Δευτέρα 9 Ιουνίου 2025

ΙΟΥΝΙΟΣ 30. ΟΣΙΟΣ ΓΕΡΒΑΣΙΟΣ ΠΑΡΑΣΚΕΥΟΠΟΥΛΟΣ ΑΚΟΛΟΥΘΙΑ

 

ΙΟΥΝΙΟΣ Λ!!

ΓΕΡΒΑΣΙΟΣ ΠΑΡΑΣΚΕΥΟΠΟΥΛΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(Συμεὼν μοναχοῦ Δοχειαρίτου)

 


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες ὑμᾶς.

Γερβάσιε Ὅσιε ποιμήν, Γορτυνίας βλάστημα, καὶ τῶν Πατρέων τὸ καύχημα, σὺ πέλεις Ἅγιε, ἐντολῶν τὰς τρίβους, τοῦ Κυρίου ἄριστα, βαδίζων καθ’ ἑκάστην μακάριε, Ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Φωνῆς ἐπακούσας τοῦ Χριστοῦ, τούτῳ ἠκολούθησας, καταφρονῶν τὰ ἐπίγεια, λιπῶν τὰ πρόσκαιρα, καὶ ἐξωμοιώθης, ἀσωμάτοις τάξεσι, τὰ πάθη καταστέλλων τῇ χάριτι· Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Γερβάσιε Ὅσιε ποιμήν, διωγμοὺς ὑπήνεγκας, συκοφαντίας καὶ ὕβρεις τε, Χριστοῦ μιμούμενος, τὴν μακροθυμίαν, καὶ τὸ πρᾶον ἄριστα, διδοὺς τοῖς ὀφειλέταις τὴν ἄφεσιν· Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Ἕτερα. Ἦχος ὁ αὐτός. Τῶν οὐρανίων ταγμάτων.

Ἱερωτάταις μελέταις καλλιεργῶν τὴν ψυχήν, καὶ καλλωπίζων ταύτην, διδαχαῖς τῶν Πατέρων, ἐδείχθης ἀξιάγαστος ποδηγός, πρὸς τὰ ἄνω Βασίλεια, τῶν προστρεχόντων σοι πίστει ἁμαρτωλῶν, καὶ αἰτούντων τὴν συγχώρησιν.

 

Σήμερον Πάτραι χορεύουσι καὶ ἀγάλλονται, ἐπὶ τῇ θείᾳ μνήμῃ, τοῦ σοφοῦ Γερβασίου, καὶ ᾄσματα μυρίπνοοα πρὸς αὐτόν, ἀναμέλπουσιν ἅπασαι, καὶ ἐξαιτοῦνται τὴν λύτρωσιν παρ’ αὐτοῦ, ἐκ παντοίων περιστάσεων.

 

Στόμα σταλάζον σοφίαν ἐδείχθης Ὅσιε, καὶ τὰς λιμῷ τακείσας, παναοίδιμε Πάτερ, ψυχὰς τῶν προστρεχόντων σοι ἐπισπᾷς, πρὸς νομὴν τὴν αἰώνιον, πρὸς τὴν σωτήριον βρῶσιν τοῦ δι’ ἡμᾶς, ἑκουσίως σταυρωθέντος ἀμνοῦ.

 Δόξα. Ἦχος γ΄.

Δεῦτε ἅπαντες πιστοί, εὐφημήσωμεν τὸν φωστῆρα τὸν φαεινόν, Γερβάσιον τὸν Ὅσιον· ἐν αὐτῷ γὰρ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· ῥήμασι ζῶσιν ἔτρεφε τὰς ψυχὰς τῶν πιστῶν, τοὺς δὲ πένητας καὶ ὀρφανοὺς ἐνεπίμπλη ἀγαθῶν. Καὶ νῦν παῤῥησίαν κεκτημένος Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον πανσεβάσμιε;
πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα· διὸ Μητροπάρθενε Δέσποινα, Αὐτὸν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.


Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Εἰς τὴν Λιτήν. Ἦχος α’.

Ἐπὶ τὴν πέτραν τῆς ἀμώμου πίστεως οἰκοδομήσας σεαυτὸν Γερβάσιε, δι’ ἀρετῶν θείων ἐδείχθης περικαλλὴς καὶ τερπνότατος οἶκος, ἐν ᾧ Πατὴρ κατεσκήνωσε καὶ Υἱος καὶ Πνεῦμα τὸ Ἅγιον, Τριὰς ἡ ὁμοούσιος.

 

Εὐαγγελικῶς βιῶν ἐπὶ γῆς καὶ ποθῶν τὴν ἀφάνειαν, ἐπὶ μήκιστον χρόνον κρυπτόμενος οὐκ ἔλαθες τοῦ παντεπόπτου Θεοῦ, ἀλλ’ ἐτέθης παρ’ αὐτοῦ ὥσπερ λύχνος ἐπὶ τὴν λυχνίαν τῆς Ἐκκλησίας, φωτίζων τοὺς ἐν τῷ σκότει τῆς ἁμαρτίας καθημένους καὶ παρέχων σαῖς πρεσβείαις ἄφεσιν ἁμαρτιῶν.

 

Ἦχος β΄.

Λαμπρυνθεὶς τὴν καρδίαν θείῳ φωτί, καὶ γεγονὼς θεῖον ὄργανον τοῦ Πνεύματος, ἥδυνας τὰς καρδίας τῶν πιστῶν ἡδυτάτοις φθόγγοις σου, ἀξιΰμνητε Γερβάσιε· καὶ νῦν σὺν τοῖς τάγμασι τῶν Ἁγίων ἀῤῥήτοις ῥήμασι ἀνυμνεῖς Τριάδα τὴν ἁγίαν.

 

Ἦχος πλ. δ΄.

Ὅσιε Πάτερ Γερβάσιε, δοξάσας ἐπὶ γῆς τὸν τῶν ὅλων Θεὸν ἀγωγῇ σου θείᾳ, ἀντεδοξάσθης δαψιλῶς παρ’ Αὐτοῦ σημείοις καὶ τέρασι θαυμαστοῖς· ὅθεν καὶ ἀχειροποίητος Τίμιος Σταυρὸς τυποῦται παραδόξως ἐν πεύκῃ φυτευθείσῃ ὑπὸ σοῦ, τοῦ συσταυρωθέντος Χριστῷ τῷ Θεῷ· ὃν κατιδόντες μεγαλύνομεν τὸν σταυρωθέντα Σωτῆρα Χριστόν, καὶ αἰτοῦμεν παρ’ Αὐτοῦ τὸ μέγα ἔλεος.

 

Δόξα. Ὁ αὐτός

Πάτερ θεοῤῥῆμον Γερβάσιε, οἱ λόγοι τῶν κηρυγμάτων σου, τῇ χάριτι τοῦ Πνεύματος λαμπόμενοι, φωτίζουσιν ἡμᾶς πανόλβιε· ὁ δὲ βίος σου τῷ λόγῳ συνδραμὼν διπλοῦν σοι τὸν στέφανον παμμάκαρ, προεξένησε ἁγνείᾳ σώματος καὶ νοὸς καθαρότητι διεληλυθώς· ἄριστος οὖν ἀνάθημα φανεὶς τῷ παντοκράτορι Θεῷ, πρέσβευε ὑπὲρ ἡμῶν, ἵνα δυνηθῶμεν μιμήσασθαί σε μικρόν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Κήρυκα τῆς χάριτος, πάντες ἐπέγνωμεν Ὅσιε, σὲ τὸν ὄντως ἀνύπεικτον, ἀνάργυρον ἄδολον, ἵλεων πρὸς πάντας, καὶ παραμυθοῦντα, τοὺς ἐν ποικίλαις συμφοραῖς, περιπεσόντας δεινῶς ἑκάστοτε· διό σου τὸ μνημόσυνον λαμπρῶς τελοῦμεν τὴν σήμερον, εὐφημοῦντές σε Ἅγιε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ἔδωκας ἀντίληψιν, τοῖς φοβουμένοις σε Κύριε, τὸν σεπτόν σου διάκονον, τὸν σέβοντα πάντοτε, τὰ προστάγματά του, καὶ περιπατοῦντα, τῶν ἐντολῶν σου τὰς ὁδούς, ἐν ταπεινώσει καὶ ὁσιότητι· διὸ καὶ δυσωποῦμέν σε· σῶσον ἡμᾶς πολυέλεε, Γερβασίου ἐντεύξεσιν, Ἰησοῦ παντοδύναμε.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνη, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Σπόγγος ἐκμαξάμενος, τῶν δυστυχούντων τὰ δάκρυα, ἐγενήθης πανεύφημε, προστάτης δὲ ἄγγελος, τῶν ἐκδιωχθέντων, καὶ ἐκσοβηθέντων, ἐκ τῆς πατρίδος ἀπηνῶς, ὑπὸ βαρβάρου λαοῦ Γερβάσιε, ἐξ οὗ καὶ διαφύλαξον, ἡμῶν τὸ ἔθνος ἐλέυθερον, πρεσβειῶν σου ἐντεύξεσι, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. α΄.

Ὅσιε θεοῤῥῆμον Γερβάσιε, κατατροπώσας νεανικῶς τὰς φάλαγγας τῶν ἀοράτων ἐχθρῶν, ἄριστος διδάσκαλος πέφηνας πᾶσι καὶ ὁδηγὸς σωτήριος· τὰς ἐπιβουλὰς γὰρ καὶ τὰς ἐνέδρας αὐτῶν ἀνακαλύπτων, τὴν ποίμνην σου διεφύλαττες ἀπήμαντον τῆς κακουργίας αὐτῶν. Καὶ νῦν, ποιμένων καύχημα, περιφρούρησον αὐτὴν ἔτι μᾶλλον ἐκ κινδύνων χαλεπῶν, πρεσβεύων ἀπαύστως τῇ Παναγίᾳ Τριάδι, ἵνα λάβωμεν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν... Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Μύρων ἔμπλεοι, τῶν κηρυγμάτων, οἱ πανίεροι, λόγοι σου Πάτερ, εὐωδιάζον τὰς Πάτρας Γερβάσιε· ἡ ἀρετὴ δὲ τοῦ βίου σου ἄριστα, διπλοῦν προὐξένει σοι στέφανον εὔαθλον· ὅθεν αἴτησαι Χριστῷ τῷ Θεῷ δωρήσασθαι, εἰρήνην τοῖς πιστοῖς καὶ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτόκιον.

Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Λόγος ὁ ἄναρχος, καὶ ὑπερούσιος, σοὶ κατεσκήνωσε, καὶ ἀπειργάσατο, λύραν θεόφθογγον πιστοῖς, Γερβάσιε θεοφόρε· λόγοις τε καὶ ἔργοις γάρ, τὴν στολὴν κατεποίκιλας, ἥνπερ προεξύφανεν, ὁ Χριστὸς δι’ αἱμάτων του· κοσμήσας δι’ αὐτῆς τὴν Ἐκκλησίαν, πᾶσι παρέχει σωτηρίαν.

Δόξα. Καὶ νῦν. Θεοτόκιον.

Αἱ ἀνομίαι μου, ψάμμον θαλάσσιον, ὑπερνικήσασαι, τὴν ταπεινήν μου ψυχήν, κατακαλύπτουσιν ἁγνή· τῷ πλήθει τῶν οἰκτιρμῶν σου, πάντα μου τὰ πταίσματα, διὰ τάχους ἐξάλειψον, καὶ τῆς κατεχούσης με, ἀθυμίας ἀπάλλαξον· καὶ πάσης χαρᾶς καὶ εὐφροσύνης, πλήρωσον Κόρη τὴν καρδίαν μου.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τῷ ζήλῳ Ἠλιού, πυρωθεὶς τὴν καρδίαν, κατήλεγξας σφοδρῶς, τοὺς λατρεύοντας πάλιν, τὸν Βάκχον καὶ τὸν Σάτυρον, ἐν ταῖς ῥύμαις τῆς πόλεως, ἣν ἡγίασεν, λαμπρῶς ὁ θεῖος Ἀνδρέας, ἀτιμάζουσι, δὲ κωμασταὶ τοῦ Βελίαρ, ἀσέμνοις ὀρχήσεσι.

Δόξα. Καὶ νῦν. Θεοτόκιον.

Τὸ μέγα τῶν πιστῶν, καὶ ἀπόρθητον τεῖχος, τὴν τῶν ἁμαρτωλῶν, κραταιὰν προστασίαν, τὸ ἄσυλον καὶ φρούριον, καὶ στεῤῥὸν καταφύγιο, ἱκετεύω Σε, Θεογεννήτρια Κόρη, Σύ μου πρόστηθι, ἐν τῇ ἡμέρᾳ τῆς δίκης, καὶ σῶσόν με Δέσποινα.

 

Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Τὰ νοσσία τοῦ Χριστοῦ, ἐπισυνάγων μητρικῶς, περιέσκεπες καλῶς, ἐκ τῶν κακῶν ὁμιλιῶν, των διδαχῶν σου ταῖς πτέρυξι θεοῤῥῆμον· ἔπηξας σκηνάς, ἐπὶ γῆς αἰσθητάς, εἰς τύπον τῶν σκηνῶν, τοῦ Παραδείσου ἐν αἷς, νῦν κατοικεῖς σὺν πνεύμασιν ἐνδόξως, τῶν ἀπ’ αἰῶνος Ὁσίων· δυσώπει Πάτερ, κατασκηνῶσαι, σὺν ὑμῖν τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτόκιον.

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε. Βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνη, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.

Εὐαγγέλιον, Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ὅσιε Πάτερ, ἁγιώτατε Γερβάσιε, ὁ ποιμὴν ὁ καλός, ὁ νείμας τὴν ποίμνην τοῦ Χριστοῦ πρὸς νομὰς σωτηριώδεις, αὐτὸς καὶ νῦν, κεκτημένος παῤῥησίαν, πρέσβευε διηνεκῶς πρὸς τὸν πανοικτίρμονα Θεόν, διαφυλάξαι ταύτην ἀπαράτρωτον ἐκ τῆς εἰδωλικῆς μανίας τῶν συμποσιαστῶν τοῦ Βάκχου καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τοὺς πενιχρούς μου ὕμνους δέξαι, Γερβάσιε.

ᾨδὴ α’. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος.

Τόλμημα συγχώρησον ἐμόν, ἀνευφημῆσαι τὸν φίλον σου Δέσποτα· δίδου μοι δὲ ἄνωθεν τὸν φωτισμὸν τῆς διανοίας Κύριε, ταῖς τοῦ Γερβασίου, λιταῖς πρὸς σὲ πολυέλεε.

Ὅλος τῷ Θεῷ ἀνατεθείς, ἐκ τρυφερᾶς ἡλικίας πανόλβιε, σκώμματα παρέδραμες καὶ πειρασμοὺς τοῦ πονηροῦ ἀλάστορος, τοῦ μοναστηρίου, ζητῶν εὑρεῖν τὰ παλαίσματα.

Ὕμνους ἀναπέμπομεν πρὸς σέ, τὸν τετρωμένον ἀγάπῃ τοῦ Κτίσαντος, πάντα τὰ ἀόρατα καὶ ὁρατά, ὡς οἰκτιρμῶν ἀνάπλεως, καὶ τῷ κατ’ εἰκόνι, βροτῶν τὸ γένος τιμήσαντος.

Σοῦ ἡ βιοτὴ ἐπὶ τῆς γῆς, μαρτυρικὴ καὶ πολύαθλος πέφυκε· νῦν δὲ ἀγαλλόμενος ἐν οὐρανῷ ὑπὲρ ἡμῶν ἱκέτευε, ἵνα ποθουμένου, τυχεῖν ἐλέους Γερβάσιε.

Θεοτοκίον.

Χαίροις ἱλαστήριον ψυχῶν, Παρθενομῆτορ, χαρὰν ἡ κυήσασα· χαῖρε ἡ βασίλισσα, χαῖρε ναὸς Χριστοῦ ὁ ἔμψυχος· χαῖρε προστασία, ψυχῶν ὁμοῦ καὶ κραταίωμα.

 

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.

Ποθῶν τὴν ζωὴν τῶν μοναχῶν, τὴν κώμην σου κατέλιπες, καὶ διαδρὰς ἀβάτοις ἐν ὄρεσι, περιζωσθεὶς τὴν ἐξ ὕψους δύναμιν, εἰς Μονὴν εἰσῆλθες μὲν τῆς Κερνίτσης Ὅσιε, ἀσκηθεὶς ἐν αὐτῇ δὲ ἐλάχιστα.

Ἐδέθης ἁλύσεσι δυσί, Μονῆς Γηροκομείου μέν, καὶ τῆς εὐμόρφου πόλεως ἄῤῥηκτα, κατῳκισθεὶς ἐν αὐτῇ Γερβάσιε, ἀσκηθεὶς δὲ ἔλλαμψας ὥσπερ μέγας ἥλιος, τοὺς πιστοὺς καταυγάζων ἑκάστοτε.

Νηστείᾳ συντόνῳ προσευχῇ, συνέσει ταπεινώσει τε, καὶ σωφροσύνῃ κοσμούμενος, ἀποσκοπῶν εἰς τὰ μόνα μένοντα, τῶν ῥεόντων ἅπασαν ἀπεκρούσω ἔφεσιν, τῷ Θεῷ τῶ νοΐ προσκολλώμενος.

Ἱκέτης προσέρχομαί σοι νῦν, οὐράνιε Γερβάσιε, καὶ ἐξαιτοῦμαι τὴν λύτρωσιν, ἐκ πειρασμῶν χαλεπῶν ὁ δύστηνος, καὶ παθῶν τὴν ἴασιν παράσχειν ὡς τάχιστα, ἐκτενέσι πρεσβείαις σου εὔσπλαγχνε.

Θεοτοκίον.

Σὲ σκήνωμα δόξης τοῦ Θεοῦ, ὡραῖον ἐπιστάμενος, περικαλλῆ τε οἶκον, ἠγάπησα Θεογεννῆτορ, τὴν σὴν εὐπρέπειαν· διὸ σκηνωμάτων με τῶν ἐν ᾍδη λύτρωσαι, καὶ σκηναῖς οὐρανοῦ κατασκήνωσον.

 

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἅλας θεῖον ἐβλήθης ἐν Πάτραις Ὅσιε, τὴν σηπεδόνα τῆς πλάνης ἀποκαθαίρων σοφῶς, διασώζων τοὺς πιστοὺς νοστίμοις ῥήμασι· νόσους διώκεις χαλεπάς, αἰσθητὰς καὶ νοητάς, Γερβάσιε φωτοφόρε, καὶ πρεσβεύεις ἀδιαλείπτως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐν πελάγει τοῦ βίου κλυδωνιζόμενος, καὶ μερίμναις γηΐναις περιαντλούμενος, καὶ συμπνιγόμενος τὸν νοῦν τὴν Σὴν βοήθειαν, ἐπικαλοῦμαι ἐκ ψυχῆς, ἐπιταχύνασα λοιπόν, κυβέρνησον καὶ πρὸς ὅρμον, εἰσάγαγε μετανοίας, ἵνα ὑμνῶ Σε ἀειπάρθενε.

 

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.

Χαίροις μαθητά, τοῦ Πενταπόλεως ἄριστε, τοῦ δοξασθέντος δαψιλῶς, ἐν οὐρανῷ παρὰ Θεοῦ· ἐν σοὶ γὰρ διέβλεψε, τὸν ἀληθῆ τῆς Ἐκκλησίας καὶ πρόθυμον, εἰς ἐργασίαν ποιμένα Γερβάσιε.

Ῥύπου τῶν πραγμάτων χωρισάμενος ἅγιε, τῶν ὑλικῶν προσκαρτερῶν, δι’ ἐγκρατείας τῷ Θεῷἡγνίσθης ὡς ἄγγελος, ἐπὶ τῆς γῆς ἑνώσει θείᾳ θεούμενος, καὶ τῷ ἀκτίστῳ φωτὶ αὐγαζόμενος.

Ὅμοιος Ἀγγέλοις ἀνεδείχθης μακάριε, ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, μαρτυρικῶς ἀγωνισθείς· ἐν σοὶ οὖν ἐσκήνωσεν, ἡ τὰ ἐλλείποντα πληροῦσα ἐνέργεια, τῆς θείας χάριτος Πάτερ Γερβάσιε.

Ὕψωσας σοφώτατα, καρδίας τὸν ἔρωτα, πρὸς τὸν φιλάνθρωπον Χριστόν, τὸν ἑκουσίως δι’ ἡμᾶς, σταυρῷ προσπηξάμενον, τὸ δὲ γεῶδες κατεμάρανας φρόνημα, καὶ ἀφθαρσίας τὸ στέφος ἀπείληφας.

Στόμα ἀνεδείχθης, τοῦ Λόγου Γερβάσιε, ἀποτιθεὶς τῇ σῇ ψυχῇ, τὸν θησαυρὸν τῶν ἀγαθῶν, τὸ Πνεῦμα τὸ Αγιον, δι’ οὗ πιστῶν ἐγεώργεις καρδίας σύ, καὶ εὐσεβείας καρποὺς ἀνεβλάστανον.

Θεοτοκίον.

Ὑμνοῦμεν τὸ μέγα, καὶ φρικτόν Σου μυστήριον· ὑπερκοσμίους γὰρ λαθών, Ταξιαρχίας ἐπὶ Σέ, ὁ Ὢν καταβέβηκεν, ὡς ὑετὸς ὁ ἐπὶ πόκον πανύμνητε, εἰς σωτηρίαν ἡμῶν καὶ ἀναπλασιν.

 

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει

Μαχομένους σὺ θαῤῥύνεις κατὰ τῶν βαρβάρων ἐχθρῶν, τῇ ἀμάχῳ τοῦ Σταυροῦ γε δυνάμει Γερβάσιε· εἰς οὐδὲν ἐλόγισας τὴν σὴν ζωήν, ὑπὲρ πατρίδος, ἡρωϊκῶς παραθέμενος.

Ὁ φωτίσας τῇ ἐλλάμψει τῆς σῆς παρουσίας σαφῶς, καὶ λαμπρύνας διδαχαῖς σου τὴν ποίμνην σου Ὅσιε, ὁ αὐτὸς καταύγασον καὶ νῦν ψυχὰς τῶν ἀνυμνούντων, καὶ προσκυνούντων σε σήμερον.

Ὑλοτόμος ἀληθὴς τῶν ἀκάρπων ὑπάρχων ὑλῶν, τὰς καρδίας τῶν ῥαθύμων ἐξόργισας Ὅσιε, θρασυθέντων Πάτερ κατὰ σοῦ, ἀλλὰ σὲ ἀοράτως, ἡ θεία χάρις διέσωσε.

Ὑπὲρ πλοῦτον ἐπεπόθεις τὰς τρίβους Χριστοῦ τοῦ Θεοῦ· ὑπὲρ βρῶσίν τε καὶ πόσιν μελέτημα ἔσχηκας, τὸν Κυρίου νόμον, ἀγαπῶν πτωχοὺς σεσοβημένους, ὑπὸ βαρβάρων ὠμότητι.

Θεοτοκίον.

Μετὰ πάντων Ἀσωμάτων, ὅνπερ ἐσωμάτωσας Θεὸν Λόγον, Θεοτόκε Παρθένε ἱκέτευε, ἐξ ἀλόγων πράξεων, καὶ ἡδονῶν θανατηφόρων, ἐλευθερῶσαι τοὺς δούλους Σου.

 

ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.

Μέγας σου ὁ ζῆλος καὶ ἐμπύρινος, οὐράνιε Γερβάσιε, διελέγχων δὲ κακίας τὴν ἀχλύν, πᾶσι τὴν μετάνοιαν ἐκήρυττες, καὶ πρὸς διόρθωσιν τοῦ βίου τούτους προέτρεπες.

Νείμας τοὺς ἀνθρώπους πρὸς οὐράνιον ζωὴν τὰ τῶν αἱρέσεων, ἀπεμείωσας σκοτώδη καὶ δεινά, νέφη διὰ φθόγγων ἀστραψάντων σου· ὅθεν τιμῶμέν σε, παμμάκαρ καὶ πίστει σέβομεν

Ὁ πρᾶος καὶ μακρόθυμος Κύριε, Γερβάσιος ὁ δοῦλός σου, μιμησάμενος σκηνὰς ἐν οὐρανῷ, ἔπηξε σκηνὰς ἐπὶ τῆς γῆς, καλῶν οἰκῆσαι ταύτας τὰ παιδία πρὸς ἐπανάπαυσιν.

Ὑμνῆσαί σε ἀξίως οὐκ ἰσχύομεν, Γερβάσιε πολύαθλε, σὺ γὰρ πέπονθας πολλὰ διὰ Χριστόν· ὕβρεις διωγμοὺς συκοφαντίας τε, ὑπὸ ἀνόμων κατηγόρων ζηλοτυπούντων σε.

Θεοτοκίον.

Ἐπίσκεψαι ψυχῆς μου παναμώμητε, τὴν κάκωσιν καὶ κάθαρον, ταῖς πρεσβείαις Σου τὸ σῶμα καὶ τὸν νοῦν, ἐκ βεβήλων ἔργων καὶ αἰσχρῶν ἐννοιῶν, καὶ τοῦ ἐκ Σοῦ ἀποτεχθέντος ναόν με ποίησον.

 

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον

Ἐν ταῖς Πάτραις Ὅσιε, ἀναβλαστήσας ὡς δένδρον, ἀρετῶν κατάκαρπον, καὶ εὐσκιόφυλλον πᾶσι, γέγονας ἀῤῥήτων φύλαξ καὶ μύστης, πέλεις δὲ συλλείτουργος τῶν Ἀγγέλων· ὦ Γερβάσιε παμμάκαρ, λιταῖς σου σῷζε ἀεὶ τὴν ποίμνην σου.

Ὁ Οἶκος.

Ἀνυμνήσωμεν πάντες ἐγκωμίων ᾄσμασι, τὸν ἐν Πάτραις πιστοῖ ποιμένα καὶ διδάσκαλον, ἵνα ἐλλαμφθῶμεν φωτὶ οὐρανίῳ· ἰδοὺ γὰρ ὤφθη κῆρυξ μετάρσιος, ἀκήρατος πνεύματι, Χριστῷ προσάγων τοὺς ἁμαρτάνοντας, καὶ ἐκ τῶν παθῶν ἀπελευθερῶν αὐτούς, τῶν βδελυρῶν τῆς ἁμαρτίας, τῇ ψυχῇ καὶ τῇ σαρκί· ὅθεν πόρναι σωφρονοῦσιν, βλάσφημοι εὐλογοῦσι, καὶ ἀπαύστως βοῶσι· λιταῖς σου σῷζει ἀεὶ την ποίμνην σου.

 

Συναξάριον.

Τῇ Λ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Γερβασίου τοῦ ἐν Πάτραις.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Σὲ τὴν νοητήν.

Σκεῦος τιμῆς, καὶ δοχεῖον χάριτος, κατανοοῦμέν σε λαμπρόν· σὺ παρθένων νέων χορόν, ἤγαγες τῷ Κτίστῃ σου, μέλποντα καὶ λέγοντα· πάντα τὰ ἔργα ὑμνήσατε, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Δαίμονας σύ, ἀπελαύνεις Ἅγιε, διὰ εὐχῶν σου θαυμαστῶς, συνδεόμενος τῷ Χριστῷ, ὃν ὑπερεδόξασας, τρόποις εὐσεβείας σου, καὶ διδαχῶν σου νοήμασι· τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ἐν πειρασμοῖς, κραταιὰν ἀντίληψιν, καταφυγήν τε καὶ ἰσχύν, κεκτημένοι σε οἱ πιστοί, πάντοτε σῳζόμεθα, βρόχων τοῦ ἀλάστορος, καὶ ἀνυμνοῦντες δοξάζομεν, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ξύλῳ Σταυρός, θαυμαστῶς τετύπωται, ὁ ζωηφόρος καὶ σεπτός, ἐν τῇ πεύκῃ ᾗπερ ποτὲ Πάτερ, σὺ ἐφύτευσας· ὅθεν ἀγαλλόμενοι, ὑμνολογοῦντες οὐ παύομεν, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ἄλλον ταχύν, βοηθὸν ἐν θλίψεσιν, ἐφευρηκότες καὶ ὀξύν, σὺν Ἀνδρέᾳ τῷ θαυμαστῷ, πάντες οἱ ἐν Πάτραις, νῦν μέλπουσι γηθόμενοι, καὶ εὐλογοῦσι τὸν αἴτιον· τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Θεοτοκίον.

Ὢ τῶν ἐμῶν, παθῶν καὶ κινήσεων! ὢ τῶν ἀμέτρων μου κακῶν! ποῖον αἶσχος αἰσχροποιό, οὐκ ἀφρόνως πέπραχα; Ποῖον οὐκ ἐτέλεσα, ἡδυπαθείας ἁμάρτημα; Σὺ οὖν ἁγνή, κᾂν ἐν γήρᾳ, μετάνοιάν μοι δώρησαι.

 

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες.

Ἰατρεύεις πάθος χαλεπόν, Γερβάσιε θεόφρον, νοσούσης τὴν ὠμοπλάτην, καὶ βοώσης ἐν χαρᾷ· ἀπαύστως δοξάσατε, εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Γερβασίου μνήμην ἱεράν, τελοῦντες ἐπαξίως, ὑμνήσωμεν τὸν Σωτῆρα, τὸν δοξάσαντα αὐτόν, βοῶντες καὶ λέγοντες· εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐν τῇ σκέπῃ Πάτερ τῶν σοφῶν, καὶ θείων διδαχῶν σου, ἐφύλαττες τὰ τεκνία, ἅ σοι δέδωκε Χριστός, βοῶντα καὶ λέγοντα· εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ῥητορεῦσαι γλῶσσα ἀσθενεῖ, τὸ ἔργον ὃ ἐτέλεις, ἐν Πάτραις διὰ τὴν δόξαν, τοῦ παντάνακτος Θεοῦ, βοῶσα καὶ λέγουσα· εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Βακχικὴν μανίαν τῶν Πατρῶν, κατάπαυσον εὐχαῖς σου οἰκτίρμον, ἵνα τοὺς νέους, ἐκλυτρώσῃ ἐκ παθῶν, ἀτίμων καὶ  ᾄσωσιν εὐφροσύνως· πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Νεκρωθεῖσαν πάθεσι πολλοῖς, Παρθένε τὴν ψυχήν μου, τεκοῦσα ζωὴν τῷ κόσμῳ, ζωοποίησον βοᾶν, καρδίας εὐθύτητι· εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς

Ἄφεσιν πταισμάτων αἴτησαι, παρὰ Θεοῦ δοθῆναι, Πάτερ τοῖς πίστει σε, τιμῶσι καὶ μέλπουσι, ἀξιάγαστε σήμερον · κατασβέσαι δ’ αἰτοῦμεν τὴν κάμινον, ποικίλων πειρασμῶν τε, καὶ περιστάσεων ὡς εὔσπλαγχνος.

Σοὶ τῷ θαυμαστῷ συνέθεσα, τοὺς ταπεινούς μου ὕμνους, οὕσπερ καὶ πρόσδεξαι· καὶ ἔσο ἐν ὥρᾳ, καταδίκης μεσίτης μου, τοῦ πυρὸς τοῦ ἀσβέστου με λύτρωσαι, σὺ δύνασαι παμάκαρ, ὡς παῤῥησίαν κεκτημένος γε.

Ἴσχυσας παλαίσας ἄριστα, πρὸς τὰς ἀρχὰς τοῦ κοσμοκράτορος Ὅσιε· διὸ καὶ τὸν στέφανον δικαίως ἀπείληφας, καὶ σκηναῖς αἰωνίοις ἐσκήνωσας, Γερβάσιε λαμπρείμων, εἰς τοὺς αἰῶνας ἀγαλλόμενος.

Ἐν τῷ οὐρανῷ τρισόλβιε, τῷ παντοκράτορι Χριστῷ συναπτόμενος, τοὺς σοὺς ἐποπτεύεις ὑμνητάς, ὦ Γερβάσιε, καὶ πρεσβεύεις τῷ ζῶντι Θεῷ ἡμῶν, δοθῆναι τὴν τελείαν, καὶ διαμένουσαν ἀπόλαυσιν.

Θεοτοκίον.

Χαῖρε κρίνον ὄντως εὔοσμον, ῥοδωνιὰ χαρίτων σωτήριος· χαῖρε ἀστραπή, τὸν μαργαρίτην εἰσάγουσα· χαῖρε φύσεως ὅλης τὸν ἔξοχον, παστὰς ἐπουρανία· χαῖρε ἐλπίς μου ἀκαταίσχυντε.

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Τὸν κήρυκα τῆς πίστεως, καὶ θεηγόρον ἅπαντες, τὸ καύχημα τῶν Πατρέων, Γερβάσιον εὐφημοῦμεν· αὐτὸν πολλοὺς ἀπέσπασεν ἐκ στόματος τοῦ δράκοντος, καὶ τῷ Χριστῷ προσήγαγε· καὶ νῦν πρεσβεύει ἀπαύστως, ὑπὲρ τοῦ κόσμου ἐν δόξῃ.

Ἕτερον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ῥητορικοῖς σου λόγοις, καὶ θείοις θαύμασι σοφέ, ἁμαρτωλοὺς ἐπεσπάσω, πρὸς τὴν ζωὴν τὴν ἀγήρω· διό σε νῦν εὐσεβοῦντες, περιχαρῶς ἀνυμνοῦμεν.

Θεοτοκίον.

Θεοκυῆτορ Μαρία, τῶν γηγενῶν εὐκληρία, ἁμαρτωλῶν προστασία, Χριστιανῶν ἐλπὶς μόνη, κόσμου παντὸς σωτηρία, ῥῦσαι πυρὸς ἀπειλῆς με.

 

Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι

Ἰσαγγέλῳ Γερβάσιε, πολιτείᾳ ἐδόξασας, τοῦ Χριστοῦ τὸ ὄνομα τὸ πανάγιον· σὺ γὰρ φρονήσει συνέζησας, ἐν βίβλῳ ἐνέγραψας, τῇ τῶν ζώντων σεαυτόν, ἀγαθῶν δὲ ἠξίωσαι, ἀπολαύσεως, καὶ Θεῷ παριστάμενς πρεσβεύεις, τοῦ αὐτοῦ τυχεῖν ἐλέους, ἡμᾶς τοὺς πίστει τιμῶντάς σε. (Δίς)

 

Νέον φύλακα εὗρέ σε, τῶν Πατρέων ὁ σύλλογος, μετὰ τοῦ Ἀνδρέου τοῦ Πρωτοκλήτου γε· ὅθεν κραυγάζει σοι Ἅγιε, τὴν πόλιν σου λύτρωσαι, ἐκ μανίας βακχικῆς, ἐξαιρέτως δὲ φύλαττε, ἀπαράτρωτον, νεολαίαν σου Πάτερ ἐκ τῶν κώμων, τῶν ἀφρόνων παρανόμων, τῶν λατρευόντων τὰ εἴδωλα.

 

Διωγμοῖς τε καὶ ὕβρεσι, πειρασμοῖς τε καὶ θλίψεσι, ἐπὶ γῆς ἐνήθλησας ἐννομώτατα, ἐνατενίζων τὰ κρείττονα, ποθῶν τὰ οὐράνια, τεθλιμμένας καὶ στενάς, ἀτραποὺς σὺ ἐβάδισας, καὶ κατέπληξας, ἐν τῷ κάλλει τῶν λόγων τοὺς ἀνόμους, διελέγχων φιλανθρώπως, οὐρανόμυστα Γερβάσιε.

 

Δόξα. Ἦχος πλ. δ΄

Χαίρει σήμερον ἡ Γορτυνία ἡ εὔμορφος, ὅτι καρπὸν ἐβλάστησεν εὐκλεῆ· ἀγάλλονται δὲ καὶ αἱ Πάτραι περιφανῶς, ὅτι ἐν αὐταῖςἠκούσθη λύρα θεόφθογγος, κιθάρα παναρμόνιος, μελουργῶν μέλος μετανοίας ἡδύτατον. Πόρναι σωφρονοῦσι, μεθυπλῆγες νήφουσι, βλάσφημοι εὐλογοῦσι, ὀργίλοι πραΰνονται, καὶ δαίμονες φρίττουσι σοφίᾳ τῶν λόγων καὶ ὑπομονῇ τῶν ἔργων τοῦ λαμπροῦ Γερβασίου. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, λύτρωσαι ἡμᾶς ἐκ τῆς εἰδωλομανίας, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις Γορτυνίας θεῖος βλαστός, καὶ τῆς Ἀχαΐας ἐγκαλλώπισμα φαεινόν· χαίροις τῶν ποιμένων, ὑπόδειγμα καὶ τύπος, Γερβάσιε καὶ πρέσβυς, φιλανθρωπότατος.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου