ΙΟΥΛΙΟΣ Ζ΄.
ΘΩΜΑΣ ΟΣΙΟΣ ΕΝ ΜΑΛΕῼ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Θεοφεγγῆ σε φωστῆρα Πάτερ ἐπέγνωμεν, ταῖς νοηταῖς ἀκτῖσι, καταυγάζοντα κόσμον, καὶ σκότος ἐκμειοῦντα τῆς πονηρᾶς, τῶν δαιμόνων συγχύσεως, τὴν φωτοφόρον σου μνήμην· ὅθεν πιστῶς, ἑορτάζομεν μακάριε. (Δίς)
Περιφανὴς ἐν τῷ βίῳ πάλαι γενόμενος, πλούτῳ καὶ δυναστείᾳ, μοναζόντων τὸ σχῆμα, ὁσίως ἠμφιάσω Πάτερ Θωμᾶ, τὴν πτωχείαν μιμούμενος, τοῦ δι’ ἡμᾶς σαρκωθέντος· ὅθεν πολλοῖς, σὲ χαρίσμασιν ἐπλούτισεν.
Στύλῳ πυρὸς ὁρατῶς σε Θεὸς ὡδήγησε, πρὸς σωτηρίαν Πάτερ, πρὸς γαλήνης λιμένα, πρὸς ὅρμον ἀπαθείας ὕδωρ τῇ σῇ, προσευχῇ δὲ ἀνέβλυσε, καὶ ἀβλεπτοῦσε τὸ βλέπειν καὶ τοῖς χωλοῖς, εὐδρομίαν ἐδωρήσατο.
Δόξα. Ἦχος πλ. β΄.
Τὸν πλοῦτον καὶ τὰς τιμᾶς τοῦ κόσμου ἀπαρνηθείς, Θωμᾶ ἀοίδιμε, εἰς ἐρημίαν τοῦ Μαλεοῦ κατέφυγες, καὶ ἐν αὐτῇ πρὸς Θεὸν διαρκῶς προσευχόμενος, ὡς στῦλος ἔλαμψας πυρός· καὶ δαίμονας Ἅγιε ἐξ ἀνθρώπων ἐδίωξας· καὶ νῦν δυσώπει ἀκαταπαύστως Χριστὸν τὸν Θεόν, ἐκ λύμης τοῦ ἀντιπάλου, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν Ὅσιε Πάτερ.
Καὶ νῦν. Θεοτοκίον .
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον· τὴν σὴν γὰρ ἄχραντον ὑποδὺς γαστέρα, ὁ πάντων Δημιουργός, ἐγένετο σάρξ, οὐ τραπεὶς τὴν φύσιν, οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλὰ τῇ ἐκ σοῦ ληφθείσῃ λογικῶς ἐμψυχωμένῃ σαρκί, καὶ ἐν αὐτῷ τὸ εἶναι λαβούσῃ, ἑνωθεὶς καθ' ὑπόστασιν· ὅθεν εὐσεβῶς ἐν δύο φύσεσιν ἐπιδηλουμέναις, τὴν διαφορὰν ποιούμεθα. Αὐτὸν ἱκέτευε, σεμνὴ Παναγία, καταπέμψαι ἡμῖν εἰρήνην, καὶ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Λάμπων ἐν ἀρεταῖς, τὸν Μαλεὸν φωτίζεις, Θωμᾶ πνευματοφόρε, τὴν Λακωνίαν δείξας, προσκύνημα παγκόσμιον.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις τῶν ἀσκητῶν, ὁ τύπος καὶ ἡ δόξα, γενόμενος ἀσκήσει, Ἠλίαν ἀναστήσας, ἐν Μαλεῷ πανόσιε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ἔδειξας ἐπὶ γῆς, ἰσάγγελον τὸν βίον, τὰς Σεραφεὶμ ἐγγίσας, πυρίμορφος ἐκλάμψας, θεοειδὼς πανόσιε.
Δόξα. Τριαδικόν.
Θεὸν Τριαδικόν, κηρύττεις ἀλλοπίστοις, διὰ θαυματουργίας, Πατέρα καὶ Υἱόν τε, Θωμᾶ καὶ Πνεῦμα Ἅγιον.
Καὶ νῦν. Θεοτοκίον.
Υἱὸν μονογενῆ, Πατρὸς τοῦ οὐρανίου, ἔτεκες Θεοτόκε, ἐκ Σῶν ἁγνῶν αἱμάτων, λαβόντα σάρκα Δέσποινα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν διαῤῥέουσαν, δόξαν ἀπέῤῥιψας, καὶ τὸν τοῦ Κτίσαντος, ζυγὸν ἠγάπησας, ἀγγελικὴν ἐπὶ τῆς γῆς, ἑλόμενος πολιτείαν· ὅθεν χαρισμάτων σε, δωρεαῖς κατεπλούτισε, Χριστὸς ὁ Φιλάνθρωπος, ὁ δοξάσας τὸν βίον σου· ᾧ πρέσβευε Θωμᾶ θεοφόρε, ῥῦσαι ἡμᾶς πάσης ἀνάγκης.
Δόξα. Καὶ νῦν. Θεοτόκιον.
Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΝ
Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Ὁσίου γ΄. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων
Θεοφεγγῆ
σε φωστῆρα, Πάτερ ἐπέγνωμεν, ταῖς νοηταῖς ἀκτῖσι, καταυγάζοντα κόσμον, καὶ σκότος
ἐκμειοῦντα τῆς πονηρᾶς, τῶν δαιμόνων συγχύσεως, τὴν φωτοφόρον σου μνήμην· ὅθεν
πιστῶς, ἑορτάζομεν μακάριε.
Περιφανὴς
ἐν τῷ βίῳ, πάλαι γενόμενος, πλούτῳ καὶ δυναστείᾳ, μοναζόντων τὸ σχῆμα, ὁσίως ἠμφιάσω,
Πάτερ Θωμᾶ, τὴν πτωχείαν μιμούμενος, τοῦ δι' ἡμᾶς σαρκωθέντος· ὅθεν πολλοῖς, σὲ
χαρίσμασιν ἐπλούτισε.
Στύλῳ πυρὸς ὁρατῶς σε, Θεὸς ὡδήγησε, πρὸς σωτηρίαν Πάτερ, πρὸς γαλήνης λιμένα, πρὸς ὅρμον ἀπαθείας, ὕδωρ τῇ σῇ, προσευχῇ δὲ ἀνέβλυσε, καὶ ἀβλεπτοῦσι τὸ βλέπειν, καὶ τοῖς χωλοῖς, εὐδρομίαν ἐδωρήσατο.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὴν τοῦ πλούτου ἀπόλαυσιν, καὶ τῆς δόξης τὸν στέφανον, καταλείψας Ὅσιε πρὸς τὴν ἔρημον, καταφυγῶν δι’ ἀσκήσεως, τὸν βίον διήνυσας, τῇ εὐχῇ προσομιλῶν, ἐν τῷ ὄρει Μαλεῷ πρὸς τὸν Κύριον· διὸ χάριν ἐδέξω οὐρανόθεν, τοῦ ἰᾶσθαι τοὺς νοσοῦντας, παντοίων νόσων τρισόλβιε.
Τὸν Προφήτην ἐζήλωσας, Ἠλιοῦ τὸν πυρίπνοον, πολιτείαν τούτου ἀκολουθήσας πιστῶς· διὸ ὡς στῦλος πυρίμορφος, εὐχόμενος ὤφθης τε, καταπλήσσων τοὺς πιστούς, τοὺς ὁρῶντας τὴν λάμψιν σου, Θωμᾶ Ὅσιε, Παρακλήτου ναὸς ἐγένου Πάτερ· διὸ πάντες σοῦ τὴν μνήμην, τὴν φωταυγῆ ἑορτάζομεν.
Τῇ ἀσκήσει τερπόμενος, ἐν σπηλαίῳ διέμενες, κατατήκων σάρκα σου ἀγρυπνῶν καὶ δή, καὶ ἐν νηστείᾳ καὶ δίψει τε, καὶ δάκρυσιν Ὅσιε, κατανύξεως πολλῆς· διὸ ἔνσαρκος ἄγγελος ἀνεδείχθης τε, καὶ θεόπτης καὶ θεόφρων, τῷ φωτὶ τοῦ Παρακλήτου, καταλαμπόμενος Ὅσιε.
Δόξα. Ἦχος πλ. δ΄.
Τῆς θείας δόξης τῷ ἔρωτι, τῆς σαρκὸς τὸ σκίρτημα ἐξήλειψας, δι’ ἐγκρατείας πολλῆς Θωμᾶ Πάτερ Ὅσιε· ὅλῃ γὰρ ψυχῇ Χριστοῦ τὴν δόξαν σὺ ἐρῶν, τῇ Ἐκείνου χορηγίᾳ ἐν ἀῤῥήτῳ φωτὶ ἐπλήσθης τρισόλβιε· καὶ νάματος ῥοὴν ἐν Μαλεῷ πηγάσας ποταμὸν θεόβρυτον, τῶν νοσημάτων ἰατρὸν ἐχαρίσω Πάτερ, δοξάζων τὴν Ἐκκλησίαν θαύμασι· διὸ πάντες εὐγνωμόνως σὲ γεραίρουσι, καὶ νῦν Χριστῷ δοξαζόμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Θωμᾶς ὁ ζηλωτὴς Ἠλιοῦ τοῦ Θεσβίτου, τοὺς φιλεόρτους συνήγαγεν σήμερον, πανηγυρίσαι τὴν σεπτὴν αὐτοῦ μνήμην, ἐν ὕμνοις μέλποντας· Χαῖρε, τῶν ἀσκητῶν ἡ ἀκρότης, καὶ νεοφανὴς ὁ Θεσβίτης, ἡσυχαστῶν ἐξαίρετον ἐγκκαλώπισμα· χαῖρε, ὅτι ἔνσαρκος ἄγγλος, καὶ ἄσαρκος ἀνθρωπος, δέδειξε τοῖς σοῖς ἀθλήμασι. Σὲ δυσωποῦμεν κράοζντες· Ἀντιλαβοῦ ἡμῶν Θωμᾶ, ἐν τῶ καιρῷ τῆς κρίσεως.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις· Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ' ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς, ἀλλ' ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν
Χαίροις, ὁ θεοφόρος Θωμᾶς, θείου Προφήτου Ἠλιοῦ ὁ συνόμιλος, ὡς στῦλος πυρὸς αὐγάσας, ἐν προσευχῇ Μαλεόν, καὶ ῥοὴν πηγάσας θείου νάματος· δι’ οὗ θεραπεύονται, τὰ ποικίλα νοσήματα, τῶν προσφευγόντων, εὐλαβῶς σοῦ τῇ χάριτι, καὶ δοξάζεται, Ἐκκλησία σοῖς θαύμασι· ἅπαντα ἀρνησάμενος, τῆς γῆς τὰ ἡδύνοντα, ἐν τῇ ἀσκήσει ἐτάκης, διὰ Χριστὸν Ὃν ἠγάπησας· καὶ νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ θεοφόρος Θωμᾶς, τοῦ Παρακλήτου καταγώγιον ἔμψυχον, τυφλοὺς ὀμματόων Πάτερ, καὶ τοὺς χωλοὺς εὐδρομών, καὶ λεπροὺς θεράπων ἀναδέδειξαι· τῶν μάγων διέψευσας, φληναφήματα Ὅσιε, ἐν Καζαμπλάνκᾳ, θεραπεύσας ἀνίατον, παῖδα Ὅσιε, ἁγιάσματος χάριτι· τύπος ὁ ἀκριβέστατος, ἀσκήσεως Ἅγιε, τῶν μοναζόντων τὸ κλέος, φωτὸς Χριστοῦ ὁ ἀνάπλεως, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, ὁ θεοφόρος Θωμᾶς, τῆς Λακωνίας ὁ ἀστὴρ φαεινότατος, ὁ ἔνδοξος στρατηλάτης, ἐν ἀσκηταῖς ταπεινός, ἀνεφάνης Πάτερ ἱερώτατε· ὡς ἔνσαρκος ἄγγελος, ἐν σπηλαίῳ μακάριε, συνελειτούργεις, τοῖς Ἀγγέλοις εὐχόμενος, καὶ πληρούμενος, χαρισμάτων τοῦ Πνεύματος· ὅθεν πηγὴ ἀστείρευτος, θαυμάτων σὺ δέδειξαι, εὐεργετῶν τοὺς τιμῶντας, τὴν θείαν μνήμην σου Ἅγιε· ἀξίωσον Πάτερ, τοὺς γεραίροντας σὴν μνήμην, εὑρεῖν μετάνοιαν.
Δόξα. Ἦχος πλ. β΄.
Ἀσκητικῶς πολιτευσάμενος, θαυματουργίας τὸ τάλαντον ἐδέξω, παρὰ Χριστοῦ τοῦ Θεοῦ Θωμᾶ Πάτερ Ὅσιε· ὅθεν Μαλεὸς ἐξεπλάγη, τὴν ἐκροὴν τῶν ὑδάτων ἰδὼν ἐκπηδῶσαν Πάτερ, θαυματουργίᾳ τύπῳ σταυροῦ σου· καὶ ὡς θαυμάτων ἡ πηγὴ βρύει ἰάσεις, τοῖς καταφεύγουσι πρὸς σὲ ἐν πίστει μακάριε, πρὸς δόξαν Χριστοῦ τοῦ σὲ λαμπρῶς δοξάσαντος.
Καὶ νῦν... Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὴν διαῤῥέουσαν, δόξαν ἀπέῤῥιψας, καὶ τὸν τοῦ Κτίσαντος, ζυγὸν ἠγάπησας, ἀγγελικὴν ἐπὶ τῆς γῆς, ἑλόμενος πολιτείαν· ὅθεν χαρισμάτων σε, δωρεαῖς κατεπλούτισε, Χριστὸς ὁ Φιλάνθρωπος, ὁ δοξάσας τὸν βίον σου· ᾧ πρέσβευε Θωμᾶ θεοφόρε, ῥῦσαι ἡμᾶς πάσης ἀνάγκης.
Δόξα. Καὶ νῦν. Θεοτόκιον.
Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Φωτὶ τῶν ἀρετῶν, λαμπρυνθεὶς τὴν καρδίαν, ὁλόφωτος Θωμᾶ, ὡς ἀστὴρ ἀνε΄φανης, ἀκτῖσι θαυμάτων σου, καταυγάζων ὑφήλιον, καὶ δωρούμενος τῶν ἰαμάτων τὸν πλοῦτον, τοῖς προσφεύγουσι, τῇ σῇ θερμῇ μεσιτείᾳ, ἐν πίστει πανθαύμαστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸς σαρκὶ τεχθεῖς, ἐξ ἁγνῶν Σου αἱμάτων, Παρθένε μυστικόν, κρῖνον τοῦ Παραδείσου, τὸν θάνατον ὤλεσεν, καὶ ζωὴν ἐχαρίσατο, καὶ Παράδεισον, ἐν οὐρανοῖς τοῖς ἀνθρώποις· ὅθεν Δέσποινα, Σὲ εὐγνωμώνως τιμῶμεν, ἐν ὕμνοις δοξάζοντες.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον
Μαλεοῦ ὁ Ἠλίας ἐδείχθης πύρινος, καὶ Μωϋσῆς ἐκ τοῦ βράχου ὕδωρ πηγάσας σταυρῷ, καὶ θαυμάτων ἡ πηγὴ Θωμᾶ μακάριε· ὅθεν προσφεύγουσι πιστοί, τῇ σῇ χάριτι λαβεῖν, ἰάσεις τῶν νοσημάτων· καὶ δοξάζεις τὴν Ἐκκλησίαν, τερατουργίας ἐν τῷ κόσμῳ ποιῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Κόρη τεκοῦσα ζωῆς τὸν Κύριον· χαῖρε Παρθένε πρὸ τόκου καὶ μετὰ τόκον ἁγνή· χαῖρε ἔμψυχε ναὲ τοῦ Παντοκράτορος· χαῖρε τὸ μάννα τῆς ζωῆς, ὡς ἡ στάμνος ἡ χρυσῆ, ἐντός Σου δεχθεῖσα Κόρη· Σὲ γεραίρομεν Θεοτόκε, Παρθενομῆτορ τοῦ Δεσπότου Χριστοῦ.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἡ θεόβρυτος πηγή, ἐν Μαλεῷ ὡς ποταμός, θείας χάριτος Θωμᾶ, καταποτίζει μυστικῶς, ψυχὰς ἀνθρώπων σοῖς θαύμασι θεοφόρε· λέπραν θαυμαστῶς, Θωμᾶ ἐκάθηρας· χωλοὺς δὲ εὐδρομῶν, πάντας ἐξέστησας· καὶ Καζαμπλάνκᾳ τὸν παῖδα διέσωσας, θαυματουργήσας πανόσιε· ὅθεν ὑμνοῦμεν, τῆς Ἐκκλησίας τὸν ποταμὸν τὸν τῆς χάριτος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρακλήτου μυστικόν, θεῖον παλάτιον ἁγνή, ἀνεδείχθης ἀληθῶς, διὰ ταπείνωσιν πολλήν, καὶ δι’ ἁγνότητα Κόρη Παρθενομῆτορ· καὶ ἔσχες ἐν γαστρί, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, καὶ ἔτεκες σαρκί, Σωτῆρα πάντων τῶν βροτῶν· διὸ παρθένον πρὸ τόκου κηρύττομεν, καὶ μετὰ τόκον παρθένον Σε· Χριστὸν δυσώπει, Παρθενομῆτορ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὁ τῇ ἀσκήσει ἀναβὰς εἰς ὕψος θαυμαστῶς ἀπαθείας, καὶ μυστικῆς θεωρίας γευσάμενος, Θωμᾶ παμμακάριστε, σαῖς θείαις Πάτερ προσευχαῖς τὰ πάθη ἡμῶν ἐξάλειψον, καὶ πήγασον ἡμῖν ῥοᾶς δακρύων, ἐλέει Χριστοῦ, ἵνα ἐν μετανοίᾳ, σωτηρίας τύχωμεν.
Ὁ Κανὼν τοῦ Ὁσίου.
ᾨδὴ α', Ἦχος β' Δεῦτε λαοὶ
Τὸν φωτισμόν, τῆς θείας χάριτος ἔνδοξε, ἐν τῇ ψυχῇ δεξάμενος, ὡς ἄλλην Αἴγυπτον, τῶν παθῶν τὴν ὁμίχλην, κατέλιπες καὶ βίον, ἔσχες οὐράνιον.
Περιφανής, Πάτερ ἐν βίῳ γενόμενος, κατὰ βαρβάρων ἔστησας, ἄπειρα τρόπαια· καὶ μονάσας ὁσίως τὸ στῖφος τῶν δαιμόνων, κατετραυμάτισας.
Ἀσκητικῶς, τῷ δυσμενεῖ συμπλεκόμενος, συμμαχίᾳ Ὅσιε, τοῦ θείου Πνεύματος, ἐταπείνωσας τοῦτον, καὶ νίκης οὐρανόθεν, στέφανον εἴληφας.
Θεοτοκίον
Μόνη Θεόν, πᾶσι τὸν ὄντα ἀχώρητον, σοὶ χωρητὸν γενόμενον, δι' ἀγαθότητα, ἀπεκύησας Κόρη, ὃν αἴτησαι σωθῆναι, τοὺς ἀνυμνοῦντάς σε.
ᾨδὴ γ', Στερέωσον ἡμᾶς
Ταῖς σαῖς ἐπικαμφεὶς Θεὸς δεήσεσι, χειρί σε Προφήτου δεσμῶν ἀφῆκε, καὶ πορεύεσθαι εὐώδωσε, πρὸς ἐπίπονον σκάμμα τῆς ἀσκήσεως.
Ὁ στύλῳ Ἰσραὴλ ποτὲ τὴν ἔρημον, παμμάκαρ διέρχεσθαι εὐδοκήσας διὰ στύλου σε πυρὸς ὡδήγει, προειδὼς τῆς ψυχῆς σου τὴν εὐγένειαν.
Θεοτοκίον
Χρυσοῦν
ὡς ἀληθῶς θυμιατήριον, καὶ στάμνον τοῦ μάννα καὶ θεῖον ὄρος, καὶ παλάτιον τερπνότατον
τοῦ Θεοῦ σε Παρθένε ὀνομάζομεν.
Κάθισμα τοῦ Ἁγίου Ἦχος δ' Ἐπεφάνης σήμερον
Τῷ Κυρίῳ Ὅσιε, εὐαρεστήσας, διὰ θείων πράξεων, καὶ πολιτείας καθαρᾶς, τῆς κληρουχίας ἠξίωσαι, τῶν Ἀσωμάτων, Θωμᾶ παμμακάριστε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον ὁ αὐτὸς Ταχὺ προκατάλαβε
Ἡ
στεῖρα τὴν ἔλευσιν, προκατιδοῦσα τὴν σήν, καὶ τῶν ἀσπασμῶν φωνήν, ἐνηχηθεῖσα ὠσίν,
ἠπόρει τῷ πράγματι, ἔνδοθεν ἐγνωκυῖα, ἀσπασμοῖς σοῖς Παρθένε· ἐσκίρτα γὰρ τὸ βρέφος,
ἐν αὐτῆς τῇ νηδύϊ· διὸ τοῦ ἐν γαστρί σου Θεοῦ ἔγνω τὴν σάρκωσιν.
ᾨδὴ δ', Εἰσακήκοα Κύριε
Ἐγκρατείας ἐνέπρησας, θείῳ πυρί, ἀκάνθας ἁμαρτίας, καὶ θαυμάτων φέγγος, Πάτερ ἀπήστραψας.
Τῆς ψυχῆς σου τὰ ὄμματα, τῆς τῶν παθῶν, ἰλύος ἐκκαθάρας, ἀβλεπτούσας κόρας, μάκαρ διήνοιξας.
Σεαυτὸν ἡλλοτρίωσας, τῶν κοσμικῶν, θορύβων θεοφόρε, καὶ ὑπερκοσμίου γαλήνης ἔτυχες.
Θεοτοκίον
Ἀπειρόγαμε
Δέσποινα, ἡ τὸν Θεόν, ἀφράστως συλλαβοῦσα, πειρασμῶν καὶ θλίψεων πάντας λύτρωσαι.
ᾨδὴ ε', Ὁ τοῦ φωτὸς χορηγός
Χειραγωγοῦντά σε, πρὸς τὰς ἐρήμους εὐσεβῶς ἔσχηκας, τὸν Ἠλιοὺ Πάτερ τὸν Θεσβίτην, φαινόμενον νυκτός, καὶ μυσταγωγοῦντα τὰ θεῖά τε Ὅσιε.
Ὡς ἄλλον Κάρμηλον, τὸ Μαλεοῦ Ὄρος σοφὲ ᾤκησας, ὀπτασιῶν, θείων ἀπολαύων, καὶ θαυματουργιῶν, χάριν παραδόξως, Θωμᾶ κομιζόμενος.
Θεοτοκίον
Τὴν πληγωθεῖσάν μου, ταῖς προσβολαῖς τοῦ δυσμενοῦς Ἄχραντε, ὡς συμπαθής, ἴασαι καρδίαν, ἡ τὸν ἐπὶ Σταυροῦ, σαρκὶ προσηλωθέντα ἀῤῥήτως κυήσασα.
ᾨδὴ ς', Ἐν ἀβύσσῳ πταισμάτων
Ἐν ἐρήμῳ ἀνύδρῳ κατῴκησας, καὶ τῶν προσευχῶν ἑπομβρίᾳ σου Ὅσιε, ὕδωρ ἐν ταύτῃ πλούσιον, τὸν Δεσπότην πηγάσαι ἠξίωσας.
Ἀβραὰμ ὥσπερ πάλαι ὁ δίκαιος, τῆς ἐνεγκαμένης σαυτὸν ἀπεμάκρυνας, καὶ τῷ Θεῷ προσήγγισας, καὶ εἰς γῆν τῶν πραέων ἐσκήνωσας.
Μοναστὴς ἀληθὴς ἐχρημάτισας, καὶ μετὰ ταφὴν ἰαμάτων χαρίσματα, Πάτερ Θωμᾶ τοῖς χρῄζουσιν, ἀναβλύζεις δυνάμει τοῦ Πνεύματος.
Θεοτοκίον
Ὁ βουλήσει τὸ πᾶν ἐργαζόμενος, μήτραν βουληθεὶς ἀπειρόγαμον ᾤκησε, τοὺς τῇ φθορᾷ νοσήσαντας, ἀξιῶν ἀφθαρσίας ὡς εὔσπλαγχνος.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς τοῦ Σωτῆρος ὀπαδὸν καὶ φίλον γνήσιον, καὶ τῶν Ὁσίων μιμητὴν καὶ ἀκροθίνιον, ἀνυμνοῦμεν σε ἀξίως, Θωμᾶ θεόφρον· Σὺ γὰρ ὤφθης ἀπαθείας ἐνδιαίτημα, καὶ θαυμάτων αὐτουργὸς ἐκ θείας χάριτος, τοῖς βοῶσί σοι· χαίροις Πάτερ τρισόλβιε.
Ὁ Οἶκος.
Ὑπογραμμὸν ἑλόμενος Πάτερ τοῦ Θεσβίτου τὸν βίον, ἐκ τερπνῶν τοῦ κόσμου μόνος ἀπάρας, εἰς Μαλεὸν κατώκησας· πάντα δὲ πάθη καθάρας δακρύων ῥοαῖς, ἀπάθειαν ἐκτήσω ἐν ἐρήμῳ τοῦ Μαλεοῦ πηγάσας ὕδατα Ὅσιε· καὶ χάριν θαυμάτων λαβῶν, εὐεγετεῖς τοὺς τιμῶντας τὴν μνήμην σου, καὶ βοῶντάς σοι· χαίροις Πάτερ τρισόλβιε.
Συναξάριον.
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Θωμᾶ τοῦ ἐν τῷ Μαλεῷ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ', Εἰκόνος χρυσῆς
Τυφλοῖς τὸ ὁρᾶν, καὶ χωλοῖς Πάτερ Θωμᾶ τὴν εὐδρομίαν, ἐνοχλουμένοις ἀπολύτρωσιν, καὶ ἀσθενοῦσι τὴν ἴασιν, ἐπιχορηγῶν τῇ δυνάμει τοῦ Χριστοῦ ἀνεκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἡσύχως τὴν σήν, διετέλεσας ζωὴν Πάτερ παμμάκαρ, ἀκτημοσύνῃ λαμπρυνόμενος, καὶ ἐγκρατείᾳ κοσμούμενος, μέλπων κατανύξει καρδίας, τῷ Δεσπότῃ πανόλβιε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Παρθένε σεμνή, ἀπειρόγαμε ἁγνὴ εὐλογημένη, καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτανόντων ἡ λύτρωσις, σῶσόν με τὸν ἄσωτον, σῶσον, τῷ Υἱῷ σου κραυγάζοντα· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η', Τὸν ἐν καμίνῳ τοῦ πυρὸς
Πάθη δυσκάθεκτα ψυχῆς, ἐγκρατείας χαλινῷ καθυποτάξας, τοῖς ἀΰλοις, Ἀγγέλοις, ἐξωμοιώθης βοῶν· Ὑμνεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τούς αἰῶνας.
Τὸν τοῦ Θεσβίτου Ἠλιού, ἀνιχνεύων ἱερὸν παμμάκαρ βίον, πρὸς τὸ ὄρος ἀνῆλθες, προσομιλεῖν τῷ Θεῷ, νηστείᾳ τὸν νοῦν καθαιρόμενος, μέλπων· Εὐλογεῖτε, Χριστόν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ζῶσα ὑπάρχουσα πηγή, ὡς τὸ ὕδωρ τῆς ζωῆς ἀποτεκοῦσα, τὴν ψυχήν μου τακεῖσαν, τῆς ἁμαρτίας φλογμῷ, Παρθένε Θεοτόκε πότισον, ἵνα σε δοξάζω, εἰς πάντας τούς αἰῶνας.
ᾨδὴ θ', Τὸν ἐκ Θεοῦ Θεὸν λόγον
Πνεύματι Πάτερ πτωχεύσας, οὐρανῶν Βασιλείαν, ἀπείληφας σὺν πᾶσιν ἐκλεκτοῖς, δόξης ἀῤῥήτου πληρούμενος, καὶ τῶν πόνων ἀξίως, δεχόμενος Θωμᾶ τὰς ἀμοιβάς· διὰ τοῦτό σε πίστει, καὶ πόθῳ μακαρίζομεν.
Ἡ τῶν λειψάνων σου θήκη, τοῖς πιστῶς προσιοῦσι, πηγάζει ἰαμάτων ποταμούς, πάθη ψυχῶν κατακλύζοντας, καὶ σωμάτων ὀδύνας, ἐξαίροντας μακάριε Θωμᾶ, πρεσβευτὰ τῶν ἐν πίστει, ἀεὶ μακαριζόντων σε.
Συναγελάζων Ὁσίων, φανοτάταις ἀγέλαις, καὶ φέγγει ἀνεσπέρῳ νοητῶς, Πάτερ Θωμᾶ αὐγαζόμενος, τοὺς τὴν θείαν σου μνήμην, τελοῦντας φωταγώγησον πιστῶς, καὶ τυχεῖν σωτηρίας, πρεσβείαις σου ἀξίωσον.
Θεοτοκίον
Ὑπεραστράπτουσα πᾶσι, τῶν θαυμάτων τῇ αἴγλῃ, τῶν σῶν θεοχαρίτωτε Ἁγνή, τὴν τῶν παθῶν καὶ τῶν θλίψεων, ἀπελαύνεις ὁμίχλην, καὶ φῶς τῆς εὐφροσύνης νοητῶς, ἐφαπλοῖς τοῖς Μητέρα, Θεοῦ σε μεγαλύνουσιν.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ἁγίου Πνεύματος τερπνὸν ἐγένου ἐνδιαίτημα, ἀγγελικῇ πολιτείᾳ Πάτερ Θωμᾶ διαλάμψας· διὸ εὐφραίνεις Ὅσιε τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, θαυματουργῶν ἐν τῷ κόσμῳ καὶ θείαν χάριν παρέχων, τοῖς σὲ ἐν πόθῳ τιμῶσι.
Θεοτοκίον.
Ἀγάλλονται οἱ Ἄγγελοι, ἐν Σοὶ Παρθένε ἄχραντε, καὶ μεγαλύνει Σὲ γένος, τὸ τῶν βροτῶν Θεοτόκε· τοῦ Παραδείσου ἤνοιξας, ἡμῖν τὰς πύλας Δέσποινα, Χριστὸν Σωτῆρα τεκοῦσα, ἐν παρθενίᾳ τελοῦσα, καὶ ἀειπάρθενος οὖσα.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ὡς ἀετὸς ὑψωθείς, Μαλεοῦ ὕψος ἔλαβες, ἐν αὐτῷ ἀσκούμενος, καὶ Ἠλίαν μιμούμενος· τερπνὰ τοῦ κόσμου ἀπαρνησάμενος, ἔνσαρκος ἄγγελος ὤφθης Ὅσιε· ὢ τῆς ἀνδρείας σου, δι’ ἧς κατετρόπωσας τὰ τοῦ σατάν, θράση καὶ παλαίσματα, ὡς ἐνθεώτατος.
Ὢ τοῦ παραδόξου θαύματος! ἡσυχασμοῦ ἐραστής, ὁ τοῦ κόσμου πολέμαρχος, ἀνεδείχθεις Ὅσιε, καὶ Ἀββάδων συνόμιλος· τὴν τοῦ Χριστοῦ εὐχὴν ἀδιάλειπτον, ἐν τῇ καρδίᾳ ἔχων ἀπήλαυσας, θείων ἐλλάμψεων, Παραδείσου γεύσεως ὢν ἐπὶ γῆς· ὢ μακαριότητος, ὦ εὐλογίας σου!
Ὢ τοῦ παραδόξου θαύματος! Δόξαν τὴν σὴν τίς εἰπεῖν, ἐν ἀνθρώποις δυνήσεται, καὶ τίς διηγήσεται, σοὺς θριάμβους πανόσιε, κατὰ σατὰν καὶ τῶν στρατευμάτων του, νυχθημερὸν πολεμούντων μανίᾳ σε· πάντας συντρίψας δέ, θράση καὶ φρυάγματα τοῦ πονηροῦ, τροπαιοῦχος γέγονας, Χριστοῦ πανθαύμαστε.
Ὢ τοῦ παραδόξου θαύματος! Πῶς ἐν φωτὶ ὅλος ὤν, Ἐκκλησία ἐξέλαμψας, ἄγγελος, ἐπὶ γῆς ὁσιώτατε· καὶ Μαλεὸν θαυμάτων ἐπλήρωσας, πηγάσας ῥεῖθρα ἅγια Ὅσιε· ὅθεν ὑμνοῦμέν σε, εὐγνωμόνως Ὅσιε οἱ εὐλαβῶς, μνήμην τὴν ἁγίαν σου, συνεορτάζοντες.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, ὑπὲρ κόσμον ἀρθείς, ἔσπευσας Μαλεῷ, καὶ ἀσκήσει Ἠλίαν ἤγγισας, ὥσπερ πῦρ ὅλος φαινόμενος· ἐν μετανοίᾳ δάκρυσι καθαρθείς, Παρακλήτου τὴν δρόσον ἐδέχθης, ὡς ἀμοιβὴν οὐράνιον· καὶ δοξασθεὶς διὰ θαυμάτων παμμάκαρ, τὴν Ἐκκλησίαν εὔφρανας, σεμνυνομένην ἐν σοί· ἀλλ’ ὦ Θωμᾶ, ὁσίων δόξα καὶ ἐν κόσμῳ ἄγγελε, τὸν Χριστὸν ἀεὶ δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Κόσμου ἀπωσάμενος τὰ τερπνά, πόθῳ ᾠκειώσω, ὑπερκόσμια ἀγαθά, δι’ ἐνθέου βίου, Θωμᾶ θαυματοφόρε· δι’ οὗ θαυμάτων ὤφθης, Πάτερ ἀνάπλεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου