ΙΟΥΛΙΟΣ Ι΄.
ΑΘΑΝΑΣΙΟΣ ΟΣΙΟΣ ΠΕΝΤΑΣΧΟΙΝΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Μάκαρ Ἀθανάσιε, τοῦ Πεντασχοίνου ὡράϊσμα, Κύπρου ἔμπνουν θησαύρισμα, Κιτίου καλλώπισμα, καὶ τοῦ Θεοδώρου, τῆς Ἁγίου κώμης, ἐπόπτα θεῖε ἀρωγέ, καὶ ἀντιλῆπτορ θερμὲ δεήσεως, ἡμῶν ταχὺ ἐπάκουσον, καὶ ὡς δυνάμενος δώρησαι, ἄμφω πᾶσιν ὑγίειαν, τοῖς τιμῶσι τὴν μνήμην σου.
Πάμφωτον ἀμάρυγμα, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, θεαυγὲς Ἀθανάσιε, τιμῆς τῶν γονέων σου, φωταυγὲς λυχνία, καὶ τῆς συμπαθείας, πρὸς τοὺς μακρὰν καὶ τοὺς ἐγγύς, τηλαυγεστάτη λαμπὰς καταύγασον, σῶν ἱκετῶν διάνοιαν, τὴν ἐμπαθῆ καὶ διάνοιξον, τῆς ψυχῆς ἡμῶν ὄμματα, ἀγαπῆσαι τὸν Κύριον.
Ἔδωκας τοῖς πένησι, τῶν ἀγαθῶν τὸ περίσσευμα, τῆς πατρώας οἰκίας σου, καὶ ξένως ἑώρακας, σὺν τοῖς σοῖς γονεῦσι, Πεντασχοίνου κλέος, μὴ ἐλαττούμενον αὐτό, ἀλλὰ τῇ θείᾳ αὐξάνον χάριτι, θεόφρον Ἀθανάσιε, δοχεῖον Πνεύματος πάγχρυσον, καὶ θαυμάτων ἀστείρευτε, καὶ ἀείρυτε χείμαῤῥε.
Ξένως μετὰ θάνατον, θαυματουργὲ Ἀθανάσιε, ἐπὶ πλοίου ἱστάμενος, ὡράθης ἐν κλύδωνι, ὡς οἰακοστρόφος, ἀπλανὴς ἰθύνων, αὐτὸ πρὸς ὅρμον γαληνόν, καὶ τὸ σὸν θεῖον προφέρων ὄνομα, τῷ κυβερνήτῃ Ὅσιε, τοῦ πλοίου καὶ τὴν πατρίδα σου, ἀναφέρων Πεντάσχοινον, εὐθαλῶς τὸ βλαστῆσάν σε.
Δόξα. Ἦχος β΄.
Τὸν ἐν νεαρᾷ ἡλικίᾳ περατώσαντα καλῶς τὸν ἐπὶ γῆς ἀγῶνα, καὶ δραμόντα Χριστω ὑπαντῆσαι εἰς λειμῶνας ἀφθίτου μακαριότητος, Ἀθανάσιον τὸν Πεντασχοινίτην, ἐγκωμίων τοῖς ἄνθεσι στέψωμεν. Οὗτος γάρ, διακριθεὶς τῇ ἀγάπῃ πρὸς πάντας τοὺς ἐνδεεῖς καὶ πάσχοντας, καὶ ποιήσας ἑαυτὸν ἐργαστήριον καλῶν ἔργων, τὸν εὐσυμπάθητον μιμούμενος Κύριον, χάριν ἀφθόνως εἴληφε, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις θαυματουργέ, τοῦ Πεντασχοίνου γόνε, ὁ ἀθανάτου δόξης, μετέχων τῆς ἐν πόλῳ, τρισμάκαρ Ἀθανάσιε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ἅπας ὁ εὐσεβής, λαὸς σὺν τῶ οἰκείῳ, Κιτίου ποιμενάρχῃ, τὴν μνήμην σου γεραίρει, τὴν θείαν Ἀθανάσιε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔλαμψας ἐπὶ γῆς, ὡς τῆς διπλῆς ἀγάπης, πρὸς τὸν Θεὸν καὶ πέλας, διάκονος φωσφόρος, θεόφρον Ἀθανάσιε.
Δόξα. Τριαδικόν.
Χαῖρε, Τριὰς σεπτή, ἡ τὴν ἀθανασίαν, τῷ κόσμῳ δωρουμένη, σὺν τῷ Πατρὶ καὶ Λόγῳ, τῷ θείῳ Πνεῦμα Ἅγιον.
Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε Σῷ Υἱῷ, ἑνὶ τῷ τῆς Τριάδος, Κυρία Θεοτόκε, ὑπὲρ τῶν εὐφημούντων, Ἀθανασίου σκάμματα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Πεντασχοίνου τὴν δόξαν καὶ Κυπρίων τὸ σέμνωμα, ὕμνοις μελιχροῖς ἐγκωμίων, Ἀθανάσιον στέψωμεν· ἐκ βρέφους γὰρ ἀνέλαβε ζυγόν, Χριστοῦ τὸν ἐλαφρόν τε καὶ ἡδύν, καὶ πτωχοῖς καὶ δεομένοις, τὰ πρὸς τὴν χρείαν ἀφθόνως μετέδωκεν· ὅθεν θαυματουργὸς ἀναδειχθείς, πᾶσι βραβεύει ἴασιν, λύει τε μηχανὰς τοῦ δυσμενοῦς, Πνεύματος χάριτι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι
Πεντασχοίνου τὸ βλάστημα, τὸ περίβλεπτον μέλψωμεν, πάντες Ἀθανάσιον ἀνακράζοντες· Χαῖρε τῆς πίστεως ἔρεισμα, ἀγάπης ὑπόδειγμα, συμπαθείας λαμπηδών, καὶ φρονήσεως σέμνωμα, ἐν νεότητος, τῇ ἀκμῇ ὁ τελέσας τὸν ἀγῶνα, καὶ δεξάμενος βραβεῖα, ἀγήρω ἀϊδιότητος.
Τοῦ Θεοῦ τὰ ἐντάλματα, τὸν τηροῦντα τιμήσωμεν, τοὺς γονεῖς τιμῶντα αὐτοῦ καὶ σέβοντα, καὶ τὸν Θεὸν σὺν τοῖς ἔγγιστα, φιλοῦντα σεμνότατον, Ἀθανάσιον πιστοί, ὡς θαυμάτων ἀπέραντον, ὄντως πέλαγον, καὶ ξενίας προτύπωσιν τῆς θείας, ἣν ἡμεῖς ἀβραμιαίαν, οἱ χοϊκοὶ ὀνομάζομεν.
Κινδυνεῦον κατηύθυνας, μετὰ πότμον πλοιάριον, πρὸς λιμένα εὔδιον Ἀθανάσιε, οἰακοστρόφος ὡς ἄριστος, καὶ σὸν θεῖον ὄνομα, κυβερνήτῃ τῆς νηός, καὶ τὸν τόπον γεννήσεως, ὡμολόγησας, τῷ ζητήσαντι εἶτα σὲ ἐν κώμῃ, τῇ πατρώᾳ ἵνα νείμῃ, ὀφειλομένας σοι χάριτας.
Σὲ νεκρὸν προσεφώνησε, ὥσπερ ζῶντα θαυμάσιε, ὁ πατήρ σου Ὅσιε Ἀθανάσιε, ᾧ ἀπεκρίθης· γεννῆτόρ μου, ἐγώ εἰμι γίνωσκε, ὁ τὸ πλοῖον ἐκ βυθοῦ, διασώσας τῇ χάριτι, τοῦ Παντάνακτος, τοὺς πιστοὺς πάντας θέλοντος σωθῆναι, καὶ ἐλθεῖν εἰς ἀληθείας, σωτηριώδη ἐπίγνωσιν.
Ἀγαθὰ πλεονάζοντες, ἐν τῷ οἴκῳ διένειμας, τοῦ πατρός σου Ὅσιε Ἀθανάσιε, τοῖς ἐνδεέσιν καὶ πένησιν, οὓς χαίρων ἐξένιζες, καθ’ ἑκάστην θαυμαστέ, ἀλλ’ ἡ χάρις τοῦ Πνεύματος, τὰ ἐλλείποντα, δαψιλῶς αὐθωρεὶ ἀναπληροῦσα, ὑπὸ σοῦ δαπανηθέντα, καλῶς πτωχοῖς ἀνεπλήρωσε.
Δεῦτε πάντες τιμήσωμεν, εὐλαβῶς Ἀθανάσιον, τὸν Πεντασχοινίτην τὸν θαυματόβρυτον, τὸν σωφροσύνῃ σεμνότητι, ἀγάπῃ χρηστότητι, εὐσεβείᾳ καὶ εὐχῇ, τηλαυγῶς διαλάμψαντα, καὶ φωτίσαντα, ἐπαρχίας Κιτίου τὰς χορείας, εὐσεβῶς μεγαλυνόντων, αὐτοῦ τὰ ἔνθεα σκάμματα.
Δόξα. Ἦχος πλ. β΄.
Ἀνεπιλήπτου βίου τὴν λαμπρὰν μυροθήκην, καὶ θεοτερποῦς ἀγωγῆς τὸ τερπνὸν ὀσφράδιον, Ἀθανάσιον εὐφημήσωμεν ᾄσμασιν. Οὗτος γάρ, ἀκμὴν παριδὼν νεότητος, καὶ ταῖς χρείαις τοῦ πλησίον διακονήσας, τοῦ Χριστοῦ τὸ ὑπὲρ πᾶν ὄνομα ἔργοις ἐμεγάλυνε· διὸ καὶ ποταμὸς ὀφθεὶς θεόβρυτος θαυμάτων, εὐσεβέσι παρέχει τὰς σωτηρίους δόσεις, τοῖς πιστῶς τελοῦσιν αὐτοῦ τὸ μνημόσυνον.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. δ΄, 1-10)
Τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς. ψυχὴν πεινῶσαν μὴ λυπήσῃς καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ. καρδίαν παρωργισμένην μὴ προσταράξῃς καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου. ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ. ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμὸν καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε· καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν. προσφιλῇ συναγωγῇ σεαυτὸν ποίει καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου. κλῖνον πτωχῷ τὸ οὖς σου καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι. ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε. γίνου ὀρφανοῖς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν· καὶ ἔσῃ ὡς υἱὸς Ὑψίστου, καὶ ἀγαπήσει σε μᾶλλον ἢ μήτηρ σου.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. γ΄, 1-9)
Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε· ὁ γὰρ Κύριος ἐδόξασε πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ᾿ υἱοῖς. ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας, καὶ ὡς ὁ ἀποθησαυρίζων, ὁ δοξάζων μητέρα αὐτοῦ. ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων, καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων Κυρίου ἀναπαύσει μητέρα αὐτοῦ· καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν. ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ᾿ αὐτοῦ· εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου εν Κυρίῳ, Πεντάσχοινον τοῦ Κιτίου, καὶ τέρπου χωρίον Ἁγίου Θεοδώρου, Ἀθανάσιον τὸν θαυμαστόν, ὡς θησαυρὸν θεόσδοτον, καὶ προστάτην κατέχον καὶ ἔφορον. Οὗτος γάρ, ἐνθάδε διέλαμψε, καὶ κατοικητήριον ὀφθεὶς τῆς χάριτος, πάντας ἐφώτισε τῇ διαυγῇ αὐτοῦ πολιτείᾳ, καὶ θαυμάτων τοῖς πυρσεύμασιν. Αὐτὸν οὖν μεγαλοφώνως γεραίροντες, χοροὶ χριστωνύμων, καὶ τοὺς τῆς εὐσεβείας ἀγῶνας μεγαλύνοντες, Χριστὸν δοξάζομεν, τὸν ἐν βίῳ καὶ μετὰ πότμον αὐτὸν θαύμασι δοξάσαντα.
Ἦχος β΄.
Παιδιόθεν ἀγαπήσας τὸν Κύριον, κοσμικὴν ὑπερεῖδες ματαιότητα, καὶ ξενιστὴς ἱλαρώτατος πενήτων ὤφθης Ἀθανάσιε· ὅθεν ὡς τυχὼν τῆς ἐφέσεως, πολλῶν ἀγαθῶν ἐπλήσθης μὴ ἐλλαττουμένων, ἐκ τῆς ἄνωθεν χορηγίας. Εὐφράνας οὖν τὴν Ἐκκλησίαν πολλοῖς σου χαρίσμασι, καὶ θαυμάτων ἀπείρων ταῖς ἀκτῖσι, φωταγωγεῖς τοὺς τιμῶντας τὴν ὑπέρτιμον μνήμην σου.
Ἦχος γ΄.
Ἡγιασμένε Ἀθανάσιε, Πεντασχοίνου θησαύρισμα, καὶ Ἁγίου Θεοδώρου τῆς περιλάμπρου κώμης δόξα καὶ στήριγμα, ὁ τὸν Θεὸν δοξάσας ἀκραιφνεῖ βιοτῇ σου, καὶ παρ’ Αὐτοῦ δωρεὰν κομισάμενος τῶν θαυμάτων τὴν χάριν, μὴ παύσῃ φυλάττων ἀσινεῖς πάσης ὀργῆς τοὺς τιμῶντάς σε. Τὴν δὲ νῆσον τῆς Κύπρου τὴν καυχωμένη τῇ σῇ ἀοράτῳ ἐπιστασίᾳ, καρποφόρον ἄμπελον τῆς ἀρετῆς ἀνάδειξον, ἐκ τῶν ἐκγόνων τῆς Ἄγαρ δολίας ἐπιβουλῆς διάσωσον, καὶ πρὸς αἴνεσιν ἀσίγητον ἴθυνον τοῦ ὀνόματος, τοῦ σὲ ἀξίως δοξάσαντος Ζωοδότου Κυρίου.
Δόξα. Ἦχος δ΄.
Ἡ ῤομφαία τῆς χάριτος τοῦ Θεοῦ, τὴν σὴν μυτρυιὰν ἀπεστόμωσε, φάσκουσάν σε κακῶς διασκορπίσαι, τὰ πλεονάσματα ἐν ταῖς ἀποθήκαις ἀγαθὰ τοῦ Πατρός σου, Πεντασχοινῖτα Ἀθανάσιε· ἐθαύμασε δὲ ὁ σὸς γεννήτωρ, καὶ οἱ σὺν αὐτῷ ἰδόντες ξένως τὰς ἀποθήκας πλήρεις, καὶ τοὺς πτωχοὺς ὁμολογοῦντας, τὴν σὴν πρὸς αὐτοὺς ἄμετρον συμπάθειαν, ἣν καὶ ἡμεῖν δεῖξον νῦν πρεσβείαις σου πρὸς Κύριον.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, φιλοξενίας λαμπάς, τοῦ Παρακλήτου φωτοφόρον ἀμάρυγμα, ἀγάπης Θεοῦ πυξίον, γονέων τοῦ σεβασμοῦ, καὶ τιμῆς δοχεῖον πολυτίμητον, σεπτὲ Ἀθανάσιε, Πεντασχοίνου ὡράϊσμα, ὁσίου βίου, ὑποφῆτα θεόληπτε, καὶ συνέσες παναρμόνιον ὄργανον· σκήνωμα εὐπρεπέστατον, ἠθῶν καθαρότητος, τῆς συμπαθείας πρὸς πέλας, καὶ ἐγκρατείας κειμήλιον, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Ὤφθης, τῷ κυβερνήτῳ νεώς, κινδυνευούσης καὶ βαστάσας τοὺς οἴακας, αὐτῆς στιβαραῖς χερσί σου, ἴθυνας πρὸς γαληνόν, ταύτην ὅρμον Πάτερ Ἀθανάσιε· σὸν δὲ ἀπεκάλυψας, πανσεβάσμιον ὄνομα, καὶ σὴν πατρίδα, κυβερνήτῃ τῷ σπεύσαντι, χαριστήριον, σοὶ προσάξαι μελώδημα, εἰς κώμην σου, Πεντάσχοινον εἰς ἥν, ὢ τοῦ θαύματος, φωνῇ πατρός σου ἐκ τάφου, πρὸς τῶν χαρίτων σου πίστωσιν, σαφῶς ἀπεκρίθης, ὅτι ἦσθα ναῦν ὁ σώσας, τὴν κινδυνεύουσαν.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ἐκ βρέφους ὁ διδαχθείς, ἐπιλανθάνεσθαι μηδόλως πρὸς πένητας, ξενίας καὶ τοὺς πλησίον, ὡς σεαυτὸν ἀγαπᾶν, Πεντασχοίνου κλέος Ἀθανάσιε· τὴν σὴν γὰρ χρηστότητα, θέλων δεῖξαι ὁ Κύριος, τῇ μητρυιᾷ σου, καὶ Αὐτοῦ εὐαρέσκειαν, πρὸς σαῖς πράξεσιν, ἀνεπλήρου ἑκάστοτε, πάντα τὰ δαπανώμενα, πενήτων πρὸς σίτισιν, ὑπὸ σοῦ Πάτερ πλουσίως, σημειοφόρε θειότατε· διό σου τὴν μνήμην, οἱ πιστοὶ ἀνευφημοῦντες, σὲ μεγαλύνομεν.
Δόξα. Ἦχο πλ. δ΄.
Τις ἀξίως ὑμνήσῃ τὸν εὐσυμπάθητον βίον, καὶ τὰ ὑπερφυῆ θαύματα, σημειοφόρε Πάτερ ἡμῶν Ἀθανάσιε· ὡς γὰρ ἄγγελος ἐν Πεντασχοίνῳ ἐπολιτεύσω, καὶ ὑψόθεν δεδόξασαι τῇ ἀφθόνῳ χορηγίᾳ, τοῦ Παρακλήτου Πνεύματος· ἵλεων οὖν ἀπέργασαι ἡμῖν τὸν ἐλεήμονα Κύριον, ὁ καὶ μετὰ πότμον ὡς ζῶν τὸ πλοῖον διασώσας ἐκ τοῦ κλύδωνος.
Καὶ νῦν. Θεοτοκίον.
Πρέσβευε Σῷ Υἱῷ, ἑνὶ τῷ τῆς Τριάδος, Κυρία Θεοτόκε, ὑπὲρ τῶν εὐφημούντων, Ἀθανασίου σκάμματα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Πεντασχοίνου τὴν δόξαν καὶ Κυπρίων τὸ σέμνωμα, ὕμνοις μελιχροῖς ἐγκωμίων, Ἀθανάσιον στέψωμεν· ἐκ βρέφους γὰρ ἀνέλαβε ζυγόν, Χριστοῦ τὸν ἐλαφρόν τε καὶ ἡδύν, καὶ πτωχοῖς καὶ δεομένοις, τὰ πρὸς τὴν χρείαν ἀφθόνως μετέδωκεν· ὅθεν θαυματουργὸς ἀναδειχθείς, πᾶσι βραβεύει ἴασιν, λύει τε μηχανὰς τοῦ δυσμενοῦς, Πνεύματος χάριτι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀείφωτος ἀστήρ, τῆς Χριστοῦ Ἐκκλησίας, ἐφάνης βιοτῆς, ἐναρέτου σου τρόποις, καὶ θαύμασι περίδοξε, Ἀθανάσιε· ὅθεν σου, πάντες σήμερον, τὴν πολυσέβαστον μνήμην, ἑορτάζοντες, ὡς Πεντασχοίνου τιμῶμεν, σὲ κλέος καὶ καύχημα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μεσσίαν Ἰησοῦν, τῆς Τριάδος τὸν Ἕνα, τεκοῦσα ἐν σαρκί, Θεοτόκε ἀφράστως, τὸ θαύμασι δοξάσαντα, τὸν σεπτὸν Ἀθανάσιον, καθικέτευε, ἀνάγκης πάσης καὶ βλάβης, τάχος ῥύεσθαι, καὶ Σὲ εἰς πάντα αἰῶνας, τρανῶς μεγαλύνοντα.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ξενίζων τοὺς πένητας καὶ διατρέφων πτωχούς, ἐν χρόνοις νεότητος τῆς σῆς Χριστῷ ἀληθῶς, σοφὲ εὐηρέστησας· ὅθεν ἐν πόλῳ δόξης, ἠξιώθης ξενίας, Δεσποτικῆς τρισμάκαρ, Ἀθανάσιε πᾶσι, συγχαίρων τοῖς Ἀγγέλων χοροῖς, Πάτερ φιλάνθρωπε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πανάμωμε Δέσποινα ἡ τὸν Θεὸν τοῦ παντός, τεκοῦσα ἐλύτρωσας τοῦ αἰωνίου πυρός, πᾶν βρότειον φύραμα, καὶ πρὸς λειμῶνας θείους, ἀναψύξεως Μῆτερ, εἵλκυσας τοὺς τιμῶντας, Σὸν ὑπέρτιμον Τόκον, ἑνώσαντα τῷ πάθει Αὐτοῦ, γῆν καὶ οὐράνια.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Λαμπρὸν νεότητος, σεμνῆς ἀρχέτυπον, τὸν δαπανήσαντα χρόνον τὸν βρότειον, αὐτοῦ συμφώνως τοῦ Χριστοῦ θελήματι τῷ ἁγίῳ, δεῦτε Ἀθανάσιον, Πεντασχοίνου τὸ καύχημα, ὕμνοις εὐφημήσωμεν, ὡς ξενίας ἀπαύγασμα, καὶ ἄκρας συμπαθείας λαμπάδα, βίου πρὸς πάντας ποντουμένους.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπίς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’΄ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Ἐκφάνσεσι σῆς ἀγάπης ἀποβαλὼν φθορᾶς τὸ ἱμάτιον, τῆς ἀθανασίας ἠμφιέσω τὴν εὐπρέπειαν, Πεντασχονῖτα Ἀθανάσιε· ὅθεν χαριτωθεὶς θεόθεν, καὶ ξένως ἐκ τοῦ τάφου ἀποκριθεὶς τῇ ἐρωτήσει τοῦ σοῦ γεννήτορος, αἴτει ἡμῖν φωτισμὸν καὶ θεῖον ἔλεος.
Εἶτα, ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἀθανάσιον, Πεντασχοίνου μέλπω εὖχος. Χ.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀθανασίας τὸν σεπτὸν ἐπώνυμον, Λόγε Θεοῦ καὶ Θεέ, ἄνοιξόν μου χείλη, μέλψαι ὕμνοις πρέπουσιν, ὡς Πεντασχοίνου σέμνωμα, καὶ ἀγάπης πρὸς πάντας, χειμαζομένους καὶ κάμνοντας, λύχνον πάσῃ κτίσει τὸν φαίνοντα.
Θαυματοβρυτὰ ποταμὲ καὶ χείμαῤῥε, παντοδαπῶν δωρεῶν, ὁ ἐν ἡλικίᾳ, νεαρᾷ τὸν πρόσκαιρον, τελέσας βίον Ὅσιε, Ἀθανάσιε μάκαρ, καλῶς ὑπόδειγμα γέγονας, τῆς Θεὸν ζητούσης νεότητος.
Ἀρετηφόρε Πάτερ Ἀθανάσιε, Πεντασχοινῖτα σεπτέ, τῆς φιλοξενίας, πρὸς τοὺς συνανθρώπους σου, μὴ ἐπιλανθανόμενος, ἐν Ἐδὲμ ξενισθῆναι, ὑπὸ Θεοῦ κατηξίωσαι, τοῦ Δεσπότου πάσης ταῆς κτίσεως.
Θεοτοκίον.
Ναμάτων θείων ζωοδόχων Δέσποινα, ἀείρους ὄντως πηγή, βλύσον τῇ ψυχῇ μου, ὕδωρ τὸ ἁλλόμενον, εἰς τὴν ζωὴν τὴν ἄφθιτον, ἵνα ἄνθρακας σβέσω, τῆς χαμερποῦς ἁμαρτίας μου, καὶ τῆς χαμαιζήλου πορείας μου.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἀθανασίας ποθεινῆς, φερωνυμοῦντα ἐκθύμως, Πεντασχοίνου Ἀθανάσιον πάντες, ὑμνῳδίαις μυστικαῖς, τιμήσωμεν κραυγάζοντες· σημειοφόρε Πάτερ, πιστοὺς νοσοῦντας ἐπίσκεψαι.
Σαρκὸς μαράνας τὰς ὀρμάς, δι’ ἀρετῆς τὰς ἀφθάρτους, ἐκομίσω δωρεὰς θεομάκαρ, τῶν Ἀγγέλων μιμητά· διό σε Ἀθανάσιε, Ἀγγέλων τῆς εὐκλείας, ὁ Ἰησοῦς κατηξίωσεν.
Ἰσχὺν λαβὼν παρὰ Θεοῦ, ἐν τῆς νεότητος ὥρᾳ, Ἀθανάσιε ξενίας ἐδείθης, ψυχοτρόφων ἀκρεμών, καὶ πλοῦτον δαπανήσας σου, βροτοῖς ἐμπεριστάτοις, πλοῦτον συνέλεξας ἄφθιτον.
Θεοτοκίον.
Ὄρος ἐδείχθης νοητόν, ὡς ὁ Προφήτης προεῖπεν, καὶ κατάσκιον πολλοῖς θαυμασίοις, Μῆτερ ἄφθορε Χριστοῦ· ἐκ τῶν ἁγνῶν αἱμάτων Σου, ὁ Σωτὴρ γὰρ ἐτέχθη ἡμῶν, Θεάνθρωπος Κύριος.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Δεῦτε μέλψωμεν, ἀθανασίας, τὸν φερώνυμον, καὶ τῆς ξενίας, πρὸς τοὺς πέλας μὴ ἐπιλανθανόμενον, Πεντασχοινίτην κλεινὸν Ἀθανάσιον, τὸν ἐν βραχεῖ βίῳ μῆκος ἀνύσαντα, μέγα πίστεως, ἀγάπης καὶ ἀγαθότητος, αὐτοῦ ταῖς ἱκεσίας ἐξαιτούμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεοδόξαστε, Παρθενομῆτορ, ἱκετεύω Σε, κλίνων τὸ γόνυ, τῆς ψυχῆς μου καὶ τοῦ σώματος· πτέρωσον, ψυχὴν ἐμοῦ τὴν πεσοῦσαν τοῖς πάθεσι, φόβῳ Υἱῷ τοῦ σεπτοῦ Σου πρὸς φίλεργον, βίον Δέσποινα, χαρά μου καὶ ἀγαλλίαμα, καὶ σκέπη μου ἐν πάσαις περιστάσεσιν.
ᾨδὴ δ’. Σύ μου ἰσχύς, Κύριε.
Νόμου Θεοῦ, τὸν τηρητὴν ἐν νεότητι, καὶ πενήτων, τροφοδότην μέλψωμεν, νῦν Ἀθανάσιον εὐλαβῶς, γόνον Πεντασχοίνου, καὶ νήσου Κύπρου θησαύρισμα, ὡς ἄγαλμα ὡραῖον, νεολαίας ποθούσης, τοῦ Κυρίου τηρεῖν τὰ ἐντάλματα.
Πρὸ νοητά, τῆς ἀρετῆς ὄρη Ὅσιε, ὕψωσάς σου, νοῦν τὸν καθαρώτατον, οἷα ὑπόπτερος ἀετός, πάντων χαμαιζήλων, ὀφθεὶς τῷ ὄντι ὑπέρτερος· διὸ καὶ ἠξιώθης, Ἀθανάσιε μάκαρ, κοινωνῆσαι ἀλήκτου φαιδρότητος.
Ἐν τῷ φωτί, τῶν ἀρετῶν πορευόμενος, τοῦ ἀστέκτου, φέγγους κατηξίωσαι, τοῦ ἐν σκηνώμασι θεϊκοῖς, Πάτερ ἀπολαῦσαι, ὃ καὶ πρεσβεύεις θεάσασθαι, τοὺς σὲ ὑμνολογοῦντας, Ἀθανάσιε θεῖε, μετὰ πότμον θεόσοφε Ἅγιε.
Θεοτοκίον.
Νῦν ἀγαθή, Θεοκυῆτορ Παντάνασσα, γεγηθότες, οἱ πιστοὶ ἀνυμνοῦμέν Σε, καὶ δυσωποῦμέν Σε ταπεινῶς· σκέπε οὐρανόθεν, τῶν χριστωνύμων τὸν σύλλογον, τὸν μεγαλύνοντά Σε, καὶ προσφεύγοντα πίστει, ἀρωγῇ τῇ θερμῇ καὶ ταχείᾳ Σου.
ᾨδὴ ε’. Ἵνα τι με ἀπώσω.
Τῶν θαυμάτων δοχεῖον, Πάτερ Ἀθανάσιε Πνεύματος σκήνωμα, ἦλθες βοηθῆσαι, κινδυνεύοντι πλοίῳ ἐν κλύδωνι, ὅπερ ὁδηγήσας, πρὸς ἀκλυδώνιστον λιμένα, σὴν πρὸς πάντας συμπάθειαν ἔδειξας.
Ἄνθος φιλοξενίας, ὤφθης Ἀθανάσιε πάντιμε ἥδιστον, ἐν τῷ Πεντασχοίνῳ, ἐξανθῆσαν καὶ πάντας τοὺς πένητας, τὸ εὐωδιάσαν, ὀδμαῖς σεπταῖς τῆς σῆς προνοίας, καὶ ἀγάπης ἀφάτου πανεύφημε.
Σωφροσύνης ἀγγεῖον, ὤφθης ἐκ νεότητος χρόνοις σου Ὅσιε, καὶ χρηστοηθείας, φωταυγὲς καὶ φωσφόρον ἀμάρυγμα· ὅθεν νεολαίας, τῆς χριστωνύμου σὺ ὑπάρχεις, Ἀθανάσιε τύπος πρὸς μίμησιν.
Θεοτοκίον.
Χαριτόβρυτε Μῆτερ, κτίσεως ἡ τέξασα τὸν Παντάνακτα, τὸν τῆς ἁμαρτίας, ἀφαιροῦντα δι’ ἄφατον ἔλεος, γένους τῶν μερόπων· δεῖξόν μοι τρίβον ἀληθείας, πρὸς ζωὴν τὴν ἀγήρω ἀπάγουσαν.
ᾨδὴ στ’. Ἱλάσθητί μοι Σωτήρ.
Ὁλόφωτος ὡς ἀστήρ, ἐν Πεντασχοίνῳ ἀνέτειλας, καὶ ἀρετῆς σου βολαῖς, σεμνὲ Ἀθανάσιε, ἐφώτισας ἅπαντας, τοὺς μετὰ σὸν πότμον, κατιδόντας τὰ σὰ θαύματα.
Ἰάσεις παντοδαπάς, παρέχεις ὄντως ἑκάστοτε, τοῖς σὲ τιμῶσι φαιδρῶς, ἀεὶ Ἀθανάσιε, ὡς ζῶν ἐκ τοῦ τάφου σου, ὁ προσομιλήσας, τῷ παντίμῳ σου γεννήτορι.
Νεκρώσας σῇ προσευχῇ, συντόνῳ πάντα σκιρτήματα, ἐν ἡλικίᾳ ἀκμῇ, σαρκὸς Ἀθανάσιε, δοχεῖον πολύτιμον, ὤφθης Παρακλήτου, δαψιλῶς σε χαριτώσαντος.
Θεοτοκίον.
Ὀλέθρια καὶ δεινά, Δέσποινα πάθη κατάπαυσον, τοῦ δούλου τοῦ Σοῦ θερμῶς, σεμνὴ παρακλήσεσιν, ὁ τάλας κραυγάζω Σοι, τοῦ Ἀθανασίου, Σῷ Υἱῷ εὐαρεστήσαντος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς ἐναρέτου πολιτείας καταγώγιον, φιλοξενίας θεαρέστου στηλογράφημα, καὶ θαυμάτων ξένων πάντερπνον μυροθήκην, εὐκλεῆ Πεντασχοινίτην Ἀθανάσιον, εὐφημήσωμεν νεότητος τὸ ἔκτυπον, πόθῳ κράζοντες· Χαίροις, σκῆνος τῆς χάριτος.
Ὁ Οἶκος.
Ἄγγελος ἐν τοῖς τρόποις, συμπαθείας πρὸς πάντας, ἐπώφθης Ἀθανάσιε μάκαρ, Πεντασχοίνου βλαστὲ εὐθαλές, καὶ τῆς νήσου Κύπρου ἱερὸν σέμνωμα· διό σε μακαρίζομεν, κραυγάζοντες φωναῖς αἰσίαις·
Χαῖρε, ὁ ἄνθραξ πυρὸς ξενίας·
χαῖρε, ὁ δόναξ τῆς εὐποιΐας.
Χαῖρε, διασώσας ἐκ δίνης πλοιάριον·
χαῖρε, ὁ ποθήσας πατρίδα οὐράνιον.
Χαῖρε, ὅτι διεσκόρπισας ἀγαθὰ τὰ σὰ πτωχοῖς·
χαῖρε, ὅτι κατηγλάϊσας θαύμασί σου εὐσεβεῖς.
Χαῖρε, ὁ ἐκ τοῦ τάφου ὥσπερ ζῶν ὁμιλήσας·
χαῖρε, ἐχθροῦ τοῦ πλάνου τὴν ἰσχὺν θριαμβεύσας.
Χαῖρε, δι’ ὃν Πεντάσχοινον γάνυται·
χαῖρε, δι’ ὃν τὸ Κίτιον χαίρεται.
Χαῖρε, Χριστοῦ καθορῶν τὰς ἐλλάμψεις·
χαῖρε, λαοῦ ἐκπληρῶν τὰς αἰτήσεις.
Χαίροις, σκῆνος τῆς χάριτος.
Συναξάριον.
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου τοῦ Πεντασχοινίτου, τοῦ ἐν Κύπρῳ.
Ὁ πτωχοὺς ξενίσας πλουσίως ἐξενίσθη,
Ἀθανάσιος θείος, ἐν πόλῳ δόξης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας μαρτυρησάντων.
Παρεμβολὴ τίς εὑρέθη Θεῷ νέα,
Τόλμη παρεμβάλλουσα καὶ πυρὸς μέσον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βιάνορος καὶ Σιλουανοῦ.
Οὐκ ἠδυνήθη σὴν ἑλεῖν στεῤῥὰν φύσιν,
Μάρτυς Βιάνωρ, οὐδὲ τοῦ ξίφους βία.
Ὤφθη παταχθεὶς Σιλουανὸς τῷ ξίφει,
ἄλλος
Σιλωὰμ ἐξιώμενος πάθη
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀπολλωνίου, τοῦ ἐκ Σάρδεων.
Ἀπολλωνίῳ σταυρὸς ἡ τιμωρία,
εἰπεῖν
δ’ ἀληθῶς, σταυρὸς ἡ σωτηρία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μυρίων Πατέρων, τῶν ἐν σπηλαίοις καὶ σκήταις κατοικούντων, οὓς διὰ πυρὸς θανάτῳ βιαίῳ παρέδωκε Θεόφιλος ὁ Ἐπίσκοπος Ἀλεξανδρείας, διὰ Ἰσίδωρον τὸν Πρεσβύτερον.
Ἔκτεινεν εἰς σπήλαια πῦρ τοὺς μυρίους,
Σπήλαιον οἰκήσαντος οἰκέτας Λόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Παρθενίου καὶ Εὐμενίου, τῶν ἐν Γορτύνῃ Κρήτης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἀμαλίας (Ἀμαλδέργη) τῆς ἐν Βελγίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τιθόη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γεωργίου, ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ ἐπονομαζομένου Γλυκέος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Ῥώσσου, τοῦ Ἐσφιγμενίτου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Γρηγορίου ἐπισκόπου Ἄσσου, ἐν Γέρᾳ Λέσβου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων
Ὕμνοις εὐήχοις σὲ τιμῶμεν, Ἀθανάσιε σεπτὲ Πεντασχοινῖτα, ἀγαθὰ σοῦ πατρός, καλῶς ὁ διανείμας, ἐμπεριστάτοις κάμνουσι, καὶ τροφίμων στερουμένοις.
Μέγας διάκονος ἐπώφθης, τῆς ἀγάπης τοῦ Θεοῦ καὶ τοῦ πλησίον, καὶ σεμνὸς ξενιστής, τῶν ἐν ταῖς χρείαις ὄντων, παμμάκαρ Ἀθανάσιε· ὅθεν πόθῳ σε τιμῶμεν.
Ἔσπευσας πλοίῳ βοηθῆσαι, κινδυνεύοντα ἐν δίνῃ θαλασσίᾳ, καὶ βαστάσας αὐτοῦ, τοὺς οἴακας πρὸς ὅρμον, κατηύθυνας ἀχείμαστον, Ἀθανάσιε θεόφρον.
Θεοτοκίον.
Λάμψον μοι φῶς Θεοκυῆτορ, τὸ ἀπρόσιτον Υἱοῦ Σου τοῦ πανσέπτου, καὶ ζοφώδη ἀχλύν, ἐκδίωξον παθῶν μου, ἵνα ὑμνῶ Σε Δέσποινα, ἀσιγήτως εἰς αἰῶνας.
ᾨδὴ η’. Ἑπταπλασίως κάμινον.
Πνευματοφόρε Ὅσιε, παριδὼν σὴν νεότητα, καὶ τοῦ σοῦ πατρὸς οὐσίαν καὶ αὐτάρκειαν, ἀγάπης πρὸς τὰ ἔγγιστα, ἐδείχθης Ἀθανάσιε, τύπος καὶ κανών, καὶ στηλογράφημα θεῖον, βοῶν ἀδιαλείπτως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὡς θώρακα τοῦ Πνεύματος, ἐνδυσάμενος Ὅσιε, χάριν πρὸς ἀγῶνας, θείους προσεχώρησας σοφῶς Ἀθανάσιε, καὶ πτερνιστοῦ ὑπέμεινας, πάντας πειρασμούς, ἐν κατανύξει κραυγάζων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἐπιφανῶς διέπρεψας, ἱερὲ Ἀθανάσιε, ἐν τῷ Πεντασχοίνῳ, ἀρετῆς λαμπρότητι, καὶ τύπος γεγένησαι, καὶ ὁδηγὸς πρὸς θέωσιν, νέων εὐλαβῶν, ἀναβοώντων ἐν πίστει· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὑπερφυῶς κυήσασα, τὸν Σωτῆρα Κύριον, τὸν ἐν τοῖς Πατρώοις κόλποις ἐνυπάρχοντα, Υἱὸν τὸν συνάναρχον, τὸν σὺν Πατρὶ καὶ Πνεύματι, σώζονται φθορᾶς, ἐκ τοῦ θανάτου τοὺς πίστει, πανάχραντε βοῶντας· τῶν ἀνθρώπων τοῦ γένους, ὑπάρχεις Θεοτόκε, καταφυγὴ καὶ ῥῦστις.
ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Χαρίτων μυροθήκη ἡδυτερπής, ἐποφθεὶς ἱερὲ Ἀθανάσιε, νέων χορούς, πάντας εὐωδίᾳ τοῦ Ἰησοῦ, εὐφραίνεις καὶ πρὸς μίμησιν, πόνων σου προτρέπεις τῶν θαυμαστῶν· δι’ ὧν κατηξιώθης, χαρᾶς τῆς τῶν Ἀγγέλων, ἐν οὐρανῶν κατασκηνώσεσι.
Οὐράνιον ἀπόλαυσιν εἰληφώς, ἐκ Θεοῦ κραταιὲ Ἀθανάσιε, καὶ τῆς ζωῆς, νῦν τῆς ἀϊδίου κατατρυφῶν, Κυπρίους τοὺς τιμῶντάς σε, ἄρχοντας καὶ πάντα πιστὸν λαόν, Κιτίου ἐξαιρέτως, τοὺς εὐσεβεῖς δὲ σκέπε, καὶ τῆς χαρᾶς Χριστοῦ ἀξίωσον.
Σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς, διανύσας τὸν σὸν βραχυχρόνιον, ἐπὶ τῆς γῆς, βίον Ἀθανάσιε πρὸς νομάς, τὰς οὐρανίους ἔδραμες, ἵνα σὺν Ἀγγέλοις δοξολογῇς, ἀπαύστως τὸν Σωτῆρα, καὶ Λυτρωτὴν τοῦ κόσμου, σωθῆναι ἅπαντας τὸν θέλοντα.
Θεοτοκίον.
Χρυσόφωτε λυχνία καὶ παμφαές, παρθενίας ἁγνὴ Θεονύμφευτε, Μῆτερ Θεοῦ, σκέδασον τὸν ζόφον ἡμῶν παθῶν, καὶ πρὸς παμφώτους ἴθυνον, δόμους Βασιλείας τῶν οὐρανῶν, τοὺς μεγαλύνοντάς Σε, καὶ τὸν σεπτὸν Υἱόν Σου, δοξολογοῦντας ὕμνοις πρέπουσι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ Πεντασχοίνου καύχημα, Κιτίου ἐγκαλλώπισμα, καὶ Θεοδώρου Ἁγίου, τῆς θεοσώστου νῦν κώμης, προστάτης ἀναδέδειξαι, τρισμάκαρ Ἀθανάσιε, φιλοξενίας ὄργανον, καὶ τῆς ἀγάπης πυξίον, πρὸς τὸν Θεὸν καὶ τοὺς πέλας.
Θεοτοκίον.
Τὴν εὐλογίαν βλύζουσαν, πηγὴν ὡς ἀκεσώδυνον, ταῖς φιλεόρτων χορείαις, Θεογεννήτριαν πάντες, εὐσχήμως μακαρίσωμεν, καὶ πόθῳ ἐκβοήσωμεν· ἐκ τῶν δεινῶν ἀπάλλαξον, τῶν καθ’ ἡμέραν Παρθένε, τοὺς Σοὶ προσφεύγοντας πίστει.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Πεντασχοίνου Ὁσίου τὴν μνήμην σήμερον, σοφοῦ Ἀθανασίου, ἑορτάσωμεν πόθῳ· βιώσας γὰρ ἀμέμπτως ἐν ἀρεταῖς, τῷ Χριστῷ εὐηρέστησε, καὶ τύπος γέγονε πάσης ὁ θαυμαστός, τῆς νεότητος πρὸς μίμησιν.
Τὰ ἀγαθὰ τοῦ πατρός σου ἃ κατηνάλωσας, πρὸς τῶν πτωχῶν ξενίαν, παραδόξως κατεῖδεν, ὑπάρχοντα ἐν οἴκῳ σὴ βδελυρά, μυτρυιὰν Ἀθανάσιε, ἡ μὴ γινώσκουσα πλοῦτον τῆς σῆς ψυχῆς, καὶ σὴν πίστιν τὴν ἀδάπανον.
Τὸ ὄνομά σου τὸ θεῖον καὶ τὴν πατρίδα σου, νεὼς τῷ κυβερνήτη, ἀπεκάλυψας Πάτερ, δεινῶς κινδυνευούσης ἣν ἀσφαλῶς, πρὸς λιμένα κατηύθυνας, οἰακοστρόφος ὡς ἄριστος καὶ στεῤῥός, Ἀθανάσιε πανεύδιον.
Ὢ ξένου θαύματος Πάτερ τῷ σῷ γεννήτορι, ἐκ τάφου ἀπεκρίθης, ὥσπερ ζῶν θεοφόρε, νεὼς τὴν σωτηρίαν τούτῳ σαφῶς, βεβαιῶν Ἀθανάσιε, ὑπὸ τῆς σῆς ὁσιότητος θαυμαστέ, Πεντασχοίνου ὄλβε ἄσυλε.
Δόξα. Ἦχος πλ. α΄.
Τὸν Ἀβραὰμ τὸν Πατριάρχην μιμούμενον, ἀξιωθέντα ξενίσαι τὴν Τριαδικὴν Θεαρχίαν, Ἀθανάσιον τὸν Πεντασχοινίτην, λαμπρῶς τιμήσωμεν. Οὗτος γάρ, παριδὼν σθένος καὶ κάλλος νεότητος, ἑαυτὸν διέθεσε τῇ διακονίᾳ τοῦ πλησίον, καὶ ταῖς χρείαις τῶν πενήτων καὶ ἐμπεριστάτων· διὸ καὶ ἠξιώθη ξενισθῆναι ἐν πόλῳ, ὑπὸ τῆς Τρισακτίνου Θεότητος, τῆς παρεχούσης ἡμῖν αὐτοῦ πρεσβείαις, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Πεντασχοίνου σεπτὸς βλαστός· χαίροις τῆς ξενίας, τῆς ἐνθέου μυσταγωγός· χαίροις νεολαίας, ἀρχέτυπον καὶ ἄγγος, θαυμάτων πεπλησμένον, ὦ Ἀθανάσιε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Πεντασχοινῖτα Ἀθανάσιε σώφρον, τῆς συμπαθείας σου ἀδάπανον πλοῦτον, πρὸς τοὺς πτωχοὺς καὶ πένητας ὁ δείξας σαφῶς, καὶ τὴν χάριν ἄνωθεν, εἰληφὼς τῶν θαυμάτων, δαψιλῶς ἱκέτευε, τὸν εὐΐλατον Κτίστην, τῆς ἀθανάτου γεύσασθαι πηγῆς, τοὺς ἀνυμνοῦντας, σὰ θεῖα παλαίσματα
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀθανάσιε Πεντασχοινῖτα, βοήθει μου. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγίασον πάντας σαῖς προσευχαῖς, ἐπικαλουμένους, τὸ σὸν ὄνομα θαυμαστέ, πηγὴ ἀκεσώδυνε χαρίτων, τοῦ Πεντασχοίνου κλεινὲ Ἀθανάσιε.
Θανάτου τὸν ἄρχοντα τῆς ζωῆς, Χριστὸν ἐκδυσώπει, Ἀθανάσιε ἱερέ, ζωῶσα νοῦν τεθανατωμένον, τῇ ἁμαρτίᾳ ἀχρείων προσφύγων σου.
Ἀγάπης τῶν ἔγγιστα καὶ Θεοῦ, ἀκρότης τρισμάκαρ, Ἀθανάσιε σαῖς λιταῖς, ἀγάπης ἡμᾶς ὑπερβαλλούσης, πρὸς τοὺς ἐγγὺς καὶ τοὺς πέλας ἀνάδειξον.
Θεοτοκίον.
Νοός μου κινήματα ἀπρεπῆ, διόρθωσον μῆτερ, καὶ θυρίδας μου τῇ χειρί, ἀγάπης Σου σφράγισον τῆς θείας, παρεμποδίζουσα πλάνον πειράσαι με.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀθανάσιε μάκαρ, Χριστιανῶν πρότυπον, ὁ ἐν νεαρᾷ ἡλικίᾳ, ἔχων τὴν φρόνησιν, καὶ τὴν σοφίαν πολλῶν, προβεβηκότων ἱκέτας, χάριτός σου σόφισον, θείαις πρεσβείαις σου.
Συσχεθέντες τῷ πλήθει, τῶν πειρασμῶν Ὅσιε, καὶ τὸ κατ’ εἰκόνα ἀνόμοις, φεῦ ἀμαυρώσαντες, ἔργοις βοῶμεν θερμῶς· σπεῦσον ἡμᾶς ἐξελέσθαι, σῶφρον Ἀθανάσιε, πάσης κακώσεως.
Ἰατρεύειν σωμάτων, τὰ δυσαχθὴ τραύματα, καὶ τὰς τῶν ψυχῶν ἀλγηδόνας, χάριν ἀπείληφας, τοῦ Ζωοδότου Χριστοῦ, ὡς γνησιώτατος φίλος, Πεντασχοίνου καύχημα, ὦ Ἀθανάσιε
Θεοτοκίον.
Παναγία Παρθένε, Χριστιανῶν ἔρεισμα, δόξα τῶν Ὁσίων καὶ κράτος, καὶ ἀγαλλίαμα, τοὺς Σὲ ὑμνοῦντας πιστῶς, μὴ διαλίπῃς φρουροῦσα, ἐκ τῶν τοῦ ἀλάστορος, βελῶν πανάχραντε.
Ὁδήγησον, πρὸς ἀθανάτους λειμῶνας τοὺς σὲ ὑμνοῦντας, Ἀθανάσιε κραταιέ, ὡς πάνσεπτον μέτοχον, ζωῆς ἀθανάτου Πεντασχοινῖτα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ὑπάρχεις Ἀθανάσιε, καὶ σκέπη στεῤῥὰ καὶ ἀσφαλείας ἔπαλξις, τῶν πιστῶς βοώντων σοι· Πεντασχοίνου φωστὴρ τηλαυγέστατε, μὴ ἐλλίπῃς φρουρῶν καὶ ἀσινεῖς, φυλάττων ἐκ βλάβης τοὺς τιμῶντάς σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πεντασχοίνου θησαύρισμα, ὄλβον Ἀθανάσιε καταξίωσον, θησαυρίσαι ἀδαπάνητον, ἀρετῶν τοὺς ἐπικαλουμένους σε.
Εὐμενῆ καὶ εὐΐλατον, τὸν ἀγαθοδότην ἡμῖν ἀπέργασαι, Ἰησοῦν σαῖς παρακλήσεσιν, πίστεως σεμνότης Ἀθανάσιε.
Νουνεχῶς διηκόνησας, τῶν καμνόντων χρείαις καὶ πᾶσιν ἔδωκας, ἱλαρῶς μὴ ἐλαττούμενον, πλοῦτον ἐνδεέσιν Ἀθανάσιε.
Θεοτοκίον.
Τεἶχος εἶ ἀπροσμάχητον, τῶν καταφευγόντων Σοι ἀπειρόγαμε, Θεοτόκε καὶ ὑμνούντων Σε, ὡς προστάτιν πάντων ἀκαταίσχυντον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄστατον ἡμῶν, Ἀθανάσιε διόρθωσον, βίον πάντων τῶν ὑμνούντων σε πιστῶς, ὥσπερ βίου ἀκραιφνοῦς φωστῆρα πάμφωτον.
Στόνων χαλεπῶν, ἀλγηδόνων περιστάσεων, ἐλευθέρωσον καὶ πάσης τοῦ ἐχθροῦ, ἐπηρείας σοὺς ἱκέτας Ἀθανάσιε,
Χαῖρε θεϊκῶν, δωρημάτων Ἀθανάσιε, ἀνακράζοντες ἀκένωτε πηγή, ἐκζητοῦμεν τὰς πρεσβείας σου πρὸς Κύριον.
Θεοτοκίον.
Ὄμβρισον ἡμῖν, ὑετὸν χαρᾶς Μητρόθεε, ἡ τὴν ὄντως ἀδιάπτωτον χαράν, Ἰησοῦν Χριστὸν σαρκὶ τῷ κόσμῳ τέξασα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱλέωσαι, τοῖς ἀνευφημοῦσί σε, Ἀθανάσιε βλαστὲ Πεντασχοίνου, Χριστὸν καὶ ἴθυνον πρὸς σωτηρίαν, τοὺς ποντουμένους ἐν δίναις τῶν θλίψεων, ὁ κυβερνήσας θαυμαστῶς, πρὸς γαλήνιον ὅρμον πλοιάριον.
Νῦν μέλποντες, σὲ ὡς ἄνδρα δίκαιον, καὶ φιλόξενον σκορπίσαντα πλοῦτον, τὸν σὸν πτωχοῖς, Ἀθανάσιε μάκαρ, πιστῶς βοῶμεν· ξενίας ἀξίωσον, τῆς ἐν Ἐδὲμ Δεσποτικῆς, τοὺς τιμῶντας τὴν πάνσεπτον μνήμην σου.
Ἱκέτευε, ἀκλινῶς τὸν Κύριον, εἰρηνεῦσαι ἱκετῶν σου τὸν βίον, τῶν προστρεχόντων σῇ χάριτι Πάτερ, Πεντασχοινῖτα σεπτὲ Ἀθανάσιε, ὁ ἐκ νεότητος πλησθείς, δωρημάτων παντοίων τοῦ Πνεύματος.
Θεοτοκίον.
Τοῖς πταίσμασι, τοῖς ἀμέτροις Δέσποινα, μολυνθεῖσαν Σοῦ ἱκέτου καρδίαν, ἔκπλυνον τάχος καὶ κάθαρον ῥείθροις, τοῦ Σοῦ ἐλέους θερμῶς ἱκετεύω Σε, καὶ τὸν ἐσκοτισμένον νοῦν, λογισμοῖς μου κακοῖς φωταγώγησον.
Ὁδήγησον, πρὸς ἀθανάτους λειμῶνας τοὺς σὲ ὑμνοῦντας, Ἀθανάσιε κραταιέ, ὡς πάνσεπτον μέτοχον, ζωῆς ἀθανάτου Πεντασχοινῖτα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Τοῦ Πεντασχοίνου βλαστὲ εὐθαλέστατε, ὁ εὐωδίᾳ μυρίσας τὰ σύμπαντα, ἀγάπης ἀφάτου πρὸς ἅπαντας, τὴν δυσωδίαν ἡμῶν ἀπομάκρυνον, κακίας σεπτὲ Ἀθανάσιε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μάκαρ Ἀθανάσιε, τοῦ Πεντασχοίνου φαιδρότης, τοῦ Κιτίου καύχημα, καὶ Χριστοῦ τῆς πίστεως σεμνολόγημα, τάχος ἐπίσκεψαι, τοὺς ἐν ἀσθενείαις, κατωδύνοις καὶ ἐν θλίψεσι, κειμένους Ἅγιε, ἐπικαλουμένους σὴν εὔνοιαν, καὶ σάλον καταπράϋνον, τῶν παθῶν ἡμῶν τῶν βοώντων σοι· Χαῖρε θαυμασίων, ἀστείρευτε τῷ ὄντι ποταμέ, καὶ κυβερνῆτα θεόσδοτε, τῶν πιστῶν πρὸς θέωσιν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνεπίλητον βίον, γεωργεῖν σοὺς ἱκέτας ταχὺ δυνάμωσον, ὁ βίον γεωργήσας, θεοτερπῆ ἐν κώμῃ, Πεντασχοίνου μακάριε, καὶ πάσας τὰς ἀρετάς, σοφῶς καλλιεργήσας.
Βοηθὸς ἐν ἀνάγκαις, Ἀθανάσιε ἴσθι τοῖς εὐφημοῦσί σου, ἐπιεικείας φέγγος, ἠθῶν τὴν εὐκοσμίαν, εὐπραγίαν τὴν ἄοκνον, καὶ σωφροσύνης πολλῆς, καὶ ἐγκρατείας κάλλος.
Ὁλικῶς ἀνατείνων, τῆς ψυχῆς μου τὸ ὄμμα σοὶ Ἀθανάσιε, θερμῶς κραυγάζω· Πάτερ, θαυματουργὲ δακρίων, μὴ παρίδῃς τὰ χεύματα, τοὺς ἐκζητοῦντας τὴν σήν, πρὸς Κτίστην μεσιτείαν.
Θεοτοκίον.
Ἡλιόμορφε Κόρη, σκοτομήνην ψυχῆς μου φωτοβολίαις Σου, τῆς ἀγλαΐας λῦσον, Παρθένε Θεοτόκε, ἵνα ἴδω τὸ ἄδυτον, φῶς τοῦ σεπτοῦ Σου Υἱοῦ, Χριστοῦ τοῦ Φωτοδότου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θερμῶς βοῶ σοι· δαιμονικῆς ἐπηρείας, ἀποκάθαρον τοὺς ἀνυμνοῦντας, ὡς ἀθανασίας, συνώνυμόν σε θεῖον.
Ἐκδυσωπῶ σε· ὀλεθροφόρου με ῥῦσαι, Ἀθανάσιε σημειοφόρε, ἕξεως λιταῖς σου, οἰκτρῶς με τυραννούσης.
Ἴθυνον πάντας, πρὸς ὅρμον τῆς σωτηρίας, Ἀθανάσιε ὁ κυβερνήσας, πλοῖον κινδυνεύων, πρὸς γαληνὸν λιμένα.
Θεοτοκίον.
Μέμνησο Μῆτερ, δεδουλωμένον κακίας, νόμῳ οἴμοι ἀχρεῖόν Σου δοῦλον, καὶ πρὸς εὐνομίας, κατεύθυνόν με τρίβους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ βίον διανύσας, ἄκακον ἐν κώμῃ, τοῦ Πεντασχοίνου κλυτὲ Ἀθανάσιε, τῆς ἀπαθείας μοι δεῖξον ὁδὸν κραυγάζω σοι.
Ἰδεῖν τοῦ Ζωοδότου, κάλλος ἐν τῷ πόλῳ, ἀξίωσόν με σεμνὲ Ἀθανάσιε, ὁ τὸ ἀμήχανον κάλλος Αὐτοῦ θεώμενος.
Χαρίτων μυροθήκη, εὐωδίας θείας, πλῆσον τοὺς σοὺς ὑμνητὰς Ἀθανάσιε, καὶ τῶν παθῶν δυσωδίας ἡμᾶς ἐκκάθαρον.
Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα, κεχαριτωμένη, τὸν Φωτοδότην Υἱόν Σου ἀνάψαι μου, λύχνον ἁγνὴ ἐσβεσμένον ἀγάπης πράξεων.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ὁ ἐκ βρέφους προσκολληθείς, τῇ Χριστοῦ ἀγάπῃ, Ἀθανάσιε θαυμαστέ· χαίροις ὁ φιλήσας, ὡς σεαυτὸν τοὺς πέλας, καὶ πᾶσι διανείμας, πλοῦτον καρδίας σου.
Πάσας ὑποτάξας ὁρμὰς σαρκός, τῷ νοΐ παρεῖδες, Ἀθανάσιε τὴν ἀκμήν, σοῦ τῆς ἡλικίας, καὶ ἀθανάτου δόξης, Ἀγγέλων ἠξιώθης, ἐν θείοις δώμασιν.
Γόνε Πεντασχοίνου περικλεές, χρείας θεραπεύων, τῶν πενήτων καὶ ἐνδεῶν, ἐκ τοῦ ἀσυλήτου, τῆς σῆς καρδίας πλούτου, πτωχῶν προστάτης ὤφθης, ὦ Ἀθανάσιε.
Χαίροις Πεντασχοίνου θαυματουργέ, γόνε παιδιόθεν, Ἀθανάσιε τῷ Χριστῷ, ὁ εὐαρεστήσας, σὺν πᾶσι τοῖς πλησίον, πολλῇ ἐν ταπεινώσει, οἷς διηκόνησας.
Κοινωνοὺς γενέσθαι σοὺς ὑμνητάς, ἀθανάτου δόξης, Ἀθανάσιε ἱερέ, γόνε Πεντασχοίνου, ἀξίωσον τοὺς πίστει, ἀνευφημοῦντας πλῆθος, τῶν θαυμασίων σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Κώμης, Πεντασχοίνου θησαυρέ, καὶ Ἁγίου νῦν Θεοδώρου, προστάτα καὶ ἀρωγέ, μάκαρ Ἀθανάσιε, ἀγάπης ἔσοπτρον, καὶ τῆς πίστεως σέμνωμα, ἐπάκουσον πάντων, ἐπικαλουμένων σε, καὶ ῥῦσαι θλίψεων, νόσων, λοιμικῶν ἐπηρείας, τοῦ ἐχθροῦ καὶ πάσης ἀνάγκης, τοὺς ἀποζητοῦντας τὰς πρεσβεία σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου