Δευτέρα 21 Δεκεμβρίου 2020

ΙΟΥΝΙΟΣ 25. ΟΣΙΟΣ ΔΟΜΕΤΙΟΣ ΔΙΟΝΥΣΙΑΤΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ

 

ΙΟΥΝΙΟΣ ΚΕ΄!!

ΔΟΜΕΤΙΟΣ ΟΣΙΟΣ ΔΙΟΝΥΣΙΑΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Πνευματικῶν χαρισμάτων, δοχεῖον εὔοσμον, γενόμενος ἐπήρθης, θεωρίας εἰς ὕψος, καὶ τύπος ἀνεδείχθης σεμνῆς βιοτῆς, συμπαθείας καῖ νήψεως, μυσταγωγὸς χρηματίσας τῶν μοναστῶν, ἐν τῷ Ἄθωνι Δομέτιε.

 

Ἐπισκοπὴν ὡς λαμπάδα, τὴν θείαν Ὅσιε, σὺν τῷ Διονυσίῳ, κατιδὼν ἐν τῇ πέτρᾳ, ἐκλάμπουσαν μεμύησαι ἀληθῶς, τῶν πρακτέων τὴν ἔκβασιν, καὶ τῷ Προδρόμῳ Κυρίου λαμπρὸν ναόν, ἀνεγεῖραι τοῦτον ὤτρυνας.

 

Πρὸς Τραπεζοῦντος τὴν πόλιν, ὁδὸν ποιούμενος, ὁ τῆς Μονῆς δομήτωρ, τοῦ Τιμίου Προδρόμου, ἀνέθηκέν σοι ταύτην τῷ θεϊκοῖς, λαμπρυνθέντι χαρίσμασι, καὶ δυναμένῳ Δομέτιε μοναστῶν, συμπαθῆσαι τὴν ὁμήγυριν.

 

Εὐχαριστίας τῆς θείας, σὺ τὸ μυστήριον, ἐπιτελῶν ἐν φόβῳ, τοῦ Χριστοῦ ἄχρι τέλους, ἐπώφθης ἱερέων θεοσεβῶν, ἀκκρεμὼν ὦ Δομέτιε, καὶ φοιτητῶν θυμηδία τῶν τοῖς σοφοῖς, δεχομένων σου διδάγμασι.

 

Δόξα. Ἦχος β΄.

Ἀσκητικὸν ἀμπεχόμενος τριβώνιον, ὅλος θεοειδὴς ἀναδέδειξαι, Δομέτιε τρισόλβιε. Διελθὼν γὰρ τὸν βίον σου, ἐν πάσῃ ἐγκρατείᾳ, πτωχείᾳ ἀληθεῖ καὶ νήψει, ἐπλούτησας τῷ πνεύματι· διὸ καὶ τῶν αἰωνίων ἀγαθῶν σοι, δέδοται ἡ ἀπόλαυσις, ἧς καὶ ἡμᾶς τυχεῖν μάκαρ ἀξίωσον.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Κόσμου τε καὶ σαρκός, ἐγένου ἔξω Πάτερ, Δομέτιε συντόνῳ, ἀσκήσει ἐν τῷ Ἄθῳ, πατάξας κόσμου φρόνημα.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Ὤφθης ἐν μονασταῖς, ἀνὴρ πνευματοφόρος, καὶ χάριτι τῇ θείᾳ, προλέγειν ἠξιώθης, τὰ μέλλοντα Δομέτιε.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Δόκιμος ἀρετῆς, ἐργάτης ἀνεδείχθης, καὶ τῆς Μονῆς Προδρόμου, ποιμὴν καλὸς καὶ πρᾶος, Δομέτιε τρισένδοξε.

 

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, θεότης τρισαγία, λιταῖς τοῦ Δομετίου, εἰρήνην πᾶσι δώρησαι.

 

Καὶ νῦν. Θεοτοκίον.

Καύχημα ἱερόν, τοῦ θείου Δομετίου, ἁγνὴ Παρθενομῆτορ, ἐλέους τοῦ Υἱοῦ Σου, ῥανίδας μοι ἐπίσταξον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Δόμος πέφηνας, χρηστοηθείας, καὶ περίλαμπρος, ναὸς σοφίας, τοῦ Προδρόμου τῆς Μονῆς ἐγκαλλώπισμα, ἐνσαρκωτὰ δωρημάτων τοῦ Πνεύματος, ἠξιωμένε προλέγειν τὰ μέλλοντα, τὸν Παντάνακτα δυσώπει ἀεὶ Δομέτιε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὄλβον ἄσυλον, ἡ τοῦ Προδρόμου, μάνδρα κέκτηται, τὴν Σὴν Εἰκόνα, Θεοτόκε μυροβλύτις Παντάνασσα, ἧς Πατριάρχης ὁ Σέργιος πρότερον, ᾠδὴν ἀκάθιστον ᾖσεν ἐνώπιον, καὶ κραυγάζουσα τὸ Χαῖρε πιστῶς προστρέχει Σοι, ἐν βίου συμφοραῖς καὶ περιστάσεσι.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ἀγαπήσει τῇ κρείττονι, λαμπρυνθεὶς τὴν διάνοιαν, κόσμου τοῦ ματαίου σοφῶς κατέλιπες, τὴν ψυχοφθόρον ῥευστότητα, καὶ χαίρων Δομέτιε, ἠκολούθησας Χριστῷ, βίον ὄντως ἰσάγγελον, βιωσάμενος, ἐν τῷ ὄρει τοῦ Ἄθω ἐν ἀσμήσει, καὶ αὐλῇ θεοφρουρήτῳ, τοῦ Βαπτιστοῦ τοῦ Παντάνακτος.

 

Εὐωδία γενόμενος, τοῦ Κυρίου Δομέτιε, βίου καθαρότητι καὶ σεμνότητι, καὶ ὡς θυμίαμα εὔοσμον, τῷ θρόνῳ τῆς χάριτος, ἀσκητὰ προσενεχθείς, εὐωδίας ἐνέπλησας θείας ἅπαντας, τοὺς χοροὺς τῶν Ἀγγέλων τῶν ὑμνούντων, ἀσιγήτως τὸν Σωτῆρα, ᾯ ὑπαντῆσαι ἐπόθησας.

 

Ὥσπερ ἔλαφος Ὅσιε, ἐφ’ ὑδάτων τὰ ῥεύματα, ἔδραμες Δομέτιε ἐν τῷ Ἄθωνι, καὶ ἐμπλησθεὶς ταῇ ἀσκήσει σου, ναμάτων τῆς χάριτος, ἐκ πηγῆς πανευλαβοῦς, σωτηρίου διδάσκαλος, ταπεινώσεως, σιωπῆς τῶν χειλέων ξενιτείας, ἀκτησίας ἀπαθείας, ἐδείχθης πᾶσι καὶ νήψεως.

 

Τῶν τιμίων ἱδρώτων σου, τὰ ἀείῤῥοα χεύματα, ἐν τῷ Ἀντιάθωνι Πάτερ Ὅσιε, καὶ ἐν Προδρόμου Δομέτιε, Μονῇ θεοφόρητε, ὥσπερ δῶρα ὁ Χριστός, προσδεξάμενος τίμια σοὶ προσέδωκε, θείαν χάριν τὰ μέλλοντα προλέγειν, καὶ διδάσκαλο γενέσθαι, τῶν ἐκζητούντων τὰ κρείττονα.

 

Θεῖον σέλας ἑώρακας, ἐπὶ πέτραν ἡλίβατον, σὺν Διονυσίῳ κλεινῷ Δομέτιε, θεοειδὲς κατερχόμενον, ὡς πῦρ καὶ τοῦ Κτίσαντος, ἐνενόησας βουλήν· ὅθεν τάχος προείρηκας τὴν ἀνέργεσιν, τοῦ Προδρόμου Μονῆς ἧς ὑφηγήτωρ, ἐχρημάτισας θεόφρον, καὶ ἱερὸς καθηγούμενος.

 

Ἀξιαγάπητα ἔπαθλα, τοῦ πανσόφου ἐπάδοντες, ἐν πατράσιν Ἄθω πιστῶν τὰ τάγματα, δεῦτε νῦν ὕμνοις τιμήσωμεν, Δομέτιον ἔφορον, τοῦ Προδρόμου τῆς Μονῆς, καὶ θερμὸν ἀντιλήπτορα, τοῦ συστήματος, τῶν ἐν ταύτῃ ἀζύγων ἀσκουμένων, ἀρετῇ καὶ ἐγκρατείᾳ, ἅμα μιγάδων τὸν σύμμαχον.

 

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Τὰς ἀσκητῶν χορείας νουθετῶν Δομέτιε, ἀπέχεσθαι ἔλεγες ἀπὸ τῶν πονηρῶν λογισμῶν, τῶν μολυνόντων τὰς ψυχὰς ἡμῶν, καὶ παρασκευαζόντων ἡμᾶς, εἰς τὸ κατ’ ἐνέργειαν ἁμαρτάνειν· χρηματίσας οὖν Ἀποστόλων ὁμότροπος, καὶ διδασκάλων ἀκροθίνιον, πρὸς ἀληθείας ἐπίγνωσιν πάντας ἴθυνας, τῆς ὁδηγούσης πρὸς τρίβους σωτηρίας, σεμνείου τοῦ Προδρόμου πρόβολε· ἀλλ’ ὡς ταῖς ἄνω χοροστασίαις συνών, καὶ τοῦ Ξύλου τῆς ζωῆς ἀπολαύων, ἀπαύστως ἱκέτευε τὸν φιλάνθρωπον Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς τῶν στεφόντων τὴν μνήμην σου, τοῖς ὕμνων ἄνθεσι.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. Ζ, 27-36)

Ἐν ὅλῃ καρδίᾳ δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ· μνήσθητι ὅτι δι᾿ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοί σοι; ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε. ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. φοβοῦ τὸν Κύριον καὶ δόξασον ἱερέα καὶ δῷς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων. Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου. χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον. μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον, ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ. ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδρα-μοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)

Δίκαιος, ἐὰν φθάση τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενoς, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ, ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α’.

Εὐφραίνου ἐν Κυρίῳ Διονυσίου ἡ Μάνδρα, Δομέτιον τὸν πνευματοφόρον, ὁδηγὸν πλουτοῦσα καὶ κυβερνήτην θεόσδοτον· ἐλλαμπόμενος γὰρ οὗτος τῇ τοῦ Παρακλήτου χάριτι, εὐσεβείας ἀκτῖσι κατεφώτισε, τοὺς ἐν Ἄθῳ διάγοντας πατέρας· τύπον οὖν ἀσκήσεως ἑαυτὸν προθέμενος, καὶ τρίβους σωτηρίας δείξας πᾶσι, χάριν εὗρε δυσωπεῖν ὑπὲρ ἡμῶν τὸν Κύριον.

 

Ἦχος β΄.

Ἱερωσύνης κληρωσάμενος τὸ ἔνδυμα, καὶ ἐν ἀκακίᾳ καὶ ὁσιότητι διάγων, φωτοφόρος στῦλος ὤφθης ἐν Ἄθῳ Δομέτιε· προικισθεὶς γὰρ θείῳ χαρίσματι, καὶ δεσμῷ φιλίας συνδεθείς, τῷ ἱερῷ Διονυσίῳ, τῆς τοῦ Προδρόμου Μάνδρας δόμησιν, σοφῶς προείρηκας· αὐτῆς οὖν εἶτα ἐγχειρισθεὶς πρόεδρος, καὶ λαμπαδοῦχος ὀφθεὶς εὐσεβείας σωτήριος, ἀπῆλθες πρὸς Κύριον πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων σε.

 

Ἦχος γ΄.

Τῆς ἰσαγγέλου βιοτῆς σου τὰς παμφαεῖς ἀρετάς, καὶ τοὺς νυχθημέρους καμάτους σου, ἅπας ὁ Ἄθως κηρύττει, θεοφόρε Πατὴρ ἡμῶν Δομέτιε· ἐν αὐτῷ γὰρ θεοφιλῶς ἀσκήσας, κατέδειξας πᾶσι τὴν πρὸς Θεὸν ἀνόθευτον ἀγάπην σου, καὶ τὴν τῶν ὑπερκοσμίων καλῶν ὁλικήν σου ἔφεσιν· διὸ καὶ ἐγκαυχώμενος ἐν σοί, λαμπροφανῶς πανηγυρίζει μνήμην σου τὴν ἀεισέβαστον, κόσμῳ ἅπαντι διαλαλῶν θαυμασίων σου τὴν ἄβυσσον.

 

Ἦχος δ΄.

Τὴν τοῦ βίου σου λαμπρότητα, μονασταὶ ἠγάσθησαν, καὶ Διονύσιος ὁ ἔνθεος, ἡγούμενος τῆς αὐτοῦ Μονῆς διώρισε Δομέτιε· ἐν ταύτῃ ἐπιμελούμενος ἀόκνως τῶν μοναχῶν, ἐργάτης καὶ διδάσκαλος τῆς ἀληθείας, ὤφθης ἀκάματος θεόσοφε Ὅσιε· ἀλλ’ ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, ἱερέων ἀγλάϊσμα καὶ μονοτρόπων ἀρχέτυπον, πᾶσιν αἴτει ἱλασμὸν καὶ φωτισμὸν γνώσεως.

 

Δόξα. Ὁ αὐτός.

Τὸν τοῦ Διονυσίου συνεργὸν καὶ ὁμότροπον, τὸν μετ’ αὐτοῦ θησαυρίσαντα, τὰς ἐκφαντορίας τῆς φωτοφανείας, Δομέτιον τὸν θεῖον χαρμονικῶς τιμήσωμεν· ἀγγελικῶς γὰρ οὗτος πολιτευσάμενος, καὶ κανὼν τῆς μονήρους βιοτῆς δειχθεὶς ἀκριβέστατος, τὴν τοῦ Προδρόμου ὁλκάδα σοφῶς ἐκυβέρνησε, πρὸς ὅρμον ἄκλυστον· καὶ νῦν ταῖς τῶν Ἁγίων λαμπρότησι, τὸ ἀντιμίσθιον τῶν καμάτων αὐτοῦ δρεπόμενος, ἀπαύστως πρεσβεύει ὑπὲρ τῶν τελούντων ἐν πίστει, αὐτοῦ μνήμην τὴν πανένδοξον.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ ἀφθαρσίας στολήν, δι’ ἐγκρατείας ἐνδυσάμενος ἔκλαμπρον, καὶ σύσκηνος τῶν Ἀγγέλων, ἐν οὐρανοῖς γεγονώς, τοῦ Διονυσίου φίλε γνήσιε· αὐτὸν ἐνεθάῤῥυνας, τῷ Προδρόμῳ τῆς Χάριτος, Μονὴν δομῆσαι, ἐπὶ πέτρας Δομέτιε, διαβόητον, καὶ ψυχῶν φροντιστήριον· ὅθεν οἱ ἐν τῷ Ἄθωνι, χοροὶ νῦν πανήγυριν, τῆς πανσεβάστου σου μνήμης, ἐπιτελοῦντες ἐν ᾄσμασι, αἰνοῦσιν ἀπαύστως, τὸν ἀλείπτην μονοτρόπων, σὲ ἀναδείξαντα.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Χαίροις, τῆς ἀπαθείας λειμών, μακροθυμίας πανευῶδες ἀλάβαστρον, ἀσκήσεως ἰσαγγέλου, δοχεῖον μυρεψικόν, νάρδος σωφροσύνης καὶ συνέσεως· ἀγάπη πρὸς Κύριον, καὶ τὸν πέλας ἀνόθευτος, Μονῆς Προδρόμου, τῆς ἐν Ἄθω κιννάμωμον, πέλεις Ὅσιε, θεοφόρε Δομέτιε· ὅθεν ὡς θείας χάριτος, γεραίροντες ἔσοπτρον, σὲ μονοτρόπων ἀκρότης, καὶ ταπεινώσεως σκήνωμα, τὴν θείαν σου μνήμην, γεγηθότες ἐκτελοῦμεν, ψαλμοῖς ἐμπρέπουσι.

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Χαίροις, Ὁσίων Ἄθω κρηπίς, καὶ τῶν ἐν τούτων ἀσκουμένων ἀντίληψις, Μονῆς τοῦ Διονυσίου, ἱερομύστης σεπτός, ταπεινοφροσύνης ἐνδιαίτημα· σοφὲ πνευματέμφορε, ὁ προλέγειν τὰ μέλλοντα, παρὰ Κυρίου, εἰληφὼς χάριν δέδειξαι, ἐγκρατείας τε, καὶ εὐχῆς ἐργαστήριον· ὅθεν τὸ πολυκύμαντον, τοῦ βίου σου πέλαγος, ταῖς τοῦ μεγίστου Προδρόμου, ἀδιαλείπτοις ἐντεύξεσι, καλῶς διαπλεύσας, προσωρμίσθης εἰς λιμένα, Χριστοῦ ἀκύμαντον.

 

Δόξα. Ἦχος δ΄.

Τοὺς ἐν τῇ Μονῇ τοῦ Προδρόμου μονάζοντας, πνευματικῶς κατηύθυνας πρὸς ὅρμον ἀχείμαστον, κληρωσάμενος τὴν ἔλλαμψιν τοῦ Ἁγίου Πνεύματος, Δομέτιε ἱερέων ἐγκαλλώπισμα. Σὺ γὰρ ὁμαίμων ἐν πνεύματι, καὶ συνεργὸς ἐν τοῖς κόποις, δειχθεὶς τοῦ πανσόφου Διονυσίου, μετ’ αὐτὸν τὸ πηδάλιον τῆς μάνδρας στεῤῥῶς ἐκράτησας, κυβερνήτης αὐτῆς ὀφθεὶς πανάριστος. Καὶ θεαρέστως τελέσας τὸν ῥέοντα βίον σου, ἀφθάρτων ἐπάθλων ἠξίωσαι, καὶ πρεσβευτὴν ἐγένου ἡμῶν πρὸς Κύριον θερμότατος, τῶν τελούντων ἐν πίστει τὴν ἐτήσιον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Δόμος πέφηνας, χρηστοηθείας, καὶ περίλαμπρος, ναὸς σοφίας, τοῦ Προδρόμου τῆς Μονῆς ἐγκαλλώπισμα, ἐνσαρκωτὰ δωρημάτων τοῦ Πνεύματος, ἠξιωμένε προλέγειν τὰ μέλλοντα, τὸν Παντάνακτα δυσώπει ἀεὶ Δομέτιε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὄλβον ἄσυλον, ἡ τοῦ Προδρόμου, μάνδρα κέκτηται, τὴν Σὴν Εἰκόνα, Θεοτόκε μυροβλύτις Παντάνασσα, ἧς Πατριάρχης ὁ Σέργιος πρότερον, ᾠδὴν ἀκάθιστον ᾖσεν ἐνώπιον, καὶ κραυγάζουσα τὸ Χαῖρε πιστῶς προστρέχει Σοι, ἐν βίου συμφοραῖς καὶ περιστάσεσι.

 

Ἀπόλυσις.

 

 

 

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Μονῆς τῶν Κομνηνῶν, Διονύσιος ἥνπερ, ἐδόμησε λαμπρῶς, πρὸς τιμὴν τοῦ Προδρόμου, σοφὸς ἐχρημάτισας, ποδηγέτης Δομέτιε, λόγοις χάριτος, καὶ τῆς ἀσκήσεως ἔργοις, τρέφων ἅπαντας, τοὺς ἐν αὐτῇ πολιτείαν, ἀζύγων διάγοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Λυχνίαν τε σκηνήν, ἀλατόμητον ὄρος, λαβίδα κιβωτόν, καὶ πυρίμορφον θρόνον, φωναὶ Ὑπερύμνητε, Προφητῶν Σε προέγραψαν· σὺ γὰρ Κύριον, τὸν Ζωοδότην καὶ κόσμου, τὸν παντάνακτα, ἐν τῇ γαστρί Σου ἀφράστως, ἐκύησας Δέσποινα.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ἀμέμπτως ἐβίωσας ἐν ἡσυχίᾳ πολλῇ, καὶ ἔργοις ἐφαίδρυνας ἀσκητικοῖς τὴν Μονήν, Προδρόμου τὴν πάνσεπτον· ὅθεν τοῖς σοῖς καμάτοις, ἀληθῶς κοσμουμένη, χαίρουσα τὴν ἁγίαν, καὶ πανέορτον μνήμην, τὴν σὴν πανηγυρίζει θερμόν, ἔχουσα ῥύστην σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τεκοῦσα τὸν εὔσπλαγχνον Θεὸν ἡμῶν ἀγαθή, ἐν σώματι ἔσωσας ἐκ τῆς ἀρχαίας ἀρᾶς, βροτῶν τὴν ὁμήγυριν· ὅθεν ὡς σωτηρίας, Σὲ ὑμνοῦμεν αἰτίαν, Δέσποινα Θεοτόκε, τὰς θερμάς σου πρεσβείας, αἰτούμεθα πρὸς Ὃν μητρικῷ, φίλτρῳ ἀνέθρεψας.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Νοῦς ὁ οὐράνιος, στόμα τὸ ἔνθεον, οὖς τὸ εὐήκοον, πόδες οἱ εὔφρομοι, καὶ ἡ ἀγάπης τοῦ Θεοῦ καρδία πεπληρωμένη, ὕμνοις εὐφημείσθω μοι, ὁ θεόφρον Δομέτιος, λύχνος ὁ πολύφωτος, ἀρετῶν καὶ ὁ ἄριστος, ποιμὴν τῆς ἐν Ἁγίῳ τῷ ὄρει, μάνδρας τῆς τοῦ σεπτοῦ Προδρόμου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Ὁ ἱερέων ποδήρη ἀμπεχόμενος, καὶ μοναστῶν χορείας θεοφιλῶς ποιμάνας, Δομέτιε Ὅσιε, τὴν τοῦ Προδρόμου λογικὴν ποίμνην κατηύθυνας, πρὸς νομὰς σωτηρίας. Καὶ νῦν ὡς ποιμὴν ἄριστος, τῷ Ἀρχιποίμενι Χριστῷ παριστάμενος, πρέσβευε διδόναι ἡμῖν ἀμπλακημάτων ἄφεσιν, καὶ μετὰ πότμον τυχεῖν, τῆς οὐρανίου μακαριότητος.

 

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Μέλισμα τόδε, Χαραλάμπης Δομετίῳ, φέρει.

ᾨδὴ α’. Ἦχος α’. Ἀνοίξω τὸ στόμα μου.

Μακρόθυμον Κύριον, καὶ ὑφηλίου δομήτορα, Χριστὸν τὸν Φιλάνθρωπον, δυσώπει Πάτερ κλεινέ, διανοῖξαί μοι, Δομέτιε τὸ στόμα τοῦ μέλψαι τοὺς θείους σου, πόνους ἐν ᾄσμασι.

ργάτης φιλόπονος, τῶν ἐντολῶν τοῦ Παντάνακτος, γενόμενος Ὅσιε, τοῦ Ἀντιάθωνος γῆν, ἐγεώργησας, καὶ τῆς Διονυσίου, Μονῆς τῶν ἱδρώτων σου, ῥείθροις Δομέτιε.

Λιπὼν ἅπαν βρότειον, καὶ χαμερπὲς εὐηρέστησας, Κυρίῳ Δομέτιε, ἐν τοῖς τοῦ Ἄθω δρυμοῖς, τὴν περίβλεπτον, κονίστραν τῶν σῶν πόνων, ἀζύγων διδάσκαλε, πήξας θεόπνευστε.

Θεοτοκίον.

σχύος με πλήρωσον, ἀντιταχθῆναι τῷ δράκοντι, καὶ δύναμιν δίδου μου, τοῦ ἐκτινάξαι μακράν, τὰ τοξεύματα, τοῦ πλάνου ἡ δεχθεῖσα, Παρθένε τῶν δούλων Σου, ὕμνον ἀκάθιστον.

 

ᾨδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.

Σωφρόνως ἀνύσας σου τὸν βίον, προλέγειν τὰ μέλλοντα σαφῶς, κατηξιώθης ἔκπαγλον, φρονήσεως ἀνάκτορον, Δομέτιε παμφίλατε, Διονυσίου διάδοχε.

Μαράνας σαρκός σου τὰς ὀρέξεις, γυμνότητι καὶ ὑποταγῇ, τὸν νοῦν πρὸς ὕψος ἄμετρον, ἐπτέρωσας Δομέτιε, καὶ σκεῦος θείας χάριτος, περιφανέστατον πέφηνας.

στράψας ὡς ἄλλος Ἑωσφόρος, ἐν Ὄρει Ἁγίῳ ἀγωγῇ, ἀσκητικῇ Δομέτιε, τῶν μοναστῶν κατηύγασας, ἀκτῖσι θαυμασίων σου, καὶ διδαχῶν σου τὰς φάλαγγας.

Θεοτοκίον.

Τροπώσας ὀρδὰς τῶν δυσσεβούντων, Ὑπέρμαχε ὄντως Στρατηγέ, Χριστιανῶν τοῖς μέλπουσι, νυχθημερὸν ἀκάθιστον, ᾠδήν Σοι νίκης δέδωκας, περιφανοῦς δῶρον πάντιμον.

 

 

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Ἐν ἀσκήσει πτερώσαντος τὴν ψυχήν, πρὸς ἀγάπην ἀδόλωτον τοῦ Χριστοῦ, τὸ πῦρ θείου ἔρωτος, τὴν καρδίαν σου ἔτρωσε, καὶ τοῖς ἐν Ἄθῳ θεῖον, κατέδειξε πρύτανιν, χρηστότητος καὶ ἤθους, Δομέτιε Ὅσιε· ὅθεν καὶ ἀζύγοις, ῥυθμιστὴς τῶν ἐν βίῳ, καὶ πᾶσι περίβλεπτος, ἀνεδείχθης τοῖς φθέγμασι, καὶ τοῖς τρόποις σου πάνσοφε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὡραιότητος πάναγνε στολισμός, τῶν Ὁσίων ἑδραίωμα καὶ κρηπίς, Μαρτύρων παγκόσμιον, κῦδος τῶν εὐφημούντων σε, ἀναίρεσις τοῦ θρήνου, τῆς Εὔας καὶ ἔγερσις, τῶν τοῦ Ἀδὰμ ἐκγόνων, ὑπάρχεις Μητρόθεε· ὅθεν Σοι τὸ Χαῖρε, καθ’ ἑκάστην βοῶντες, ἁγνείας κειμήλιον, παρθενίας ἀγλάϊσμα, καὶ ἑτοίμη ἀνόρθωσις, τῶν πιπτόντων προστρέχομεν, Σοῦ ταῖς πρὸς τὸν Κτίστην λιταῖς, ἵνα χάριν, εὕρωμεν καὶ ἔλεος, οἱ Σὲ ὕμνοις ἀπαύστοις, Κόρη μακαρίζοντες.

 

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

λοθύμως τῷ Κυρίῳ, σεαυτὸν παραδέδωκας, ὥσπερ ἱερεῖον, κόσμου ἀρνησάμενος φρόνημα, καὶ ἐν τῷ ὄρει τοῦ Ἄθωνος κατεσκήνωσας, βίον ἄϋλον, ἐπιποθήσας Δομέτιε.

Δεδεγμένος οὐρανόθεν, θείαν χάριν Δομέτιε, ψυχοτρόφοις ἔργοις, πίστει ἐπεδόθης καὶ γέγονας, μοναδικῆς πολιτείας ὑποτύπωσις, καὶ πανίερον, Μονῆς Προδρόμου θησαύρισμα.

λεημοσύνης πάντας, καὶ Χριστοῦ ἀγαπήσεως, δεῖν ἐπιμελεῖσθαι, ἔφησθα ἡμᾶς πνευματέμφορε, ἵνα βαδίζοντες δρόμον τὸν προκείμενον, καταντήσωμεν, εἰς οὐρανοῦ τὰ Βασίλεια.

Θεοτοκίον.

Χαῖρε Νύμφη Σοι βοῶμεν, τοῦ Κυρίου ἀνύμφευτε, καὶ τῇ ἀρωγῇ Σου, πάντες οἱ τρυχόμενοι σπεύδομεν, ἐν συμφοραῖς ὥσπερ πάλαι οἱ τῆς πόλεως, χαριτώνυμε, τοῦ Βυζαντίου ἱκέται Σου.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

πέχειν ἐδίδασκες, φιλαργυρίας Ὅσιε, φθόνου μολυσμοῦ κενοδοξίας, μνησικακίας καὶ ἀσελγῶν λογισμῶν, ψυχὴν ῥυπαινόντων τὴν ἡμῶν, μοναστῶν ὁμήγυριν, ἣν πανσόφως ἐποίμανες.

ωσθεὶς τῇ τοῦ Πνεύματος, δυνάμει ἀπημπόλησας, τὰς θανατηφόρους ἁμαρτίας, καὶ ἀπελάσας τὴν τῶν προσκαίρων ἀχλύν, ὡς ἥλιος ὤφθης φωταυγής, ἀρετῆς καὶ νήψεως, θεοφόρε Δομέτιε.

γάπῃ συνδούμενος, ἀδελφικῇ Δομέτιε, καὶ θεομιμήτῳ συμπαθείᾳ, μετὰ τοῦ θείου Διονυσίου ῥητῶς, αὐτὸν συνεβούλευσας ταχύ, σπεῦσαι ἐξαιτήσασθαι, χορηγείαν τῷ ἄνακτι.

Θεοτοκίον.

Λιμὴν γαληνότατος, καὶ εὔδιος τοῖς πλέουσι, πέλεις ὁδηγὲ ναυτιλλομένων, καὶ τῶν ἐν μάχαις κατ’ ἐναντίων στεῤῥόν, ἁγνὴ περιτείχισμα· διό, πάντες τῇ Σῇ χάριτι, καθ’ ἑκάστην προστρέχομεν.

 

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.

γίαν, φλόγα φωτίζουσαν, λαμπάδος δίκην εἶδες Δομέτιε, πέτραν ἡλίβατον, ἐν ᾗ λαμπρὸν φροντιστήριον, ἀζύγων δομηθῆναι, ἔδει καὶ πάνσεπτον.

Μονήν, τῷ θείῳ παρώτρυνας, σοφὲ Διονυσίῳ περίβλεπτον, κτίσαι καὶ τέμενος, ἐν τόπῳ ᾧ σέλας πάμφωτον, ἐπὶ τρισὶν ὡρᾶτο, νυξὶ Δομέτιε.

Πολλούς, ἀζύγους ἀσκήσασθαι, ἐν Μάνδρᾳ ἐμπνευσθεὶς θείῳ Πνεύματι, μάκαρ Δομέτιε, εὐαρεστοῦντας τῷ Κτίσαντι, τῇ ἐγερθείσῃ ὦδε, σαφῶς προέφησθα.

Θεοτοκίον.

θεία, χάρις Σου πάναγνε, ἀπίστων ἐτροπώσατο φάλαγγας, καὶ νίκης τρόπαια, λαῷ πιστῷ ἐδωρήσατω, ὑπέρμαχε Προστάτις αὐτοῦ καὶ καύχημα.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῶν ἱερέων ἐν τῷ Ἄθωνι διάκοσμε, Διονυσίου τῆς Μονῆς λαμπτὴρ ἀείφωτε, εὐκοσμία καὶ θησαύρισμα μονοτρόπων, ἀσκητὰ πνευματοφόρε καὶ ἀκρώρεια, συμπαθείας εὐφημοῦντές σε ἑκάστοτε, ἀνακράζομεν· Χαῖρε Πάτερ Δομέτιε.

Ὁ Οἶκος.

Ἄγαλμα ἐγκρατείας, προσευχῆς ἀρεμβάστου, καὶ νήψεως Δομέτιε ὤφθης, καὶ τῇ σῇ ἰσαγγέλῳ ζωῇ, νουθετεῖς ἀζύγων τοὺς χορούς, Ὅσιε τοὺς θέλοντας μιμήσασθαι, τοὺς πόνους σου βοῶντας οὕτω·

Χαῖρε, πυρσὸς τοῦ ἀδύτου φέγγους·

χαῖρε, φανὸς τοῦ ἀῤῥήτου κάλλους.

Χαῖρε, τῆς Προδρόμου Μονῆς σεμνολόγημα·

χαῖρε, τῆς συντόνου εὐχῆς ἐνδιαίτημα.

Χαῖρε, ὄμμα τὸ ἀνύστακτον ἐν Χριστῷ  ὑποταγῆς·

χαῖρε, στόμα τὸ ἀσίγητον ὑμνῳδίας μυστικῆς.

Χαῖρε, ὅτι ὑπάρχεις μοναστῶν ὑφηγήτωρ·

χαῖρε ὅτι ἐπώμφθης ὄρους Ἄθω κοσμήτωρ.

Χαῖρε, λαμπτὴρ φαιδρᾶς διοράσεως·

χαῖρε, κρατὴρ ἐνθέου βιώσεως.

Χαῖρε, σφραγὶς ἀληθοῦς συμπαθείας·

χαῖρε, σανὶς μοναστῶν σωτηρίας.

Χαῖρε, Πάτερ Δομέτιε.

 

 

 

Συναξάριον.

Τῇ ΚΕ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Δομετίου τοῦ συνασκητοῦ τοῦ Ὁσίου Διονυσίου, καὶ ἡγουμένου τῆς Μονῆς Διονυσίου

Δόμους παρελθῶν τοὺς κάτω Δομέτιος,

ἀνακτόροις νῦν ἐγχορεύει τοῖς ἄνω.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Διονυσίου, κτήτορος τῆς Μονῆς τοῦ Τιμίου Προδρόμου τοῦ Ἁγίου Ὄρους

Κτίτωρ Μονὴς σὺ τοῦ μεγίστου Προδρόμου,

δειχθεῖς ἐνοικεῖς νῦν Μοναῖς ταῖς τοῦ πόλου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Φεβρωνίας.

Προὶξ τῇ γυναικῶν καλλονῇ Φεβρωνία,

τομὴ κεφαλῆς· ὡς καλὴ σοι προὶξ γύναι!

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρεντίου, καὶ τῶν ἓξ γνησίων ἀδελφῶν αὐτοῦ, ὧν τὰ ὀνόματα Φαρνάκιος, Ἔρως, Φίρμος, Φιρμίνος, Κυριάκος καὶ Λογγίνος.

Ἐκδὺς θαλάσσης ζῶν Ὀρέντιος βάθους,
ἐν γῆ τελεύτᾳ καὶ πρὸς οὐρανὸν τρέχει.
Ἄρας ὁ Φαρνάκιος ἐκ γῆς πηλίνης,
ἀνῆλθεν εἰς ἔδαφος οἴκου Κυρίου.
Ἐρῶν ὑπῆρχεν οὐρανῶν κάλλους Ἐρως,
πρὸς οὓς μεταστάς, ὡς πὲρ ἦρα χαιρετῶ.
Θρόνοι νοητοὶ Φιρμῖνός τε καὶ Φίρμος,
οἷς ἐγκάθηται Βασιλεὺς τῶν Ἀγγέλων.
Κυριακὸν Λογγίνον ὡς ἰσαγγέλους,
Θεὸς τίθησιν ἰσοτίμους Ἀγγέλοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων Λεωνίδος, Λιβύης καὶ Εὐτροπίας, τῆς μὲν διὰ πυρός, τῶν δὲ, διὰ ξίφους τελειωθεισῶν.

Πηδὰ Λεωνὶς εἰς τὸ πῦρ τῆς καμίνου,
ὡς εἰς τροφὴν λέαινα πεινῶσα σφόδρα.
Κομμωτικόν τι βάμμα νύμφη Κυρίου,
βάπτη Λιβύη δούσα τὴν δέριν ξίφει.
Ὁ κόσμος αὐχῶν βοσσιὰς συσχεῖν δίκην,
ὑπ’ Εὐτροπίας παίζεται τετμημένης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σίμωνος

Σορὸς, Σίμωνι σαρκὶς ἐστιν ἑστία,

πόλος δὲ τούτῳ πνεύματος κατοικία.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεολήπτου, μητροπολίτου Φιλαδελφείας

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρτυρίου τοῦ επισκόπου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μεθοδίου ἐν Νιβρύτου Κρήτης.

ᾜσχυνας πάσας ἐχθροῦ τὰς μεθοδείας,

Πάτερ μεθόδοις ἀσκήσεως τελείας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεοδόσιος, ἐν ἔτει 1419 τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Προκόπιος, ὁ ἐκ Βάρνας καὶ ἐν Σμύρνῃ, ἐν ἔτει 1810, ξίφει τελειοῦται.

Κλίνας γεγηθώς, αὐχένα μάκαρ ξίφει,

θρόνῳ Ὑψίστου, συμπαρέστης Ἀγγέλοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος, ἐξ Ἀτταλείας καὶ ἐν Κρήνῃ, ἐν ἔτει 1823, ἀγχόνῃ τελειοῦται.

Χριστῷ γεωργῷ Γεώργιε τῶν ὅλων,

ἀθλητικὴν ἤνεγκας νῦν γεωργίαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν δουκῶν Μουρόμης Πέτρου καὶ Φεβρωνίας, τῶν διὰ τοῦ Ἀγγελικοῦ σχήματος μετονομασθέντων Δαβὶδ καὶ Εὐφροσύνης τῶν Ῥώσσων.

Ταῖς τῶν Σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Σὲ προέκρινεν, αὐτοῦ σοφὸν διάδοχον, ὁ Διονύσιος, καὶ ποδηγέτην ψυχῶν· διὸ καὶ ἀνέθηκε, τὴν ἐπιμέλειαν, σοὶ Δομέτιε, Μονῆς ἣν πόθῳ ἔπηξεν, ὁμηγύρεως ἀζύγων.

Διονύσιος, ὁ θεῖός σε συλλήπτορα, ἔχων θερμότατον, ἐν τῇ αὐτοῦ βιοτῇ, σαφέστατα πέποιθε, ταῖς νουθεσίαις σου, θεοφόρητε, Δομέτιε θειότατε, ἱερεῦ τοῦ Ζωοδότου.

σιότητος, ὀφθεὶς κανὼν Δομέτιε, καλῶς ἐποίμανας, τὴν τοῦ Προδρόμου Μονήν, καὶ πᾶσι κατέδειξας, τὸν τῆς καρδίας σου, πλοῦτον ἄσυλον, ἀγάπης τε χρηστότητος, καὶ ἀπείρου εὐσπλαγχνίας.

Θεοτοκίον.

Μόνην ἔγνωμεν, Σὲ Στρατηγὸν ὑπέρμαχον, Κυρία Δέσποινα, ἐν ταῖς Σκυθῶν προσβολαῖς, καὶ πάσαις τοῦ δαίμονος, ἐπιβουλαῖς τοῦ φρικτοῦ, ἀνεκραύζεν, ὁ Πατριάρχης Σέργιος, πρὸ τῆς θείας Σου Εἰκόνος.

 

 

 

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.

πιθες δραμεῖν εἰς Τραπεζοῦντα, αἰτῆσαι πλουσίαν ἀρωγήν, τὸν ἄνακτα Δομέτιε, τὸν θεῖον Διονύσιον, καὶ περατῶσαι τάχιστα, Μονὴν τὴν ἔκπαγλον, ἣν ἔμελλες, καλῶς κυβερνῆσαι, σὺ καὶ κατευθῦναι, ψυχὰς εἰς σωτηρίαν.

Τῆς Μάνδρας Προδρόμου καὶ πληθύος, ἐκεῖ τῶν βιούντων ἀδελφῶν, καλῶς τὴν ἐπιμέλειαν, Δομέτιε ἀνέθηκεν, ὁ σώφρων Διονύσιος, σοὶ καὶ ἀπέπλευσεν, ἡσύχως βασιλεῖ ὑπαντῆσαι, καὶ αὐτὸν αἰτῆσαι, χρημάτων χορηγίαν.

χνεσι βαδίζων τοῦ Προδρόμου, τοῦ Πνεύματος δέδειξαι φορεύς, καὶ κοσμηθεὶς χαρίσματι, προλέγειν τὰ συμβαίνοντα, Διονυσίῳ ἔλεγες, προπέμπων Ὅσιε, αὐτόν· ὁψόμεθά σε θεόφρον, ἐν τῷ οὐρανίῳ, καὶ ποθεινῷ λειμῶνι.

Θεοτοκίον.

ς πολυτιμότερον χρυσίου, Εἰκόνα τὴν Σὴν οἱ πειραταί, Θεοκυῆτορ ἔκλεψαν, πλὴν ἔντρομοι ἐπέστρεψαν, αὐτὴν καὶ μύρον βλύζουσαν, κατεῖδον Ἄνασσα, μορφήν Σου τὴν ἁγίαν καλύπτον, ἐκχέον πάσῃ κτίσει.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Φάρος τηλαυγής, ἐπώφθης Δομέτιε, ἀγάπης κρείττονος, προσευχῆς συνέσεως, ξενοδοχίας καὶ ἀντιλήψεως, χοροὺς αὐγάζων ἅπαντας, τῶν ἐν τῷ Ἄθωνι, μοναζόντων· ὅθεν πάντες στέφομεν, τὴν σὴν μνήμην ᾀσμάτων τοῖς ἄνθεσιν.

χων ἀσκητά, Κυρίου Δομέτιε, τὸ σὸν πολίτευμα, ὡς ὁ Παῦλος εἴρηκεν, ἐν οὐρανίοις θεοειδέστατος, ἐγένου πᾶσαν μέριμναν, ἀποταξάμενος, καὶ ἀλόγοις, οὐ δουλοῦσθαι πάθεσι, θέλων ἧμαρ ἐλεύθερον νήψεως.

ώμῃ ψυχικῇ, βιώσεως γέγονας, μονήρους πρότυπον, γνώμων καὶ ὑπόδειγμα, ἀνδρῶν ἀζύγων σοφὲ Δομέτιε, ἐργάτης καὶ διδάσκαλος, τῆς ταπεινώσεως, ἀενάου, προσευχῆς συνέσεως, καὶ νηστείας· διό σε γεραίρομεν.

Εἴη τοῦ Θεοῦ, τὸ πάντιμον ὄνομα, εὐλογημένον ἀεί, σὲ τοῦ κραταιώσαντος, ἐν τῇ παλαίστρᾳ τῆς σῆς ἀσκήσεως, καὶ δωρουμένου ἅπασιν, ἡμῖν Δομέτιε, σὲ προστάτην, ἐν τοῦ βίου θλίψεσι, καὶ θερμὸν ἐν κινδύνοις ἀκέστορα.

Θεοτοκίον.

να Σε λαμπρόν, Θεοῦ οἰκητήριον, τιμῶ γηθόμενος, σῶσόν με ἐκ θλίψεων, καὶ τὸ σεμνεῖον τὸ τὴν εἰκόνα Σου, κατέχω νῦν ἀλώβητον, ἐν βλάβης τήρησον, ἡ τὸ Χαῖρε, δεξαμένη Δέσποινα, εὐμενῶς ἐν τῇ Πόλει ταῶν Πόλεων.

 

 

 

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Τῆς χάριτός σε ἔμπλεων, τῆς πανσθενοῦς γινώσκομεν, πνευματοφόρε ἀλεῖπτα, τῶν ἐν τῷ Ἄθῳ ἀζύγων, Δομέτιε· διόπερ σε, χρεωστικῶς δοξάζομεν, καὶ πόθῳ ἐκβοῶμέν σοι· Μονῆς Προδρόμου φαιδρότης, καὶ ἀγαλλίαμα πέλεις.

Θεοτοκίον.

Ἐν τῇ γαστρί Σου πάναγνε, τὸν Ζωοδότην φέρουσα, εἰς Ὀρεινὴν γῆς Ἰούδα, ἀπῆλθες καὶ Ἐλισάβετ, ἠσπάσω τὴν γεννήσασαν, τῆς Χάριτος τὸν Πρόδρομον, καὶ Προφητῶν τὸν μέγιστον, οὗ τὴν γενέθλιον μνήμην, ὕμνοις ἠγάγομεν πάντες.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ, ἱερὲ Δομέτιε, Διονυσίου σοφοῦ, συνεργός τε καὶ ὅμαιμος, κατὰ πνεῦμα πέφηνας, Παρακλήτου κειμήλιον, καὶ τῶν ἐν Ἄθῳ, Πατέρων σέμνωμα, τῆς θείας Σκήτεως, καὶ τῆς Προδρόμου, Μονῆς ἀπαύγασμα, πάντοτε πρέσβευε, τῷ Σωτῆρι Ὅσιε ὑπὲρ ἡμῶν, τῶν πιστῶς τὴν μνήμην σου, τιμώντων ᾄσμασι.

 

Πάτερ, ἱερὲ Δομέτιε, προφητικοῦ ἀληθῶς, ἠξιώθης χαρίσματος, καὶ τὸν Διονύσιον, ἀνεγεῖραι παρώτρυνας, σεμνεῖον μέγα, καὶ περιλάλητον, ἐν ᾧ ἀζύγων, ψυχαὶ σωθήσονται· τούτου γὰρ χάριτι, θείᾳ ἐχρημάτισας σοφὸς ποιμήν, στῦλος καὶ ἑδραίωμα, ἀδιατάρακτον.

 

Πάτερ, ἱερὲ Δομέτιε, φιλαδελφίας βλαβίς, ἀκτησίας κεφάλαιον, ἀγρυπνίας μάργαρον, καὶ συνέσεως πρότυπον, Χριστοῦ τὸν θεῖον, ζυγὸν ἀράμενος, σαρκὸς ὀρέξεις, σοφῶς ἐμάρανας, καὶ ἐναπέῤῥιψας, πᾶν γεῶδες φρόνημα ὡς μιαρόν, μάκαρ ἀχθοφόρημα· διὸ ὑμνοῦμέν σε.

 

Πάτερ, ἱερὲ Δομέτιε, Ὄρους Ἁγίου λαμπτήρ, διακρίσεως ἥλιε, ἄστρον προοράσεως, καὶ κανὼν ἀπλανέστατε, τῆς ἡσυχίας ὑμνολογοῦμέν σε, σὺν μονοτρόπων, τοῖς δήμοις κράζοντες· σκεῦος θεόσδοτον, Παρακλήτου μέμνησο καὶ τῶν πιστῶς, ἐκτελούντων πάντοτε, τὴν θείαν μνήμην σου.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἐν τῷ τῆς πανάγνου τεμένει, τῷ ἐν Ἀντιάθωνι ἀσκούμενος τῇ ἀρετῇ, καὶ κεκοσμημένος θείῳ χαρίσματι, ἱερωσύνης διέπρεψας ἀξιώματι, Δομέτιε Πάτερ ἡμῶν Ὅσιε. Συνδεδεμένος γὰρ ὢν δεσμοῖς φιλίας, τῷ θαυμασίῳ Διονυσίῳ, μετ’ αὐτοῦ θεατὴς τῆς ὁράσεως γέγονας, τοῦ δίκην παμφώτου λαμπάδος, καταβαίνοντος φωτός, ἐπὶ τὴν ἡλίβατον πέτραν. Θείῳ οὖν ἐμπνευσθεὶς Πνεύματι, τὸ ἱερὸν τοῦ Προδρόμου φροντιστήριον προεῖδες, οὕτινος εἶτα θεόσοφος κυβερνήτης ἐχρημάτισας, εὐαρεστῶν τῷ Κυρίῳ, τῷ σὲ ὑμῖν πρεσβευτὴν δείξαντι.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον,

Χαίροις πνευματέμφορε ἀσκητά, τοῦ Διονυσίου, τῶν ἀγώνων συγκοινωνέ, μοναστῶν τοῦ Ἄθω, σεπτὴ στηλογραφία, καὶ ἱερέων τύπος, θεῖος Δομέτιε.

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἐν ἀσκητικῶς ἐν ὄρει Ἄθωνος λάμψας, ὡς τηλαυγέστατος φωστὴρ τῷ Κυρίῳ, Ὁσίων εὐηρέστησας κρηπὶς καὶ χορούς, μονοτρόπων ηὔγασας ἀρετῶν σου ἀκτῖσιν· ὅθεν σου δεόμεθα μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν σοὶ σπευδόντων εὐλαβῶς, καὶ τὴν σὴν χάριν ζητούντων Δομέτιε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Δόμους δεῖξόν μοι Δομέτιε, ἀφθαρσίας. Χ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Δομέτιε κλέϊσμα μοναστῶν, ἀσκήσεως στῦλε, προοράσεως ἀηδών, καὶ σέμνωμα Ὄρους τοῦ Ἁγίου, Χριστὸν δυσώπει ὑπὲρ τῶν τιμώντων σε.

δήγει Δομέτιε ἱερέ, πρὸς δόμους τῆς ἄνω, πολιτείας τοὺς εὐλαβῶς, καμάτους σου μέλποντας τοὺς θείους, Μονῆς Προδρόμου τοῦ Ἄθω θησαύρισμα.

Μὴ παύσῃ δεόμενος τοῦ Χριστοῦ, ὑπὲρ σωτηρίας, μονοτρόπων τῶν τὴν στενήν, ὁδὸν ἀνυόντων ἥνπερ χαίρων, καὶ σὺν ἐν Ἄθῳ Δομέτιε ἤνυσας.

Θεοτοκίον.

σίων ἁπάντων ἡ χαρμονή, Παρθένε Μαρία, ἀπὸ πάσης ἐπιβουλῆς, τοῦ δράκοντος ῥῦσαι Σοὺς οἰκέτας, ὡς ἂν ἀεί Σε λαμπρῶς μεγαλύνωμεν.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

πὲρ πάντων δυσώπει, τῶν ἀσκητῶν Κύριον, τῶν ἐν τῇ Μονῇ τοῦ Προδρόμου, πόθον μιμήσασθαι, ἐχόντων πόνους τοὺς σούς, οὓς ἔτλης ἵνα κερδήσῃς, Ἰησοῦν Δομέτιε, τὸν ποθεινότατον.

Συμπαθέστατε Πάτερ, σαῖς ῥυπτικαῖς κάθαρον, ἱκεσίαις ῥύπον ψυχῆς μου, τοῦ ἀνακράζοντος· χαῖρε προΐστορ Μονῆς, Διονυσίου ἐν Ἄθῳ, εὐλαβὲς Δομέτιε, σκεῦος τῆς χάριτος.

Δαψιλῶς οὐρανόθεν, τὰς δωρεὰς εἴληφας, τοῦ θαυματουργεῖν καὶ γιγνώσκειν, πάντα τὰ μέλλοντα, Διονυσίου σεπτέ, καὶ ἐπιστήθιε φίλε· ὅθεν σοι προσφεύγομεν, μάκαρ Δομέτιε.

Θεοτοκίον.

Εὐϊλάτῳ Κυρίῳ, ὑπὲρ ἡμῶν πρέσβευε, πάναγνε Παρθένε Μαρία, τῶν εὐφημούντων Σε· ὑπάρχεις γὰρ τῶν πιστῶν, θερμὴ μεσῖτις καὶ γένους, τῶν βροτῶν διάσωσμα, Θεογεννήτρια.

Διάσωσον, Μονῆς Προδρόμου ἀγλάϊσμα καὶ προΐστορ, πνευματέμφορε ἀσκητὰ παμμάκαρ Δομέτιε, ἐκ πάσης κακώσεως σοὺς ἱκέτας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ἐπόπτα Μονῆς Προδρόμου τῆς ἐν Ἄθωνι, Χριστὸν ἐκτενῶς ἱκέτευε Δομέτιε, ἡμᾶς λύπης ῥύεσθαι, συμφορῶν ἀλγεινῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας σοῦ τὴν ἀρωγήν, καὶ ἄγρυπνον ὄντως προστασίαν σου.

 

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

θυνόν με πρὸς κρείττονα, βίον ἀποκρούων ἐχθροῦ τοξεύματα, τὰ κινούμενα Δομέτιε, κατ’ ἐμοῦ καὶ σῶσόν με πρεσβείαις σου.

Ξενωθεὶς πάσης σχέσεως, Ὅσιε προσύλου οἰκεῖος πέφανσαι, τῷ Κυρίῳ Ὃν ἱκέτευε, καὶ ἡμᾶς ξενῶσαι φαύλων πράξεων.

μβοις Πάτερ Δομέτιε, μυστικοῖς εὐχῶν σου πρὸς τὸν Φιλάνθρωπον, ἐναπόσβεσον τὸν καύσωνα, τῶν παθῶν συντήκοντα σοὺς πρόσφυγας.

Θεοτοκίον.

Νοσημάτων ἀπάλλαξον, ἀλγηδόνων ἄχθους Κυρία Δέσποινα, καὶ κακώσεων τοὺς σπεύδοντας, τῇ ἀκαταισχύνῳ παῤῥησίᾳ Σου

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Μάνδρας τῆς σεπτῆς, τοῦ Προδρόμου θεῖε πρόβολε, διαφύλαττε αὐτὴν ἐπιβουλῆς, τοῦ Βελίαρ σαῖς ἐντεύξεσι Δομέτιε.

ρους χελιδών, τοῦ Ἁγίου καταλάμπουσα, ἀρεταῖς τὸν κόσμον σκέδασον ἀχλύν, τῶν πταισμάτων μου Δομέτιε τρισόλβιε.

σχυσας ἐχθρόν, ἀγρυπνίαις ταῖς παννύχοις σου, καὶ εὐχῇ κατατροπῶσαι· ὅθεν νῦν, καὶ ἡμᾶς ἰσχύος ἔμπλησον Δομέτιε.

Θεοτοκίον.

Δώρησαι ἡμῖν, σωφροσύνην καὶ ταπείνωσιν, ἵνα ἴδωμεν τὸ κάλλος ἐν Ἐδέμ, τοῦ Υἱοῦ Σου καὶ Θεοῦ ἡμῶν πανάχραντε.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Οὐράνιον, ἔχων τὸ πολίτευμα, καὶ ἡγούμενος σποδὸν τὰ γεώδη, πνευματοφόρε Δομέτιε ὤφθης, τῶν μονοτρόπων ἀλείπτης πρὸς θέωσιν, πρὸς ἣν ὁδήγησον καλῶς, καὶ ἡμᾶς τοὺς ζητοῦντας σὴν εὔνοιαν.

Μανίας με, τοῦ βεβήλου λύτρωσαι, ὁ νηστείᾳ καὶ ἀσκήσει συντόνῳ, κατασυντρίψας Δομέτιε πλάνου, ὀφρὺν καὶ σκεῦος ὀφθεὶς θείου Πνεύματος, ὡς ἂν ὑμνῶ σου ἐσαεί, τὰ σεπτὰ ἐν τῷ Ἄθῳ παλαίσματα.

Ἐξέλαμψας, ὡς ἀστὴρ ἀείφωτος, ἀπαθείας καὶ παρώτρυνας τάχος, τὸν Διονύσιον μάνδραν ἐγεῖραι, ἐπὶ τῆς πέτρας ἐφ’ ἧς εἶδες πάμφωτον, λαμπάδα φάος ἀσκητῶν, καὶ πιστῶν παραστάτα Δομέτιε.

Θεοτοκίον.

Ταὸ στάδιον, τοῦ βροτείου βίου μου, καταξίωσον ἀνῦσαι ἀμέμπτως, θεοχαρίτωτε Μῆτερ Κυρίου, καὶ τῆς ἀγήρῳ ζωῆς στέφους δράξασθαι, παρὰ Χριστοῦ τοῦ Σοῦ Υἱοῦ, καὶ Θεοῦ παναμώμητε Δέσποινα.

Διάσωσον, Μονῆς Προδρόμου ἀγλάϊσμα καὶ προΐστορ, πνευματέμφορε ἀσκητὰ παμμάκαρ Δομέτιε, ἐκ πάσης κακώσεως σοὺς ἱκέτας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Πνευματοφόρε Δομέτιε Ὅσιε, τῶν μονοτρόπων ἀλεῖπτα θειότατε, καὶ Μάνδρας Προδρόμου ἡγούμενε, θεοειδὲς καθικέτευε Κύριον, ὑπὲρ τῶν πιστῶς προστρεχόντων σοι

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ἄνθος εὐωδέστατον, ἀνθῆσαν ἐν τῷ λειμῶνι, τῆς Θεογεννήτορος, καὶ ἡδῦναν ἅπαντας, τοὺς μονάζοντας, ἐν αὐτῷ πέφανσαι, μάνδρας τοῦ Προδρόμου, θεοδόξαστε ἡγούμενε· διὸ νῦν σπεύδομεν, τὰς ὀδμὰς μυρίσαι τῶν πόνων σου, καὶ πίστει σὴν ἀντίληψιν, τὴν θερμὴν αἰτήσασθαι κράζοντες· φύλαττε ἀτρώτους, Δομέτιε ἡμᾶς ἐκ πειρασμῶν, ἵνα δοξάζωμεν πάντοτε, τὴν ἁγίαν μνήμην σου.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

ερώτατε Πάτερ, ὁδηγὸς τῶν ἀζύγων, ὡς ἀπλανέστατος, Δομέτιε καὶ μάνδρας, Προδρόμου κυβερνήτης, στιβαρὸς χάριν εὕρηκας, παρὰ Χριστοῦ ἐσαεί, ὑπὲρ ἡμῶν πρεσβεύει.

ν θερμῇ διανοίᾳ, προσκυνοῦντες εἰκόνα, τὴν σὴν Δομέτιε, βοῶμέν σοι· μὴ παύσῃ, ὑψόθεν περισκέπει, τοὺς τιμῶντάς σε Ὅσιε, καὶ συντηρεῖν ἀσινῶς, ἐκ τῶν βελῶν τοῦ πλάνου.

Αἴτει λύσιν πταισμάτων, τῶν πρὸς σὲ ἀφορώντων, καὶ σάλον κόπασον, κακώσεων παντοίων, θερμὸς ὡς ἀντιλῆπτωρ, τῶν μερόπων Δομέτιε, Διονυσίου Μονῆς, ἀγλάϊσμα καὶ κλέος.

Θεοτοκίον.

Φωτισμοῦ ἀνεσπέρου, καὶ χαρᾶς ἀϊδίου, πηγὴ Μητρόθεε, ἡμῶν τῆς λύπης ζόφον, ἀφάνισον βολαῖς Σου, μητρικαῖς πρὸς Ὃν ἔτεκες, Θεὸν ἡμῶν καὶ παντός, τοῦ κόσμου Φωτοδότην.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Θαῤῥῶν νῦν σπεύδω, τῇ πατρικῇ ἀρωγῇ σου, καθηγούμενε ἄγρυπνε μάνδρας, τοῦ Διονυσίου, Δομέτιε παμμάκαρ.

πας προστρέχων, τῇ σῇ θερμῇ προστασίᾳ, ἀνυμνεῖ σου Δομέτιε χάριν, ἣν παρὰ Κυρίου, πλουτεῖς ἀφθόνως Πάτερ.

οὰς δακρύων, ἡμῶν μὴ ἀποποιήσῃς, ὁ ψυχὴν ταῖς ῥοαῖς ἀποπλύνας, τῶν δακρύων μάκαρ, Δομέτιε ἐν Ἄθῳ.

Θεοτοκίον.

Σαρκός μου παῦσον, τὰς δυσφορήτους κινήσεις, καὶ ὁδοὺς ἀπαθείας μοι δεῖξον, κεχαριτωμένη, ἐλπὶς ἀπηλπισμένων.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

σχὺν παράσχου πᾶσιν, εὐσεβέσι Πάτερ, κατὰ μεθόδων τοῦ πλάνου ἀλάστορος, καὶ ἐν εἰρήνῃ συντήρει ἡμᾶς Δομέτιε.

γίασον τοὺς πίστει, στέφοντάς σε ὕμνοις, καὶ ἀρωγὴν τὴν θερμὴν αἰτουμένους σου, ἡγιασμένε ἀζύγων φωστὴρ Δομέτιε.

Σταυρὸν ὁ τοῦ Κυρίου, αἴρων ἀγογγύστως, καὶ θεωθεὶς κατὰ μέθεξιν Ὅσιε, ζυγόν με βίου ἐπαίρειν καλῶς ἀξίωσον.

Θεοτοκίον.

Χαρίτων Σου τὰς δόσεις, πέμψον οὐρανόθεν, ἐπὶ τοὺς Σοὶ ἀκλινῶς καταφεύγοντας, ἐν δυσκολίαις τοῦ βίου Θεογεννήτρια.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις προοράσεως ὁ αὐλός· χαίροις θεία λύρα, ἀπαθείας καὶ προσευχῆς· χαίροις τῆς μονήρους, βιώσεως κινύρα, Δομέτιε Προδρόμου, μάνδρας ὡράϊσμα.

Δόμους εὐφροσύνης διηνεκῶς, δεῖξόν μοι παμμάκαρ, Ὄρους Ἄθωνος καλλονή, καὶ Μονῆς Προδρόμου, προΐστορ θεηγόρε, Δομέτιε Ἀγγέλων, δήμων συνόμιλε.

Φύλαττε καὶ σκέπε τὴν σὴν Μονήν, ἧς καλῶς προέστης, καὶ χορείας τῶν μοναστῶν, ἴθυνον πρὸς δόμους, βιώσεως ἀγήρω, Δομέτιε Πατέρων, θεῖον ἐκτύπωμα.

Χαίροις ἐνθεώτατε ἀσκητά, τοῦ Διονυσίου, φίλε γνήσιε τοῦ σεπτοῦ, κτίτορος τῆς μάνδρας, ἐν Ἄθῳ τοῦ Προδρόμου, καὶ δοῦλε τοῦ Ὑψίστου, μακαριώτατε.

Πρὸς ἀγῶνας δίδου πνευματικούς, σοῦ τὴν εὐλογίαν, οὐρανόθεν τὴν πατρικήν, δήμοις ἀσκουμένων, σοὶ προστρεχόντων πίστει, καὶ τούτους ἐκ μανίας, ῥύου τοῦ ὄφεως.

Χαίροις πνευματέμφορε ἀσκητά, τοῦ Διονυσίου, τῶν ἀγώνων συγκοινωνέ, μοναστῶν τοῦ Ἄθω, σεπτὴ στηλογραφία, καὶ ἱερέων τύπος, θεῖος Δομέτιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς τιμῶντάς σε πιστῶς, ἕλκυσον πρὸς δόμους ἀγήρω, ζωῆς Δομέτιε, Πάτερ πνευματέμφορε, ἀζύγων σέμνωμα, καὶ Μονῆς ἐγκαλλώπισμα, Προδρόμου ἐν Ἄθῳ, ἵνα σοῦ γεραίρωμεν, τὰ κατορθώματα, τῆς μοναδικῆς πολιτείας, καὶ τῶν ἀρετῶν σου τὸ πλῆθος, ὕμνοις μελιχροῖς καὶ μελῳδήμασι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου