Δευτέρα 6 Ιουλίου 2020

ΙΟΥΛΙΟΣ 11. ΟΣΙΟΣ ΣΩΦΡΟΝΙΟΣ ΕΣΣΕΞ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

ΙΟΥΛΙΟΣ ΙΑ΄!!

ΣΩΦΡΟΝΙΟΣ ΟΣΙΟΣ ΕΣΣΕΞ

ΑΚΟΛΟΥΘΙΑ

 

(Saint Sophronius Essex, Святой Софроний Эссекс)

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α´ στάσιν τοῦ Α´ καθίσματος τοῦ Ψαλτηρίου. Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ϛ´ καὶ ψάλλομεν στιχηρά προσόμοια. Ἦχος α´. Ὤ τοῦ παραδόξου θαύματος.

Πάτερ Παντοκράτορ Δέσποτα, διασῴζεις λαούς, ὥσπερ Μόνος ἔγνωκας, καὶ νῦν Ῥωσικῇ τῇ γῇ, ἐσχάτως δέδωκας, Ἁγίων σου τὴν πληθύν, πεπληθυσμένην ὡς πάλαι ηὐδόκησας, ἐν χώραις πολλαῖς ἀνθεῖν, φυταλιά καὶ δενδρῶν σου τοῦ Πνεύματος, ἀγαθῶν σου τέκνων Σῶτερ, ὥσπερ νῦν Σωφρόνιον· οὗ ἐσχάτως πρεσβείας, ὥσπερ ἔσχατοι αἰτούμεθα.

 

Γέρον ἀθλητά Σωφρόνιε, ἐκ Βοῤῥᾶ πρὸς Δυσμάς, κατελθών ἐν Πνεύματι, εἰς Ἄθω περιπολεῖς, δίκην ἱέρακος, καὶ εἶτα γαλακτικήν, γῆν ἐγεώργεις καθώσπερ Ἀπόστολος, καὶ τέλος βρεττανικήν, νῆσον Χριστοῦ διδαχαῖς κατεφώτιζες· πάσῃ δ’ οἰκουμένῃ σπόρους ἐσπαρκὼς θεόπνευστε, τοῦ Σωτῆρος Οὗ δέου, καὶ ἡμᾶς πτωχούς σωθήσεσθαι.

 

Μάκαρ ἱερὲ Σωφρόνιε, τῷ ἀπλέτῳ Φωτί, τοῦ Χριστοῦ κατηύγασαι, ἐκ βρέφους ἀλλὰ πληγαῖς, δολίου τέτρωσαι· Σωτήρ δὲ ὡς Ἰατρός, ἰᾶται τάχει τὸ τραῦμά σου Πνεύματι, ἱστῶν σε πνευματικόν, πεφωτισμένον καὶ πάνοπλον Ἄνωθεν· καὶ ἐλευθεροῖς ὡς ἄρχων, ἐξ ὀδόντων δράκοντος, τῶν ἀνθρώπων τὰ πλήθη, ἅπερ εὔχου τοῦ σωθήσεσθαι.

 

Ἕτερα· Ἦχος δ´. ἐξ Ὑψίστου κληθείς.

Ἔρχου παμμάκαρ Σωφρόνιε φωτίζειν, πάντας Θείῳ Πνεύματι, τοὺς δεομένους σου, καὶ καθορῶντας τὸν βίον σου, ἐκμελετῶντας, σοφάς σου βίβλους καὶ λόγους Ὅσιε, θείως πεπολίτευσαι, καὶ μεμαρτύρηκας, Χριστομιμήτως τὰ δόγματα Ὀρθοδοξίας, χώραις Εὐρώπης καὶ Ἄθω τέλεον· μοναχικῇ σου κραταιότητι, καὶ ποιμένος ἀγρύπνου τῇ σύριγγι, διωκούσῃ τοὺς λύκους, ἐξ ὧν ῥύου ἡμᾶς κράζομεν.

 

Πάτερ Σωφρόνιε τίμιε ἐπόπτα, ὥσπερ οἱ Ἀπόστολοι τοῦ περιλάμποντος, θείου Φωτός τὸν Θεάνθρωπον, ἐν Θαβωρείῳ, ᾯ κατηυγάσθης πολλάκις Πνεύματι, μέτοχος γενόμενος Ἄνωθεν Χάριτος, καθαρτικῆς πρῶτον ὕστερον, τῆς φωτιζούσης, ἁγιαζούσης ἀεὶ ἐς ἄπειρον, Πατρὶ καὶ Λόγῳ σὺν τῷ Πνεύματι, Μοναρχίᾳ Μιᾷ Κυριότητι, ᾟ ἐπεύχου σωθῆναι, καὶ ἡμᾶς τοὺς σε γεραίροντας.

Εὔχου Σωτῆρι Σωφρόνιε δρομαίως, πάντως σοι προσέπεσθαι καὶ σὲ μιμήσασθαι, ἀσκητικῇ πολιτείᾳ σου, φιλαδελφίᾳ, ὑποταγῇ δέ Χριστομιμήτῳ σου, θρήνοις μετανοίας σου, καὶ καρτερίᾳ σου, δαιμονικαῖς ἐπιθέσεσιν, ἐλπίδι θείᾳ, νήψει ἁγίᾳ εὐχαῖς ἀλήκτοις σου, ἐν Κοινοβίοις καὶ μονώσεσι, καὶ ἐν κόσμῳ ἀγρίῳ κακοῦντι σε, πολυτρόπως ἀλλ’ εὔχου, τῷ Χριστῷ ἡμᾶς σωθήσεσθαι.

 

Δόξα... Ἦχος δ´.

Οὐκ ἀφῆκας ἡμᾶς Σῶτερ ὀρφανούς, ἀλλ’ ἡμῶν προνοῶν, Ἁγίων σου στρατιὰς ἀποστέλλεις ἐσχάτως, ὡς καὶ Σωφρόνιον δοῦλον σου ὡς σκεῦος σου ἐκλογῆς ἡμῖν σωτήριον· εὐχαριστοῦντες σοι πάλιν καὶ νῦν αὐτῷ βοῶμεν· συμπαθέστατε Σωφρόνιε, ἐξάγαγε ἡμᾶς εὐχαῖς σου σκότους καὶ πλάνης δαιμονίων καυχωμένων ἀναιδῶς καὶ δεῖξον ἡμῖν ὁδοὺς Σωτῆρος πολλαπλᾶς, συντριβῆς ψυχῆς καὶ πένθους χαρωποῦ, ἐν αἷς ἐβάδισας πόθῳ πυρίνῳ πρὸς Χριστὸν καὶ οὐκ ἐστράφης εἰς τοὐπίσω, ἀλλὰ πανοπλίᾳ θείᾳ, ἄτρωτος μείνας ἐν πολέμοις μυστικοῖς καὶ εὐχαῖς πυρίναις λεγεῶνας ᾅδου καταφλέξας, εὐκόλως δίδως ἡμῖν τύπους καὶ ὑπογραμμοὺς σωτηρίας ἐν Πνεύματι σὺν πᾶσιν Ἁγίοις· ὧν πολιτείαν ἐζήλωσας, νηστείαις βιῶν ἀπαρακλήτοις ἐν Μοναῖς καὶ ἐρημίαις Ἄθω καὶ κλήσει θείᾳ ὑπείκων διὰ Σιλουανοῦ διδασκάλου σου Ὁσίου, κοινοβιάρχης γενόμενος ἑσπερίᾳ γῇ καὶ νήσῳ βρεττανικῇ, ὡς Φῶς Χριστοῦ καὶ Πνεύματος Ἁγίου ἐλευθερίας κοινωνὸς πέφηνας καὶ οἰκουμένῃ πάσῃ διέλαμψας· πρέσβευε ὅθεν Χριστῷ ἡμᾶς στοιχεῖν σοι σὺν πᾶσιν Ἁγίοις καὶ μὴ ἔξω κλεισθῆναι Βασιλείας Θεοῦ εἰς τοὺς αἰῶνας.

 

Καὶ νῦν... Θεοτοκίον ὁμόηχον.

Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

 

 

 

 

 

 

 

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ´, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε´, 15-23 & στ´, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. δ´, 7-15)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α´.

Θαρσείτω τοίνυν λαὸς τοῦ Θεοῦ καὶ γὰρ Αὐτὸς πολεμήσει καὶ ἀναλώσει τῷ Πνεύματι Αὐτοῦ ἐχθροὺς παντοίους· ἰδοὺ γὰρ δέδωκεν ἡμῖν Ἁγίων δήμους ἐσχάτοις, καλὸν ποιμένα, διδάσκαλον φιλοσόφους ὑπερβάντα, μετανοίας ὁδηγόν, καὶ ἐλαφροῦ φορτίου ἀσκήσεως τύπον Χριστομιμήτου, Ὀρθοδοξίας ἐκφάντορα, ἐλλαμπόμενον Φωτὶ ἀκτίστῳ καὶ δαιμόνων παραφρόνων καταγελῶντα καὶ κατασκώπτοντα ἀτάκτους πονηροὺς κολάσεσι τετηρημένους ἀλγεινῶς˙ κεφαλὰς ἀνακύψατε τέκνα πάμπολλα Θεοῦ, ὅτι ἐγγίζει ἀπολύτρωσις ἡμῶν καὶ Σωφρονίῳ σὺν Ἁγίοις ἀκολουθοῦντες, Χριστὸν εὑρήσωμεν σῴζοντα ἡμᾶς τοὺς εὐφροσύνως μέλποντας σώφρονα Σωφρόνιον ἀκάματον καὶ μὴ κεκμηκότα ὁδίτην Βασιλείᾳ Θεοῦ˙ εὐδοκοῦντα ἐν ἀσθενείαις σώματος καὶ πόνοις πνεύματος, μοναχὸν τέλειον ἐν Ἄθω καὶ προεστῶτα Μοναχῶν θεοδίδακτον ἐν γῇ βρεττανικῇ σὺν κόσμῷ τῶν Δυσμῶν, ἐν οἷς ἀνατέταλκε Φῶς θεογνωσίας πᾶσι τοῖς λαοῖς˙ διὸ καὶ χαίροντες ἀναβοῶμεν˙ Σωφρόνιε, εὔχου ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β´.

Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις ἀείποτέ ἐστι καὶ εἴ τις ἔγνωκε Σωφρονίου παλαίσματα ἔνθεα, ἀλγηδόνας μυρίας, δαιμόνων τρώσεις, εὐχὰς ἀδιαλείπτους καὶ πανσόφους βίβλους καὶ διδαχὰς Χριστῷ συντέτακται προθύμως καὶ Φωτὶ προστρέχει ἀῤῥήτῳ, ταπεινώσεως θείας κουφιζούσης ὀδύνας˙ ἧς εὑρὼν ἀτραποὺς ταχείας Παραδείσου βοᾷ˙ Σωφρόνιε ἁγιώτατε μέμνησο ἡμῶν Χριστῷ καὶ κράτυνον ἡμᾶς ἑορτάζοντάς σου πανίερον μνήμην, δίδους ἡμῖν σοφίας σου σταλαγμοὺς καὶ δακρύων σου κρουνούς, πνεῦμα σου ἀμεριμνίας ἐν Χριστῷ, εἴπερ ὡς ἄοπλος καὶ ἄπολις ἔζης, ἄοικος, πολίτευμα σχὼν ἐν οὐρανοῖς, Σιλουανῷ πατρί σου στοιχῶν Ὁσίῳ καὶ ἀγογγύστως συμβαδίζων τούτῳ ὡς ὑπήκοος εὐγνώμων˙ μεθ’ οὗ εὔχου Χριστῷ ἐλεῆσαι ἡμᾶς δεόμεθα.

 

 

 

 

 

 

 

Ἦχος γ´.

Ἁμαρτίας νεότητος καὶ ἀγνοίας ἡμῶν μὴ μνησθῇς Σῶτερ, ἀλλ’ ἴασαι τάχει ἡμᾶς ὥσπερ Σωφρόνιον δοῦλον σου ἐῤῥύσω ἐξ Ἀσίας σκότους καὶ ἀχλύος δαιμονίων δυσωδῶν· δέχου πρεσβείας αὐτοῦ, ᾧ μετ’ εὐλαβείας προσπίπτομεν ὡς Μάρτυρι καὶ Ἀθλοφόρῳ παντοίως ἀλγοῦντι καὶ ἀσκητῇ θεοδρόμῳ, θεοδμήτῳ, θεοδιδάκτῳ ὑπὸ σοῦ γεγονότι· ἐνορῶντες δὲ τοῦτον καὶ Σιλουανὸν καρτερὸν ὁμοῦ ἐν Ἄθῳ, ὡς νήπια ἡμεῖς, πάντες βοῶμεν˙ θεοφόροι Πατέρες ἑλκύσατε ἡμᾶς, Φωτὶ Χριστοῦ πληροῦντες ἡμᾶς Πνεύματος καὶ δρόμοις μετανοίας ἰθύνατε ἡμᾶς ὡς στῆλαι φωτοειδεῖς καὶ παγκόσμιοι πυρσοί, ὡς νῆες ἀσφαλεῖς τηρήσατε ἡμᾶς κυμάτων καὶ κλυδώνων ᾅδου, ἵνα μεθ’ ὑμῶν σεσωσμένοι Χριστῷ ὀφθῶμεν τῷ κραταιώσαντι ὑμᾶς καὶ σύμπαντα κρατοῦντι νῦν καὶ εἰς αἰῶνας μὴ λελυμένους.

 

Ἦχος δ´.

Πάτερ Σωφρόνιε, παράλαβε Σιλουανὸν Ὁσιώτατον καὶ πάντας Ἁγίους ἐν τόποις διαλάμψασιν, ἐν οἷς καὶ σὺ ἐνθέως ἐδοξάσθης, Ἀθωνίτας πρῶτον πάντας, γαλατικῆς γῆς τιμιωτάτους ὁμοῦ καὶ Βρεττανίας νήσου παμπληθεῖς σὺν Ρωσίας γῆς σου μυριάδας αὐγαζούσας Ἐκκλησίαν Χριστοῦ˙ στῆτε οὖν Θεότητι Τριαδικῇ Ζωαρχικῇ, αἰτοῦντες ἡμᾶς σωθῆναι καὶ θεολόγοις γλώτταις διδάξατε ἡμᾶς Ἀγάπην, Σοφίαν, Δύναμιν Θεοῦ˙ ὥστε θεολογίας ὑμῶν ἁπτόμενοι, πολιτείᾳ ὑμῶν στοιχήσωμεν καὶ μετανοίας χάριτος ἀξιωθείημεν ὡς τέκνα εὐγνώμονα πολυπαθούντων ὑμῶν Πατέρων· Ὧν πάνσοφε Σωφρόνιε μέσον ἕστηκας, παιδαγωγῶν ἡμᾶς καὶ διορθῶν μελισταγέσι σου λόγοις καὶ γραφαῖς, βίβλοις σου φωτειναῖς παγκοσμίῳ σου σοφίᾳ καὶ χρηστότητι Χριστοειδεῖ˙ ἀλλ’ εὔχου Σωτῆρι ὑπομένειν ἡμᾶς τοὺς καύσωνας ἡμέρας, παγετοὺς δὲ τῆς νυκτὸς καὶ οἰκονομικῆς Θεοῦ ἐγκαταλείψεως παιδείαν, ἵνα σεσωσμένοι συνοικήσωμεν πολλοὶ σὺν σοὶ ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.

 

Ἦχος βαρύς.

Ἐγγιζούσης κρίσεως ἐσχάτης Χριστοῦ Σωφρόνιε καὶ Παρουσίας Δευτέρας Αὐτοῦ, ἑτοίμαζε ἡμᾶς εὐχαῖς σου γρηγοροῦντας, νήφοντας, μεταγνόντας καὶ αἴροντας ἐλαφρὸν φορτίον τῶν δικαιωμάτων Θεοῦ, ἅπερ πάσης ἀδικίας χωρίζουσιν ἡμᾶς˙ ὥσπερ σὺ ἀφανῶς ἔζης καὶ ἐπόνεις φερεπόνως, παρῴθει ἡμᾶς μιμεῖσθαί σε ἀσκήσει, καὶ μὴ ἐκακκεῖν ἐν προσευχαῖς καὶ δὸς ἡμῖν γευθῆναι Πνεύματι ὅτι χρηστὸς ὁ Κύριος· Οὗπερ στέρησιν φοβεῖσθαι ἐντύπωσον ἡμῖν καὶ αἴτει Αὐτῷ σωθῆναι ἡμᾶς.

 

 

 

Δόξα... Ἦχος πλ.α´.

Χριστοῦ ἐργάτα καὶ θεράπον Σωφρόνιε ἀγαθὲ ἄντλησον ἡμῖν ἐκ φρεάτων Θεοῦ Σοφίας νάματα καταψύχοντα τοὺς διψῶντας θεογνωσίας ὁδοὺς καὶ ἀγῶνας καὶ μὴ μεριμνᾶν βοήθει ἡμῖν πῶς, ἤ τί φάγωμεν καὶ περιβαλλώμεθα· ἀλλ’ ἔχειν ψυχῆς ἔνδον λόγους πατρός σου Ἁγίου Σιλουανοῦ, ὡς ἐν ᾅδῃ τιμωρίας καὶ φλογῶν καταμέμφεσθαι ἑαυτοὺς, διψᾶν δὲ καὶ πεινᾶν δικαιοσύνην ἐλέους Θεοῦ, ἀγαπᾶν τελείως καὶ ὑπὲρ πάντων εὔχεσθαι, κἂν ἐχθρῶν ὄντων καὶ ἡμᾶς ἐπηρεαζόντων κακῶς˙ δίδαξον ἡμᾶς ὁρᾶν ἀκτίστου θείου Φωτὸς κάλλος ἀεὶ καὶ μὴ κάμνειν, μηδὲ δειλιᾶν ἐν πόνοις καὶ πειρασμοῖς, ἀλλὰ βίβλοις σου τρυφᾶν σὺν Γραφαῖς θεοπνεύστοις Ἁγίων ἑνοποιούσαις ἡμᾶς ἐν Ἐκκλησίᾳ Χριστοῦ καὶ χωριζούσαις ἡμᾶς δαιμόνων βασανιστῶν˙ ἐξ ὧν ῥύου ἡμᾶς εὐχαῖς σου Χριστῷ, καὶ Σιλουανοῦ πατρός σου ταπεινώσει κράτυνον ἡμᾶς, τῇ δὲ φιλοσοφίᾳ σου κραταίωσον ἡμᾶς, ὥστε πατεῖν δαιμόνων κεφαλὰς καὶ κόπτειν δεσμὰ ἁμαρτιῶν, ἵνα ἐλευθερίᾳ Χριστοῦ καὶ Πνεύματος ζήσωμεν εἰς αἰῶνας ξύμπαντας.

 

Καὶ νῦν... Θεοτοκίον ὁμόηχον.

Σκέπεις Θεοχαρίτωτε Μητροπάρθενε Μαριὰμ Ὄρος σου Ἄθω καὶ ἁγιάζεις τέκνα σου εὐγνώμονα παντί· σκέπεις οἰκουμένην πᾶσαν ἔνθα ποίμνη τοῦ Υἱοῦ σου κἂν μικρή, ἔχει σε καταφυγή· σκέπε καὶ ἡμᾶς γεραίροντάς σε συνεχῶς καὶ αἰτουμένους σου εὐχὰς καὶ δακρυῤῥόως μεταγνόντας σοι Μητρί˙ ἔχε θαυμαστοὺς συνευχέτας σοι Υἱῷ σου καὶ Θεῷ ὑπὲρ ἡμῶν, Σιλουανὸν καρτερὸν καὶ Σωφρόνιον φιλοσοφίᾳ ἀληθεῖ καὶ θεολογίᾳ Φωτὸς ἀῤῥήτου ὑπακούοντα σοι ἐντελῶς˙ ὅθεν μὴ ἀπώσῃ ἡμᾶς ἐσχάτους καὶ σῷζε ὡς νήπια κλαυθμῷ σοι ὁλοψύχως δεόμενα καὶ πεποιθότα σοι στεῤῥῶς, ἀνοίγουσα ἡμῖν μετανοίας θύρας καὶ πύλας Βασιλείας τῆς ἀτελευτήτου.

 

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Προσόμοια. Ἦχος πλ.α´. Χαίροις ἀσκητικῶν.

Χαίροις τῆς σωφροσύνης κανών, καθολικῆς καὶ φερωνύμως Σωφρόνιε, ἀφρόνων τὴν ἀφροσύνην, παντοειδῶς καταργῶν, ἐν Φωτὶ ἀκτίστῳ Θείου Πνεύματος, Χριστοῦ Εὐαγγέλια, δωρεὰν πλήρη Χάριτος, πᾶσι κηρύττων διὰ ἔργων καὶ λόγων σου, τελειούμενος, ἐν πολλαῖς ἀσθενείαις σου. Φῶς Μοναχοῖς ἐξήστραψας, δεικνύων ἀπέραντον, τοῦ Παραδείσου τὴν χώραν, καὶ ἀρχιφώτου Θεότητος, τὸ ἄφθαστον κάλλος, ᾟ καὶ εὔχου ἐλεῆσαι, ἡμᾶς τιμῶντας σε.

 

 

 

 

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίροις ὦ ἀγαθὲ ὁδηγέ, πρὸς Βασιλείας, αἰωνίου τὸν θρίαμβον Σωφρόνιε τοῦ Σωτῆρος, σὺν τοῖς πολλοῖς ἐκλεκτοῖς, τῶν Ἁγίων Πάντων ὧν ἐζήλωσας, κλαυθμὸν καὶ μετάνοιαν, ἐργασίαν πολύτροπον, κακοπαθείας, ἀεννάους καὶ κάματον, ἀδιάλειπτον, ἐν Μοναῖς καὶ μονώσεσι, τέλος δὲ τὴν ἐνοίκησιν, Χριστοῦ καὶ τοῦ Πνεύματος, σὺν προσευχαῖς συνεχέσι, τῇ κραταιᾷ Θείᾳ Χάριτι· Ἣν εὔχου δοθῆναι, καὶ ἡμῖν τοῖς ἐπαιτοῦσι, τὸ θεῖον ἔλεος.

 

Στ: Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρὸς ἐπίστανται χάριτας.

Χαίροις Ἀθωνικὴ χρυσαυγή, καὶ παγκοσμίου Ἐκκλησίας ὁ πάμφωτος, θεόπεμπτος λύχνος φαίνων, Ἀνατολῇ καὶ Βοῤῥᾷ, καὶ τῷ Νότῳ Δύσει Θείῳ Πνεύματι, ἐν Ἄθῳ κατήρτισαι, ἐν Εὐρώπῃ ἐξέλαμψας, καὶ τῷ Σωτῆρι, μαθητεύων συνήνωσας, τὴν πολύεθνον, Ἐκκλησίαν Σωφρόνιε, δείξας σημεῖον σύνδεσμον, ψυχῶν καθαρότητα, καὶ προσευχὴν κυκλουμένην, ἔνδον καρδίας τῷ Πνεύματι, σαρκὸς δὲ τοὺς κόπους· ἀλλὰ δέου τοῦ Σωτῆρος, ἡμᾶς σωθήσεσθαι.

 

Δόξα... Ἦχος πλ.δ´.

Ὅτε κέκληκέ σε Χριστὸς Σωφρόνιε, ἀκολουθεῖν Αὐτῷ νηπίῳ σε ὄντι καὶ Φῶς ἀπαστράπτον Θεότητος δεικνύοντί σοι, πάντες ἠγνόουν σε˙ ἀλλ’ ἐν γῇ ῥωσικῇ, θελήσει σου καλῇ, ὑπείκων κλήσει προσέτρεχες Θεῷ˙ καὶ πρὸς ὀλίγον συμποδισθείς, ἀνέστης καὶ τέχναις ζωγράφων ἐθέλχθῃς ἕως οὗ Σταυρὸν ὁρῶν Σωτῆρος καὶ ἔγερσιν, πένθους ἐχόμενος, ἀσκήσει συνεχόμενος, Ἄθω τερπόμενος, δάκρυσι νηχόμενος, δαίμοσι προσπαλαίων ὤφθης Θεοῦ οἶκος, κρημνίζων δαιμόνων οἴκους Σοφίᾳ θεϊκῇ˙ Ποίων γὰρ Ὁσίων ζωὴν οὐκ ἐμιμήθης καὶ ποιμένων Χριστοῦ ἐπιστημόνων ὡσαύτως; ἀφήρπαζες ψυχὰς ἐκ δαιμόνων, ὁ πρώην ὑπ’ αὐτῶν μικρὸν συγκλεισθείς˙ὑμνοῦμέν σε ἐν πάσῃ γῇ βρεττανικῇ, δαιμόνων καταγελῶντα καὶ Χριστῷ προσάγοντα σεσωσμένων τὸν ἐσμόν˙ ὡς δὲ τέκνον Σιλουανοῦ μάκαρος συνεύχεσθε Χριστῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον ὁμόηχον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

 

 

Νῦν ἀπολύεις. Τὸ τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ´. Τὴν ὡραιότητα.

Ἄθω ἡγίασαι, μάκαρ Σωφρόνιε, γῇ ἀσιάτιδι, Φῶς καὶ ἐξέχεας, καὶ τὴν Εὐρώπην πολλαχῶς, λαμπρύνεις καὶ μεγαλύνεις· σὺν μικρῷ ποιμνίῳ σου, πάντας λύκους ἐπάταξας, Σέλας τὸ Τρισήλιον, τοῦ Θεοῦ πᾶσιν ἔφανας, καὶ δὸς τῆς μετανοίας τοὺς θρήνους, ἡμῖν Χριστῷ ἀνάγων τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α΄ Στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Σωφρόνιε λαμπάς, τοῦ Χριστοῦ ἐν Ἑώᾳ, καὶ Δύσει χαρωπὴ καὶ φωταύγεια Ἄθω, Μονῇ Παντελεήμονος, ἀθλοφόρου ἡγίασαι, καὶ ἀπόκρημνα, ἐρημητήρια ἔχεις, ὡς δακρύων σου, τῶν πενθηρῶν ἀποδείξεις· ἡμᾶς δ’ εὔχου σώζεσθαι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον.

Μητρόθεε κρατεῖς, Σωφρονίου λαμπάδα, ἀγλάϊσμα Φωτός, δίδως τούτῳ εὐκόλως, καὶ τοῦτον παμφαέστατον, Δύσει ἄγεις μονάζοντα, σὺν τῷ γέροντι, Σιλουανῷ σου τεκνίοις, Ἄθω Ὄρους σου, ἡμᾶς Παρθένε δὲ ἄγε, Υἱῷ σου ὡς παῖδάς σου.

 

Μετὰ τὴν β΄ Στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἐζωγράφεις τεχνικῶς, ἀλλ’ ἐνεπνεύσθης θεϊκῶς, ἠλλοτρίωσαι  σαφῶς, ἐκ τῶν ματαίων κοσμικῶν, καὶ δαιμονίων ἀπάτης τῆς φερομένης, Ἀσίας Ἰνδιῶν, καὶ διεχώρισας, τὸ Φῶς Χριστοῦ ὁρῶν, ἐκτρίβων κλέπτοντας, πολλοὺς καὶ πλάνους δολίους, Χριστοῦ τῷ πόθῳ ἐχόμενος· ᾯ εὔχου σώζειν ἡμᾶς ἐσχάτους, ὦ Σωφρόνιε ἄριστε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον.

Ὦ Παντάνασσα ἡμᾶς, κύκλου δυνάμει σοῦ Υἱοῦ, καὶ ὀδύνας τοῦ Σταυροῦ, ἡμῖν μιμνήσκεσθαι συχνῶς, τάχει βοήθει καὶ Πάθη τὰ σωτήρια, ἀεὶ δ’ ἐκμελετᾶν, ὥσπερ Σωφρόνιος, ὁμοῦ Σιλουανός, καὶ καταμέμφεσθαι, μόνης ραθύμου γνώμης τῆς ἔνδον, ἐξ ἑαυτῶν προϊούσης τε· ἀλλ΄ ἔρχου σῷζε καὶ μὴ ἐάσῃς, καὶ ἡμᾶς κολασθῆναι.

 

 

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Μετενόεις φερέπονε ἀληθῶς, ἐλειτούργεις ἀξίως καὶ συνεχῶς, Σωφρόνιε Ἄθωνι, ἱερεῦ τελειότατε, δαιμόνων πάντα λύων, σαθρὰ μηχανήματα, καὶ τὰς νηστείας ἔχων, ὡς ἔδεσμα ἥδιστον, καὶ τὰς ἀγρυπνίας, ἐν συνθήκαις ἀγρίαις, κρατῶν νοῦν εἰς τάρταρα, τὰ τοῦ ᾅδου ἐχόμενος, τοῦ Χριστοῦ καὶ δεόμενος· ὅθεν καὶ ποιμένα καλόν, σὲ δεικνύει πάντας προστατεύοντα, Θεὸς ᾯ εὔχου σωθῆναι, τοὺς πιστῶς τιμῶντάς σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον.

Ὡς θεράπων Υἱοῦ σου ὑπηρετεῖ, Ἐκκλησίαν Ἁγίων πανευλαβῶς, ὁ μύστης σου Δέσποινα καὶ σοφίας ἀνάπλεως, ἐν γαλλικῇ τῇ χώρᾳ διδάσκων ἐν Πνεύματι, βρεττανικῇ δὲ νήσῳ, δομήσας σκηνώματα, τὰ τῶν Μοναζόντων καθαρᾷ διανοίᾳ, πυρίπνους εὐχόμενος, λειτουργῶν καὶ κρατούμενος, θεωρίᾳ τοῦ Πνεύματος, μένων τῷ ἀκτίστῳ Φωτί, καὶ πληθύνων ποίμνια Ὀρθόδοξα, μεθ’ οὗ εὔχου Παρθένε, ἡμᾶς διασῴζεσθαι.

 

Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου...

Προκείμενον· Tὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχος· Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Εὐαγγέλιον Ὁσιακόν,
Ὁ Ν΄ Ψαλμός

Δόξα... Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις …

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον…

Ἰδιόμελον· Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Φῶς ἄκτιστον, Ἐνέργειαν καὶ Δόξαν καὶ Ἔλλαμψιν Θεοῦ ἔδειξας Σωφρόνιε, ὥσπερ πολλοὶ τῶν Ἁγίων, ὧν πολίτευμα ἔσχηκας καὶ ἀπόλιδας Μοναχοὺς ἐμόρφωσας δωρεὰν καὶ πᾶσι λαοῖς θύρας μετανοίας εὐκόλους ἠνέῳξας, ἐξάγων πολλοὺς φυλακῶν σκοτεινῶν δαιμονίων παθῶν καὶ πικρῶν ἀνομιῶν· ἔρχου ἡμῖν πάτερ μετὰ Σιλουανοῦ πατρός σου θαυμαστοῦ καὶ μετὰ Ἁγίων πολλῶν Ἀνατολῶν καὶ Δυσμῶν νουθετῶν ἡμᾶς πενθεῖν, κακοπαθεῖν καὶ πάσχειν ὑπὲρ Χριστοῦ καὶ δαίμονας ἐκτρίβειν πολλαχῶς καὶ μὴ δειλιᾶν Χριστῷ συσταυροῦσθαι καὶ Ἀναστάσεως Χάριν προσδοκᾶν, Χριστῷ ἡμᾶς συνεχομένους καὶ Ἁγίοις Πᾶσι φιλιουμένους, μεθ’ ὧν εὔχου ᾅδου λυτρωθῆναι καὶ πολίτας οὐρανῶν γενηθῆναι ἡμᾶς εἰς τοὺς αἰῶνας.

 

 

 

 

 

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου.

ᾨδὴ α΄. Ἦχος δ΄. Ὁ Εἱρμός. Ἀνοίξω τὸ στόμα μου

Τριὰς Πανακήρατε, μόνη Θεότης ἀξίωσον, ἡμᾶς τὸν Σωφρόνιον, ὕμνοις τιμήσασθαι, ὥσπερ γνήσιον, εὐγνώμονά σου δοῦλον, ἡμῶν δὲ ἐκφάντορα, τῶν μυστηρίων σου.

Σωφρόνιε πέφυκας, ἐν ῥωσικῇ χώρᾳ δόκιμος, Χριστῷ στοιχειούμενος, καὶ ὁδηγούμενος, φόβῳ ἄνωθεν, εἰς θείαν Βασιλείαν, ἥν εὔχου δωρήσασθαι, Κύριος τέκνοις σου.

Εὐλάβειαν ἔφθασας, καὶ τὴν ἁγνότητα πρώτιστε, εὐχόμενος πάντοτε, ὅμως προσέκοψας, ἀσιάτιδι, παγίδι ὀκνηρίας, Σωφρόνιε λύτρωσαι, ταύτης τὴν ποίμνην σου.

Θεὸς σε ἐφώτισε, καὶ ἐκ βοθύνων ἀνήγαγε, καὶ Φῶς χαροπάροχον, εἶδες Σωφρόνιε, τοῦ Σωτῆρος σου, ἑλκύον μετανοίᾳ· ἀλλ’ εὔχου τοῦ πένθους σου, ἔχεσθαι τέκνα σου.

Θεοτοκίον

Ἐσχάτους ἡγίασε, πολυαρίθμους καὶ ἔσωσεν, Υἱός σου Πανύμνητε, καὶ Ἀειπάρθενε, ὅμως λάβε νῦν, Σωφρόνιον ἱκέτην, δακρύων τὸν ἔμπλεων, πρέσβυν τῶν δούλων σου.

 

ᾨδὴ γ΄. Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε

Φυγὼν ὦ Σωφρόνιε ταχέως, τῶν βρόχων σατὰν τοῦ δολεροῦ, τῆς πλάνης κατεγέλασας, Ἀλήθειαν κεκράτηκας, Χριστὸν Ζωὴν καὶ Δύναμιν, ἐν ᾯ ἡμῶν πάντων μέμνησο.

Τὰς τέχνας φιλῶν καὶ παραστάσεις, σχεδίων ὁρῶν ἐπιμελῶς, ζωγράφων τύπους ἔσχηκας, ἀλλ’ ὅμως πάλιν ἔφυγες, Χριστοῦ μολών τοῖς ἴχνεσιν, ἅπερ ἡμῖν νῦν ἐγχάραττε.

Φωτὶ θειωτάτῳ κατελλάμφθης, ὡς μύστης Σωτῆρος καὶ ποθῶν, Αὐτοῦ θεῖα σκηνώματα, τῷ Ἄθῳ προσεπέλασας, καὶ τῇ Μονῇ τοῦ μάρτυρος, Παντελεήμονος πέπηγας.

Ὑπήκοος ὤφθης τῷ Σωτῆρι, ἐντὸς συνοδίας Μοναχῶν, καὶ ἔσχατος γεγένησαι, σκληρῶς δὲ προσεπάλαισας, καταβαλεῖν τοὺς δαίμονας, καὶ πονηρά τούτων ἔνεδρα.

Θεοτοκίον

Ηὐλόγεις ἀπείρως Θεομῆτορ, Σωφρόνιον μέσον Μοναχῶν, πολλῶν καὶ σὺν τῷ γέροντι, σεπτῷ αὐτοῦ ὡς τέκνα σου, Σιλουανῷ ἀλλ’ ἔπιδε, ἡμῖν ἀθλίοις Πανάμωμε.

 

 

 

 

 

 

 

Κάθισμα, Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Πειρασμῶν τῶν ἀγρίων τὰς προσβολάς, ὑπομένων Σωφρόνιε καρτερῶς, δαιμόνων τὰ πλήγματα, ταῖς νυξὶ καθυπέμεινας, καὶ ἐν ἡμέραις κόπους, οὕς ἔτλης φερέπονε, ἐργασιῶν ποικίλων Μονῆς τίς ἂν ἔγνωκεν; ὅθεν ἀναβάσεις Θείῳ Πνεύματι ἔσχες, καρδίᾳ καὶ οἴκησιν, τοῦ Θεοῦ τὴν παμπόθητον, ἐν ψυχῇ σου ἀλλ’ αἴτησαι· πάντας Μοναχοὺς συστοιχεῖν, καὶ ἐν κόσμῳ πάντας τοῖς ἀγῶσί σου, καὶ μετὰ πόθου προστρέχειν, Χριστῷ διασώζοντι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον.

Συγγραμμάτων αἱ βίβλοι ὦ Μαριάμ, Θεομῆτορ ὑπάρχουσι πολλαπλαῖ, καλοῦ Σωφρονίου σου, καὶ εὐγνώμονος δούλου σου, Σιλουανῷ στοιχοῦντι, καὶ σοὶ Ἀπειρόγαμε, καὶ δαιμονίων κλῶντι, γαυρίαμα πάντοθεν· ὅθεν τοὺς ἐν Ἄθῳ Μοναχούς καὶ παντοίους, ἐν κόσμῳ στοιχήσαντας, τούτοις σῷζε Πανάμωμε, καὶ σὲ πόθῳ γεραίροντας, ἵνα τὸν Σταυρὸν τοῦ Υἱοῦ, καὶ Θεοῦ σου αἴρωμεν προσμένοντες, Ἀναστάσεως δόξαν, Αὐτοῦ ἀκατάλυτον.

 

ᾨδὴ δ΄. Ὁ Εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ

Χρόνους πλείστους Κοινοβίῳ, ἐκαρτέρεις Σωφρόνιε, καὶ πρὸς ἐρημίας, πάντοτε ὑπείκων ἐχώρησας, πολεμιστὰ δαιμονίων βράχοις Ἄθωνος, καὶ τῆς νήψεως, μύστα Χριστῷ Ὁσιώτατε.

Βραχοὺς εἴασας θαλάσσῃ, παραλίους Σωφρόνιε, εὗρες νέον τόπον, ἐρημητηρίου καὶ σπήλαιον, ἔγγιστα ἄλλης Μονῆς Παύλου ἀδάμαντος, μεθ’ οὗ πρέσβευε, πένθος Χριστῷ δοῦναι τέκνοις σου.

Κλῆσις θεία καὶ ἀνθρώπων, εὐλαβῶν σοι ἐγένετο, τῇ ἱερωσύνῃ, καὶ πνευματικῇ τῇ πατρότητι· πάλιν δ’ ὑπείκεις σωφρόνως ὦ Σωφρόνιε, καὶ ἐν Ἄθωνι, πλείστους ὡδήγεις ἐν Πνεύματι.

Τὰ Κοινόβια τοῦ Ἄθω, εὐγνωμόνως Σωφρόνιε, σὲ Χριστοῦ τὸν μύστην, ἔσχον καὶ διδάσκαλον Πνεύματι, ποδηγετοῦντα πολλοὺς πρὸς Παράδεισον, εἰρηνεύοντα, χαριτοβρύτως τὰ πνεύματα.

Θεοτοκίον

Κλῆρον ἔσχες Παναγία, Θεονύμφευτε Ὄρος σου, Ἄθω ἀλλὰ πάντας, τοὺς πειραζομένους διάσῳζε, προσοχθισμάτων κακίας ἀπογνώσεως· δράμε Δέσποινα, ἕλκε ἡμᾶς ᾅδου κράζομεν.

 

ᾨδὴ ε΄. Ὁ Εἱρμός. Ἐξέστη τὰ σύμπαντα

Καὶ πάλιν σε κέκληκε, Χριστὸς ὥσπερ ὑπήκοον, μάκαρ ὦ Σωφρόνιε ποιμαίνειν, πρόβατα τούτου Εὐρώπῃ μένοντα, γῇ γαλατικῇ καὶ τῷ λιμῷ, Πνεύματος τηκόμενα, ἅπερ ἔθρεψας λόγοις σου.

Εὐρώπῃ διέλαμπον, τῷ πάλαι πλεῖστοι Ἅγιοι, οὕς καὶ παρεκίνεις τοῦ μιμεῖσθαι, τέκνα σου πάντα, πιστὰ Σωφρόνιε, ἅμα σὺν Ὁσίᾳ θαυμαστῇ, κλήσει Γενεβιέβῃ τε, ἧς καὶ μνήμην τετίμηκας.

Φωτὸς θείου ἔμπλεως, διέβης καὶ τὴν θάλατταν, καὶ ἀπεβιβάσθης Βρεττανίᾳ, μένων ἀπαύστως πτωχὸς τῷ πνεύματι, πένθους χαρωποῦ καὶ προσευχῶν, οἶκος τιμαλφέστατος, καὶ ξενίζεις τοὺς πάσχοντας.

Ὡς ἥλιος ηὔγασας, τὴν νῆσον καὶ κατηύφρανας, δήμους Βρεττανίας Ὀρθοδόξοις, λόγοις καὶ ἔργοις σοφὲ Σωφρόνιε, μνήμην ἐγκαινίζων παλαιῶν, ἐπιλελησμένων τε, τῶν Ἁγίων τῆς Δύσεως.

Θεοτοκίον

Προείρηκε Δέσποινα, Υἱός σου καὶ Θεάνθρωπος, τί ἐρεῖτε Κύριε ματαίως; καὶ οὐ ποιεῖτε, ἅπερ ἐντέλλομαι· ὅμως κἂν ἐν τέλει καὶ ἡμᾶς, σῶσον Παναμώμητε, μετανοίᾳ καὶ δάκρυσιν.

 

ᾨδὴ ϛ΄. Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον

Μονὴν ἐγείρεις Σωφρόνιε, ἐν γῇ βρεττανικῇ καὶ σκηνώματα, θεῖα Ὀρθόδοξα, ὅμως τὴν πίστιν σου ἔδειξας, ἐκ τῶν σεπτῶν σου ἔργων, Χριστομιμήτων σου.

Συνάγεις ποίμνην Ὀρθόδοξον, στοιχεῖς ταῖς παραδόσεσιν Ἄθωνος, Θείῳ ἐν Πνεύματι, ζῶν κἂν ἐν μέσῳ αἱρέσεων, πολυπληθῶν ἀνθρώπων, καὶ περιστάσεων.

Ὡς λύχνος τέθεισαι ἄνωθεν, λυχνίᾳ Ὀρθοδόξῳ Σωφρόνιε, πόλις δ’ ἐπ’ ὄρους τε οὐκ ἀπεκρύβης φωτίζοντος, σὲ τοῦ Χριστοῦ ἀλείπτως, ὡς μύστην τέλειον.

Πτωχείᾳ πάσῃ κεκόσμηται, Μονή σου τοῦ Προδρόμου Σωφρόνιε, οὗ καὶ ἐφείπεσο, ὅμως πλουτῶν Θείῳ Πνεύματι, προαιρουμένους πάντας πλουτίζεις Χάριτι.

Θεοτοκίον

Σταυρῷ Υἱοῦ σου παρέστηκας, Μητρόθεε θρηνοῦσα ὠλόλυζες, βλέπουσα ἄδικον, τούτου σφαγὴν καὶ ἑκούσιον, ἀλλὰ ἡμᾶς τῷ πένθει σῶσον καὶ θλίψεσιν.

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Θεολόγος πέφηνας, θείου Φωτὸς καὶ ἀκτίστου, πλήρης ὤν τῆς Χάριτος, ἄνωθεν Πνεύματος μόνου, πρέσβευε, φιλοσοφίας σου ἐχομένους, τρόποις δέ, Χριστομιμήτοις σου ἑπομένους· ὦ Σωφρόνιε σωθῆναι, ἐλέει πάντως, τοῦ Παντοκράτορος.

Ὁ Οἶκος.

Τὶς ἐκδιηγήσεται Σωφρονίου ἄθλους τοῦ ἐσχάτως διαλάμψαντος Πνεύματι, καὶ βιώσαντος Χάριτι Παύλου Ἀποστόλου ρήματα· Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός, εἴπερ τὸ ζῆν Χριστῷ μόνῳ, ἔστι ζωὴ καὶ τὸ ἀποθανεῖν κέρδος, καὶ ἡμῖν ἐχαρίσθη πάσχειν ὑπὲρ Χριστοῦ· οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν· διὸ τιμᾶν Σωφρόνιον χρέος καὶ ὄφλημα Χριστιανῶν ἐστίν, ὁπηνίκα βίον τούτου πᾶς ὁρᾷ, βίβλους τούτου πᾶς οἶδε, λόγους ἤκουσε τούτου Ὀρθόδοξος πληθὺς Ἑώας καὶ Δυσμῶν, Νότου καὶ Βοῤῥᾶ, Ἄθω καὶ ἐσμὸς ἐθνῶν ἁπάντων καὶ λαῶν· μετανοίας κῆρυξ γέγονε, ζωγράφων ἑλκυστὴρ πρὸς θείαν βιοτήν, Μοναχῶν φωταγωγός, ἱερέων καὶ ποιμένων ὁδηγός, φιλοσόφων θεολόγων ἑνοποιὸς πρὸς Χριστοῦ Σοφίαν καὶ Βασιλείαν· τῆς δὲ ταπεινώσεως Σωτῆρος ἄκρας κενωτικῆς μέχρις ᾅδου ἦν μιμητής, ὁμοῦ Σιλουανῷ αὐτοῦ γυμναστῇ καὶ Ἄθω Ὁσίοις, Εὐρώπης πάλαι Ἁγίοις καὶ ῥωσικῆς γῆς πολλοῖς καταργοῦσιν Ἀσίας σκότη καὶ ἄγουσι Σιὼν Ἄνω ἀσφαλῶς· πρὸς οὕς πάντες εἴπωμεν· Σωφρόνιε πάτερ πρέσβευε σὺν τοῖς Ἁγίοις πᾶσιν, ἡμᾶς σωθῆναι, ἐλέει πάντως τοῦ Παντοκράτορος.

 

Συναξάριον.

Τῇ 11ῃ τοῦ μηνὸς Ἰουλίου, μνήμην τοῦ Ὁσίου Σωφρονίου (Σαχάρωφ) ἐκ Ρωσίας, ἐν Ἄθῳ διαλάμψαντος καὶ ἐν Εὐρώπῃ, γαλλικῇ γῇ, βρεττανικῇ νήσῳ τέλος, ἔνθα καὶ Μονὴν Τιμίου Προδρόμου ἐδομήσατο, καὶ ἕως ἡμῶν, ἐν χρόνοις ἐσχάτοις ὑπάρχουσαν, Ὀρθοδοξίας ἐχομένης ἐν παντί. 1896-1993.

Σωφρόνιε μάκαρ Φωτὶ τῷ Ἀπλέτῳ·

ζῶν τοῦ Σωτῆρος ἡμᾶς ζώωσον πάντας.

Καὶ τὰ ἐπίλοιπα τοῦ Συναξαριστοῦ.

 

ᾨδὴ ζ΄. Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν τῇ κτίσει

Σωφρονέστατε, Σωφρόνιε ὑπήνεγκας, τὰς ἀσθενείας σου, πολυπληθεῖς καὶ πικράς, καὶ ἔχαιρες πάντοτε, τῇ προσδοκίᾳ σου, προσευχόμενος, Χριστῷ ἀλήκτως δοῦναι σοι, σὺν Ἁγίοις Βασιλείαν.

Κατεπάλαισας, βελίαρ σὺν τοῖς δαίμοσι, καὶ κατεγέλασας, μωρῶν στιφῶν δυστυχῶν, προστρέχων ἑκάστοτε Πνεύματος Χάριτι, προσευχόμενος, ἀδιαλείπτως Ὅσιε, ὑπὲρ πάντων τοῦ σωθῆναι.

Ὑπερήφανα, Ἀσίας τὰ θρησκεύματα, καὶ προσοχθίσματα, καὶ βδελυρὰ ἀπῳθεῖς, ἀρνούμενα πάντοθεν, Κύριον Ἅγιον, Τρισυπόστατον, Ζωαρχικὸν συνέχοντα, τῇ δρακὶ τὴν κτίσιν πᾶσαν.

Ἐξουδένωσας, ὑπόκρισιν θρησκεύματος, τοῦ διαλύοντος τὰς σωτηρίους ὁδούς, Χριστοῦ ταπεινώσεως, ᾯ καὶ προσκόπτουσιν, ἀφρονέστατοι, ἀδυναμίᾳ χρώμενοι, τῶν δαιμόνων καὶ ἀνοίᾳ.

Θεοτοκίον

Θεονύμφευτε, Υἱός σου ἐνετείλατο, τῆς ταπεινώσεως, ἡμᾶς ὁδεύειν ὁδοῖς, ἐχθροὺς ἀγαπήσασθαι, καὶ τοῦ ἀπέχεσθαι, ἀσελγείας τε, ἀλλὰ ἡμᾶς ὁδήγησον, ἀτραποῖς σου θεαρέστοις.

 

 

 

 

 

 

 

ᾨδὴ η΄. Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ

Μείζονα ἀγάπην τοῦ Σωτῆρος, οὐδεὶς τῶν ἀνθρώπων ἐναπέδειξεν, ὥσπερ διεκήρυξας, πᾶσι καὶ ἐβίωσας αὐταπαρνήσει ἕτοιμος, παθεῖν κακώσασθαι, τῷ σώματι, καὶ ἔνδοθεν κλαίειν, καὶ ὑπὲρ ἁπάντων, προσεύχεσθαι σωθῆναι.

Κάθοδον τοῦ νοῦ αὐτομεμψίᾳ, τῷ ᾅδῃ καὶ τῇ ἐλπίδι τοῦ Παντάνακτος, ἔσχες ἔργον ἄριστον, τοῦτο δὲ παρέδωκας, Σιλουανοῦ ἐχόμενος, πατρός σου πάντοτε, Σωφρόνιε, καὶ πάντων Ἁγίων, ὧν εὐχαῖς προστίθει, δεήσεις ὑπὲρ κόσμου.

Φῶτα ἀσθενῆ καὶ κλοπιμαῖα, δαιμόνων καὶ εὐκολώτατα κατέσβεσας, λάμψεσι τοῦ ἄνωθεν, Πνεύματος τῆς Χάριτος, καὶ ἀγωγαῖς ἀσκήσεως κλαυθμοῦ συντρίβοντος, σκληρότητα, καρδίας ἀπόνου, καὶ ἀναισθητούσης, οἰκτρῶς καὶ παναθλίως.

Δάκρυα ἐκχέειν δῶρον πέλει, Χριστοῦ τοῦ ἐν ταπεινώσει ἐπεμβαίνοντος, δόντος Χάριν ἄφθονον, ἔλεον ἀνείκαστον, ὡς ἐν ταῖς βίβλοις γέγραφας, σοφὲ Σωφρόνιε, ὡς ἔμπλεως, Φωτὸς τοῦ ἀκτίστου, οὗ μετέχειν εὔχου, ἡμᾶς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Γῆν βρεττανικὴν τοῖς χρυσαυγέσι, Θεόνυμφε λόγοις κατελάμπρυνε, Δέσποινα Σωφρόνιος, τῇ ἐπιστασίᾳ σου, καὶ κραταιᾷ δυνάμει σου, ἀλλὰ ἱκάνωσον, τὸ ποίμνιον αὐτοῦ καὶ Προδρόμου, μετὰ σοῦ προστάτου, σωθῆναι εἰς αἰῶνας.

 

ᾨδὴ θ΄. Ὁ Εἱρμός. Ἅπας γηγενής

Χαίρει οὐρανός, μυριάδων συστήματα, τὰ ὑπερκόσμια, βλέποντα ἀγῶνας σου, ἐν Ἄθῳ Ὄρει, Εὐρώπῃ ἅμα τε, καὶ ἐπιστήμην μείζονα τὴν ἁγιάζουσαν, τοὺς ἀνθρώπους, νῆψιν ἀδιάλειπτον, προσευχὴν καὶ τοὺς κόπους τοῦ σώματος.

Πᾶσι φαεινός, ὁ βίος Σωφρόνιε, τῆς μετανοίας σου, καὶ ἡ δημοσίευσις, μωρῶν τοῦ βούδα παγίδων βίβλων τε, ἀπατηλῶν καὶ γέλωτος ἀξίων Ὕπερθεν, φωταυγείᾳ Πνεύματος πατάσσοντος, καὶ ἐκτρίβοντος δαίμονας τάχιον.

Γέγονας σαλός, Χριστῷ ὁμοιούμενος πάτερ Σωφρόνιε, ἄκρᾳ ταπεινώσει σου, ἀκάκῳ ἤθει, πλείστῃ ἀγάπῃ σου, ὥστε διδάξαι ἅπαντας τὸν ἐλαφρότατον, τοῦ Σωτῆρος, φόρτον δικαιώματα, δικαιοῦντα ἡμᾶς εὐκολώτατα.

Κάθαρσιν ψυχῆς, ἀπέδειξας εὔκολον, μάκαρ Σωφρόνιε, καὶ τῆς ματαιότητος, πολλοὺς τοὺς πόνους κόπους ἐπόμπευσας, ἄνω ὁδοὺς καὶ Σταύρωσιν, Χριστοῦ καὶ Ἔγερσιν, παραβάλλων, πρὸς τὰ καταχθόνια, κοπιῶντα ἀθλίως δαιμόνια.

Θεοτοκίον

Ὕψωσον ἡμᾶς, Μαρία Παντάνασσα, πρὸς τὰ οὐράνια, Κλίμακι ἀνέρχεσθαι, ἀσκήσει βίᾳ βαθμοὺς καθάρσεως, καὶ φωτισμοῦ Θεώσεως καὶ μὴ στραφήσεσθαι, ἐν ματαίοις, δὸς καὶ συναγάλλεσθαι, μεθ’ Ἁγίων αἰῶνας εἰς ξύμπαντας.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Σωφρόνιε τετέλεκας, τοὺς δρόμους τῆς ἀσκήσεως, καὶ παραδόσεως εἴχου, πνευματικῆς ἐσωτέρας, μὴ καταργῶν καὶ τοὺς τύπους, τῆς Ἐκκλησίας Σωτῆρος· πολλὰ δὲ ἔθνη φώτισον, ἔχεσθαι Θείου Πνεύματος, ἐν πένθει καὶ ταπεινώσει, καὶ μετανοίας τοῖς τρόποις.

Θεοτοκίον

Σύ μου προστάτις Ἄχραντε, καὶ ἰσχυρὸν προπύργιον, καὶ προστασία τοῦ κόσμου, καὶ σοὶ προσπίπτω κραυγάζων· τῶν ὀδυνῶν με λύτρωσαι, καὶ τοῦ πυρὸς ἐξάρπασον, τοῦ αἰωνίου Παρθένε, τὸν ἐπὶ σοὶ πεποιθότα.

 

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Χαίροις Σωφρόνιε πάτερ, λαμπροφορούμενος, Χριστοῦ ἐν Βασιλείᾳ, μετοχαῖς τοῦ ἀκτίστου, ἄνω ἀκηράτου θείου Φωτός, νικηφόρως τερπόμενος, ἀπαλλαγεὶς τῶν τοῦ ᾅδου βασανισμῶν˙ ἀλλ’ ἡμῶν ἁπάντων μέμνησο. (Δίς)

 

Χαίροις Σωφρόνιε δόξα, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ τῶν ἐν Ἄθῳ κλέος, Μοναχῶν καὶ τοῦ κόσμου, κήρυγμα πυρίνοις σου λόγοις σεπτόν, καὶ ἐγχάραγμα βίβλων σου, τὸ διαλῦον ἀτάκτους ὀρδὰς σατᾶν, καὶ τὸ χάραγμα ἀντίθεον.

 

Χαίροις Σωφρόνιε μάκαρ, ἑνοποιὲ ἀσκητά, πολλῶν τῶν ἐριζόντων, ἐθνικῶς μαχομένων, σύντριμμα ἀνθρώπων ἰᾶσαι σοφῶς, τὰς στροφὰς ἀπαρνούμενος, τῆς ἐμπλοκῆς ψευδωνύμου ἀπατηλῆς, δαιμονίων κάτω στάσεως.

 

Δόξα... Ἦχος πλ.α´.

Βίον συνεσταυρωμένον Χριστῷ καὶ Ἀναστάσεως Χάριν ἔσχες Σωφρόνιε φυγὼν δαιμόνων ῥαθύμων βάρος καὶ τύφον ἐκλύοντα Ἀσίας τοὺς λαούς˙ πολλοὺς καμάτους σου φερέπονε Χριστὸς ἰδὼν καὶ ταπεινώσεώς σου βάθη ἕως ᾅδου σκοτεινοῦ ἐδόξασέ σε ἐν τῷ ἀκτίστῳ Φωτὶ περιλάμπων σε καὶ Θεολογίας γνώσεως πεπληρωκώς σε˙ φιλοσόφου δὲ βίου σου, ὁδοὺς ἡμῖν ἐγνώρισε τὰς ἀγούσας ἀπλανῶς ἀπὸ γῆς εἰς οὐρανούς˙ εὐγνώμων φανεὶς Σιλουανῷ πατρί σου ἐν Ἄθῳ, δέου Σωτῆρος σὺν αὐτῷ ὑπὲρ ἡμῶν καὶ πολλαχῶν Ὀρθοδόξων τετραπεράτου κόσμου, συνάγων ἔθνη Ἑώας καὶ Δυσμῶν αἱρέσεων μακρὰν, εἰς πίστεως ἑνότητα καὶ Πνεύματος Ἁγίου κοινωνίαν˙ Οὗ εὔχου μετέχειν ἡμᾶς καὶ μὴ χωρισθῆναι Αὐτοῦ εἰς τοὺς αἰῶνας.

 

 

Καὶ νῦν... Θεοτοκίον ὁμόηχον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάρια.

Χαίροις ὦ Σωφρόνιε ἱκανῶν, πάντας μετανοίᾳ, ταπεινώσει καὶ προσευχαῖς, βίῳ θεαρέστῳ, ἀκόπως καὶ προστρέχειν, Χριστῷ, καὶ ἀκωλύτως, Αὐτῷ συνέχεσθαι.

Χαίροις ὦ Σωφρόνιε τηλαυγής, φάρος Ὀρθοδόξων, ναυσιπλόων ὠκεανοῖς, θλίψεων δεικνύων, ἐν πλοίῳ Ἐκκλησίας, ταχεῖαν πλεῦσιν πέρας, πρὸς τὸ Ἀπέραντον.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ Σωφρονίῳ διδασκάλῳ Ὁσίῳ, καὶ θεολόγῳ φιλοσόφῳ τιμίῳ, καὶ Μοναχῶν δεικνύοντι εὐκόλους ἀτραπούς, πάντες προσαιτήσωμεν, ἱκεσίας Σωτῆρι, ἵνα τάχει εὕρωμεν, τῶν παθῶν θεραπείαν, καὶ μὴ δολίοις δαιμόνων κρημνοῖς, καταῤῥιφθῶμεν, Χριστῷ δ’ ἀναστρέψωμεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Καὶ εὐθὺς ὁ Κανὼν τοῦ Ὁσίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὁ Εἱρμός. Ἁρματηλάτην Φαραὼ ἐβύθισε

Εὐαγγελίου ταῖς ὁδοῖς πεπόρευσαι, ἀπὸ παιδὸς καὶ φωτός, μαρμαρύσσοντός σε, θείου ἤρξω γνώσεσθαι, μυστήρια Παντάνακτος, Οὗ Σωφρόνιε δέου, ἡμᾶς ὡς τέκνα προσδέχεσθαι, καὶ μετανοοῦντας εἰσδέχεσθαι.

Τῆς Ὀρθοδόξου Ἐκκλησίας ἔνδοθεν, ἀναπτυχθεὶς μαθητής, μέσον γῆς Ρωσίας, εὗρες ἀκατάλυτον, εὐλάβειαν ἀνάγουσαν, πρὸς Χριστὸν Ὅν δυσώπει, ἡμᾶς συνάπτειν τοῖς ἔξωθεν, φρόνημα τοῦ Πνεύματος ἔνδοθεν.

Ζωγραφικὴν τὴν τεχνικὴν μετήρχεσο, ἀλλὰ δολίου σατάν, πρὸς ὀλίγον πάγαις, πόδας σου προσέκοψας, ἀλλ’ ὅμως θείᾳ Χάριτι, ἐκφυγὼν ἐκδιδάσκεις, ἡμᾶς πενθεῖν ὦ Σωφρόνιε, κλαίειν τῷ Χριστῷ καὶ συνέχεσθαι.

Θεοτοκίον

Τίς ἱκανὸς τὰς σωτηρίους Πάναγνε, ὁδοὺς ἀπείρους εὑρεῖν, τοῦ Υἱοῦ σου τάχει, καὶ τὴν σὴν βοήθειαν, ἡμῖν παρασκευάσουζαν, τοῦ βαδίζειν εὐκόλως, τοὺς ἀσφαλεῖς δρόμους πάντοθεν, οἷς ἡμᾶς προσβαίνειν εὐόδωσον.

 

ᾨδὴ γ΄. Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος

Ἐκ Ρωσίας εἰς Δύσιν, Γαλατικὴν ἔφθασες, βλέπων τὰς βασάνους πολέμων, πάντοθεν κύκλῳ σου, τρέχεις δὲ Ἄθωνι, ἀλλὰ ἡμᾶς τρέχειν Ἄνω, εὔχου ὦ Σωφρόνιε, τῷ Παντοκράτορι.

Τῇ Μονῇ Ἀθλοφόρου, καὶ ἰατροῦ ἕστηκας, τοῦ Παντελεήμονος μάκαρ, καὶ περιβέβλησαι, ὅπλα ἀσκήσεως, μοναχικὰ ἀλλὰ εὔχου, καὶ ἡμᾶς μετέρχεσθαι, ὅπλα τοῦ Πνεύματος.

Ὑπηκόων ζηλώσας, τὸ καρτερὸν ἔσχατος, Ὅσιε Μονῇ κοινοβίου, πέφανας ἔνδοθεν, καὶ προσευχόμενος, νῦν δὲ ἡμῖν τοῦ Σωτῆρος, ὥσπερ σὺ πολίτευμα, δὸς στοιχειώσασθαι.

Θεοτοκίον

Ἐξηγόρασε πάντας, ἐν τῷ Αὐτοῦ Αἵματι, πάθει ὁ Υἱός σου Παρθένε, αἴρων τὰ πταίσματα, καὶ ἀδικούμενος, ὑπὲρ ἡμῶν ἵνα στῶμεν, δίκαιοι ἀλλ’ ἔλεος, δὸς ἡμῖν Πάναγνε.

Σωφρόνιζε, ἐσκοτισμένους καὶ ἄφρονας ἐν ταῖς ζάλαις, πειρασμῶν τῶν κυκλοτερῶν, Σωφρόνιε βίβλοις σου, λιταῖς σου Χριστῷ σε ἐκλιπαροῦμεν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Μονῇ Ρωσικῇ, ἐν Ἄθῷ κεχαρίτωσαι, ἰδῶν τὸν σεπτόν, θαυμάσιον καὶ γέροντα, ὁδηγόν σου πάτερ Σιλουανὸν Σωφρόνιε Πνεύματι, τελειωθέντα ὅθεν σὺν αὐτῷ, προσδέου, Χριστῷ ἡμᾶς σωθήσεθαι.

ᾨδὴ δ΄. Ὁ Εἱρμός. Σύ μου ἰσχύς, Κύριε

Κραταιωθείς, ὑπακοῇ ὦ Σωφρόνιε, ἐργασίαις, πόνοις καὶ ἀσκήσεσιν, ἐν πειρασμοῖς, ἦσθα νικητής, βίον δὲ προείλου, ἐρημικὸν θείῳ Πνεύματι· Οὗ Χάριν εὔχου δοῦναι, καὶ ἡμῖν χαμερπέσιν, ὁ Χριστὸς καὶ ἀθλίως στενάζουσιν.

Ὡς Μοναχός, ἐπιπροσθέτως κεκόσμησαι, ἱερέων, Χάριτι καὶ ὕστερον, ποιμαντικῇ ἀποστολικῇ, ὅθεν καθωδήγεις, ἐξωμολόγεις μονάζοντας, πολλοὺς καὶ νῦν ὁδήγει, καὶ ἡμᾶς δακρυῤῥόους, πενθικοὺς εἰς χαρᾶς εὐαγγέλια.

Καίπερ σκληρῶς, ἀγωνισθεὶς ὦ Σωφρόνιε, ὡς ἐχέφρων, βάρους ἀνεκούφιζες, τοὺς Μοναχούς, πλείστων πειρασμῶν· Πνεύματος ὑπείκων, τοῖς μυστικοῖς προσλαλήμασιν· Οὗ Φῶς εὐχαῖς σου δίδου, καὶ ὑμῖν τρυχομένοις, σπαραγμοῖς τοῖς κατ’ ἄμφω ἀλγύνουσιν.

Θεοτοκίον

Ἡσυχαστῶν, πολεμικὸν τὸ πολίτευμα, ὑπερβαῖνον, μάχας πάσας Δέσποινα, συμβοηθεῖς, ἅμα σὺν Υἱῷ, σῷ παντοδυνάμῳ, καὶ κραταιοῦντι Σωφρόνιον, μεθ’ οὗ ἡμῖν βοήθει, καταπλήττειν ἐκτρίβειν, ἐκγελᾶν δαιμονίων ὠμότητα.

 

ᾨδὴ ε΄. Ὁ Εἱρμός. Ἵνα τί με ἀπώσω

Γαλατίᾳ διέβης, μένων Ὀρθοδόξοις σοφαῖς παραδόσεσι, ποίμνην τοῦ Σωτῆρος, νηφαλίως ποιμαίνων Σωφρόνιε, ὅμως ταραχώδη, καὶ τὰ μαινόμενα πελάγη, τῶν ἡμῶν λογισμῶν καταπράϋνον.

Βρεττανίᾳ εἰσπλέεις, ἔνθα παλαιὰ τῶν Ἁγίων συστήματα, ἔλλαμπον Σωτῆρι, καὶ ἐπύρσευον κόσμον ἐν Πνεύματι, εἴσοδον βοήθει, ἡμῖν Σωφρόνιε εἰς πόλον, τοῦ Θεοῦ καὶ Ἁγίων σκηνώμασιν.

Μοναχοὺς ὡς ἡ ὄρνις, ἤγαγες ταχέως, πτερύγων σου κάτωθεν, Πνεύματος Ἁγίου, καὶ Μονὴν ξένῃ γῇ ἐγκαθίδρυσας, τοῦ Προδρόμου μείζω, τῶν Μοναχῶν καθηγεμόνος, μεθ’ οὗ εὔχου ἡμᾶς τοῦ σωθήσεσθαι.

Θεοτοκίον

Καθιδρύματα πλεῖστα, καὶ Μοναὶ πολλάκις πυρὶ παρεδόθησαν, καὶ Ναοὶ ὡσαύτως, ἐκρημνίσθησαν Δέσποινα Πάναγνε, ὅμως δὸς οἰκῆσαι, ἡμῖν Υἱός σου καὶ σὺ Μῆτερ, ἐν τῷ νῦν καὶ τῷ μέλλοντι κράζομεν.

 

ᾨδὴ ϛ΄. Ὁ Εἱρμός. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον

Διέλαμψας, Μοναχῶν πολιτείᾳ, ἐν Μεγάλῃ Βρεττανίᾳ μεγάλως, ταπεινωθεὶς ὦ Σωφρόνιε βάθει, ἕως τοῦ ᾅδου κευθμώνων ἐν Πνεύματι· ἀλλ’ εὔχου κράτει τοῦ κρατεῖν , καὶ ἡμᾶς νοῦν τῷ ᾅδῃ εὐέλπιδα. 

Ἀπόφθεγμα, τοῦ σοφοῦ ὁδηγοῦ σου, τὸ ἐκφράζον βιοτὴν τῶν Ἁγίων, Σιλουανοῦ ὦ Σωφρόνιε ἔσχες, ἐν προσευχαῖς τῷ χαράγματι Πνεύματος, καρδίᾳ ἔνδον καὶ ἡμᾶς, τοῦτο χάραξον πίστει καὶ δάκρυσιν.

Κεκράτηκας, ἀκρατήτους κινήσεις, τοῦ νοὸς ἐν προσευχαῖς καὶ τῇ νήψει· κράτει Χριστοῦ κατελθόντος εἰς ᾅδου, νικητικῶς τῇ ἐλπίδι ἐχόμενος· Χριστῷ δ’ ἐλπίζειν καὶ ἡμᾶς, κραταιῶς ταῖς εὐχαῖς σου κραταίωσον.

Θεοτοκίον

Συνέχεται πᾶσα κτίσις Υἱοῦ σου, ταῖς χερσὶν ὦ Μαριὰμ Παναγία, καὶ ἡ πνοὴ πάντων ὄντων ὡσαύτως, ἀλλὰ ἡμᾶς ἐκ τοῦ φόβου καθήλωσον, Αὐτοῦ καὶ σῶσον τὰς ψυχάς, ἀπωθοῦσα δαιμόνων τὰ φόβητρα. 

Σωφρόνιζε, ἐσκοτισμένους καὶ ἄφρονας ἐν ταῖς ζάλαις, πειρασμῶν τῶν κυκλοτερῶν, Σωφρόνιε βίβλοις σου, λιταῖς σου Χριστῷ σε ἐκλιπαροῦμεν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Σωφροσύνη καθολικὴ ἐπωνόμασται, ἀρετῶν Θεοῦ ἡ παμπληθὺς ὦ Σωφρόνιε· ὧν μετέσχες μετανοῶν κλαυθμῷ σου γοερῷ, καὶ τοῦ Πνεύματος ἀκολουθῶν, μαρμαρυγὰς καὶ ἀστραπάς, φωτεινὸς ἐναπέφανας· τρόπους δὲ μετανοίας, καὶ δῶρα τῆς σωφροσύνης, ἐν τῷ Φωτὶ Χριστοῦ ἡμῖν, δὸς ὡς πρέσβυς τῶν τιμώντων σε.

 

Προκείμενον· Tὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχος· Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Εὐαγγέλιον. (Μρκ. δ΄ 21- ε΄ 41)

Ἔλεγεν ὁ Ἰησοῦς τοῖς μαθηταῖς Αὐτοῦ· μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ; οὐ γάρ ἐστι κρυπτὸν ὃ ἐὰν μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα ἔλθῃ εἰς φανερόν. εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω. Καὶ ἔλεγεν αὐτοῖς· βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν. ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. Καὶ ἔλεγεν· οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἂν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός. Καὶ ἔλεγε· πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν τίνι παραβολῇ παραβάλωμεν αὐτήν; ὡς κόκκον σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς· καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μείζων πάντων τῶν λαχάνων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν, χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς τὸν λόγον· κατ’ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα. Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· διέλθωμεν εἰς τὸ πέραν. καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ· καὶ ἄλλα δὲ πλοῖα ἦν μετ’ αὐτοῦ. καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη, τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη αὐτὸ βυθίζεσθαι. καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ εἶπε τῇ θαλάσσῃ· σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. καὶ εἶπεν αὐτοῖς· τί δειλοί ἐστε οὕτω; πῶς οὐκ ἔχετε πίστιν; καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γεργεσηνῶν. καὶ ἐξελθόντας αὐτοῦ ἐκ τοῦ πλοίου εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασι, καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι, διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθη ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι· καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασι καὶ  ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμε καὶ προσεκύνησεν αὐτόν, καὶ κράξας φωνῇ μεγάλῃ λέγει· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς. ἔλεγε γὰρ αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. καὶ ἐπηρώτα αὐτόν· τί ὄνομά σοι; καὶ ἀπεκρίθη λέγων·  λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ἀποστείλῃ αὐτοὺς ἔξω τῆς χώρας. ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων μεγάλη βοσκομένη πρὸς τῷ ὄρει· καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες· πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ἦσαν δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. καὶ οἱ βόσκοντες τοὺς χοίρους ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός. καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν. καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ’ αὐτοῦ ᾖ. καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκε καὶ ἠλέησέ σε. καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον. Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.

Δόξα... Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις …

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον…

Προσόμοιον.  Ἦχος πλ. β΄. Ὃλην ἀποθέμενοι  Στίχ. Ἐλέησόν με …

Μίαν Κυριότητα, τριαδικῇ Ὑποστάσει, καὶ τὴν ἀνθρωπότητα, εἰκόνα τοῦ Κτίσαντος, καὶ ὁμοίωσιν, δείκνυς Σωφρόνιε, καὶ ὑποστάσεων, τῶν πολλῶν ἀνθρώπων πρόσωπα, πάντῃ ἐλεύθερα, χωρὶς τῶν ἀθλίων προλήψεων, πλάνης τῆς Ἀσιάτιδος, καὶ δολιωτάτης ἥν ἔγνωκας· νέος ἡλικίᾳ, ἀλλὰ καὶ νῦν βοήθει τοῖς λαοῖς, μετανοεῖν ταπεινώσασθαι, καὶ Χριστῷ σωθήσεσθαι.

 

ᾨδὴ ζ΄. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας

Φιλοσόφως διδάσκεις, ἀμπεχόνην ἐνδύεσθαι θείου Πνεύματος, τὴν Χάριν φωτοφόρον, Σωφρόνιε ταχέως, ἀλλ’ ἡμῖν δὸς ἀπώσασθαι, τὸν σκοτασμόν, τῶν παθῶν εἱρκτὴν ἀσφυκτιῶσαν.

Φιλοσόφως ἠγάπας, τὴν Σοφίαν συνέχουσαν Κόσμον σύμπαντα, Σταυρῷ προσηλωθεῖσαν, Ἧς καὶ δέου λυτρώσασθαι, ἡμᾶς φρικώδους βυθοῦ, ταρτάρων αἰωνίων.

Φιλοσόφους γενέσθαι, ταχινῶς καὶ εὐκόλως ἡμᾶς Σωφρόνιε, προσίεσθαι δὲ χάριν, ἐν θλίψει κεκρυμμένην, αἰφνιδίως ἱκάνωσον, ὥσπερ καὶ σὺ θλιβεροῖς, ὑπέμενες ἀῤῥήτως.

Θεοτοκίον

Δωρεὰν ἡ Σοφία, θεονύμφευτε Μῆτερ ἡμῖν παρέχεται·εὐγνώμονας γενέσθαι, ἱκάνωσον σοὺς δούλους, καὶ μὴ τρόπους μετέρχεσθαι, τῶν θεοκτόνων μωρῶν, Υἱοῦ σου ἀχαρίστους.

 

ᾨδὴ η΄. Ὁ Εἱρμός. Ἑπταπλασίως κάμινον

Μακαρισμοὺς Σωφρόνιε, τοῦ Σωτῆρος προσδέχεσθαι, εὔχου ἡμᾶς πάντας, τὴν πτωχείαν πνεύματι, καὶ πένθους τὸ δάκρυον, χαροποιὸν καὶ καθαῖρον ψυχάς, τὰς ρερυπωμένας δωρεὰν ἀστραπτούσας, ποιοῦν τῷ ἀκηράτῳ καὶ φωτὶ τοῦ Σωτῆρος· Οὗ δέου τοῦ μετέχειν, ἡμᾶς εἰς τοὺς αἰῶνας.

Τῆς ἀψευδοῦς πραότητος, ταπεινώσεως δ’ εἴχεσο, καὶ δικαίων πείνης, δίψης θείας Χάριτος, καρδία σου πέπλησται θείῳ ἐλέει δὲ ταῦτα λαοῖς, ἔχεες ἀφθόνως, ὦ Σωφρόνιε εὔχου· ἡμᾶς ταλαιπωρίαις τῶν παθῶν τρυχομένους, ἐσχάτως ἀνανήφειν, Χριστῷ ἐν ᾯ σωθῆναι.

Ἐν καθαρᾷ καρδίᾳ σου, ἁγνοτάτῳ δὲ σώματι, πνεῦμα Θεῖον οἶκον, ἔδειμε Σωφρόνιε, εἰρήνην ἐβράβευσε, καὶ πολεμίων δαιμόνων στρατιάς, κέκοφεν οἰκτρῶς, ὥστε ἐξέτριψε τέλος· ἀλλ’ εὔχου τῷ Σωτῆρι, δι’ Αὐτοῦ θείου φόβου, ἡμᾶς κατασυντρίβειν, σατὰν καὶ κατατρίβειν.

Θεοτοκίον

Τῶν προφητῶν Πανάμωμε, νόες πάντων ἑώρων σε, Πνεύματι Μητέρα, τοῦ Θεοῦ γεννήτριαν, καὶ θεῖοι Ἀπόστολοι, μετὰ Χριστὸν ἐπεποίθεισάν σοι, καὶ χοροὶ Μαρτύρων, τῶν Ὁσίων τε πλήθη· Σωφρόνιος δὲ πλεῖον, μετὰ Γέροντος τούτου, σεπτοῦ Σιλουανοῦ σοι, ἡμῶν σε Σκέπην στῶσιν.

 

ᾨδὴ θ΄. Ὁ Εἱρμός. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός

Σωφρόνιε τῶν Ρώσων συναγωγή, καὶ Ἑλλήνων ὑπάρχεις ἐν Ἄθωνι μοναστικῷ, καὶ τῆς Γαλατίας καὶ Βρεττανῶν, πολλοὺς Ἁγίους ἔδειξας, πάλαι διαλάμψαντας ἐν Χριστῷ· αὐτοῖς κατηκολούθεις, μηδόλως ἐνδοιάζων, ὥσπερ καὶ νῦν ἡμᾶς συνάγαγε.

Ἀπόστολοι ἐσπάρησαν πανταχοῦ, τῇ κελεύσει Σωτῆρος καὶ Πνεύματος μαρμαρυγαῖς, ἴχνεσι δὲ τούτων ποίμνη Χριστοῦ, βεβάδικε καὶ ἔφθακε, Χάριτι τῇ θείᾳ ἕως ἡμῶν· καὶ νῦν πανορθοδόξως, συγκάλει ταπεινοῦσθαι, μετανοεῖν λαοὺς Σωφρόνιε.

Ἀρνήσασθαι κελεύει Χριστὸς Σωτήρ, ἑαυτοὺς ἀλαζόνας στοιχοῦντας ταῖς δαιμονικαῖς, μύσους πονηρίας ταῖς προτροπαῖς, φρονίμους δὲ γενήσεσθαι, ὥσπερ ὄφεις κρύπτοντες κεφαλάς· Σωφρόνιε τὴν νῆψιν, εὐχὰς ἐν ἐγρηγορσει, ἡμᾶς κρατεῖν Χριστὸν δυσώπησον.

Θεοτοκίον

Σωφρόνιος Μονάζοντας προσκαλεῖ, Θεομῆτορ ἐξ Ἄθω καὶ πάντοθεν τοῦ συστοιχεῖν, σοὶ τῇ παντανάσσῃ Σιλουανῷ, Πατρὶ ὁμοῦ καὶ ἄγεσθαι, πάλαι θεοφόρων ταῖς διδαχαῖς· ἀλλ’ ἔρχου Παναγία, ἀπείροις σὺν Ὁσίοις, Χριστῷ αὐτοῖς ἡμᾶς συνάγουσα.

 

Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Χαίροις ὦ Σωφρόνιε φαεινέ, λάμψεσι τοῦ θείου, ἀνεσπέρου καὶ ἱλαροῦ, πλήρης ἐνυπάρχων, φωτὸς ἐν ἐνεργείαις, ἀκτίστου καὶ ἀπλέτου, θείᾳ τῇ Χάριτι.

Χαίροις ὦ Σωφρόνιε ἐκλεκτέ, γῆς Ρωσίδος ποίμνης, καὶ τοῦ Ἄθω ὁ Μοναχός, τέλειος ὑπάρχων, πολλῇ ἀκτημοσύνῃ, σεπτῇ ὑπακοῇ τε, καὶ τῇ ἁγνότητι.

Χαίροις ὦ Σωφρόνιε ἰσχυρέ, ἤθει μετανοίας, καὶ τοῦ πένθους χαροποιοῦ, κἄν ἐτρώθης δόλῳ, βελίαρ πρὸς ὀλίγον, κατέτρωσας μυριάκις, δαίμονας τρώσαντας.

Χαίροις ὦ Σωφρόνιε φωτεινέ, δείξας γῇ ἁπάσῃ, τὰς ἀπάτας τῶν πονηρῶν, κακεντρεχεστάτων, ἑώας βδελυγμάτων, οἰκτρῶν προσοχθισμάτων, ψευδοθρησκεύματος.

Χαίροις ὦ Σωφρόνιε ἐν σπουδῇ, κλίμακι προσβαίνων, Ἰωάννου τῶν ἀρετῶν, θείου Σιναΐτου, οὗ βάθους ἐπιστήμης, ἐν Πνεύματι ἐγνώκεις, ρήμασι πράξεσιν.

Χαίροις ὦ Σωφρόνιε ἱερεῦ, τοῦ Θεοῦ ὑψίστου, εὐλαβέστατε ἐν παντί, καὶ κεκοσμημένε, τοῦ Πνεύματος δυνάμει, δεσμεῖν καὶ λύειν πταίστας, μετανοήσαντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ἔρχου ὦ Σωφρόνιε ἡμῖν, γῆς ἐκ τῶν περάτων κηρύσσων, ἑνοποιόν κραταιόν, Πνεῦμα φαεινότατον, ἐν τῷ ἀκτίστῳ Φωτί, οὗ μετέχειν κραταίωσον, ἡμᾶς ἐν ἀσκήσει, νήψει καὶ κακώσεσι, καρτερικῶς προσδοκᾶν, καὶ δακρυῤῥοοῦντας ἐν πένθει, δὸς ἡμῖν μὴ στρέφειν ὀπίσω, ἔνθα ἁμαρτάδων ᾅδης ἤνοικται.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Δι’ εὐχῶν...

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου