὶ πίστει τὴν μνήμην σου, τὴν ἱερὰν Μιχαήλ, θείοις ᾄσμασι, τελούντων Χωνιάτα, Φρυγίας μυράλειπτρον πανευωδέστατον.
Ἰσχὺν θείαν ἄνωθεν, λαβὼν ἐκ χρόνων νεότητος, σοφίας τῆς θύραθεν ὤφθης εἰκὼν διαυγής, καὶ διήνυσας, τὸν βίον Χωνιάτα, ἀμέμπτως ὡς ἄϋλος, μέροψ πανεύφημε.
Χριστοῦ φίλε γνήσιε, γενναῖε καὶ λογιώτατε, ἀρχαίου ἐράσμιε, πολιτισμοῦ Μιχαήλ, ὑπεδέξατο, τῶν Ἀθηνῶν ἡ πόλις, ὡς δώρημα τίμιον σὲ ἱερώτατε.
Θεοτοκίον.
Ἀπείρανδρε Δέσποινα, ἡμῖν Υἱοῦ τοῦ πανσέπτου σου, ὑψόθεν κατάπεμψον, ἐλέη καὶ οἰκτιρμούς, τοῖς τιμῶσί σε, ὡς τοῦ Θεοῦ μητέρα, σεμνὴν εὐσυμπάθητον, καὶ ἄγαν εὔσπλαγχνον.
ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.
Ἡ πόλις τῶν Ἀθηνῶν τιμῶσα, τὴν μνήμην σου σῶφρον Μιχαήλ, τοὺς πόνους μεγαλύνει σου, οὓς ἔτλης δι ̓ ἀγάπησιν, καὶ στήριξιν ποιμνίου σου, ἐν δυσχειμέροις τοῖς ἔτεσι.
Λιπὼν τὸν σὸν θρόνον ἑκουσίως, σεπτὲ ἱεράρχα Μιχαήλ, ὅτε οἱ λατινόφρονες, ἐπιδρομεῖς ἐμπόδιζον, σῶν καθηκόντων ἄσκησιν, εἰς νῆσον Κέαν κατέφυγες.
Χαρίτων τοὺς πλήρεις οὐρανίων, Πανείου τοῦ ὄρους ἀσκητάς, ἐθαύμαζες καὶ σκάμματα, αὐτῶν ἐζήλους ἅγιε, πρὸς ἀρετῆς ἀπόκτησιν, καὶ ἐν Χριστῷ ὁλοκλήρωσιν.
Θεοτοκίον.
Ὡράϊσμα Κεχαριτωμένη, Χριστοῦ Ἐκκλησίας τιμαλφές, τοῦ παναγίου Τόκου σου, ὡράϊσον τῶν δούλων σου, τὸν βίον προστασίᾳ σου, καὶ ἀῤῥαγεῖ μεσιτείᾳ σου.
Κάθισμα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἐκκλησίας σέμνωμα, τῶν Ἀθηναίων, Μιχαὴλ θεσπέσιε, ἱεροφάντορ θαυμαστέ, σαυτὸν ἀκόπως ἠνάλωσας, ὑπὲρ σῆς ποίμνης, ποιμὴν ὡς ἀνύστακτος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Παναγία Δέσποινα, παραμυθία, θλιβομένων πλήρωσον, ἡμᾶς ἀφάτου χαρμονῆς, καὶ προστασίας ἀγρύπνου σου, τοὺς μελῳδοῦντας, τὸν πάνσεπτον Τόκον σου.
ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.
Νέκταρ γνώσεως τρυγήσας, Μιχαὴλ ἀξιάγαστε, Χωνιάτα μάκαρ, ἐκ χειλέων τοῦ διδασκάλου σου, ἀρχιερέως Νικήτα, μέλι ἥδιστον, ἐπιγνώσεως, καὶ σωφροσύνης παρήγαγες.
Ἱλασμὸν ἡμῖν ἐξαίτει, Μιχαὴλ παναοίδιμε, τοῖς ἀνευφημοῦσι σὲ ὡς ἱεράρχην θεόσοφον, ἐν ταῖς Ἀθήναις αὐγαῖς σου διαλάμψαντα, ἀγαθότητος, καὶ προσφορᾶς πρὸς τοὺς ἔγγιστα.
Ἄνερ Μιχαὴλ θεόφρον, ὡς σοφίας κειμήλιον, γνώσεως ταμεῖον καὶ διανοήσεως μέλαθρον, ἀνθρωπιστὰ ἱεράρχα, διεκόσμησας, ποιμασίᾳ σου, τὴν Ἀττικὴν νῦν τιμῶσάν σε.
Θεοτοκίον.
Τοῦ ἐχθίστου ἐπηρείας σοὺς ἱκέτας ἐκλύτρωσαι, Κεχαριτωμένη Θεοτόκε Ἀθηνιώτισσα, καὶ χειραγώγει τοὺς πόθῳ μελῳδοῦντάς σε, πρὸς μετάνοιαν, καὶ ἀρετῆς ὁλοκλήρωσιν.
ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Οὐράνωσον φρόνημα, τῶν νῦν μακαριζόντων σε, Μιχαὴλ τρισμάκαρ Χωνιάτα, ἀόκνοις πόνοις τῶν Ἀθηνῶν τῶν κλεινῶν, σοφῶς κατηχήσαντα λαόν, τὸν μὴ γνῶντα πίστεως, τὰς ἀρχὰς ἐνθεώτατε.
Ὑμνοῦμέν σε πάντοτε, ὡς κουφιστὴν τῆς ποίμνης σου, ἐκ δυσβάκτων φόρων, καὶ ἐφόδου ἐπιδρομέων ἀζυμιτῶν Μιχαήλ, ποιμὴν καὶ φρουρὲ τῶν Ἀθηνῶν, καὶ ἁπάσης στήριγμα, Ἀττικῆς ἀδιάσειστον.
Ἀθήναιον σέμνωμα, ἐκόσμησας τὸν θρόνον σου, Μιχαὴλ γενναῖε Χωνιάτα, σαπφείροις λόγων, καὶ μαργαρίταις τῆς σῆς, ἀμέμπτου τῷ ὄντι βιοτῆς, ἱεράρχα ὅσιε, καὶ σεμνὲ καὶ πραότατε.
Θεοτοκίον.
Θεοῦ τοῦ οἰκτίρμονος, ὁ Λόγος ὁ θειότατος, ἐν σεπτῇ νηδύϊ σου Παρθένε, κατασκηνώσας Θεογεννῆτορ ἁγνή, ἐθέωσε γένος τῶν βροτῶν, τὸ ἀεὶ γεραῖρόν σε, καὶ λαμπρῶς μεγαλῦνόν σε.
ᾨδὴ Ϛ´. Τὴν θείαν ταύτην.
Ἡ Ἀττικὴ ἐπαγάλλεται, καὶ χαίρει Μεσογαία ἡ εὔφορος, ἥνπερ ἠγάπησας, καὶ τοῖς ποσί σου ἐβάδισας, πρὸς ἀσκητῶν Πανείου ὄρους ἐπίσκεψιν.
Νῦν Κέα νῆσος τὴν μνήμην σου, τελοῦσα Μιχαὴλ καταφεύγει σοι, πιστῶς κραυγάζουσα· φρούρει ἀεὶ καὶ περίσκεπε, τὴν νῆσον ἐξορίας τῆς ἑκουσίου σου.
Ὡς ἱερὸν ἐγκαλλώπισμα, σεμνεῖον Μουντινίτζης γεραίρει σε, ἐν ᾗ τὸ πνεῦμά σου, τῷ Παντεπόπτῃ παρέδωκας, Κυρίῳ Χωνιάτα σεβασμιώτατε.
Θεοτοκίον.
Ναὲ Θεοῦ ἀχειρότευκτε, τὴν μνήμην Μιχαὴλ τοὺς γεραίροντας, Ἀθηνιώτισσα, καὶ σὲ λαμπρῶς μεγαλύνοντας, ἀξίωσον ἀφθίτου ἀγαλλιάσεως.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Τὸν ἱεράρχην Ἀθηνῶν λαμπρῶς ὑμνήσωμεν, τὸν λογιώτατον φιλάνθρωπον διδάσκαλον, κουφιστὴν τῶν ἐν ἀνάγκαις καὶ ἀσκουμένων, ἐν σπηλαίοις ζηλωτὴν ὡς βάθρον πίστεως, Μιχαὴλ τὸν Χωνιάτην ὕμνοις πρέπουσι, πίστει ψάλλοντες· Χαίροις, πάτερ θειότατε.
Ὁ Οἶκος.
Ἄριστε ποιμενάρχα, Μιχαὴλ Χωνιάτα, ἐνδόξων Ἀθηνῶν, ὡς πατέρων σὲ τιμῶμεν λογίων φανὸν καὶ ἀρχιερέων θεαυγῶν σέμνωμα καὶ μνήμην ἐκτελοῦντές σου τὴν πάνσεπτον τρανῶς βοῶμεν·
Χαῖρε, τὸ βλάστημα τῆς Φρυγίας·
χαῖρε, τὸ οἴκημα τῆς σοφίας.
Χαῖρε, Ἀθηνῶν τῶν κλεινῶν σεμνολόγημα·
χαῖρε, εὐκλεῶν μυστηπόλων ἀκρώρεια.
Χαῖρε, λύχνος παμφαέστατος ἀγαπήσεως Χριστοῦ·
χαῖρε, στῦλος ἀδιάσειστος προστασίας τοῦ λαοῦ.
Χαῖρε, ὁ καθαιρέτης τῆς σκοτείας καὶ πλάνης·
χαῖρε, ὁ ὑπηρέτης τῆς ἐλλόγου ἀγέλης.
Χαῖρε, πατέρων θείων ὁμόζηλος·
χαῖρε, ἀγγέλων δήμων ὁμόσκηνος.
Χαῖρε, θερμὸς ἀρωγὸς τῶν πενήτων·
χαῖρε, ταχὺς βοηθὸς τῶν καμνόντων.
Χαίροις, πάτερ θειότατε.
Συναξάριον.
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀνδρέου Κρήτης.
Θανὼν ἐφεῦρε τῶν πόνων στέφος μέγα,
Κρήτης ὁ ποιμήν, οὗ πόνος Κανὼν μέγας.
Τῇ δὲ τετάρτῃ ἀρχιθύτην μόρος Ἀνδρέαν εἷλε.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Μάρτυρες Κυπρίλλα, Ἀρόα καὶ Λουκία ξίφει τελειοῦνται.
Τονοῖ Κυπρίλλαν πρὸς πάλην τὴν πρὸς ξέσεις,
ὁ συμπαλαίσας Ἰακὼβ Θεὸς πάλαι.
Ἔδειξαν ἡμῖν Ἀρόα καὶ Λουκία,
ὡς καὶ κόραι σθένουσι καρτερεῖν ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀσκληπιὰς, ἐν εἰρήνῃ τελειοῦται.
Ἀσκληπιὰς ἄμισθος Ἀσκληπιάδης,
παύουσα πορῖκα καὶ τετμημένη νόσους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Θεόφιλος, ξίφει τελειοῦται
Ὁ Θεόφιλος ἐξαφαιρεῖται κάραν,
Θεὸν φιλήσας καὶ πλέον ζωῆς φίλης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μένιγνου.
Μένιγνος ἐκπλεῖ τὸν θαλαττῶδη βίον,
εὑρὼν ἀρίστους τοὺς νόας κωπηλάτας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μάρθας, μητρὸς τοῦ Ἁγίου Συμεών, τοῦ ἐν τῷ θαυμαστῶ Ὄρει.
Κᾂν οὐ μεριμνᾷς, οὐδὲ τυρβάζη, Μάρθα,
ἔχεις τὰ λοιπὰ καὶ τελευτὴν τῆς Μάρθας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἐπισκόπου Κυρήνης τῆς Λιβύης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδοτος, ξίφει τελειοῦται.
Δοὺς τὴν κεφαλὴν τῷ Θεῷ, Θεόδοτε,
ζωὴν ἔλαβες ἥτις οὐκ ἔχει πέρας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δονάτου, Ἐπισκόπου Λιβύης καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἱλαρίωνος.
Δονάτος ἔργοις πρὶν δονήσας Λιβύην,
ἤδη κατοικεῖ, οὗ δόνησις οὐκ ἔνι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μιχαὴλ τοῦ Χωνιάτου, Μητροπολίτου Ἀθηνῶν.
Λογίων ἱεραρχῶν, Μιχαήλ, κέρας,
Ἀθήνας ἐκόσμησας σῇ ποιμασίᾳ.
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ὁσίων Διονυσίου καὶ Νείλου τῶν αὐταδέλφων, Κτιτόρων τῆς Μονῆς τῆς Μεγάλης Παναγίας ἐν Σάμῳ.
Μονῆς ἱδρυτὰς Μεγάλης Παναγίας,
Νεῖλόν τε Διονύσιον συντιμῶμεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Κορίλλας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀνδρέου τοῦ Ῥουμπλιόφ, τοῦ εἰκονογράφου, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Ιωνᾶς ὁ Ῥώσσος, ἐν ἔτει 1938ῳ, τυφεκισθεὶς τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Ἐνθεώτατε τῶν Ἀθηναίων πρόεδρε, βολαῖς παμφώτοις σου, ποιμαντικῆς ἀγωγῆς, ἐφώτισας ποίμνην σου, καὶ ἀπεδίωξας, τὴν σκοτόμαιναν, αὐτοῦ πασῶν τῶν θλίψεων, Μιχαὴλ πνευματοφόρε.
Ὕμνοις στέφομεν τὴν σεβασμίαν μνήμην σου, φαιδροῖς ἑκάστοτε, οἱ δῆμοι τῆς Ἀττικῆς, οὓς λόγοις ἐστήριξας σοφοῖς καὶ πράξεσι, συμπαθείας σου, πρὸς πάντα ἐμπερίστατον, Μιχαὴλ ἱεροφάντα.
Χῶναι ἅγιε σεμνύνονται σπαργάνοις σου, καὶ ἡ περίχωρος, τῶν Ἀθηνῶν εὐλαβῶς, γεραίρει τὴν μνήμην σου, ἣν διεκόσμησας, ποιμασίᾳ σου, θεοτερπεῖ πανόσιε, Μιχαὴλ πνευματοφόρε.
Θεοτοκίον.
Ὁδηγήτρια ἀπλανεστάτη πέφηνας, τῶν προστρεχόντων σοι, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, καὶ γέρας ἀτίμητον, Ἀθηνιώτισσα, τῶν ἀείποτε, ὑμνούντων σε ὡς ἔνθερμον, ἐν τῷ βίῳ παραστάτιν.
ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
Ὕμνοις Μιχαήλ σὲ Χωνιάτα, εὐτάκτοις ἀξιοχρέως μεγαλύνομεν, δώρημα πολύτιμον, Ἀττικῆς καὶ καύχημα, τῶν Ἀθηνῶν τῆς πόλεως, σεβασμιώτατε, ὡς θείων, μυστηπόλων πυξίον, καὶ ἀρχιερέων διάκοσμον λογίων.
Στῦλος ἀῤῥαγὴς κακουχουμένων, καὶ βάκτρον ἐμπεριστάτων σταθερότατον, Μιχαὴλ ἐν ἔτεσι, δυσχειμέροις πέφηνας, στηρίζων σοῖς διδάγμασι, λαὸν ὀρθόδοξον, εὐσήμου, Ἀττικῆς ἧς ὑπῆρχες, ἱεράρχης μέγας, καὶ θεῖος ποιμενάρχης.
Ἄγαλμα σοφολογιωτάτων ἐδείχθης, ἀρχιερέων θεοσμίλευτον, Μιχαὴλ καὶ σκήνωμα, χάριτος θεότευκτον· διὸ τὴν θείαν μνήμην σου πανηγυρίζοντες, οἱ δῆμοι, Ἀθηνῶν Μεσογαίας, Κέας καὶ Εὐβοίας, σὲ ἀνυμνολογοῦμεν.
Θεοτοκίον.
Ἴθυνον τοὺς μεγαλύνοντάς σε πρὸς δόμους, τῆς ἀφθαρσίας Μητροπάρθενε, Παναγία Δέσποινα, ὡς πιστῶν ἰθύντειρα, ἀπλανεστάτη κράζομεν, πρὸς ὁλοκλήρωσιν, τῶν ὕμνοις, ἐκτενῶς μελῳδούντων, Μιχαὴλ τὴν μνήμην, τοῦ θείου Χωνιάτου.
ᾨδὴ θ´. Ἅπας γηγενής.
Νῦν πανευλαβῶς, τὴν μνήμην σου ἄγοντες τὴν πανσεβάσμιον, Μιχαὴλ κραυγάζομεν· τῆς Μεσογαίας, Κέας Φθιώτιδος, Εὐβοίας καὶ τοῦ ἄστεως, Ἀτθίδος κόσμημα, οὐρανόθεν, φρούρει καὶ περίσκεπε, Χωνιάτα τοὺς σοὶ καταφεύγοντας.
Ὄλβε τιμαλφές, Χριστοῦ θείας πίστεως, μονὴν ἡγίασας, Μουντινίτζης ἔνδοξε, ἱερομύστα, Φρυγίας βλάστημα, ἐν ᾗ Θεῷ παρέδωκας, μάκαρ τὸ πνεῦμά σου, Χωνιάτα, Μιχαὴλ πολύτιμον, Ἐκκλησίας Χριστοῦ σεμνολόγημα.
Στῦλος φωταυγής, Θεοῦ ὤφθης γνώσεως, ὁ τὴν σκοτόμαιναν, διάλυσας τάχιστα, τῆς ἀγνωσίας ἐλλόγου ποίμνης σου, καὶ χρυσαυγὴν εὐφρόσυνον τῆς ἐπιγνώσεως, ἀνατείλας, Ἀθηναίων τάγμασι, Μιχαὴλ Χωνιάτα θειότατε.
Θεοτοκίον.
Χαῖρε ἀγαθή, Παρθένε θεόνυμφε, Ἀθηνιώτισσα, εὐλαβῶς βοῶντές σοι, σὴν παῤῥησίαν ἀπεκδεχόμεθα, τὴν μητρικὴν πρὸς Τόκον σου τὸν πολυεύσπλαγχνον, Ὃν ἐκθύμως, ἅπαντες δοξάζομεν, εἰς αἰῶνας καρδίᾳ καὶ χείλεσι.
Ἐξαποστειλάριον. Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε.
Διάκοσμον περίβλεπτον, τῶν Ἀθηνῶν τιμήσωμεν, καὶ Μεσογαίας καὶ Κέας, τὸν θεοφόρον πολίτην, ὡς ἱεράρχην πάνσοφον, καὶ ἀσκητῶν ὁμόζηλον, καὶ μαργαρίτην πίστεως, νῦν Μιχαὴλ Χωνιάτην, τὸν πολυτίμητον ὄντως.
Θεοτοκίον.
Σεμνὴ Ἀθηνιώτισσα, ναόν σου ἐξωράϊσε, Θεογεννῆτορ Παρθένε, ὁ Μιχαὴλ Χωνιάτης, τῆς πόλεώς σου πρόεδρος, καὶ ἱεράρχης ὅσιος, μεθ ̓ οὗ ἀνευφημοῦντές σε, δοξολογοῦμεν ἀπαύστως, τὸν σὸν πανίερον Τόκον.
Αἶνοι. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Λογίων ἀρχιερέων τὸ σεμνολόγημα, καὶ εὐλαβῶν ποιμένων, Ἀθηνῶν Ἐκκλησίας, διάκοσμον τὸν θεῖον δεῦτε λαμπρῶς, Μιχαὴλ εὐφημήσωμεν, τὸν Χωνιάτην ἐν ᾄσμασι καὶ ᾠδαῖς, μελιῤῥύτοις οἱ χριστώνυμοι.
Τὴν εἰσβολὴν Βουργουνδίων μὴ ἀνεχόμενος, εἰς Ἀττικὴν σὸν θρόνον, Μιχαὴλ ἑκουσίως, κατέλιπες καὶ Κέαν καταλαβών, τὸν λαόν σου ἐνίσχυες, καθυπομεῖναι κακώσεις καὶ συμφοράς, σοῖς μεστοῖς ἀγάπης γράμμασι.
Τοῖς θεοπνεύστοις σου λόγοις φιλαγιότητι, ἐμπράκτῳ βιοτῇ σου, καὶ ἀγάπῃ πρὸς πέλας, ἐκόσμησας τὴν πόλιν τῶν Ἀθηνῶν, Μιχαὴλ ἱερώτατε, τῶν ἀσκητῶν τοῦ σπηλαίου τοῦ Πανικοῦ, τῆς ἀσκήσεως ὁμόζηλε.
Πανηγυρίζοντες μνήμην τὴν ἀεισέβαστον, καὶ φωταυγῆ σου μάκαρ, Μιχαὴλ Χωνιάτα, σεπτὲ ἱερομύστα τῶν Ἀθηνῶν, τὴν λαμπρὰν ποιμασίαν σου, ἀνευφημοῦμεν καὶ πόνους σου ἱερούς, ἀρετῆς πρὸς ὁλοκλήρωσιν.
Δόξα. Ἦχος πλ. α´.
Τὸ κλεινὸν τῶν Ἀθηνῶν ἄστυ καὶ ἡ περὶ αὐτὸ εὔσημος τῆς Ἀττικῆς ἐπαρχία ὡς ποιμενάρχην τιμᾷ καὶ γεραίρει σε ἔνθεον, Μιχαὴλ Χωνιάτα, πνευματέμφορε· σὺ γὰρ ἁγιοπρεπῶς πολιτευσάμενος καὶ τὰς χρείας ἄμφω θεραπεύσας τῆς λογικῆς σου ποίμνης οὐρανοπολίτης γέγονας· καὶ νῦν Χριστῷ συνὼν τῷ πανευϊλάτῳ ἀδιαλείπτως Αὐτῷ πρεσβεύεις ἡμῖν ἀφθόνως πέμψαι τὸ Αὐτοῦ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχον τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Χωνιάτα τῶν Ἀθηνῶν, Μιχαὴλ ἐπόπτα, ἀρχιθῦτα καὶ ἀρωγέ· χαίροις Μεσογαίας, Θερμοπυλῶν Εὐβοίας, καὶ Κέας ὁ οἰκῆτορ, θεομακάριστε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου