ΙΟΥΝΙΟΣ ΙΒ΄!!
ΤΙΜΟΘΕΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΚΩΝΣΤΑΜΟΝΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Πορφυρίου ἱερομονάχου)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε συμφώνως ἐν ὕμνοις ἐγκωμιάσωμεν, τὸν νέον ἀθλοφόρον, τοὺς στεφάνους τῆς νίκης, προφρόνως προσκομίζοντες πρὸς αὐτόν, καὶ πιστῶς ἐκβοήσωμεν· ὡς κατενίκησας Ὅσιε τὸν Ἰσλάμ, οὕτως ἡμᾶς νῦν ἐνδυνάμωσον.
Τῶν μοναζόντων τὰ πλήθη καὶ τῶν Μαρτύρων χοροί, ὄντες ἐν Παραδείσῳ, νῦν κροτήσατε χεῖρας, Τιμόθεον τὸν νέον ἐν ἀθληταῖς, καταστέφοντες ᾄσμασιν, τῶν μοναζόντων τὴν δόξαν καὶ ἀθλητῶν, τῶν ἐπ’ ἐσχάτων τὸν συγκάθεδρον.
Τῆς σῆς πατρίδος παμμάκαρ ἅπας ὁ δῆμος κροτεῖ, τῶν σῶν ἀγωνισμάτων, τὴν περίλαμπρον νίκην, καὶ ᾄδει χαρμοσύνως ἐπὶ τῇ σῇ, μνήμῃ σήμερον ἔπαθλα, ὡς ἀντιλήπτορα ἔχων σὲ πρὸς Χριστόν, Πάτερ σεβάσμιε Τιμόθεε.
Τοῦ Γρηγορίου τοῦ θείου ὡς κερασφόρου κριοῦ, ἐν τῇ Βασιλευούσῃ, βρόχῳ τελειωθέντος, πλειὰς Νεομαρτύρων ἐσφάγη αὐτῷ, ὡς ποιμένι τὰ πρόβατα, ἵνα τρανώτερον λάμπῃ ἐν τῇ Ἐδέμ, ὑμῶν τὸ σύστημα Τιμόθεε.
Δόξα. Ἦχος πλ. β΄.
Ὑδάτων πολλῶν ῥοὴν σῆς πατρίδος, ἀντήλλαξας ἀσκητικῶν ἱδρῶτων ἀρδείαις, καὶ μαρτυρικῶν αἱμάτων κρουνοῖς, ἀξιάγαστε Πάτερ Τιμόθεε. Ἐν αὐτοῖς οὖν ἀπέπνιξας, τοὺς νοητοὺς ἀντιδίκους, καὶ τὸν γόνον τῆς Ἄγαρ τὸν παμβέβηλον· ὅθεν καὶ νῦν, συγκροτοῦντες τὴν σὴν πανήγυριν, σὲ προβαλλόμεθα πρέσβυν θερμότατον καὶ βοηθὸν καὶ ἀντιλήπτορα, δροσοστάλλακτον πρὸς Κύριον.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Οἶκος τῆς σῆς τρανῶς, πατρίδος ἀναγράφει, τὴν μνήμην σου προφρόνως, Τιμόθεε θεόφρον, εἰς δέλτους καρδιῶν ἡμῶν.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Δεῦτε συναθληταί, τοῦ θείου Τιμοθέου, πρεσβείαν σὺν ἐκείνῳ, χαρμονικῶς ποιεῖτε, πρὸς θρόνον τοῦ παντάνακτος.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Σπεύσατε Βεῤῥοιεῖς, καὶ ὅσοι ἐκ τῶν κύκλῳ, χωρίων εὐσεβούντων, τὸν θεῖον τοῦτον πρέσβυν, Τιμόθεον τιμήσωμεν.
Δόξα.
Ἄγαρ τὴν νοητήν, νικήσας ὡς μονάζων, αὐτῆς τοὺς ὑπηρέτας, ἐν αἵμασι θεόφρον, ὡς Μάρτυς νῦν ἀπέπνιξας.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα ὡς ἀεί, πρεσβεύεις τῷ Υἱῷ Σου· νῦν ἔχεις πρὸς Ἐκεῖνον, τὸν νέον ἀθλοφόρον, Τιμόθεον συλλήπτορα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα, τῶν Βεῤῥοιέων, νέον καύχημα, ἡ Ἐκκλησία, σὲ Τιμόθεε Πατὴρ ἡμῶν Ὅσιε· ὥσπερ γὰρ Μάρτυς Χριστῷ παριστάμενος, ὑπὲρ ἡμῶν μὴ ἐλλείπης δεόμενος, ἀλλὰ πρέσβευε Αὐτῷ ἐκτενῶς ὁσιόαθλε, σωθῆναι τοὺς πίστει σὲ γεραίροντας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς ἀμνὸς ἐθελούσιος, ὡς κριὸς ἀπειρόκακος, καὶ ὡς θῦμα τέλειον ἐκαρτέρησας, ἐν ταῖς βασάνοις Τιμόθεε, καὶ μάστιγας ἔφερες, καὶ τὰ ἄλλα τὰ φρικτά, μαρτυρίου προσκόμματα, καὶ ἀπέλαβες, ἀμαράντους στεφάνους χριστοπλέκτους, καὶ ἀγάλλει αἰωνίως, σὺν τοῖς Μαρτύρων στρατεύμασιν.
Εὐφραινέσθωσαν σήμερον, καὶ σκιρτάτωσαν χαίρουσαι, αἱ πατρίδες ἅπασαι συμπλεκόμεναι, τοὺς ἱεροὺς προσκομίζουσαι, Χριστῷ θείους Μάρτυρας, οὕσπερ ἤνεγκον εἰς φῶς, θεϊκῆς ἐπιγνώσεως, καὶ ἀνέθρεψαν, καὶ προσήγαγον θύματα προφρόνως, ἐπ’ ἐσχάτων νῦν τῶν χρόνων, οἵπερ τὴν Ἄγαρ ἐνίκησαν.
Μακαρίου ἀκόλουθος, Βενεδίκτου ὡς σύσκηνος, Συνεσίου Παύλου τε ὁμογάλακτος, κοινὰς βασάνους ὑπήνεγκας, κοινὸν καὶ τὸν θάνατον, καὶ ἐπέλαμψεν λαμπρόν, οὐρανόθεν μακάριε, τὴν σκοτόμαιναν, θεῖον φέγγος τὰ λείψανα φωτίζον, τοὺς ἀπίστους καταπλῆττον, τοὺς βορβορώδεις Τιμόθεε.
Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πύργος ὡράθης ἀπτόητος, ἐν ταῖς βασάνοις σοφέ, ἐν τῷ Πύργῳ τοῦ αἵματος, καταπλήσσων δαίμονας, τῷ στεῤῥῷ σου φρονήματι, καὶ καρτερίας ἀδάμας γέγονας, τῇ ἡλικίᾳ καίτοι πρεσβύτερος, Πάτερ Τιμόθεε, μοναζόντων καύχημα καὶ ἀθλητά, Ἄγαρ τροπωσάμενος, τὴν κακοδαίμονα.
Πείνῃ καὶ δίψῃ στομούμενος, ξύλῳ σταυροῦ μιμητής, ἀνεδείχθης Τιμόθεε, τὸν Χριστὸν ἐκμιμούμενος· ὅθεν στέφος νόμιμον συνεπλέχθη σοι Ὅσιε, ἐγκαρτερήσας σὺν τοῖς συνάθλοις σου, καὶ μέχρι τέλους οὐκ ἐπτοήθητε· ὅθεν ἀγάλλεσθε, ἐν τρυφῇ θεόφρονες καὶ νοητῆς, δόξης ἀπολαύετε, ἐν Παραδείσῳ σοφοί.
Μάρτυρες νέοι ὁμόφρονες, τῶν παλαιῶν ἀθλητῶν, ἐκτυπώματα γνήσια, τῇ ἀσκήσει πρότερον γυμνασθέντες ἐν Ἄθωνι· τοῦ μαρτυρίου δρόμον ἀνύσαντες, σὺν Τιμοθέῳ θεῖος Βενέδικτος, Παῦλος Συνέσιος, θρέμματα τῆς Κώνσταντος, πρωταθλητοῦ, τοῦ Στεφάνου γνήσια, τῆς Θεοτόκου ἀμνοί.
Δόξα. Ἦχος πλ. α΄
Ὕδατα καρπογόνα ἀρδεύοντα γῆν ἀγαθήν, πολυτάλαντον καρποδοσίαν ἀποφέρουσιν· ἀλλ’ ἐν σοί, θεοτίμητε Πάτερ, ἀρδεῖαι ἀγώνων ἀσκητικῶν, ἐκαλλιέργησαν χώραν καρδίας θεοφιλοῦς, καὶ σταλαγμοὶ τῶν αἱμάτων ἐκαρποφόρησαν στέφος χριστοκόσμητον, μαρτυρικὸν καὶ πολυανθὲς καὶ εὐωδέστατον, δι’ οὗ ἀγωνοθέτης Χριστὸς ἐμαργάρωσε σὴν κορυφήν, ὁσιόαθλε Πάτερ Τιμόθεε.
Καὶ νῦν ... Θεοτοκίον
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδᾶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἡ ζοφερὰ τῆς ἡμισελήνου, νύξ, ἀδελφοὶ προέκοψεν, βοᾷ σὺν τοῖς συνάθλοις αὐτοῦ, ὁ πανόλβιος Τιμόθεος· ὅθεν σπεύσωμεν ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατῆσαι, ἵνα λάβωμεν ἐν οὐρανοῖς ζωὴν ἀτελεύτητον. Καταφρονήσωμεν τῶν βασάνων ἀνδρικῶς, ὅτι ἐν βίῳ θλίψιν ἔχομεν. Θαῤῥήσωμεν ἀδελφοί· νῦν γὰρ σελήνη μινοειδὴς καὶ ἀφεγγής, ἐκεῖ ἥλιος ἀνέσπερος καὶ φωτοφόρος χαρὰ ἀνεκλάλητος, ἐν Χριστῷ Ἰησοῦ τῷ Σωτῆρι ἡμῶν.
Ἦχος β΄.
Ἀνέτειλεν ἡμῖν ὡς ἀστὴρ ὀρθρινός, μνήμη ἡ φωτοφόρος τοῦ Ὁσιομάρτυρος Τιμοθέου, βοᾷ χαρμοσύνως, ἡ πληθὺς τῆς ἐνεγκαμένης σε, ἀθλοφόρε ἀοίδιμε Χριστοῦ. Ἀλλὰ καὶ αὐτή, ὡς ῥέουσα παρέρχεται, ταχέως ἡ ἄστατος, καὶ ταύτην διαδέχεται ζωὴ ἡ αἰώνιος· ὅθεν καὶ ἡμεῖς, τὰ παρόντα ὑπομείναντες γενναίως, σὺν αὐτῷ ἀδελφοί, κληρονομήσωμεν ζωὴν τὴν αἰώνιον.
Ἦχος γ΄.
Πάτερ Τιμόθεε, ὁ ἐν Ὁσιομάρτυσι νέος βλαστός, ὁ γηραιὸς ἐν ἡλικίᾳ, ἀλλὰ ἐν ὑπομονῇ νεάζων, πικρᾶς δουλείας εἱρκτῇ καὶ βασάνοις παντοίαις τῶν θηριωνύμων ἀπίστων ὑπέμεινας γενναίως· ὅθεν θεοτίμητε, βαθμῖδας τελειότητος ἀνελθών, κοινωνίαν πρῶτον γάμου, τριβώνιον μοναχικὸν ὕστερον, ἐν τέλει δὲ στέφανον μαρτυρίου ἀπείληφας· ὅθεν τοῦ Πρωτομάρτυρος τέκνον γνήσιον ἀνεδείχθης καὶ ἀδιαλείπτως πρεσβεύεις ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, σταυρὸς ἀκτινοπύρσευτος,
οὐρανόθεν ἐπέλαμψεν, καταστέφων, τῶν σεπτῶν ἡμῶν λειψάνων τὰ μαρτυρικὰ
παλαίσματα· ὅνπερ σταυρόν, ἐπ’ ὤμων διὰ βίου ἀράμενος, τὴν εὐαγγελικὴν
ὁδὸν ἀράμενος, τὴν εὐαγγελικὴν ὁδὸν πορευόμενος, μαθητὴς γνησιώτατος. Παύλου τοῦ
πρωτοκήρυκος γέγονας, ὅσπερ τῆς κοινῆς ἡμῶν πατρίδος εὐαγγελιστὴς Βεῤῥοίας ἐχρημάτισεν· ὅθεν τὸ μαρτύριόν σου νόμιμον καὶ τὸ στέφος ἐπάξιον,
δι’ οὕπερ κοσμούμενος, παῤῥησίᾳ πρέσβευε, ἀξιόθεε Τιμόθεε, ὑπὲρ τῶν τιμώντων
σε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῆς ἡσυχίας σοφέ, ὁ ἐραστής τε καὶ δορκὰς ἡ θεόπνευστος, ὁ πάντα τόπον ἐν Ἄθῳ, διψητικῶς ἐρευνῶν, καὶ τιμὴν ὁ δείξας τῆς θεότητος· Τιμόθεε Ὅσιε, τῆς πατρίδος σου σέμνωμα, ὑπακοῆς τε, προσφυέστατον πάλαισμα, ὁ φρονήματι, ἀθλητὴς γενναιότατος. Χαῖρε Μάρτυς θεόλεκτε, καὶ χόρευε πάντοτε, σὺν τοῖς τιμίοις συνάθλοις, ὅσοι Χριστὸν ἐτιμήσατε, καὶ εὔχεσθε πάντες, ὑπὲρ πόλεως καὶ ποίμνης, ὅσοι τιμῶσιν ὑμᾶς.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Πύργος, παρὰ θαλάσσης λευκός, τῇ παντευχίᾳ τοῦ σταυροῦ τειχιζόμενος, ἐδείχθης χάριτι πλέων, καταφρονήσας ἐχθρῶν· μόνην τὴν ἐλπίδα πρὸς τὸν Κύριον, ἐπέθηκας πάντολμε, τῇ καρτερίᾳ, συνεχῶς κραταιούμενος, καὶ τὰ βάσανα, ὡς τρυφὴν λογιζόμενος· χάριν ὅθεν Τιμόθεε, ἐκτήσω τοῖς δούλοις σου, ἵνα κρατύνῃς καὶ σκέπῃς, ταῖς προσβολαῖς τοῦ ἀλάστορος· καὶ πέμπεις πλουσίως, τοῖς τιμῶσί σου τὴν μνήμην, πλούσιον ἔλεος.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Χαίροις, Νεομαρτύρων πλειάς, τὴν γραῖαν Ἄγαρ εὐθαρσῶς οἱ νικήσαντες, ἐν πάσῃ τῇ ἡλικίᾳ, καὶ πάσῃ τάξει σοφοί, τὰ τῆς Ἀρσενίου ποίμνης θρέμματα, Βεῤῥοίας οἱ πρόκριτοι, καὶ νεάνιδες πάγκαλοι, οἱ νεανίσκοι, καὶ οἱ γήρᾳ τρυχόμενοι, οἱ ἀθλήσαντες, ἐν ἐσχάτοις τοῖς ἔτεσι. Πλέξατε οὖν μακάριοι, χορείαν γηθόμενοι, σὺν Τιμοθέῳ ἐν πόθῳ, καὶ τὸν Χριστὸν ἱκετεύσατε, εἰρήνην ταχεῖαν, καταπέμψαι ἡμῖν πᾶσι, καὶ θεῖον ἔλεος.
Δόξα. Ἦχος δ΄
Καταρδεύεται, Πάτερ Τιμόθεε, ἡ πατρίς σου ἡ εὐγενής, ῥεύμασιν ὑδάτων ζωτικῶν, τὸ δὲ δένδρον τῆς πίστεως, αἵμασι μαρτυρικοῖς καὶ ἱδρῶσι παλαισμάτων ἀσκητικῶν· ὅθεν καὶ σὺ ποτισθείς, ὕδατι ἁλομένῳ εἰς αἰώνιον ζωήν, ἐπότισας θυόμενος τὸ δένδρον τὸ ἀειθαλές, τὴν Ἐκκλησίαν Χριστοῦ· ὅθεν καὶ ἡμᾶς καταξίωσον, εὐωχούμενοι ὑπὸ τοὺς κλάδους αὐτοῦ, καὶ ἐν Παραδείσῳ σὺν σοὶ κατασκηνῶσαι, Πάτερ θεοτίμητε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄.
Μαρτυρίου στεφάνῳ κοσμηθεὶς θεοφόρε, ὁσιακῶς ἐν τῷ Ἄθῳ, διὰ Χριστὸν ξενιτεύσας· διὸ καὶ τιμᾶσαι νῦν θερμῶς, Τιμόθεε θεῖε παλαιστά, καὶ πρεσβεύεις ἐπαγρύπνως, ὑπὲρ πατρίδος σου θεόσοφε Πάτερ. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀναδείξαντι, δόξα τῷ δωρησαμένῳ σὲ ἡμῖν, πρέσβυν θερμότατον.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα, τῶν Βεῤῥοιέων, νέον καύχημα, ἡ Ἐκκλησία, σὲ Τιμόθεε Πατὴρ ἡμῶν Ὅσιε· ὥσπερ γὰρ Μάρτυς Χριστῷ παριστάμενος, ὑπὲρ ἡμῶν μὴ ἐλλείπης δεόμενος, ἀλλὰ πρέσβευε Αὐτῷ ἐκτενῶς ὁσιόαθλε, σωθῆναι τοὺς πίστει σὲ γεραίροντας.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἐσβέσθη ἀδελφοί, ἡμισελήνου τὸ φέγγος, ἐπέλαμψεν ἰδού, δικαιοσύνης ἡμέρα, ἀνέτειλε λαμπρότατος, καὶ τὸν κόσμον κατηύγασε, καὶ ἐνέκρωσε, τὰς τοῦ ἐχθροῦ πανουργίας, ὁ Τιμόθεος, σὺν τοῖς συνάθλοις του πᾶσιν, ὡς Μάρτυς καλλίνικος.
Δόξα.
Ἐπέφθακε πλειάς, ἀθωνιτῶν μονοτρόπων, υἱοὶ ὑπακοῆς, εἰς μαρτυρίου τὴν στράταν, βασάνων ἀγωνίσμασι, καὶ αἱμάτων τοῖς ῥεύμασι, καὶ παλαίσαντες, ἐν Δημητρίου τῇ πόλει, πρὸς ἀρχέκακον, τὸν κατετρόπωσαν ὄντως, καὶ στέφους ἀπείληφαν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, τοὺς δούλους Σου ἁγνή, περιφρούρει παντοίως· δεινοὶ γὰρ οἱ φαυλίζοντες, καὶ τὰ πάθη τοῦ σώματος, κατατρύχουσι, καὶ πολεμοῦσι ἀσυγχρόνως, καὶ ἐξέλκουσι, ἐκ τῆς ὁδοῦ τῆς εὐθείας, εὐκόλως τοὺς δούλους Σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἡ καρτερία σου, Μάρτυς καλλίνικε, καὶ τὰ παλαίσματα, ἅπερ ὑπέφερες, πύργος ἐδείχθησαν λευκός, Τιμόθεε θεοφόρε· ὅθεν καὶ παρέλαβον, λευκοφόρον οἱ Ἄγγελοι, τὴν ψυχήν σου Ὅσιε, καὶ Χριστῷ προσεκόμισαν. Παρ’ οὗ σοὶ καὶ τὸ στέφος τῆς νίκης, ἐδόθη Πάτερ καὶ χαίροις φιλόθεε.
Δόξα.
Πλειὰς νεότευκτος, Μαρτύρων σύλλογος, τοῦ Ἄθω καύχημα, σήμερον τέρπεται, σὺν Τιμοθέῳ τῷ σοφῷ, Βενέδικτος ὁ θεόφρων, Παῦλος καὶ Συνέσιος, Σάββας ὄντως ὁ ἄκακος, καὶ αὐτῶν ὁμόφρονες οἱ γνωστοὶ καὶ ἀνώνυμοι, χορεύοντες οἱ νέοι Ἀθλοφόροι, περὶ τὸν θρόνον τοῦ παντάνακτος.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ παρθενία Σου, Θεογεννήτρια, κόσμον κατέπληξε, τῶν νοερῶν λειτουργῶν, πῶς παρθενεύεις, καὶ τίκτεις καὶ πάλιν μένεις παρθένος· ὅθεν καὶ τοῦ Ἄθωνος, αἱ χορεῖαι πλουτίζουσι, βίον καθαρότητος, οἱ ζητοῦντες προστρέχουσι. Καὶ μένει εἰς αἰῶνα Παρθένε, τῆς παρθενίας Σου ἡ μίμησις.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀνυμνήσωμεν σήμερον ὦ φιλέορτοι, Τιμοθέου τὴν μνήμην καὶ ἀνακράξωμεν, ἐκβοῶντες πρὸς αὐτόν· Πάτερ τρισόλβιε, μὴ ἐλλείπῃς ἐκτενῶς, ὑπὲρ τῆς ποίμνης σου σοφέ, πρεσβεύειν πρὸς τὸν Σωτῆρα, τοῦ ἐλεῆσαι καὶ σῶσαι, τοὺς εὐλογοῦντας τὴν σὴν ἄθλησιν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε Κόρη Παρθένε θεοειδέστατε, χαῖρε Μῆτερ ἁγία ἡ προστατεύουσα, ἅπαν τὸ γένος τῶν πιστῶν, Θεογεννήτρια, καὶ ἐκδιώκουσα σοφῶς, τὰς ἐναντίας προσβολὰς ὥσπερ δαιμόνων τὰ βέλη, καὶ περισκέπεις ὡσαύτως, τοὺς μεγαλύνοντας τὸν τόκον Σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Βασάνοις ἐγκαρτερῶν, τῷ κοινῷ τέλει ὑπέκυψας, Τιμόθεε θεόφρων· καὶ ὡς λευκὴ περιστερά, ἐκ Πύργου αἵματος, ἡ ψυχή σου αἱμόφυρτος καὶ λελαμπρυσμένη, στίγμασι μαρτυρικοῖς προσῆλθες τῷ Χριστῷ· καὶ πρεσβεύεις Πάτερ ὁσιώτατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς κατ’ Ἀλφάβητον, ἐξαιρουμένων τῶν Θεοτοκίων.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀνοίξω τὸ στόμα μου, ἵνα ὑμνήσω τρανότατα, Βεῤῥοίας τὸ βλάστημα, Κωνσταμονίτου καρπόν, τὸ ἀνάθημα, καὶ θεῖον ἱερεῖον, τὸν θεῖον Τιμόθεον, τὸν Νεομάρτυρα.
Βληθεὶς ὁ θεσπέσιος, σὺν τοῖς συνάθλοις εἰς βάσανα, οὐδόλως ὑπέκυψεν εἰς δολερὰς ἀπειλάς, ἀλλ’ ὑπέμεινεν, ἀνδρείως ἑκουσίως, δοξάζων ἐν μάστιξι, τὸν πρωταθλήσαντα.
Γεραίροντες σήμερον, τῶν Βεῤῥοιέων ὁ σύλλογος, τὸν θεῖον Τιμόθεον, τοῦ Ἀρσενίου ἀμνόν, ἱκετεύσωμεν δυάδα παῤῥησίᾳ, ἵνα ἐπιτύχωμεν Χριστοῦ τὰς χάριτας.
Θεοτοκίον.
Παρθένε πανάμωμε, τῶν μονοτρόπων τὸ σέμνωμα, τοῦ Ἄθω στερέωμα, φυλῆς Ἑλλήνων ἐλπὶς καθικέτευε, εὑρεῖν τοὺς σοὺς ἱκέτας, ἐν ὥρᾳ τῆς κρίσεως, Μῆτερ παράκλησιν.
ᾨδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.
Διπλοῦς ἀπολαύεις τοὺς στεφάνους, Τιμόθεε Πάτερ ἀσφαλῶς, μαρτύρων γὰρ ὡς σύναθλος, καὶ τῶν Ὁσίων σύσκηνος· ὅθεν καὶ συνευφραίνεσθε ἐν Παραδείσῳ θεόλεκτε.
Ἐλήλυθε Πάτερ ἀνακράζεις, ἡμέρα χαρμόσυνος φωτός, ἡ Ἄγαρ ἐξεβλήθη γάρ, καὶ ἐν κρουνοῖς ἀπέπνικται, μαρτυρικοῖς γὰρ αἵμασι, περιπλακεῖσα ἐξέπνευσε.
Ζυγὸν γυναικὸς πρώην βαστάσας, τὸ ὄρος ἐπέφθακας τοῦ Ἄθωνος, καὶ τοῦτο ἀνηρεύνησας, ζητῶν λιμένα εὔδιον· ὅθεν καὶ κατεσκήνωσας, εἰς τοῦ Στεφάνου τὸ σκήνωμα.
Θεοτοκίον.
Ῥεόντων Θεόνυμφε Παρθένε, ἐμφύτευσον θεῖον γλυκασμόν, καταφρονεῖν καὶ σώζεσθαι· ὥσπερ καὶ ὁ Τιμόθεος, ἀπέφυγε πανάμωμε, τὴν κοσμικὴν ματαιότητα.
Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Χαῖρε Τιμόθεε, πρεσβῦτα Ὅσιε, ὅτι τὴν μνήμην σου, σήμερον ἄγοντες, ἐν χαρμοσύνῃ οἱ πιστοί, κραυγάζομεν θεοφρόνως· Πάτερ θεοτίμητε, Ὁσιομάρτυς θεόστεπτε, πρέσβευε ἑκάστοτε, ὑπὲρ ποίμνης τιμώσης σε, Χριστὸν ἵνα εὕρωμεν θεόφρον, ἐν ὥρᾳ κρίσεως εὐίλατον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαῖρε εὐρύχωρον, Θεοῦ παλάτιον· χαῖρε πολύφωτον, Χριστοῦ ἀνάκτορον· χαῖρε χρυσόπλοκε παστάς, καὶ κλίνη πορφυρόστρωτε· θάλασσα πυρίμορφε, οὐρανὲ ὑψηλότατε, ἔμψυχε Παράδεισε, λογικὸν ἐνδιαίτημα, περίδοξε θρόνε τοῦ Δεσπότου, χαῖρε Μαρία Θεοτόκε.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ἠσκημένος ἐν τῷ βίῳ, εἰς τοῦ γάμου τὰ βάσανα, ὁ γενναῖος ἦλθε φεύγων βουληφόρως πρὸς Ἄθωνα, τῇ ἐλαφρᾷ πολιτείᾳ καὶ διέλαμψεν, ἐν τῷ τέλει μαρτυρικῷ, στεφάνῳ κοσμούμενος.
Θελημάτων θεοφόρε, τῆς σαρκὸς κατεφρόνησας, καὶ ἐν κοινοβίῳ Μάρτυς προαιρέσεως δέδειξαι, ὑπακοῇ καὶ ἀσκήσει καὶ σεμνότητι, καὶ ἀπέδειξας, τὸν ζυγὸν τοῦ Χριστοῦ ἐλαφρότατον.
Ἱκετεύεις οὖν θεόφρον, τῷ Χριστῷ παριστάμενος, ὥσπερ παῤῥησίαν ἔχων πρὸς αὐτόν, φίλος γνήσιος καὶ προστατεύεις τοὺς πίστει σοὶ προστρέχοντας, καθιστάμενος τῆς πατρίδος σου πρέσβυς θερμότατος.
Θεοτοκίον.
Φυγαδεύεις Θεοτόκε, πᾶσαν ἐναντίαν κακότητος, καὶ ἀποσβεννύεις, τῶν κακοποιῶν μηχανήματα, καὶ θριαμβεύεις, ὡς τέξασα πανύμνητε, ἀπειρόγαμε Σὺ τὸν παντοκράτορα Κύριον.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Κατέπτυσας Ὅσιε, ἐν Πύργῳ κακουχούμενος, πᾶσαν μηχανὴν τῶν ἀλλοπίστων, καὶ ἐν βασάνοις ἐν τῷ Λευκῷ πειρασθείς, ἐν πόλει Δημητρίου κραταιῶς· ὅθεν ἀναδέδειξε, Μάρτυς Πάτερ θεοδόξαστε.
Λαμπρὸς πεφανέρωται, ἐπὶ τῷ στερεώματι, τίμιος Σταυρὸς ἀκτινοφόρος, ἀναδεικνύων τὰ θεῖα λείψανα, τῆς χάριτος σκεύη ἐκλεκτά, πᾶσι δὲ τοῖς πάσχουσι, ἰατρεῖα σωτήρια.
Μηδόλως πτοούμενοι, δημίων μηχανεύματα, Μάρτυρες ὑπέφερον γενναίως, τοὺς κρεμαστῆρας, τοὺς ῥαβδισμοὺς τὸν δαρμόν, καὶ ξύλου φρικτὸν τὸν συγκλεισμόν, ἅπερ κατελάμπρυνον μαρτυρίου τὸ πάλαισμα.
Θεοτοκίον.
Ῥεόντων ἀπέπτυσαν, οἱ Μάρτυρες τὸ φρόνημα· Σὲ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχον ἐλπίδα ἐν τῇ τοῦ Πύργου εἱρκτῇ, καὶ ἔψαλλον χαίροντες τῷ Σῷ, τόκῳ τῷ βραβεύοντι, σωτηρίαν τοῖς κάμνουσιν.
ᾨδὴ στ’. Τὴν θείαν ταύτην
Νεφέλη Πάτερ σταυρόσχημος, τὰ λείψανα ἐφάνη ὡς σκέπουσα, τῶν συμμαρτύρων σου, οὕτω δεικνύουσα Ἅγιε, τὴν νόμιμον ὁδὸν τῆς ἀθλήσεως.
Ξεσμούς μαστίγων ὑπέφερες, καὶ ξύλῳ συγκλειόμενος ἔχαιρες, τὴν κακοπάθειαν, ὡς τοῦ Χριστοῦ φίλος γνήσιος, γενναίως ὑπομένων Τιμόθεε.
Ὁ κλῆρος οὕτως τοῦ Ἄθωνος, χορῷ Νεομαρτύρων συμπλέκεται, καὶ συναγάλλεται, δεῦτε βοῶντες Δημήτριε, πατρίδας τὰς ἰδίας περιφρουρήσωμεν.
Θεοτοκίον.
Σὺ Μῆτερ ἄμεμπτος πέφυκας, οἱ Μάρτυρες ἀλλ’ ὅμως ἐν αἵματι, πρῶτον ἀπέπλυνον, τὰ ἑαυτῶν πλημμελήματα, ὡς δεύτερον λουτρὸν τοῦ βαπτίσματος.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ζητῶν τῶν κάτω κατεφρόνησας, καὶ ὥσπερ δορκὰς τὸν Ἄθωνα κατέλαβες· καὶ ὑπήκων Πάτερ θερμότατα, ὡς Μάρτυς ὁσίως ἐνήθλησας, Τιμόθεε Πάτερ Νεομάρτυς σοφέ, ἱκετεύων Χριστῷ, ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος.
Γρηγορίου τοῦ πέμπτου καὶ ἀρχιθύτου, ἐν ἀγχόνῃ πνιγμῷ τελειωθέντος, πληθὺς ὀπίσω αὐτοῦ ἀρνίων κατεσφάγησαν· ἄλλοι δὲ ἐν φυλακαῖς κατατρυχώμενοι, πείνῃ δίψῃ στεῤῥῶς ἐστομώθησαν. Καὶ ἅπαντες νῦν ἄνω ποίμνην συγκροτοῦντες, τὴν γραῖαν Ἄγαρ νικήσαντες γενναίως· ἐν οἷς καὶ Τιμόθεος Ὅσιος, ἱκεσίαν ποιοῦνται Χριστῷ, ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Τιμοθέου τοῦ Κωσταμονίτου, του ἐκ Βεῤῥοίας, καὶ ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821ῳ ἀποκεφαλισθεὶς μαρτυρήσας.
Τιμόθεος γέρων σὺν τοῖς αὐτοῦ συνάθλοις,
κατήσχυναν γόνον τῆς Ἄγαρ παγκάκιστον.
Γῆθεν ἤρθη Τιμόθεος πρὸς σέλας Ἰουνίου δωδεκάτη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Βενεδίκτου τοῦ Κωνσταμονίτου, του ἐξ Ἐζεβῶν Σεῤῥῶν καὶ ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821ῳ ἀποκεφαλισθείς, μαρτυρήσας.
Βενέδικτε νέε Ὅσιε καὶ Μάρτυς·
κεφαλὴν ἐτμήθης, Ἐζεβῖτα, χαίρων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Πέτρου τοῦ Κωνσταμονίτου, του ἐξ Ἰωαννίνων καὶ ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821ῳ ἀποκεφαλισθεὶς μαρτυρήσας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Συνεσίου τοῦ Κωνσταμονίτου, του ἐκ Τριγλίας Προύσης καὶ ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821ῳ ἀποκεφαλισθεὶς μαρτυρήσας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ὀνουφρίου τοῦ Αἰγυπτίου.
Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ,
ὑπερβέβηκας, γυμνητεύσας εἰς τέλος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ ἐν τῷ Ἄθῳ.
Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε,
σωθέντι γυμνῷ ἐκ θαλάσσης τοῦ βίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης.
Θάλαμος ἡ
θάλασσα νυμφικὸς γίνῃ,
Ἀντωνῖναν κρύπτουσα νύμφην Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Στρατιώτου.
Ὁ στρατιώτης νῦν
χορεύει ἐν πόλῳ,
ὅπου στρατιαί Ἀγγέλων Ἰωάννης.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Ζήνων, ἐν εἰρήνῃ τελειοῦται.
Θεῷ σύνεστιν ὥσπερ
ἤλπιζε Ζήνων.
τὸ τῆς Γραφῆς γάρ, ἐλπίς οὐ καταισχύνει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰουλιανοῦ, τοῦ ἐν τοῖς Δαγάτου (ἢ Δαγάζου).
Ἰουλιανός,
θάπτεται Πατήρ μέγας,
τάφου τὸν οὐδόν, ἡμερῶν πλήρης φθάσας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ ἐκ Τραπεζούντας, καὶ ἐν Ἀσπροκάστρῳ ξίφει μαρτυρήσας, ἐν ἔτει 1642ῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀρσενίου Κονεζίας τοῦ Ῥώσσου τοῦ θαυματουργοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Παρεφρόνησαν τῆς Ἄγαρ τὰ γεννήματα οἱ ἀρνησίχριστοι· ἀλλὰ βασάνων βολάς, ἀνδρείως ὑπέφερον καὶ τῶν ῥοπάλων δαρμούς, βοῶντες οἱ Ἅγιοι καὶ συμψάλλοντες· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ῥητορεύοντες οὐ παύομεν οἱ φίλοι σου, Πάτερ Τιμόθεε, τυραννικοὺς αἰκισμούς, ἀνδρείως πῶς ἔφερες χαίρων καὶ ἔψαλλες· Ὑπερύμνητε, Ὁ τῶν Μαρτύρων σύναθλος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Σελαγίζομεν τὴν μνήμην σου γηθόμενοι, Πάτερ Τιμόθεε, νῦν ἀρδευόμενοι, χαριτοβρύτοις ῥοαῖς, εὐχῶν σου καὶ ψάλλομεν, σκιρτῶντες Ὅσιε· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σὺ πανάμωμε ὡς νύμφη τοῦ παντάνακτος τῶν μοναστῶν χαρμονή, καὶ τῶν Μαρτύρων χαρά· εἰς Σὲ οὖν ἐλπίζοντες, πάντες κραυγάζομεν· πανακήρατε, ἡ τῶν ἀνθρώπων γέφυρα, πρὸς Θεὸν Σὺ εἶ Παρθένε.
ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Τίμιος ἐδείθη σου ὁ γάμος, ἡ κοίτη ἀμίαντος σοφέ, ὥσπερ ὁ Ἀπόστολος, Παῦλος προηγόρευσεν· ὅθεν καὶ τῆς συζύγου σου θανούσης Ὅσιε, κατέλιπες τοῦ βίου τὸ ῥέον, τρυφὰς τοῦ Παραδείσου, ποθῶν ἱερομύστα.
Ὕλην γεηρὰν παμμάκαρ φεύγων, εἰς Ἄθωνος ἦλθες τὸν ζυγόν, τὸν βίον τὸν ἡσύχιον, τότε ἐκζητούμενος, τῆς προσευχῆς τὰ νάματα, τὰ ζωηρὰ καὶ τερπνά, εἰς Κώνσταντος, τὸ σκήνωμα Πάτερ, νῦν δὲ εὐφροσύνως, Τιμόθεε χορεύεις.
Φίλος τοῦ Στεφάνου ἀνεδείχθης, τοῦ πρώτου ἐν ἀθληταῖς μετὰ τὸν Κύριον· ὅθεν καὶ τὴν μάνδραν σου, Πάτερ κατεκόσμησας, ἀθλητικοῖς παλαίσμασι, ὑπακοῆς Ἀθλητά, τὸν Κύριον, ἡμῶν ἀσιγήτως, νῦν ἀκαταπαύστως, δοξάζεις σὺν Ἀγγέλοις.
Θεοτοκίον.
Πάντες Θεοτόκε ἐν τῷ σκότει, αἰώνων ἀνέμενον ἐκ Σοῦ, φῶς τὸ ἐνυπόστατον, ὅνπερ ἀπεκύησας, τὸν Κύριον Μητρόθεε, ὅστις κατέβαλε, τὸ θράσος, τῶν ἀπίστων βαρβάρων, καὶ ἠλευθερώθης, τῶν ὀρθοδόξων γένος.
ᾨδὴ θ’. Ἅπας γηγενής.
Χαίρων ἀγαθέ, τὰ ἆθλα προσάγαγε ὧδε τοῦ βίου σου, καὶ ἡμᾶς ἐκδίδαξον, Χριστὸν παμμάκαρ πόσον ἠγάπησας, τὰ πάθη τὰ ἑκούσια πῶς ἐκαρτέρησας, καὶ βασάνους, γέρων ὢν Τιμόθεε, ἵνα λάβῃς Παράδεισον Ὅσιε.
Ψάλλων ἀδελφοί, Χριστός μου ἡ δύναμις, Χριστὸς ὁ Κύριος, οὕτω καθυπέμεινα, βασάνων πόνους ἐν βιοτῇ καὶ ζυγῷ· τὰ γέρα οὕτως ἔλαβον ὡς ἀθλητὴς σταθηρός, καὶ χορεύω, χαίρων καὶ ἀγάλλομαι, σὺν Μαρτύρων χοροῖς καὶ τοῖς τάγμασι.
Ὥσπερ ἀδελφοί, ἐγὼ καθυπέμεινα ὑπὲρ τοῦ φίλου Χριστοῦ, οὕτω καὶ ὑμεῖς πιστῶς, ἀγάπῃ θείᾳ εἰρηνικῶς ἐν χαρᾷ, τιμήσατε τὸν Κύριον, τὰς ἐντολὰς δὲ Αὐτοῦ, τηροῦντες ἵνα λάβητε χάριν, καὶ ἔλεος καὶ δόξαν, καὶ στέφανον Μαρτύρων.
Θεοτοκίον.
Σκέπασον ἁγνή, Παρθένε Κυρία μου, ὡς μητρική μου ἐλπίς, κλῆρόν Σου τοῦ Ἄθωνος καὶ τοὺς ἐν κόσμῳ Σὲ ἀγαπήσαντας, καὶ πάντας καταξίωσον σὺν Τιμοθέῳ ὑμνεῖν, καὶ γεραίρειν, τὸν ἄχραντον Τόκον Σου, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Νεομαρτύρων ἡ πληθύς, ὥσπερ πλημμύρα ὑδάτων, κατέπνιξεν ἐν αἱμάτων, κρουνοῖς καὶ ῥείθροις ἐν ὁρμῇ, τῶν ἀλλοπίστων τὸ γένος, καὶ Ἐκκλησίαν ἀρδεύει.
Θεοτοκίον.
Παρθενομῆτορ Μαριάμ, πιστοῦ λαοῦ ἡ προστάτις, τῇ νεολαίᾳ Σου ἁγνή, δεῖξον ὁδὸν τῆς ἁγνείας, ἵνα μὴ κόσμος κερδίσῃ, τὰ τέκνα Σου Θεοτόκε.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀγαλλόμενοι σήμερον, οἱ χοροὶ οἱ θεόλεκτοι, τῶν Μαρτύρων σύσκηνον σὲ Τιμόθεε, περιστοιχίζουσιν ἅπαντες, οἱ νέοι ἐν ἔτεσι, παλαιοὶ δ’ ἐν ἀρεταῖς, τοῦ κακοῦ οἱ ἀντίπαλοι, ὅσοι ἔσπευσαν, τοῦ Ἀρνίου τὸν δρόμον διανῦσαι, τὸν Ἰσλὰμ κατανικῶντες, τὴν θεϊκὴν ταύτην μάστιγα.
Μακαρίζεται σήμερον, ἡ πατρίς σου μακάριε, καὶ καυχᾶται Ὅσιε σὲ γεννήσασα, ὅστις τὸν βίον ἐτίμησας, καὶ σχῆμα Τιμόθεε μοναζόντων, καὶ λαμπρόν, μαρτυρίου ἀπέλαβες, στέφος ἔνδοξε, ὑποφέρων βασάνους καὶ στερήσεις, πολιᾷ ἐν ἡλικίᾳ, ὦ Ἀθλητὰ γενναιόψυχε.
Ἐκ Σεῤῥῶν ὁ Βενέδικτος, ἐκ Τριγλίας Συνέσιος, ἐκ Βεῤῥοίας κάλλιστος ὁ Τιμόθεος, Ἰωαννίνων ὁ Παῦλός τε, σὺν Σάββα θεόφρονι, ἐκ Σταγείρων καὶ κλεινός, ὁ τοῦ Κίτρου Μακάριος ὁ ἐπίσκοπος, οἱ πρωτάθλου ὁμόσκηνοι γενναίως, τοῦ Σταυροῦ τῇ παντευχίᾳ ἀρνησιχρίστους τροπούμενοι.
Ὢ πλειὰς καρτερόψυχοι, Νεομάρτυρες ἔνδοξοι, τῇ Τριάδι σήμερον παριστάμενοι, τοὺς σοὺς ἀγῶνας προσφέρατε, Χριστῷ τῷ παντάνακτι, ἐξαιροῦντες παρ’ αὐτοῦ, τὸν Τιμόθεον ἔχοντες ἀντιλήπτορα, τῶν παθῶν σωτηρίαν, καὶ ταχείαν ἐν τῷ κόσμῳ εὐλογίαν, καὶ τῆς εἰρήνης ἑδραίωσιν.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλομάρτυρες παῖδες, πατέρας καλεῖν οἱ ἐθέλοντες, τοὺς καταρδεύσαντας τὸ δένδρον τῆς πίστεως, αἱματοστάκτῳ ἱδρῶτι, ῥεύμασι δακρύων καὶ αἱμάτων κρουνοῖς τοὺς θρέψαντας, χορείαν στησώμεθα. Τιμόθεον τὸν Ὁσιομάρτυρα περιστοιχίζοντες, ἐπαινέσωμεν τοὺς ἀθλητάς, μακαρίσωμεν αὐτῶν τὴν μνήμην, καὶ δοξάσωμεν τὸν δωρεοδότην Χριστὸν τὸν πρωτομάρτυρα, τὸν χαρισάμενον ἡμῖν, πατέρας φιλότεκνους, ἀξίους μιμήσεως.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῶν Μαρτύρων θεῖος καρπός, Τιμόθεε μάκαρ, τῶν Ὁσίων συμπρεσβευτά, καὶ τῶν συζυγούντων παράδειγμα καὶ σκέπη, πατρίδος σου δὲ πύργος ἀκαταμάχητος.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νεομαρτύρων συμπαρὼν ἐν τῷ νέφει, Ὁσιομάρτυς τοῦ Χριστοῦ θεοφόρε, τὰς ἱκεσίας ἄκουσον παμμάκαρ τῶν πιστῶν, πρόφθασον καὶ λύτρωσαι ἀπὸ πάσης ἀνάγκης, τοὺς προσκαλουμένους σε, ἀῤῥωγὸν ἐν τῇ θλίψει, καὶ ἐπηρείας λύτρωσαι κακοῦ, Ὅσιε Πάτερ, Τιμόθεε πάντιμε.
Δόξα.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τοὺς ἑκουσίᾳ τῇ βουλῇ προσελθόντας, καὶ μαρτυρίου στέφος δεξαμένους παρὰ σοῦ, Κύριε φιλάνθρωπε, Τιμοθέου πρεσβείας, δέξαι καὶ κατάπεμψον, ἰαμάτων ἐλέη, ἵνα ὑμνῶμεν πάντοτε θερμῶς, φιλανθρωπίας, σῆς πλοῦτον μακρόθυμε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Τέχνη σωτηρίας, Μαρτύρων Ὁσίων δεήσεις.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τιμόθεε Πάτερ τῶν μοναστῶν, ἐφάνης ἡ δόξα, καὶ Μαρτύρων νεοφανῶν, συνάριθμος ὄντως θεοφόρε, τῆς δὲ πατρίδος τερπνὸν ἀγαλλίαμα.
Ἐν χρόνοις ἐσχάτοις νῦν τὰς γραφάς, τοῦ σοῦ μαρτυρίου, ἀνευρόντες Πάτερ σοφέ, τῇ σῇ προστασίᾳ προσελθόντες, τὰ σὰ ἐλέη παμμάκαρ λαμβάνομεν.
Χριστῷ νῦν προσπίπτοντες ἐκτενῶς, σὲ Πάτερ θεόφρον, προβαλλόμεθα βοηθόν, τοῦ σοῦ μαρτυρίου γὰρ τὸ αἷμα, λύτρον προσέφερες πᾶσι τοῖς δούλοις σου.
Θεοτοκίον.
Νέα Θεοτόκε Σὺ τῶν πιστῶν, ὑπάρχεις σελήνη, προδραμοῦσα τοῦ νοητοῦ, ἡλίου Χριστοῦ τε καὶ Σωτῆρος, τὴν ἡμισέληνον Ἄγαρ σκοτίσασα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ ἐλπὶς σωτηρία, βασανιστηρίων σκληρῶν θεόφρονες, ἐν τῷ τοῦ αἵματος, Πύργῳ Χριστὸς συμπαρέστη, καὶ ὑμᾶς ἐῤῥύσατο καὶ προσελάβετο.
Ὢ σεπτοὶ θεοφόροι, Μάρτυρες τῶν χρόνων τῶν νῦν ἐπέκεινα, ἐν τῷ φωτὶ τοῦ Χριστοῦ, καταυγασθέντες προφρόνως, τοῖς πιστοῖς παρέχετε, ῥῶσιν καὶ ἴασιν.
Σωτηρίας τυχόντες, διὰ μαρτυρίου πρὶν συνειδήσεως, διὰ τῶν βασάνων τοῦ αἵματος καταλάμπετε, ἐν στερεώματι, τῆς Ἐκκλησίας Πατέρες· ὅθεν καὶ παρέχετε ἡμῖν τὰ πρόσφορα.
Θεοτοκίον.
Τετρωμένος Παρθένε, πολυειδεῖ τραύματι, Σοὶ τῇ κραταιᾷ προστασίᾳ, μόνῃ κατέφυγον, τῇ ἀντιλήψει Σου, ἐκ τῶν δεινῶν ἐκλυτροῦμαι, καὶ κραυγάζω χαίρων Σοι, χαῖρε Κυρία μου.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς σοὺς ἱκέτας, Ὁσιόαθλε Τιμόθεε Πάτερ, ὅτι πάντες σὲ πρὸς Χριστόν, προστάτην κατέχομεν, καὶ ἄῤῥηκτον βοηθὸν ἐν ἀνάγκαις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμὴ καὶ τεῖχος ἀσφαλέστατον, θαυμάτων πηγὴν τοῖς κάμνουσι καὶ καύχημα, τῆς πατρίδος σου Τιμόθεε, ἐκτενῶς βοῶμέν σοι· τὰς αἰτήσεις πλήρωσον πανθαύμαστε, καὶ ἐκ κινδύνων φύλαττε ἀεί, τοὺς προσελθόντας τῇ μνήμῃ σου Ὅσιε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡμισέληνος Ὅσιε, τῆς κυριαρχίας νῦν ἐτροπώσατο, καὶ ὁ Ἥλιος κατέλαμψε, καὶ τὴν οἰκουμένην ἠλευθέρωσε.
Ῥωμαλέῳ φρονήματι, ἐν τῷ κριτηρίῳ σοφὲ γενόμενος, κατεφρόνησας φρυάγματα, τῶν ἀρνησιχρίστων σταυρῷ καυχώμενος.
Ἱκετεύομεν Ὅσιε, σὺν τοῖς συνάθλοις σου ἀπαρτίζοντες, τῆς Τριάδος τὸ ὁμάριθμον, τρεῖς ὑμεῖς αὐτὴν ἐξιλεώσασθε.
Θεοτοκίον.
Ἀπελαύνεις πανάμωμε, ἐκ τῶν ἱκετῶν Σου τὰ ἀῤῥωστήματα, καὶ παρέχεις ῥῶσιν ἄφθονον, τοῖς προσκαλουμένοις Ὅσιε τὴν ἀντίληψιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σὲ ἐκλιπαρών, τῇ εἰκόνι σου τρισόλβιε, καὶ τῇ πρεσβείᾳ σου τῇ θερμῇ, νῦν καταφεύγω, προσδοκῶν τὸ θεῖον ἔλεος.
Μάρτυς τοῦ Χριστοῦ, τῶν βασάνων σου τὰ στίγματα, καὶ τῶν αἱμάτων σου τοὺς κρουνούς, Αὐτῷ προσφέρων, ἡμῖν δίδου τὰ συμφέροντα.
Ἆρον ἀγαθέ, τὴν πρεσβείαν σου πρὸς Κύριον, ὑπὲρ λαοῦ σου τῶν εὐλαβῶν, ὅσοι φιλοθέως, περικυκλοῦμεν τὴν εἰκόνα σου.
Θεοτοκίον.
Ῥεύματα Ἁγνή, ὅσα Βέῤῥοια ἀρδεύουσι, μνήμην ποιοῦνται ἀκενώτου δεήσεως, ἵνα λυτρώσης τὸν κόσμον ἐκ περιστάσεων.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τιμόθεε, σὺν Συνεσίῳ καὶ Παύλῳ, ἱκετεύσατε τὸν Χριστὸν Ζωοδότην, ὅτι κακῶν, ἡ ζωή μου πληροῦται, καὶ ἡ ἐλπίς μου κλυδώνιον γίνεται· ἀλλ’ ἔχων πόθον μυστικόν, πρὸς ὑμᾶς τοὺς θερμούς μου ἀντιλήπτορας.
Ὑπέφερες, τὰς βασάνους Ὅσιε, μαρτυρίου τοῦ φρικτοῦ ἐν τῷ ξύλῳ· ὅθεν καὶ νῦν, τῆς ψυχῆς μου τὰ πάθη, καὶ τῆς σαρκός μου τὰ τραύματα δέομαι, ἱκέτευε τὸν Ἰησοῦν, δωρεὰν θεραπεῦσαί με τάχιον.
Ῥυσθῆναί με, Ἰησοῦ μου αἰτοῦμαι, στεναγμοῖς ἱκετεύων Σωτήρ μου, σὲ τὸν καλόν, καὶ θερμὸν ἰατρόν μου, ἢ μᾶλλον εἴπω τὸν πλάστην καὶ Κύριον. Σὺ γὰρ γινώσκεις ἀκριβῶς, τὰς ἀνάγκας τῶν τέκνων Σου Δέσποτα.
Θεοτοκίον.
Ὢ Δέσποινα, τὰς αἰτήσεις πρόσδεξαι, καὶ Χριστῷ τῷ Σῷ Υἱῷ Παρθένε, ὑπὲρ ὑμῶν τῶν αἰτούντων σε τέκνων, μὴ διαλείπῃς πρεσβεύουσα πάντοτε, φυγεῖν ὁμίχλης τῶν παθῶν, καὶ χαρᾶς πληρωθῆναι τὰ τέκνα σου.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς σοὺς ἱκέτας, Ὁσιόαθλε Τιμόθεε Πάτερ, ὅτι πάντες σὲ πρὸς Χριστόν, προστάτην κατέχομεν, καὶ ἄῤῥηκτον βοηθὸν ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἱκεσίας τῶν Χριστιανῶν προσδεχόμενος, καταπέμπῃς δωρεὰς ἀειμακάριστε, Πάτερ σπεῦσον καὶ ἐκπλήρωσον αἰτήματα πιστῶν, καὶ διάσωσον λαόν, ἐξ ὀργῆς καὶ πειρασμῶν, ἵνα κράζομεν χαίροντες· Δόξα τῇ σῇ ἀθλήσει, Τιμόθεε θεοφόρε, τοὺς προσκυνοῦντας εὐλαβῶς, τὴν εἰκόνα σου τὴν πάντιμον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, Ὁσιακόν
Δόξα: Ταῖς τοῦ Νεοάθλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Κόσμου φεύγων ἔλιπες, καὶ ἡδονὰς ψυχοφθόρους, Πάτερ ὁσιόαθλε, καὶ λιμένι Ἄθωνι κατεσκήνωσας, διδαχθεὶς ἄριστα, μοναστῶν σκάμματα, μαρτυρίου δρόμον ἤνυσας, καὶ νῦν παρίστασαι, τῷ παμβασιλεῖ τῶν δυνάμεων, καὶ νέμεις ὡς διπλόστεπτος, πᾶσι τοῖς πιστοῖς τὰ αἰτήματα, Πάτερ θεοφόρε, Τιμόθεε πατρίδος σου σεπτόν, τεῖχος καὶ σκέπη καὶ καύχημα, ἰσχὺς καὶ κραταίωμα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ τῆς Βεῤῥοίας παῖδες, συνελθόντες κυκλοῦσι τὴν σὴν εἰκόνα θερμῶς, τὴν μνήμην σου τιμῶντες, αἰτήματα ζητοῦντες, καὶ ἐκβοῶσι Χριστῷ, ὁ Τιμοθέου Θεός, Χριστὲ εὐλογητὸς εἶ.
Νεότητα νοσοῦσαν, Τιμόθεε θεόφρον, ἐκ νοσημάτων ψυχῆς τε καὶ σώματος, ἐν γήρᾳ ὁ ἀθλήσας, εὐσεβείᾳ καὶ πίστει, παιδαγώγησον ψάλλουσαν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωτὴρ Χριστὲ τοῦ κόσμου, ἐν γενεᾷ ἐσχάτῃ, οἱ νεοσσοί σου εἰσί, συνέτισον ἀγάπῃ, τῇ πίστει καὶ ἐλπίδι, ἵνα ψάλλομεν χαίροντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἱκέτευε Παρθένε, γενεὰν τρυχομένην ἀπὸ παντοίων κακῶν, εὑρεῖν ἐν Ἐκκλησίᾳ, σανίδα σωτηρίας, καὶ λιμένα τὸν εὔδιον, καὶ τὸν Σωτῆρα Χριστόν, δοξάζειν εἰς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς τρίφωτος, πρὸς Τριάδα ἄκτιστον, ἡ ὑμῶν πρεσβεία σελασφόροι, φωτοειδής, ὡς ἀστὴρ ἀνατέλλει, καὶ τοὺς ἐν σκότει φωτίζει Τιμόθεε, ἡ σὴ καὶ τῶν συναθλητῶν, ἱκεσία καὶ νόσους ἐλαύνετε.
Νενίκηκας, εἰ καὶ γέρων Ὅσιε, πανουργίας τῶν ἐχθρῶν καὶ κατέχεις, πρεσβυτικὴν ἱκεσίαν καὶ γνῶσιν, τῶν παθημάτων ψυχῆς καὶ τοῦ σώματος, καὶ βλέπεις Πάτερ καὶ ἡμῶν, τοὺς ἀγῶνας οὓς πόνῳ προβάλλομεν.
Δεόμεθα, τοῦ ἑνὸς τῆς Τριάδος, ὡς κατέχοντες ἐκ τῶν τριῶν τὸν ἕνα, συμμοναστῶν ἐξ ἰδίας πατρίδος, συναντιλήπτορας πόνων καὶ θλίψεων, ῥυσθῆναι πάντων πειρασμῶν, Τιμοθέου πρεσβείαις πρὸς Κύριον.
Θεοτοκίον.
Ἐκύησας, τῆς Τριάδος τὸν Ἕνα, Θεοτόκε Χριστὸν τὸν Ζωοδότην· ὅθεν Αὐτῷ παῤῥησίᾳ πρεσβεύεις, τοῖς ἀδελφοῖς ἵνα γένηται ἵλεως. Σὺ ὄντως τῶν Χριστιανῶν, ὡς ὑπάρχουσα Μήτηρ πανάχραντε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡ ἄθλησίς σου Πάτερ, πᾶσι τοῖς σοῖς τέκνοις, ἀπαλλαγὴν ἀῤῥωστίας παρέχει ἡμῖν, τῷ γὰρ σοῦ αἵματι πάντων, πλύνεις τὰ τραύματα.
Σὲ νῦν ἐπικαλοῦμαι, Πάτερ θεοφόρε, ὡς τῆς πατρίδος σου γόνος, νῦν θεραπείαν ζητῶν, τῶν ψυχικῶν νοσημάτων καὶ περιστάσεων.
Ἐνώπιον τυράννων, Πάτερ ὁμιλήσας, ἐν τοῖς βασάνοις οὐδόλως ἀπέκαμες, καὶ γὰρ τὸν Κύριον πάντων, ἔσχες κραταίωμα.
Θεοτοκίον.
Ἰάσεις τῶν νοσούντων, ψυχῶν τε καὶ σωμάτων, ἐν ταῖς χερσί Σου κατέχεις Παρθένε σεμνή, ὥσπερ κρουνοὶ τῶν ὑδάτων, Βέῤῥοιαν βρέχουσι.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Πάτερ θεοφόρε νῦν προσαιτῶν, Τιμόθεε μάκαρ, τὴν εἰκόνα σου προσκυνῶ, ἵνα ἱκετεύῃς, ὑπὲρ τῆς νεολαίας, ἀθλήσας σὺ ἐν γήρᾳ, Πάτερ μακάριε.
Ῥῶσιν καὶ πταισμάτων ἀπαλλαγήν, Πάτερ θεοφόρε, τοῖς σοῖς δούλοις νῦν δαψιλῶς, ὡς Ὁσιομάρτυς, Τιμόθεε παρέχεις, θερμὸς γὰρ ἀντιλήπτωρ, Χριστῷ παρίστασαι.
Φέγγει σου ὁ βίος τοὺς ἐν νυκτί, παθῶν θεοφόρε, σελαγίζων τὰς ἀρετάς, Τιμόθεε μάκαρ, ἐν αἵματι γὰρ γήρᾳ, τὰ γηραλέα πάθη, ὅτι κατέπνιξας.
Ῥώμῃ καρτερήσας ἀθλητικῇ, Πάτερ θεοφόρε, εἰ καὶ γῆρα κατασχεθείς, Ἄγαρ τοὺς δολίους, υἱοὺς κατετροπώσω, Τιμόθεε ἐν Πύργῳ, Λευκῷ τοῦ αἵματος.
Σώζεις θεοφόρε ἐκ πειρασμῶν, τοὺς προσκαλουμένους, τὰς δεήσεις σου πρὸς Θεόν, ἔχεις γὰρ Κυρίῳ, Τιμόθεε παμμάκαρ, αἵματος παῤῥησίαν, ὡς Μάρτυς Ὅσιος.
Μέγα τὸ κατόρθωμα Ἀθλητά, ὅπερ ἐπεδείξω, σὺν συνάθλοις σου κραταιῶς, ἐν τῇ Δημητρίου, πόλει Θεσσαλονίκῃ, ἔνθαπερ μαρτυρήσας, πόλιν σου ηὔφρανας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ὁμοφρόνως ἀδελφοί, σπεύσωμεν ἐκ κώμης καὶ χώρας πάσης Ἑλλάδος σεμνῶς, καὶ πανηγυρίσωμεν σήμερον χαίροντες, Τιμοθέου τοῦ Μάρτυρος, τὴν θείαν εἰκόνα, τρόπαιον κατέχοντες πρὸς τὸν Χριστὸν ἰσχυρόν· ἔχει γὰρ ἐκεῖνος τὸ θαῤῥος, νῦν ἐν παῤῥησίᾳ πρεσβεύειν, ὑπὲρ τῶν αἰτούντων τὴν βοήθειαν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου