ΙΑΝΟΥΑΡΙΟΣ ΙΖ΄!!
ΘΕΟΔΟΣΙΟΣ ΜΕΓΑΣ ΒΑΣΙΛΕΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(ἀρχιμ. Νικοδήμου Ἀεράκη)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων
Τὸν Θεοδόσιον ὕμνοις σεπτῶς τιμήσωμεν, ἀνάκτων ὄντως μέγαν, καὶ πιστῶν τὸν προστάτην, στῦλον Ἐκκλησίας καὶ ἀρετῆς, θεοτίμητον ἄγαλμα, τῆς Βασιλείας τῆς ἄνω τὸν ἐραστήν, καὶ Συνόδου βάσιν ἄσειστον.
Τὸν Θεοδόσιον πάντες ἀνευφημήσωμεν, θεράποντα Κυρίου, μετανοίας τὸν δείκτην, πρότυπον τῆς πίστεως καὶ φρουρόν, τὸν δογμάτων φιλόχριστον, ἀληθειῶν Ἐκκλησίας ἀγωνιστήν, ταπεινώσεως ὑπόδειγμα.
Τὸν Θεοδόσιον πόθῳ ἐγκωμιάσωμεν, στρατιώτην τοῦ Λόγου, στηριγμὸν Ἐκκλησίας, πάσης ἀσεβείας αἱρετικῶν, ἰσχυρὸν πολεμήτορα, τῆς εὐσεβείας ὑπέρμαχον ἀθλητήν, τοῦ Χριστοῦ τὸ ἀφομοίωμα.
Τὸν Θεοδόσιον δεῦτε πιστῶς ὑμνήσωμεν, εὐσεβῆ βασιλέα, Ἐκκλησίας τὸν πύργον· οὕτως γὰρ βασίλειον εὐσεβῶς, καὶ δικαίως διώκησεν, διά τε νόμων καὶ ἤθους θεοτερποῦς, καὶ λαὸν Θεοῦ ἐστήριξεν.
Δόξα. Ἦχος β΄.
Δεῦτε τῶν φιλεόρτων ἡ σεπτὴ χορεία, ἐν ᾠδαῖς καὶ ὕμνοις, τὸν ἔνθεον τῆς Βασιλευούσης ἄνακτα, τὸν ἐν ἄναξι μέγαν Θεοδόσιον, ἑορταστικῶς ἐγκωμιάσωμεν. Οὗτος γάρ, θεοφιλῶς βασιλεύσας, καὶ τὰ τῆς πίστεως δόγματα, διὰ Συνόδου ἐπικυρώσας, εἰς πνευματικὴν εἰρήνην, τὸν λαὸν αὐτοῦ ὡδήγησεν. Λιταῖς αὐτοῦ Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον,
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τὸν ἀρετῆς, καὶ εὐσεβείας τύπον, λαμπρὸν ἄνακτα ὕμνοις, τιμήσωμεν ἐνθέως, τὸν μέγαν Θεοδόσιον.
Στ.: Ὕψωσας ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
Χαίρει ὁ οὐρανός, ἐν κόλποις νῦν κατέχων, τὸν μέγαν βασιλέα, τῆς πίστεως τὸν στῦλον, τὸν θεῖον Θεοδόσιον.
Στ.: Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως.
Ὕμνοις τε καὶ ᾠδαῖς, Χριστοῦ τὸν βασιλέα, τιμήσωμεν ἐνθέως, δοξάσαντα ἐν ἔργοις, Τριάδος θεῖον ὄνομα.
Δόξα. Τριαδικόν.
Μόνε Δημιουργέ, τῆς κτίσεως ἁπάσης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, περίσῳζε καὶ σκέπε, τοὺς πίστει Σοι λατρεύοντας.
Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε Μαριάμ, γεννήσασα τὸν Κτίστην, ἱκέτευε τοῦ σῶσαι, τοὺς πίστει ἀνυμνοῦντας, τὸν μέγαν Θεοδόσιον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σεπτὸν Θεοδόσιον ἐπευφημοῦμεν λαμπρῶς, ὡς πίστεως ἔρεισμα, καὶ τῶν δογμάτων Χριστοῦ, ὑπέρμαχον ἔνθεον· λόγους γὰρ τῆς Συνόδους, θεοπνεύστους κυρώσας, Πνεύματος ἐκδιδάσκει, τὴν Θεότητα πάντας· διὸ ἐν πόλῳ ἐστέφθη, ὁ θεοδόξαστος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Δεῦτε εὐφημήσωμεν, καὶ ἐν ᾠδαῖς μεγαλύνωμεν, τῶν ἀνάκτων τὸν μέγιστον, κλεινὸν Θεοδόσιον, τὸν τῆς εὐλαβείας, καὶ τῆ μετανοίας, γλυκὺν θεόσδοτον καρπόν, καὶ Ἐκκλησίας τὸ ἐγκαλλώπισμα, τὸν φύλακα τῆς πίστεως, καὶ τῶν δογμάτων ὑπέρμαχον, ἀρετῆς τὸ ἐκτύπωμα, βασιλέων ὑπόδειγμα.
Ὕμνοις καταστέψωμεν, καὶ ἐγκωμίοις τιμήσωμεν, τὸν σεπτὸν Θεοδόσιον, τὸν ἔνθεον ἄνακτα, τῆς Βασιλευούσης, καὶ τῆς ἀληθείας, ὄντως τὸν μέγαν ἐραστήν, καὶ εὐλαβείας θεῖον κοσμήτορα, πιστῶν τὸ περιτείχισμα, καὶ Ἐκκλησίας ἀγλάϊσμα, τῆς Τριάδος τὸν κήρυκα, καὶ τῆς πίστεως ἔρεισμα.
ᾌσμασιν ὑμνήσωμεν, καὶ εὐλαβῶς ἐπαινέσωμεν, Θεοδόσιον ἔνδοξον, ἀθάνατον μένοντα, ἐν ζωῇ ἀγήρῳ, τῇ τοῦ Παραδείσου, μετὰ ἀνάκτων ἱερῶν, θείας τρυφῆς ἀεὶ ἀπολαύοντα· αὐτὸν καθικετεύσωμεν, ἀεὶ πρεσβεύειν πρὸς Κύριον, ὅπως λάβωμεν ἅπαντες, τὸ Αὐτοῦ θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως, ἄναξ Θεοδόσιε, ὅτι ὡς καρδιογνώστης, τὸ τῆς καρδίας σου εὐθές, τὸ τῆς πίστεώς σου ἀκλινές, καὶ τὸ τῆς εὐσεβείας σου θαυμαστόν, ἐν σοὶ προέγνω. Ὄντως μέγας ἐν ἄναξιν ἀνεδείχθης, τύπος τε τῆς ὑπακοῆς, τῆς μετανοίας καὶ τῆς ταπεινώσεως, τῆς δὲ ἁγιότητος ἐραστὴς θερμότατος ὤφθης· διὸ ἐν οὐρανοῖς χαίρων, σαββατίζεις καὶ πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον Ἦχος πλ. β'
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνή, παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν σοφῶν ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστραφήσεται. Ζυγὸς δόλιος, βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαον, δεκτὸν αὐτῷ ἐστίν. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ σοφῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς. Οὐκ ωφελήσουσιν ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Ἀποθανὼν δίκαιος, ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδοὺς, ἀσεβείᾳ ἑαυτῶν ἀλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπὶς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας εκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ άσεβής. Ἐν στόματι παρανόμων παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α´.
Θεοδόσιον, τὸν πανένδοξον ἄνακτα, πανηγυρικῶς καὶ πνευματικῶς, ἡ τῶν Ὀρθοδόξων ὁμήγυρις, ἐν ἐγκωμίοις ἄνθεσι καταστέψωμεν, ἐν χαρᾷ βοῶντες πρὸς αὐτόν· Χαίροις, ὁ τῆς πίστεως, καὶ τῶν σωτηρίων δογμάτων αὐτῆς, μανικὸς ἐραστής, καὶ τῆς εὐλαβείας θεοτίμητος διδάσκαλος· χαίροις, ὁ τῆς ἀθανασίας, καὶ τῶν ἀῤῥήτων ἐν οὐρανοῖς ἀγαθῶν μέτοχος. Ὡς σαββατίζων ἐν τῇ ἄνω Σιών, ἀδιαλείπτως πρέσβευε Ἅγιε, τῷ αἰωνίῳ Τριαδικῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Δεῦτε φιλεόρτων ὁ σύλλογος, τὸν τῆς Βασιλευούσης θεοδώρητον βασιλέα Θεοδόσιον, ἐνθεαστικοῖς ὕμνοις ἀνευφημήσωμεν λέγοντες· Χαῖρε, ἄναξ τῆς ὑπακοῆς, τῇ μετανοίᾳ προσεδρεύων, καὶ τῇ ταπεινώσει τελειούμενος· χαῖρε, τῆς ἁγιότητος δοχεῖον, τὸ τῆς τελειότητος πανευῶδες ἄρωμα, τοῖς πιστοῖς ἀναβλύζον· χαῖρε, ὁ ἐπὶ κοινῇ τῶν Ἐκκλησιῶν εἰρήνῃ, καὶ τῆς ὑγιοῦς πίστεως στηριγμῷ, τῆς Δευτέρας Οἰκουμενικῆς Συνόδου τὰ δόγματα κυρώσας, τῆς δὲ ὁμοουσίου Τριάδος ταπεινὸς προσκυνητὴς γενόμενος. Εὐλαβῶς σε καθικετεύομεν, τῆς οὐρανίου Βασιλείας μέτοχε, πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος γ΄.
Τὸν τῆς Ὀρθοδοξίας πρόμαχον, καὶ τῶν ἀνάκτων τὸ μέγα κλέος Θεοδόσιον, πανευφροσύνως πιστοὶ τιμήσωμεν. Οὗτος γάρ, ἐν ταπεινώσει, συντριβῇ, καὶ ὀδυρμοῖς, τοὺς τῆς εἰλικρινοῦς μετανοίας καρποὺς δρεψάμενος, τῆς χάριτος τῆς ἀφέσεως μέτοχος γέγονε, καὶ τῆς δωρεᾶς τῆς τελειότητος κατηξιώθη· ὅθεν καὶ ἡμεῖς, τὴν αὐτοῦ ὑπερήδιστον χάριν θερμῶς ἐπικαλούμενοι, αἰτησώμεθα τὴν τῶν ψυχῶν ἡμῶν σωτηρίαν, καὶ ἐν ἁγιασμῷ τελείωσιν.
Ἦχος δ΄.
Ἐν πνευματικῇ ἀγαλλιάσει, τὸν τοῦ Βυζαντίου ἔνδοξον ἄνακτα, μέγαν Θεοδόσιον, ἐγκωμίων ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γάρ, ψυχὴν καὶ σῶμα ταπεινώσας, καὶ τὸν καλὸν τῆς ἀρετῆς ἀγῶνα νικηφόρως τελέσας, τῆς ἁγιότητος τὴν κλίμακα ἀνελθών, τῶν θαυμάτων τὴν χάριν ἐδέξατο· διὸ πιστοί, οἱ τὴν λύτρωσιν ποθοῦντες, ἐν ταπεινώσει τὸν ἡγιασμένον Βασιλέα καθικετεύσωμεν, πρεσβεύειν ἀπαύστως τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε χριστοφόροι λαοί, λόγοις καὶ ἐγκωμίοις, τὸν μέγαν ἐν ἄναξιν Θεοδόσιον, καὶ ὕμνοις ἐνθεαστικοῖς τιμήσωμεν, λέγοντες· Χαίροις, ὁ τῶν Γραφῶν ἐραστής, καὶ τοῦ Τριαδικοῦ δόγματος ὑποστηρικτής· χαίροις, ὁ τὴν βασιλικὴν ἀλουργίδα, τῷ Χριστῷ ὑποτάξας, καὶ τὴν τῶν οὐρανῶν Βασιλείαν, ὑπὲρ τὴν κοσμικὴν ἀγαπήσας. Πρέσβευε ἐκτενῶς σοῦ δεόμεθα, ὡς ἡγιασμένος, μέγα Θεοδόσιε, τῷ Θεανθρώπῳ Χριστῷ, ῥυσθῆναι ἡμᾶς ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν
Χαίροις, μέγας ἀνάκτων φωστήρ, τῆς Ἐκκλησίας φρυκτωρὸς ὁ πανένδοξος, τοῦ δόγματος τῆς Τριάδος, θεματοφύλαξ σεπτός, καὶ πνευματομάχων ὁ πολέμιος, πιστῶν στῦλος ἔνθεος, τῆς Συνόδου τὸ ἔρεισμα, τῆς ἀσφαλείας, ἀσφαλὲς περιτείχισμα, τῶν ἀνθρώπων τε, ὁδηγὸς πρὸς Θεάνθρωπον. Ἅπαντες Θεοδόσιε, τιμῶντες τὴν μνήμην σου, ὕμνους συντίθεμεν θείους, ταῖς σαῖς λιταῖς ἐξαιτούμενοι, τυχεῖν σωτηρίας, καὶ ἐλέους τοῦ Κυρίου, καὶ θείας χάριτος.
Στ.: Ὕψωσας ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
Χαίροις, ὁ εὐσεβὴς βασιλεύς, κανὼν καὶ στῦλος ἀκραιφνοῦς θείας πίστεως, Τριάδος τὸ θεῖον δόγμα, ἐπικυρώσας τρανῶς, τῆς Συνόδου μέγα Θεοδόσιε· λιμὴν θεοδώρητος, σοῦ λαοῦ καὶ προπύργιον, ὁ καθαιρέτης, δυσσεβείας αἱρέσεων, καὶ πιστῶν Χριστοῦ, ταπεινώσεως πρότυπον. Ἅπαντες Θεοδόσιε, τελοῦντες τὴν μνήμην σου, ὕμνοις ἐνθέοις καὶ λόγοις, ἀπεκδεχόμεθα χαίροντες, τὴν σὴν προστασίαν, καὶ πολλὰς εὐεργεσίας, ὑπὲρ λαοῦ σου σοφέ.
Στ.: Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως.
Χαίροις, τῆς ἀληθείας πυρσός, θείων Πατέρων ἀῤῥαγὲς καταφύγιον, τοῦ δόγματος τῆς Τριάδος, ὁ ἀληθὴς στηριγμός, καὶ αἱρετιζόντων ὁ ἀντίπαλος. Συνόδου ὑπέρμαχος, τῶν Πατέρων ὁμόδοξος, τῶν Ὀρθοδόξων, ὁδηγὸς ὁ παντέλειος, καὶ τῆς πίστεως, ὁ προστάτης ὁ ἔνθεος. Ἅπαντες Θεοδόσιε, ὑμνοῦντές σε ᾄσμασι, χάριν Χριστοῦ ἐκζητοῦμεν, καὶ σαῖς λιταῖς ἐξαιτούμεθα, τυχεῖν σωτηρίας, καὶ τῷ κόσμῳ δωρηθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, τὸν τοῦ Βυζαντίου ἄνακτα, καὶ τῆς Ὀρθοδοξίας μέγαν ὑπέρμαχον Θεοδόσιον, ἐν ἐγκωμίων ᾠδαῖς τιμήσωμεν λέγοντες· Χαίροις, τῆς ἐν Χριστῷ ὑπακοῆς, καὶ τῆς σωτηρίου ταπεινώσεως ἐραστά· χαίροις, τὰ τῆς ἀληθείας δόγματα, τῆς Δευτέρας Οἰκουμενικῆς Συνόδου κυρώσας, καὶ τὴν ἀπάτην τῶν εἰδώλων ὀλέσας· χαίροις, τῶν Ἁγίων ἰσοστάσιε, καὶ τῶν θείων Πατέρων ὁμόδοξε. Ὡς ἐν Παραδείσῳ οἰκῶν, καὶ πρὸς Χριστὸν τὸν Θεὸν παῤῥησίαν ἔχων, πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Θεοστέπτου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σεπτὸν Θεοδόσιον ἐπευφημοῦμεν λαμπρῶς, ὡς πίστεως ἔρεισμα, καὶ τῶν δογμάτων Χριστοῦ, ὑπέρμαχον ἔνθεον· λόγους γὰρ τῆς Συνόδους, θεοπνεύστους κυρώσας, Πνεύματος ἐκδιδάσκει, τὴν Θεότητα πάντας· διὸ ἐν πόλῳ ἐστέφθη, ὁ θεοδόξαστος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θεοδόσιον ὕμνοις ἐγκωμιάσωμεν, εὐσεβείας τὸ κλέος καὶ θαυμαστὸν φρυκτωρόν, ἀρετῆς τὸν ἐραστὴν καὶ ἁγιότητος· οὗτος ἠξίωται τιμῆς, βασιλέως ἐκ Χριστοῦ, καὶ χάριτος τῶν θαυμάτων· ἱκετεύει δὲ τὸν Σωτῆρα, τοῦ ἐλεῆσαι καὶ φωτίσαι ἡμᾶς.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὸν ἄνακτα Χριστοῦ, ταπεινώσεως τύπον, πιστῶν ὑπογραμμόν, βασιλέων τὸ κλέος, σεπτὸν Θεοδόσιον, ἐπαξίως τιμήσωμεν, τὸν στηρίξαντα, τῶν Ὀρθοδόξων τὴν πίστιν, καὶ κοσμήσαντα, Σιὼν τὴν ἄνω ὡς δοῦλον, Χριστοῦ καὶ ὁμοίωμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Μετανοίας ὁ καρπός, καὶ ταπεινώσεως φωστήρ, ἀρετῆς ὑπογραμμός, καὶ τῶν Πατέρων ἀρωγός, εἰς ἑορτὴν καὶ πανήγυριν εὐφροσύνης, πάντας τοὺς πιστούς, συνεκάλεσε· δεῦτε οὖν λαμπρῶς ἑορτάσωμεν, καὶ γεγηθότες ψάλλωμεν ἐνθέως, τὰ ἐπινίκια λέγοντες· τῶν βασιλέων, τιμὴ καὶ δόξα, Θεοδόσιε χαῖρε.
Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὕψωσας ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
Στ.: Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως.
Εὐαγγέλιον, τοῦ Μεγάλου Κωνσταντίνου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Θεοστέπτου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὸν μέγαν ἐν ἄναξιν, ἔνδοξον Θεοδόσιον, ἐν εὐφροσύνῃ καὶ ἁγαλλιάσει πνευματικῇ, ἑορτίως καὶ εὐλαβῶς τιμᾷ λέγουσα· Χαίροις, τῶν τῆς πίστεως δογμάτων ὑπέρμαχε, καὶ τῶν τῆς αἱρέσεως ὁπαδῶν πολέμιε· χαίροις, ἐπίγειε ἄναξ, καὶ οὐράνιε ἄνθρωπε. Πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε.
Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Θεοδόσιον τὸν μέγαν ἐπευφημῶ. Νικοδήμο(υ).
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Θαῤῥῶν ῷ τοῦ Πνεύματος φωτισμῷ, τολμῶ ἀνυμνῆσαι, Θεοδόσιον ἀρετῆς, ὑπόδειγμα μέγα βασιλέα, καὶ τῶν ἀνάκτων Θεοῦ ἐγκαλλώπισμα.
Ἐστέφθης ὡς ἄναξ παρὰ Θεοῦ, πληρώσαι τὸ ἔργον, Κωνσταντίνου θεοσεβοῦς· διὸ Ἐκκλησίαν Θεανθρώπου, αἱρετικῶν ἀπεκάθηρας ἔνδοξε.
Ὀφρῦν διαβόλου καταβαλών, τὴν τοῦ Ἀμβροσίου, ἐπιτίμησιν σωστικήν, ἐν πένθει καὶ δάκρυσιν ἐδέχθης, μετανοῶν ἀληθῶς Θεοδόσιε.
Θεοτοκίον.
Δεσποίνης πρεσβείαις νῦν ἐκζητῶ, πρὸ τὸν Θεὸν Λόγον, Ὃν ἐκύησεν ἐν γαστρί, ἐκ Πνεύματος θείου ἀνεκφράστως, ὑπὲρ ἡμῶν αἰτουμένων τὸ ἔλεος.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ὀρθοδόξων τὴν πίστιν, τῷ σῷ λαῷ ἔδωκας, μέγα βασιλεῦ καὶ καθεῖλες, πάντα τὰ εἴδωλα, καὶ τὰς αἱρέσεις κλεινέ, ὡς τοῦ Παντάνακτος ἄναξ, καὶ πιστῶν τὸ πρότυπον, ὦ Θεοδόσιε.
Σὺ ἀξίως ἐστέφθης, ὦ Θεοδόσιε ἔνδοξε, ἄναξ Ὀρθοδόξων τὸ τεῖχος, καὶ ἀρετῆς ὁδηγός, ὁ τῆς Συνόδου τρανῶς, τὰ τῶν Πατέρων κυρώσας, δόγματα σωτήρια, ἀμώμου πίστεως
Ἰσχυρῶς ἐτροπώσω, τοὺς ἀσεβεῖς ἔνθεε, καὶ τῶν ἀδυνάτων προστάτης, καὶ τοῦ λαοῦ σου φρουρός, ἀληθειῶν τε Χριστοῦ, ὦ Θεοδόσιε κήρυξ, καὶ πιστῶν γεγένησαι, ἄσειστον ἔρεισμα.
Θεοτοκίον.
Ὀφειλὰς Σῆς προνοίας, ἀδυνατῶ Δέσποινα, Σοὶ ἀποδιδόναι ὑμνεῖν τε, τὰ Σὰ θαυμάσια· διὸ προσάγω Σοι, ἐν ταπεινώσει καρδίας, πενιχρὰ ἐγκώμια, ἃ δέξαι ἄχραντε.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Λαμπρῶς Θεοδόσιον ἐν ἐγκωμίων ᾠδαῖς, καὶ ἄνθεσι στέψωμεν, ὡς βασιλέα σεπτόν, πιστῶν τὸ ἀγλάϊσμα· οὗτος γὰρ θεαρέστως, βασιλεύσας ἐν κόσμῳ, πίστιν Ὀρθοδοξίας, διὰ βίου στηρίζει· διὸ κατηξιώθη, ἰδεῖν τὸν Κύριον.
Δόξα. Καὶ νῦν... Θεοτοκίον
Ἡ μόνη κυήσασα τὸν ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Νικητῇ Θεανθρώπῳ, πίστει ἀδιστάκτῳ κατηκολούθησας, ἐναθλῶν ἐν ἀγωνίσμασι, ἄναξ ἀρετῆς καὶ ταπεινώσεως.
Τὸν Τρισάγιον Κύριον, θεοφόρε ἄναξ σὺ καθικέτευε, τοῦ λυτρῶσαι τοὺς τιμῶντάς σε, ἐκ παντοίας πλάνης καὶ αἱρέσεως.
Οὐρανῶν τὰ Βασιλεία, ἄναξ Θεοδόσιε ἐπόθησας· διὸ Λόγῳ διηκόνησας, ἐνισχύων πίστιν τὴν Ὀρθοδόξον.
Θεοτοκίον.
Νέαν κτίσιν δεδώρησαι, τῷ βροτείῳ γένει Θεοχαρίτωτε, ὡς γεννήσασα τὸν Κύριον, καὶ Θεὸν τοῦ σύμπαντος πανάχραντε.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Μώμους τῆς ψυχῆς, τῇ σῇ χάριτι καθάρισον, ἵνα ὁρῶ ὦ ἄναξ τὸν Ἰησοῦν, κἀγὼ ὁ τάλας, ὁ σκότει καθεύδων πνεύματος.
Ἔδρασον στεῤῥῶς, ἐν Χριστῷ ἡμῶν τὸ φρόνημα, ταῖς σαῖς πρὸς Κύριον ὦ ἄναξ λιταῖς, ἵνα ἀξίως, τοῦ Λόγου πολιτευώμεθα.
Γύμνασον κἀμέ, πρὸς ἀγῶνας καὶ καθόπλισον, ἐξαποστέλλων τὴν χάριν σου κλεινέ, ἵνα τροπῶμαι, ἐχθρὸν δεινὸν καὶ παγκάκιστον.
Θεοτοκίον.
Ἄνασσα ζωῆς, θείοις νάμασι κατάρδευσον, τοὺς προσκυνοῦντας τὸν τόκον Σου ἁγνή, ὡς Ζωοδότην, καὶ Κύριον πάσης κτίσεως.
ᾨδὴ στ’. Τὴν δέησιν.
Νενίκηκε, τοῦ ἐχθροῦ τὰς φάλαγγας, καὶ ἐστέφθη ἐκ Θεοῦ μέγας ἄναξ, ἐν τῇ ζωῇ τῇ ἀγήρῳ καὶ θείᾳ, συνευφραινόμενος Λόγῳ παντάνακτι· αὐτοῦ λιταῖς πρὸς τὸν Χριστόν, οἱ βροτοὶ ἐκ φθορᾶς λυτρωθείημεν.
Ἑδραίωσον, τὴν ψυχήν μου ἔνδοξε, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου· ὅτι πιστῶς Θεοδόσιε κλίνω, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα· καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν σαῖς πρεσβείαις διάσωσον.
Παντοίων, ἐκ περιστάσεων σῶσον, τοὺς τιμῶντας Ἰησοῦν Βασιλέα· ὅτι δεινῶς, κινδυνεύομεν πάντες, ἐκ παγκακίστων ἐχθροῦ τοῦ ἀλάστορος· τῇ χάριτί σου καὶ ἡμᾶς, ἐκ παγίδων αὐτοῦ διαφύλαξον.
Θεοτοκίον.
Ὑπέραγνε, Ἐκκλησία τέρπεται, Σῶν θαυμάτων μελετῶσα τὸν πλοῦτον· ὅτι ἐν Σοί, ὁ Θεὸς ἐσαρκώθη, καὶ οἱ βροτοὶ δι’ Αὐτοῦ ἐλυτρώθημεν· ἀνῆλθες δὲ εἰς οὐρανούς, δευτερεῖα Τριάδος κατέχουσα.
Κοντάκιον. Ἦχος δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν βασιλέα Θεοδόσιον τιμήσωμεν, Ὀρθοδοξίας τὸν φρουρὸν καὶ ἀντιλήπτορα, καθελόντα δεινὴν πλάνην Μακεδονίου. Ἐπεσφράγισε γὰρ Σύμβολον τῆς πίστεως, καὶ τὸ Πνεῦμα ὁμοούσιον ἐτράνωσεν· ὅθεν κράζομεν· Χαίροις ἄναξ θεόστεπτε.
Ὁ Οἶκος.
Ἡ τῶν Ὀρθοδόξων σύναξις, τὸν ἐν ἄναξι μέγιστον, καὶ τῆς ἀληθοῦς πίστεως ὑπέρμαχον, Θεοδόσιον τὸν πανεύφημον, ἑορτίως σήμερον ἐγκωμιάζει. Οὗτος γάρ, ὑπὸ τοῦ ἐν οὐρανοῖς Ἄνακτος Θεοῦ χαριτωθείς, τῆς Παναγίας Τριάδος τὸ σωτήριον δόγμα, καὶ τὴν τοῦ Παρακλήτου Πνεύματος Θεότητα, τό τε ὁμοούσιον Αὐτοῦ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ὡς ἔδοξε τοῖς θεοφόροις Πατράσιν, ἐν τῇ Δευτέρᾳ Οἰκουμενικῇ Συνόδῳ, τῇ ἐν Βασιλευούσῃ συνελθούσῃ, τρανῶς ἐπεκύρωσεν. Ἐν μετανοίᾳ δε, ταπεινώσει καὶ βαθυτάτῃ εὐσεβείᾳ βιώσας, τὰ οὐράνια σκηνώματα ἐπαξίως κατέλαβε, τὸν Τρισάγιον Κύριον, σὺν τοῖς Ἁγίοις ἄναξιν ἀεὶ καθορῶν· ὅθεν ἡμεῖς, τῷ Μεγάλῳ Θεοδοσίῳ, ἐκ καρδίας ἀναβοῶμεν· Χαίροις, ἄναξ θεόστεπτε.
Συναξάριον.
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου.
Ἔχει τι μεῖζον οὐρανὸς
καὶ τῶν Νόων,
ἔξαρχον Ἀντώνιον Ἀσκητῶν ἔχων.
Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ εὐσεβοῦς βασιλέως Θεοδοσίου τοῦ Μεγάλου.
Ἡ Βασιλεία ἐμποδὼν
οὐχ ὡράθη,
σοί, ὦ Θεοδόσιε, πρὸς σωτηρίαν.
Δεκάτῃ ἑβδόμῃ Θεοδόσιος θάνε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Νέου, τοῦ ἐν τῇ Σκήτει τῆς Βεῤῥοίας ἀσκήσαντος.
Ἀντώνιον δὲ τὸν
Νέον ποῦ τακτέον,
εἰ μὴ παρ᾿αὐτῷ τῷ πάλαι Ἀντωνίῳ;
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀχιλλᾶς ἐν εἰρήνῃ τελειοῦται.
Ὅπλοις Ἀχιλλεὺς
τὰς κάτω πορθεῖ πόλεις,
πόνοις Ἀχιλλᾶς τὴν ἄνω πλουτεῖ πόλιν.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἰουνίλλα καὶ Τούρβων, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βλασίου, κτήτορος τῆς Μονῆς Γωνιᾶς τῆς Κρήτης.
Βλύσας Βλάσιε πηγὰς πολλῶν ἱδρώτων,
ἐβλάστησας καρπούς, τερπνοὺς ἀφθαρσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Ἀντωνίου καὶ Φιλοθέου, κτητόρων τῆς Μονῆς Ἁγίου Στεφάνου τῶν Μετεώρων.
Εἰς πέτραν στήσας σοὺς πόδας Πάτερ φθάνεις,
Χριστὸν τὴν πέτραν Ἀντώνιε ἀσκήσας.
Φιλῶν ἐφίλεις Ὃν νῦν Φιλόθεε ἔχεις,
μᾶλλον Αὐτός σε νῦν κατέχεις ἐν κόλποις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ ἐξ Ἰωαννίνων.
Γεώργιος γῆν ἀροτριάσας ξένως,
ξένον στάχυν ἤμησεν ἄφθιτον κλέος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀντωνίου, ἀρχιεπισκόπου Νόβγκοροντ τῆς Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Κρασνοχόλμκιζ τοῦ Ῥώσσου, ἰδρυτοῦ τῆς Μονῆς Ἁγ. Νικολάου τοῦ Τβὲρ τῆς Ῥωσσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀντωνίου, ἐπισκόπου Βολογκντὰ τῆς Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Φυλάττειν ἐκζητοῦμεν, Θεοδόσιον μέγαν, ἐκλιπαροῦντες αὐτόν, τὸν κόσμον ἐκ πλάνης, λιταῖς αὐτοῦ καὶ σῶσαι, ἵνα χαίροντες ψάλλωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡ χάρις τοῦ Κυρίου, κατεκόσμησε πάσαις, ταῖς ἀρεταῖς σὴν ψυχήν, ὦ ἄναξ θεοφόρε, καὶ ἔψαλλες ἐνθέως, τὴν ᾠδὴν πρὸς τὸν Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μὴ παύσῃ Θεὸν Λόγον, ὦ ἄναξ ἱκετεύειν, ἐν οὐρανοῖς ἐς ἀεί, ὑπὲρ τοῦ πιστοτάτου, λαοῦ τῆς Ἐκκλησίας, τοῦ βοῶντος ἐν χάριτι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὦ μόνη Θεοτόκε, ἐλευθέρωσον πάντας, ἐκ τῶν τοῦ πλάνου δεσμῶν, καὶ πύλη μετανοίας, ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Τὸν Βασιλέα.
Νενεκρωμένας, ἐκ τῶν παθῶν τὰς καρδίας, σαῖς πρεσβείαις ἀνάστησον ἄναξ, τοῦ ὑμνεῖν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἰσχύϊ Λόγου, ἐπικυροῖς ἀληθείας, τῆς Δευτέρας Συνόδου ὦ ἄναξ, ἀνυμνῶν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κλεινὲ καὶ μέγα, τὴν σὴν σεμνὴν πολιτείαν, ἐγκωμίοις ἐνθέοις τιμῶμεν, τὸν Χριστὸν ὑμνοῦντες, εἰς πάντας τοὺς αἰῶνας
Θεοτοκίον.
Ὁμοῦ ἐν πόθῳ, ἐπευφημοῦμεν τὴν Κόρην, ὡς γεννήσασαν κόσμου τὸν Κτίστην, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Διέσωσας ὦ ἄναξ, πίστιν Ὀρθοδόξων, ὁμολογῶν παῤῥησίᾳ, τὸ Πνεῦμα Θεόν, Ὃ μεγαλύνειν ἐν ὕμνοις, ἡμᾶς ἀξίωσον.
Ἠξίωται ὦ ἄναξ, τὸν Κτίστην θεᾶσθαι, καθικετεύει δὲ Τοῦτον, ὑπὲρ τῶν πιστῶς, ἐπιτελούντων τὴν μνήμην, αὐτοῦ ἐν ᾄσμασιν.
Μεγάλυνον ψυχή μου, τὸν ἄνακτα ὕμνοις, καὶ καθικέτευε Τοῦτον, πρεσβεύειν Χριστῷ, ὑπὲρ βροτῶν σωτηρίας, καὶ ἀνανήψεως.
Θεοτοκίον.
Οἱ Σὲ ὁμολογοῦντες, ἁγνὴν Θεοτόκον, καθικετεύομεν Κόρη, τοῦ δοῦναι ἡμῖν, τῶν ὀφλημάτων τὴν λύσιν, καὶ μέγα ἔλεος.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Τὸν ἄνακτα τιμήσωμεν, τὸν μέγαν Θεοδόσιον, τῆς ταπεινώσεως τύπον, ὑπακοῆς δὲ τὸν δείκτην, ἔλεγχον τῶν αἱρέσεων, πιστῶν τὸ ἀγαλλίαμα, πίστεως τὸ προπύργιον, καὶ τῆς Συνόδου τὸν στῦλον, τῆς Ἐκκλησίας προστάτην.
Θεοτοκίον.
Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ. Τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.
Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄναξ τὰ οὐράνια, ἐπιποθήσας ἐμφρόνως, τὸν Θεὸν ἠγάπησας, ἐκ καρδίας ἔνδοξε Θεοδόσιε· ταπεινῶς ἤνεγκας, Ἀμβροσίου θείου, ἐπιτίμιον σωτήριον, συντρίβων δάκρυσιν, ὥσπερ ὁ Δαυΐδ τὴν καρδίαν σου· παράδεισον κατέλαβες, καὶ ὑπερκοσμίως εὐφραίνῃ νῦν· ὅθεν ὑπὲρ πάντων, ἡμῶν τῶν δεομένων σου πιστῶς, τὸν Λυτρωτὴν καθικέτευε, ὡς πρέσβυς θεόδεκτος. (Δίς)
Δεῦτε Θεοδόσιον, Ὀρθοδοξίας προστάτην, ἐν ᾠδαῖς τιμήσωμεν, Ὀρθοδόξων σύλλογος ὁ φιλάγιος· οὗτος γὰρ ἅπασι, Θεὸν Πνεῦμα θεῖον, ὁμοούσιον καὶ σύνθρονον, Πατρί τε καὶ Υἱῷ, μίαν τε κηρύττει Θεότητα, Πατέρων τε τα δόγματα, καθελόντων πλάνην τρανοῖ καλῶς· ὅθεν εὐχαρίστως, βοήσωμεν αὐτῷ χαρμονικῶς· χαῖρε, ἀνάκτων τὸ κλέϊσμα, πιστῶν δὲ τὸ στήριγμα.
Πίστιν τὴν Ὀρθόδοξον, τὴν εἰς Τριάδα Ἁγίαν, σοφῶς διετράνωσε, θεοπνεύστοις δόγμασι Θεοδόσιος· φοβερὰν αἵρεσιν, τῶν πνευματομάχων, σὺν Πατράσι κατεκρήμνισε, καὶ ὄντως Κύριον, Πνεῦμα τὸ εὐθὲς διεκήρυξεν, ὡς ἕνα τῆς Θεότητος, ἴσον τῷ Πατρὶ καὶ Υἱῷ Αὐτοῦ· ὅθεν ἐπαξίως, εἰς δῶματα εἰσῆλθεν οὐρανοῦ, καὶ σὺν Ἀγγέλοις ἀγάλλεται, ὁ ἄναξ ὁ ἔνθεος.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε πιστοί, τοῦ τῆς Βασιλευούσης ἄνακτος Μεγάλου Θεοδοσίου, τὴν πανσεβάσμιον μνήμην, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς τιμήσωμεν. Οὗτος γάρ, ἐν τῇ Δευτέρᾳ Οἰκουμενικῇ Συνόδῳ, σὺν τοῖς θεοφόροις Πατράσι, τὸ περὶ τῆς Παναγίας Τριάδος, καὶ τῆς τοῦ Παναγίου Πνεύματος θεότητος δόγμα κατεκύρωσε, τοὺς δυσσεβεῖς πνευματομάχους καταισχύνας. Αὐτοῦ καὶ ἡμεῖς ταῖς λιταῖς, ἀπὸ πάσης αἱρέσεως καὶ πλάνης λυτρωθείημεν, καὶ τοῦ θείου ἐλέους ἀξιωθείημεν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, ἀνάκτων τὸν μέγαν, τὸ ἑδραίωμα ἀρετῆς, τὸν ἀξιωθέντα, γηΐνης βασιλείας, καὶ τῆς τρυφῆς τῆς θείας, τὸν Θεοδόσιον.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Θεοδόσιον, ἀνάκτων τὸ κλέος, περιχαρῶς ἐπευφημήσωμεν ὕμνοις, καὶ ἐγκωμίοις εἴπωμεν αὐτῷ εὐλαβῶς· στήριξον ταῖς ἱκεσίαις σου, ἀληθείας τῆς πίστεως, νίκας χορηγῶν ἡμῖν, κατὰ τῶν δυσσεβούντων, καὶ πρὸς ζωὴν τὴν ὄντως ἀληθῆ· πάντας ὁδήγει, καὶ φύλαττε Ἅγιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Θεοδόσιον τὸν μέγαν ἐπευφημῶ. Νικοδήμο(υ).
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Θαῤῥῶν ῷ τοῦ Πνεύματος φωτισμῷ, τολμῶ ἀνυμνῆσαι, Θεοδόσιον ἀρετῆς, ὑπόδειγμα μέγα βασιλέα, καὶ τῶν ἀνάκτων Θεοῦ ἐγκαλλώπισμα.
Ἐστέφθης ὡς ἄναξ παρὰ Θεοῦ, πληρώσαι τὸ ἔργον, Κωνσταντίνου θεοσεβοῦς· διὸ Ἐκκλησίαν Θεανθρώπου, αἱρετικῶν ἀπεκάθηρας ἔνδοξε.
Ὀφρῦν διαβόλου καταβαλών, τὴν τοῦ Ἀμβροσίου, ἐπιτίμησιν σωστικήν, ἐν πένθει καὶ δάκρυσιν ἐδέχθης, μετανοῶν ἀληθῶς Θεοδόσιε.
Θεοτοκίον.
Δεσποίνης πρεσβείαις νῦν ἐκζητῶ, πρὸ τὸν Θεὸν Λόγον, Ὃν ἐκύησεν ἐν γαστρί, ἐκ Πνεύματος θείου ἀνεκφράστως, ὑπὲρ ἡμῶν αἰτουμένων τὸ ἔλεος.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ὀρθοδόξων τὴν πίστιν, τῷ σῷ λαῷ ἔδωκας, μέγα βασιλεῦ καὶ καθεῖλες, πάντα τὰ εἴδωλα, καὶ τὰς αἱρέσεις κλεινέ, ὡς τοῦ Παντάνακτος ἄναξ, καὶ πιστῶν τὸ πρότυπον, ὦ Θεοδόσιε.
Σὺ ἀξίως ἐστέφθης, ὦ Θεοδόσιε ἔνδοξε, ἄναξ Ὀρθοδόξων τὸ τεῖχος, καὶ ἀρετῆς ὁδηγός, ὁ τῆς Συνόδου τρανῶς, τὰ τῶν Πατέρων κυρώσας, δόγματα σωτήρια, ἀμώμου πίστεως
Ἰσχυρῶς ἐτροπώσω, τοὺς ἀσεβεῖς ἔνθεε, καὶ τῶν ἀδυνάτων προστάτης, καὶ τοῦ λαοῦ σου φρουρός, ἀληθειῶν τε Χριστοῦ, ὦ Θεοδόσιε κήρυξ, καὶ πιστῶν γεγένησαι, ἄσειστον ἔρεισμα.
Θεοτοκίον.
Ὀφειλὰς Σῆς προνοίας, ἀδυνατῶ Δέσποινα, Σοὶ ἀποδιδόναι ὑμνεῖν τε, τὰ Σὰ θαυμάσια· διὸ προσάγω Σοι, ἐν ταπεινώσει καρδίας, πενιχρὰ ἐγκώμια, ἃ δέξαι ἄχραντε.
Κραταίωσον, ἐν ἀγωνίσμασι πάντας τοὺς Ὀρθοδόξους, ὅτι πέλεις ἄναξ Θεῷ ἱκέτης θερμότατος, ὡς κλέος ἀνάκτων καὶ Ἐκκλησίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πιστῶν ὁδηγέ, Χριστοῦ τὸ ἐκτύπωμα, λαοῦ σου πυρσέ, ὦ ἄναξ Θεοδόσιε, ἀνεδείχθης πάντιμε, ὀρθοδόξου πίστεως πρόμαχον· ἐν οὐρανοῖς δὲ Χριστῷ τῷ Θεῷ, πρεσβεύεις ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Νικητῇ Θεανθρώπῳ, πίστει ἀδιστάκτῳ κατηκολούθησας, ἐναθλῶν ἐν ἀγωνίσμασι, ἄναξ ἀρετῆς καὶ ταπεινώσεως.
Τὸν Τρισάγιον Κύριον, θεοφόρε ἄναξ σὺ καθικέτευε, τοῦ λυτρῶσαι τοὺς τιμῶντάς σε, ἐκ παντοίας πλάνης καὶ αἱρέσεως.
Οὐρανῶν τὰ Βασιλεία, ἄναξ Θεοδόσιε ἐπόθησας· διὸ Λόγῳ διηκόνησας, ἐνισχύων πίστιν τὴν Ὀρθοδόξον.
Θεοτοκίον.
Νέαν κτίσιν δεδώρησαι, τῷ βροτείῳ γένει Θεοχαρίτωτε, ὡς γεννήσασα τὸν Κύριον, καὶ Θεὸν τοῦ σύμπαντος πανάχραντε.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Μώμους τῆς ψυχῆς, τῇ σῇ χάριτι καθάρισον, ἵνα ὁρῶ ὦ ἄναξ τὸν Ἰησοῦν, κἀγὼ ὁ τάλας, ὁ σκότει καθεύδων πνεύματος.
Ἔδρασον στεῤῥῶς, ἐν Χριστῷ ἡμῶν τὸ φρόνημα, ταῖς σαῖς πρὸς Κύριον ὦ ἄναξ λιταῖς, ἵνα ἀξίως, τοῦ Λόγου πολιτευώμεθα.
Γύμνασον κἀμέ, πρὸς ἀγῶνας καὶ καθόπλισον, ἐξαποστέλλων τὴν χάριν σου κλεινέ, ἵνα τροπῶμαι, ἐχθρὸν δεινὸν καὶ παγκάκιστον.
Θεοτοκίον.
Ἄνασσα ζωῆς, θείοις νάμασι κατάρδευσον, τοὺς προσκυνοῦντας τὸν τόκον Σου ἁγνή, ὡς Ζωοδότην, καὶ Κύριον πάσης κτίσεως.
ᾨδὴ στ’. Τὴν δέησιν.
Νενίκηκε, τοῦ ἐχθροῦ τὰς φάλαγγας, καὶ ἐστέφθη ἐκ Θεοῦ μέγας ἄναξ, ἐν τῇ ζωῇ τῇ ἀγήρῳ καὶ θείᾳ, συνευφραινόμενος Λόγῳ παντάνακτι· αὐτοῦ λιταῖς πρὸς τὸν Χριστόν, οἱ βροτοὶ ἐκ φθορᾶς λυτρωθείημεν.
Ἑδραίωσον, τὴν ψυχήν μου ἔνδοξε, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου· ὅτι πιστῶς Θεοδόσιε κλίνω, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα· καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν σαῖς πρεσβείαις διάσωσον.
Παντοίων, ἐκ περιστάσεων σῶσον, τοὺς τιμῶντας Ἰησοῦν Βασιλέα· ὅτι δεινῶς, κινδυνεύομεν πάντες, ἐκ παγκακίστων ἐχθροῦ τοῦ ἀλάστορος· τῇ χάριτί σου καὶ ἡμᾶς, ἐκ παγίδων αὐτοῦ διαφύλαξον.
Θεοτοκίον.
Ὑπέραγνε, Ἐκκλησία τέρπεται, Σῶν θαυμάτων μελετῶσα τὸν πλοῦτον· ὅτι ἐν Σοί, ὁ Θεὸς ἐσαρκώθη, καὶ οἱ βροτοὶ δι’ Αὐτοῦ ἐλυτρώθημεν· ἀνῆλθες δὲ εἰς οὐρανούς, δευτερεῖα Τριάδος κατέχουσα.
Κραταίωσον, ἐν ἀγωνίσμασι πάντας τοὺς Ὀρθοδόξους, ὅτι πέλεις ἄναξ Θεῷ ἱκέτης θερμότατος, ὡς κλέος ἀνάκτων καὶ Ἐκκλησίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Θεοδόσιε πέλεις ἀνάκτων τὸ καύχημα, τῶν πιστῶν ὀρθοδόξων τὸ σεμνὸν ἐγκαλλώπισμα, ἀληθοῦς δὲ μετανοίας πρότυπον σοφέ· διὸ ἔλαβες ὡς ἀμοιβήν, τὴν Βασιλείαν τοῦ Θεοῦ, καὶ χαρὰν ἀνεκλάλητον· σκέπασον σαῖς πρεσβείαις, βελῶν τοῦ ἀντιδίκου, τοὺς ἀνυμνοῦντας εὐλαβῶς, τὴν πολιτείαν σου ἔνδοξε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὕψωσας ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.
Στ.: Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως.
Εὐαγγέλιον, τοῦ Μεγάλου Κωνσταντίνου.
Δόξα: Ταῖς τοῦ Θεοστέπτου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἄναξ τὰ οὐράνια, ἐπιποθήσας ἐμφρόνως, τὸν Θεὸν ἠγάπησας, ἐκ καρδίας ἔνδοξε Θεοδόσιε· ταπεινῶς ἤνεγκας, Ἀμβροσίου θείου, ἐπιτίμιον σωτήριον, συντρίβων δάκρυσιν, ὥσπερ ὁ Δαυΐδ τὴν καρδίαν σου· παράδεισον κατέλαβες, καὶ ὑπερκοσμίως εὐφραίνῃ νῦν· ὅθεν ὑπὲρ πάντων, ἡμῶν τῶν δεομένων σου πιστῶς, τὸν Λυτρωτὴν καθικέτευε, ὡς πρέσβυς θεόδεκτος.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Φυλάττειν ἐκζητοῦμεν, Θεοδόσιον μέγαν, ἐκλιπαροῦντες αὐτόν, τὸν κόσμον ἐκ πλάνης, λιταῖς αὐτοῦ καὶ σῶσαι, ἵνα χαίροντες ψάλλωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡ χάρις τοῦ Κυρίου, κατεκόσμησε πάσαις, ταῖς ἀρεταῖς σὴν ψυχήν, ὦ ἄναξ θεοφόρε, καὶ ἔψαλλες ἐνθέως, τὴν ᾠδὴν πρὸς τὸν Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Μὴ παύσῃ Θεὸν Λόγον, ὦ ἄναξ ἱκετεύειν, ἐν οὐρανοῖς ἐς ἀεί, ὑπὲρ τοῦ πιστοτάτου, λαοῦ τῆς Ἐκκλησίας, τοῦ βοῶντος ἐν χάριτι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὦ μόνη Θεοτόκε, ἐλευθέρωσον πάντας, ἐκ τῶν τοῦ πλάνου δεσμῶν, καὶ πύλη μετανοίας, ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’. Τὸν Βασιλέα.
Νενεκρωμένας, ἐκ τῶν παθῶν τὰς καρδίας, σαῖς πρεσβείαις ἀνάστησον ἄναξ, τοῦ ὑμνεῖν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἰσχύϊ Λόγου, ἐπικυροῖς ἀληθείας, τῆς Δευτέρας Συνόδου ὦ ἄναξ, ἀνυμνῶν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κλεινὲ καὶ μέγα, τὴν σὴν σεμνὴν πολιτείαν, ἐγκωμίοις ἐνθέοις τιμῶμεν, τὸν Χριστὸν ὑμνοῦντες, εἰς πάντας τοὺς αἰῶνας
Θεοτοκίον.
Ὁμοῦ ἐν πόθῳ, ἐπευφημοῦμεν τὴν Κόρην, ὡς γεννήσασαν κόσμου τὸν Κτίστην, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Διέσωσας ὦ ἄναξ, πίστιν Ὀρθοδόξων, ὁμολογῶν παῤῥησίᾳ, τὸ Πνεῦμα Θεόν, Ὃ μεγαλύνειν ἐν ὕμνοις, ἡμᾶς ἀξίωσον.
Ἠξίωται ὦ ἄναξ, τὸν Κτίστην θεᾶσθαι, καθικετεύει δὲ Τοῦτον, ὑπὲρ τῶν πιστῶς, ἐπιτελούντων τὴν μνήμην, αὐτοῦ ἐν ᾄσμασιν.
Μεγάλυνον ψυχή μου, τὸν ἄνακτα ὕμνοις, καὶ καθικέτευε Τοῦτον, πρεσβεύειν Χριστῷ, ὑπὲρ βροτῶν σωτηρίας, καὶ ἀνανήψεως.
Θεοτοκίον.
Οἱ Σὲ ὁμολογοῦντες, ἁγνὴν Θεοτόκον, καθικετεύομεν Κόρη, τοῦ δοῦναι ἡμῖν, τῶν ὀφλημάτων τὴν λύσιν, καὶ μέγα ἔλεος.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, ἀνάκτων τὸν μέγαν, τὸ ἑδραίωμα ἀρετῆς, τὸν ἀξιωθέντα, γηΐνης βασιλείας, καὶ τῆς τρυφῆς τῆς θείας, τὸν Θεοδόσιον.
Μέγαν Θεοδόσιον ἀδελφοί, πίστεως τὸν στῦλον, θεοδώρητον θησαυρόν, τῆς Βασιλευούσης, τὸν ἄνακτα καὶ κλέος, ἐν ὕμνοις ἐγκωμίων, λαμπρῶς τιμήσωμεν.
Χαίροις δυσσεβείας ὁ ὀλετήρ, καὶ Ὀρθοδοξίας, ὁ προστάτης καὶ στηριγμός, ἄναξ θεοφόρε, Τριάδος τῆς Ἁγίας, κατακυρώσας δόγμα, Πατέρων ἔνθεον.
Χαίροις Θεοδόσιε βασιλεῦ, μετανοίας τύπος, καὶ ἀνάκτων ὁ ὁδηγός, ταπεινοφροσύνης, ὁ κήρυξ καὶ εἰρήνης, Χριστοῦ τοῦ Βασιλέως, τὸ ἀφομοίωμα.
Ὕμνους ἐγκωμίους τῷ βασιλεῖ, προσείπωμεν πάντες, οἱ τιμῶντες πανευλαβῶς, μνήμην αὐτοῦ θείαν, καὶ βίον θεοφόρον, δι’ οὗ κατηξιώθη, μακαριότητος.
Δεῦτε Θεοδόσιον οἱ πιστοί, γεραίρομεν ὕμνοις, ταπεινώσεως ἀληθοῦς, καὶ τῆς μετανοίας, καὶ ἀρετῆς τὸν δείκτην, καὶ πάντων Ὀρθοδόξων, τὸ ἐγκαλλώπισμα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Θεοδόσιον σεπτόν, καὶ τῶν Ὀρθοδόξων τὸ κλέος, ἐν ἐγκωμίοις λαμπροῖς, πάντες στεφανώσωμεν, καὶ εὐφημήσωμεν· ὡς Χριστοῦ ἀφομοίωμα, δογμάτων τῶν θείων, στῦλον καὶ ἑδραίωμα, Πατέρων σύμμαχον· καὶ γὰρ οὐρανίῳ παστάδι, χαίρει σὺν Ἀγγέλοις ἀπαύστως, ἀνυμνῶν Χριστὸν τὸν ὑπεράγαθον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου